Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
185.1.1
φιλοφρονήσεσι καὶ ἐθάρρει φανεὶς ἀνύσαι τὰ πρὸς θυμοῦ. Συμφορήσας τοιγαρ οῦν πλῆθος χρυσίων οὐ ῥᾳδίως ἀριθμητὸν καὶ τὸν Περσῶν πλοῦτον περιβαλ λόμενος, ἅμα γυναιξὶ καὶ τέκνοις, τοῦ Πισσιδίας προαγωγοῦντος, ὡς βασιλέα χωρεῖ. Ὁ δέ, ὡς εἰκὸς ἀσμένως δεξάμενος, οὐκ εἶχεν ὅ τι χρήσαιτο τούτῳ· πλὴν μάλα φιλοφρονησάμενος πρὸς ἐκεῖνον καὶ θαρρεῖν διδοὺς ὡς κατὰ καιρὸν ἐπανήξοι καὶ τὴν ἀρχὴν ἀναλάβοι, αὐτοῦ συνεργοῦντος, ἐφῆκε διάγειν ὥς οἱ σύνηθες ἦν αὐτῷ οἴκοι τῆς Περσίδος ἄρχοντι. Ὅθεν καὶ σέλμασι βασι λικοῖς τῷ βασιλεῖ παρηδρίαζε καὶ φοβεροὺς περὶ αὐτὸν εἶχε σωματοφύλακας καὶ τοῖς τῆς ἀρχῆς συμβόλοις ἐχρᾶτο, ἐρυθροβαφὲς πέδιλον ὑποδούμενος. Τὰ πιστὰ δὲ καὶ πρὸς τὸ εὖ πράξειν εἶχε διὰ τὴν ἐξ ὑπογύου χάριν ἣν κατὰ καιρὸν διδοὺς ἤλπιζε παρὰ τοῦ λαβόντος τὰ κρείττω· τὸ δὲ ἦν ἄρα οὐ σταθερά τις ἐλπὶς τοῖς νοοῦσι βαθύτερον. Ἀλλὰ τότε, τὸν καιρὸν θεραπεύων, ὁ βασι λεὺς τοὺς μὲν περὶ αὐτόν, καὶ μᾶλλον γυναῖκας καὶ τέκνα, κατὰ συντήρησιν πρὸς Νίκαιαν πέμπει, τῷ μὲν δοκεῖν τὸ ἀσφαλὲς ἐκείνοις παρέχων, ἐφ' ᾧ μὴ βλαβεῖεν, ἀφύλακτοι ὄντες· οὐδὲ γὰρ καλὸν ἐδόκει συνεκστρατεύειν τῷ βασιλεῖ, ἀήθεις ὄντας καὶ τῆς γυναικωνίτιδος· τὸ δὲ πάλιν σφᾶς διατρίβειν ἐπ' ἀνατολῆς, ἀναχωροῦντος τοῦ βασιλέως, μὴ καὶ εἰς κίνδυνον γένοιτο. Τὸν δέ γε σουλτὰν συμπεριάγων αὐτῷ σὺν προσηκούσῃ τιμῇ, τὴν ἐπὶ τοῖς ἐκείνου συνεσκίαζε πρᾶξιν, ἣν τῷ μὲν δοκεῖν, ὡς εἴρηται, ὑπὲρ ἀσφαλείας ἐκείνων προσέταττε, τῇ δ' ἀληθείᾳ δι' ἐκείνων τὸ ἀσφαλὲς ἐχόντων τὸ ἐν ἀσφαλεῖ τὸν σουλτὰν εἶναι καὶ μὴ συνισχημένον πραγματευόμενος. Προκατελάμβανε γὰρ τὴν πρὸς τὸν Τοχάρων ἄρχοντα Χαλαοὺ εἰρήνην, ὡς ἐνευκαιρήσοντος ἐντεῦθεν ἐκείνου τοῖς τῆς Περσίδος, μηδ' ὀνομαζομένου τοῦ σουλτὰν ἐν ταύτῃ. Καὶ διὰ τοῦτο, ἡμερῶν ἐφ' ἡμέραις τριβομένων, τὰ τῶν Περσῶν ὑπεκλίνοντο τοῖς Τοχάροις, ὡς καί τινας οὓς ἂν εἴποι τις σκηνί τας καὶ τῇ πολιτείᾳ ἀπηχθημένους, μὴ θέλοντας ὑποτάττεσθαι, καθ' αὑτοὺς εἶναι, ἐπειλημμένους τῶν ἡμετέρων ὀχυρωμάτων, πλὴν καὶ τὸν ἐντεῦθεν ὑπο 187 τοπάζοντας κίνδυνον, εἰ φανερῶς ἐπιτιθεῖντο, κατὰ μὲν τὸ κοινὸν καὶ καθόλου ἐνσπόνδους εἶναι τῷ βασιλεῖ, καθ' ἕνα δὲ νυκτὸς λοχῶντας, τοῖς ἐκ τῶν ἡμετέρων κλέμμασι χρῆσθαι· ἃ δὴ καί, τῶν ἡμετέρων ἐξ ἴσου πρὸς ἐκείνους ποιούντων, οὐ πόνος ἦν. Ἐκ παντὸς δὲ τρόπου τὸ ἔθνος τῶν Τοχάρων δι' ἐννοίας ἔχων ὁ βασιλεὺς ὡς ἀνυπόστατον τὴν ὁρμὴν κατὰ τὸ εἰκὸς δοκοῦν ἔχειν, ἄρτι κινῆσαν, τοὺς μὲν κατὰ τὰ ὀχυρώματα Πέρσας καὶ λίαν ὑπε ποιεῖτο, ὡς θριγγοῖς ἐλπίζων χρᾶσθαι, εἰ ἐπιβρίσειαν ἐκεῖνοι· ἐκείνοις δ' εἶχε διὰ μελέτης καὶ ἄλλως σπένδεσθαι διὰ κήδους· ἐπὶ τοσοῦτον γὰρ φοβερὸν ἐδόκει καὶ μόνον πρὸς ἐκείνους πόλεμον ἐννοεῖν ὥστε καὶ ἕως ἐκείνου καὶ τοὔνομα μόνον εἰς φόβον ἡγεῖσθαι καὶ δεδιέναι.
185.2.1
Ὅπως εἶχον οἱ πρὶν βασιλεῖς περὶ Τοχάρους ἀκουομένους. Πρώην μὲν γὰρ ὁ Δούκας Ἰωάννης κλέος μόνον ἐκείνων ἤκουε καὶ κατωχύ ρου τὰ φρούρια σίτῳ καὶ ἅρμασιν, ὧν τὸν μὲν καὶ εἰς χρόνους προσέταττεν ἀποτίθεσθαι, βούλλαις μολυβδίναις τὸν ἐνόντα τοῖς ἐποίκοις σφραγίζων, φέροντας δ' ἔξωθεν ἐπιτάττων σιτίζεσθαι, τὰ δὲ καὶ ἀναγκαῖα ἐτίθει τοῖς κτησομένοις, ὡς ἐκείνων πᾶν τὸ εἰς περιουσίαν ὂν ὑστερεῖν· προικοδοτοῦντας γὰρ μετὰ τὴν σεβασμίαν εἰκόνα τὰ ὅπλα προσέταττε καταγράφεσθαι· μηδὲ γὰρ ἔχειν εἰδέναι τί τὸ ἐξορμῆσαν τῶν σφῶν φωλεῶν ἔθνος καὶ ὁποίοις τοῖς ἤθεσι χρᾶται, κἂν εἰρηνεύειν θέλοι, κἂν μάχεσθαι. Τόσον ἦν ἄδηλον ἕως τότε τὸ ἔθνος· παρὰ πολλοῖς δ' ἐλέγοντο κυνοκέφαλοι καί γε διαίταις ἀπειρημέ ναις ἠκούοντο χρώμενοι, ὥστε καὶ ἀνθρωποφαγεῖν ἐπιστεύοντο. Θεοδώρου δὲ τὴν ἀρχὴν βασιλεύσαντος, ἐπεὶ ἐλέγοντο διὰ Περσίδος πρὸς ἐκεῖνον πρεσβεύεσθαικαὶ ἦν ὁ λόγος ἀληθινός, φόβος καὶ τάραχος ἦν. Ἔγνω δ' ὅμως ὁ βασιλεύς, τὸ φοβερὸν πλασάμενος, ἐκείνους κατασοφίσα σθαι. Καὶ πρῶτον μὲν προαπέστελλεν ὡς δῆθεν ἀγγελοῦντας ἐπὶ Περσίδος ὡς ἐπ' αὐτοὺς εὐτρεπίζοιτο, καὶ οἱ ταχυδρομοῦντες ἐπέμποντο· μισθὸς δ' ἦν τοῖς ἀγγελοῦσι ταῦτα, εἰ κινδυνεύοιεν ἐνιστάμενοι καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνυπόστατον πᾶσιν ὁμολογοῦντες ἔθνεσι, δαψιλῆ τέκνοις σφετέροις καὶ γυναιξὶ σιτηρέσια. Εἶτα δὲ τοῖς πρέσβεσι προσελαύνουσι πέμψας τοὺς ὑπαντήσοντας, ὡς δῆθεν καὶ σφίσι τὰς ὁδοὺς ὁδηγῆσαι, δι' ὅτι δυσχώρων 189 ἐξεπίτηδες τόπων ἐκείνους διαβιβάζειν προσέταττε, κἄν τις ἀποκναίων ἐρωτῴη τὴν δυσχωρίαν, οὕτω πᾶσαν ἔχειν τὴν τῆς Ῥωμαΐδος γῆν ἀποκρί νεσθαι, ὡς ἑτοίμως ἐχόντων τῷ μὴ εἰδέναι πιστεύειν. Ἐπεὶ δὲ καὶ πρὸς βασιλέα πολλὰ πονέσαντες παραγένοιντο, τηνίκα καὶ ἄλλ' ἄττα φοβερὰ ὑπενόει, ὡς αὐτίκα καὶ ἐκ τῆς θέας φοβήσων. Ἐπέταττε γὰρ τὰς δυνάμεις ἐν ταὐτῷ συνελθεῖν καί, ὁπλισθέντας κατὰ φρήτρας καὶ φῦλα καὶ τάξεις, ἐν ποσοῖς τισι τῶν ὁδῶν διαστήμασιν ἱσταμένους, καταφράκτους σιδήρῳ, φόβον κατὰ παιδιὰς ἐμποιεῖν· τὸ δέ γε τῆς γερουσίας καὶ ὅσον ἦν τῶν ἐν τέλει καὶ τῷ βασιλεῖ πρὸς αἵματος, πάντας πρὸς τὸ μεγαλειότερον ἐσκευασμένους καὶ στολαῖς καὶ γενναίῳ τῆς ψυχῆς παραστήματι, ὡς αὐτίκα τὸ κατὰ πόδας λαπάξοντας, πολλάκις διιόντας ἐξ ἀφανῶν, ἐς ταὐτὸ ξυμπίπτειν, ὡς τοὺς αὐτοὺς μὲν εἶναι ταῖς ἀληθείαις, δοκεῖν δ' ἄλλους καὶ ἄλλους καὶ μηδέποτε τοὺς αὐτούς, τρόπον δακτυλιδίου σφενδόνην μὴ ἔχοντος, ἤν τις βούλοιτο ἐπ' ἐκείνου τὸ πρότερον καὶ τὸ ὕστερον θεωρεῖν, ὡς τὸ αὐτὸ μὲν πολλάκις λαμβανόμενον εἶναι, δοκεῖν δ' ἕτερον τῇ μεταλλαγῇ· αὐτὸν δὲ βασιλικῶς ἐσταλμένον, μηδὲν τῶν φοβερῶν ἐλλείποντα, ἄνω που καθῆσθαι, σπάθην φέροντα ταῖς χερσί, βήλοις τε πολυτελέσι περικεκλεισμένον, ἄλλων καὶ αὐτῶν φοβερῶν περιισταμένων, ἱκανῶν ὄντων καὶ τούτων καταπλῆξαι τὸν ὁρῶντα καθ' ἑαυτούς· οὕτως ποιεῖν χρηματίζειν τοῖς πρέσβεσι, μακρὰν μὲν ἱσταμέ νοις, ὅσον εἰκάζειν τὸν βασιλέα καὶ ὁρᾶν τὰ δρώμενα, ἐξαίφνης δ' ἐξ ἀδήλου τῶν παραπετασμάτων διανοιχθέντων, οὕτως ἐγγενέσθαι σφίσι βλέπειν τὸν ἐπὶ τοῦ θρόνου μάλα σοβαρευόμενον, ὀλίγα τε εἰπεῖν καὶ ἀκοῦσαι, μεταξυ λογούντων τινῶν, φοβερὰ δὲ καὶ ταῦτα δοκοῦντα, ὡς μόνον λεγόμενα κατα πλῆξαι· καὶ οὕτως ἐπ' ὀλίγον ἀφοσιωσάμενον τὸν χρηματισμόν, ἀποπέμπειν διὰ τῶν αὐτῶν καὶ πάλιν δυσχωριῶν τοῖς ὁδηγοῖς ἐπαναγομένους. Τὰ γοῦν πρότερα ταῦτ' ἦσαν, καὶ οὕτω δεδιότας ξυνέβαινεν ἀντιφοβεῖν ἐκ συνέσεως. Τότε δ' ὁμαλῶς καὶ ἠπίως πάνυ ἐπεχείρουν πρεσβεύεσθαι μὲν ἐπ' ἐκείνους, ἐκεῖθεν δὲ πρέσβεις δέχεσθαι, ὡς αὐτίκα καὶ κατὰ κήδη σπένδεσθαι μελετᾶν. Οὕτω δὲ τῶν τῆς ἀνατολῆς μερῶν κρατυνομένων καὶ κατ' ἐλπίδας ἀγαθὰς ὄντων, τὰ κατὰ δύσιν καὶ αὖθις ἐκύμαινον. 191
185.3.1
Περὶ τῶν κατὰ δύσιν καὶ ὅπως καῖσαρ προσέβαλεν ἐκ παρόδου τῇ πόλει. Ὁ γὰρ δεσπότης Μιχαήλ, μὴ εὐχερῶς φέρων στερούμενος τῶν φρουρίων καὶ τῆς χώρας ἀπεληλαμένος ἣν ὁ θεῖος αὐτοῦ καὶ πατὴρ ὁ Θεόδωρος, ὃς καὶ βασιλικῆς ἀναρρήσεως κατὰ δύσιν ἠξιώθη, τοῦ Ἀχριδῶν ταινιώσαντος Ἰακώβου, ἱδρῶσι πλείστοις καὶ σπάθῃ ἐκσπάσας τῶν Ἰταλῶν, τοῖς ἰδίοις προσεποιήσατο, τούτων μὴ φέρων ὁ Μιχαὴλ στερούμενος ἀνελάμβανέ τε τὰς πρὸς τὸν βασιλέα συνθήκας καί, τοὺς κατὰ δύσιν ὑποποιούμενος, εὐχερῶς πρὸς ἑαυτὸν διὰ τὸ καὶ ἄλλως τῶν δυτικῶν εὐρίπιστον ἔπειθεν ἀποκλίνειν αὖθις. Διὰ ταῦτα τὸν μὲν δεσπότην ὁ βασιλεὺς Ἰωάννην, σπουδῇ τὰ φοσσάτα λαβόντα, προσέταττε τὸν πόλεμον πρὸς ἐκεῖνον ἐκφέρειν· ἐπεὶ δὲ καὶ οἱ ἀπὸ τῆς Σικελικῆς ῥηγικῆς ἐξουσίας πολλὰ τῶν Ἰλλυριῶν καὶ τῆς Νέας Ἠπείρου προσεσφετερίσαντο, πέμπει κἀκεῖσε τοὺς ἀντιταξομένους. Καὶ δή, τῷ καίσαρι Ἀλεξίῳ τὸ Σκυθικὸν παραδοὺς σὺν οὐ πολλοῖς ἄλλοις, πρῶτον πρὸς Θρᾴκην ἐξώρμα, τὰ κατὰ τὴν Ὀρεστιάδα καλῶς ὡς εἶχε διαθησόμενον, ἐν δευτέρῳ κἀκεῖνα τιθέμενος. Τὸ γὰρ Βουλγαρικὸν οὐκ ἤθελεν ἠρεμεῖν, καὶ μᾶλλον κατ' ἔχθραν καὶ μῖσος τὸ πρὸς βασιλέα, τῆς πρώτης τῶν θυγα τέρων τοῦ Λάσκαρι Θεοδώρου καὶ βασιλέως Εἰρήνης τὸν σύζυγον Κων σταντῖνον, ὃν καὶ βασιλέα Βουλγάρων ὁ λόγος ἐδείκνυ, μάλα θερμῶς ἐξοτρυ νούσης κακοῦν τὴν χώραν, ἀντίποινα δῆθεν ὧν ὁ ἀδελφὸς Ἰωάννης ἔπασχε. Τῷ γοῦν καίσαρι προστεταγμένον ἦν πρὸς βασιλέως, ἐπιστάντι τοῖς τῆς Θρᾴκης μέρεσι, καὶ τῇ πόλει προσσχεῖν ἐκ παρόδου καὶ ἐπισεῖσαι μὲν ἀπειλοῦντα τὸ ξίφος τοῖς Ἰταλοῖς, μὴ μὴν δὲ καὶ ὁτιοῦν πράττειν· οὐ γὰρ ἱκανῶς εἶχε τῶν στρατευμάτων. Ὡς γοῦν τὴν Καλλίου ὁ καῖσαρ περαιωθεὶς κατέλαβεν, ἔγνω, πρότερον ἢ τοῖς κατωτέρω προσσχεῖν, κατὰ Σηλυβρίαν γενέσθαι καί, τῇ πόλει ἐκ τῶν δυτικῶν μερῶν προσεγγίσανταμηδὲ γὰρ εἶναι κωλύμην, ἁπάντων τῶν ἐκεῖ ὑποτεταγμένων τῷ βασιλεῖ, κατοπτεῦσαι μὲν καὶ ταύτην ὡς εἶχε 193 τότε καὶ μαθεῖν τὰ τῶν ἐντὸς πῶς ἔχοιεν, ἰδεῖν δὲ καὶ τοὺς θεληματαρίους, οὓς καὶ ὁ λόγος προέγραψε, καὶ ὁμιλῆσαι τά οἱ δοκοῦντα περὶ τῆς πόλεως. Ἐλθὼν οὖν καὶ σκηνήσας ἐν τοῖς παραπολίοις, προσεκαλεῖτο κρυφηδὸν τοὺς δοκοῦντας ἐκείνων καί γε κατεπίστευε σφίσι τὰ κατὰ νοῦν, ὑποτείνων κἀκεί νοις ἐλπίδας, εἰ συνεργοῖεν, τὰς μείζους. Τῶν δὲ καιρὸν ἔχειν εἰπόντων, ὡς ἐγκαίρως ἐπιθησομένωντὸ γὰρ τῶν Ἰταλῶν πλώϊμον ὅσον ἦν ἐν τῇ πόλει ἐπὶ Δαφνουσίας, ὡς ἁλῶσον τὴν νῆσον, χωρεῖν καί γ' ἐπὶ πλείσταις ἡμέραις προσταλαιπωρεῖσθαι καθήμενον, ὄχλον δ' ἄλλως εἶναι τὸ κατὰ πόλιν καὶ πολέμων ἀπείρατον, ταῦτ' εἰπόντων καὶ τὰ πιστὰ διδόντων ὡς συνεργήσουσινὁμονοήσειν γὰρ σφίσι καὶ τοὺς λοιποὺς ἐπὶ τούτῳ, ὁ καῖσαρ αὐτίκα, ὅτε μὲν πρὸς τοὺς ἀπ' ἐκείνων λόγους ἀπεῖδε καὶ τὴν προθυμίαν ἑώρα ὡς ἑτοίμως ἐχόντων προσβοηθεῖν, ἐθάρρει τὴν προσβολήν· ὅτε δὲ πρὸς τὸ τῆς ἐγχειρήσεως δυσχερὲς αὖθις ἀπέβλεπε καὶ τὸ κινδυνῶδες τοῦ πράγματος, εἰ οὕτως μετ' ὀλίγων καὶ ἐκ παρέργου πόλιν τοιαύτην, ἣν καὶ πολλαὶ δυνάμεις οὐχ ἑλεῖν ἠδυνήθησαν, αὐτὸς ἐν ἀκαρεῖ παραστήσεται, κατώκνει καὶ ἀνεβάλλετο. Ὅμως καὶ τοὺς λόγους λαμβάνων ἐν κοινῷ τὸ πρακτέον ἐτίθει. Κἀπειδὴ ὁ ἀνεψιὸς ἐκείνου Ἀλέξιος ἐπέκειτο προσβιάζων καί τις τῶν θεληματαρίων, Κουτριτζάκης τοὐπίκλην, μετὰ θάρρους, ὅπως πραχθείη λέγων, τὸ ἔργον ὑφίστατοτὸ γὰρ εἱμαρμένον ἄφυκτον ὥσπερ ἐμψύχοις οὕτω καὶ πόλεσιν, ἀναθαρρεῖ τε κἀκεῖνος καὶ πρὸς τὸ κρατῆσαι μετέωρος ἦν. Ὅθεν καὶ τῶν ἄλλων μαθόντων τε καὶ συμφωνησάντων ἑτοίμως συγκαταπρᾶξαί οἱ τὸν λόχον, αὐτὸς μὲν ἄλλοτε μὲν περιῄει καὶ τὸν τόπον ὡς εἰκὸς κατεσκέπτετο, τότε δέ, τὴν ὑποψίαν διαφυλαττόμενος, ἐκποδὼν ὤν, τοῖς ὑποβαλλομένοις προσέχων, εὖ εἰδὼς τῶν τόπων, συνῄει καὶ προεσκέπτετο ὅπως ἄριστα γένοιτο καὶ μετὰ σπουδῆς τὸ μελετώμενον σφίσι, μήπως καί, ἀνταλαλαξάντων τινῶν, τὸ ἐν κρυπτῷ φωραθείη.
185.4.1
Ὅπως ἡ πόλις ἑάλω. Ὡς γοῦν ἔστη τὸ πᾶν τῆς βουλῆς, καὶ ὁ καιρὸς ἐτάττετο· νυκτὸς γὰρ τὴν ἐπιβουλὴν συνοίσειν καὶ ἐκ τοῦ αἰφνιδίου, μὴ προσδοκώντων, ἔγνωσαν. Κἀκείνοις μὲν μέλον ἦν, ἐπαναβεβηκότας τὸ τεῖχος διὰ κλιμάκων ἀψοφητί, τοὺς φυλάττειν τε τεταγμένους καταρριπτεῖν ἄνωθεν καὶ τὴν τῆς Πηγῆς πύλην ἀνοίγειν, σφῆνας ἐμβαλόντας, τὸν ἐκ λίθων μόνων προσαρμόζοντα ταύτῃ τοῖχον κατερηριφότας πρότερον, τῷ δὲ καίσαρι, τοὺς στρατιώτας διὰ νυκτὸς ἐφελκόμενον, ἑτοίμως εἰσβάλλειν καὶ κατὰ τὴν ἀνοιχθεῖσαν πύλην εἰσέρχεσθαι. Εὐθύς, τῆς ὡρισμένης νυκτὸς ἐπιστάσης, οἱ μὲν ἦσαν πρὸς τοὔργῳ καί, τόπον εὔθετον στοχασάμενοι, ἐκεῖσε προσῆγον τὴν κλίμακα, εὐφυλάκτως τὸ σύμπαν ἔχοντες, μήπως τοῖς φύλαξι φωραθεῖεν καὶ τὴν θήραν ἀνα σοβήσωσι, μᾶλλον μὲν οὖν καὶ μέγιστος αὐτοῖς κίνδυνος ἐπιστῇ, εἰ ἁλῷεν ἐπιβουλεύοντες. Καῖσαρ δὲ τῆς νυκτὸς ἐκείνης, τὸ Σκυθικὸν καὶ ὅσον ἦν ἄλλο λαβών, ἠπείγετο πρὸς τὴν πόλιν καί, ἐπεὶ πρότερον ἢ τοῦ πράττειν ἐκείνους ἔφθασαν καὶ ἡ νὺξ ἀργοῦσι παρῴχετο, περιδεῶς εἶχε πρὸς τὴν ἀργίαν καὶ ἀντεπιβουλὴν ὑπώπτευεν. Ἀλλ' ὁ Κουτριτζάκης ἀνελάμβανέ τε τῆς δειλίας ἐκεῖνον καὶ ἐλπίζειν εὐθαρσῶς παρεῖχεν, ὡς ἐκείνων τι πραττόντων ἐντός. Οὐ μὴν δὲ καὶ τῆς ὑποψίας ὁ καῖσαρ ὑφίετο· ποῦ γὰρ καὶ ὑπενόησεν ἀργεῖν ἐκείνους, ἐφ' ᾧ κατερείπειν τὸν ἐπὶ τῇ πύλῃ τῆς Πηγῆς ἐκ λίθων ξηρῶν ἐπιτειχισμόν. Ὅθεν καὶ ἐμφανεῖς προεξεδέχετο τοὺς κινδύνους καὶ δῆλος ἦν χλευασθεὶς ἀλύωνὁ γὰρ θεραπεύειν ἠλπισμένος ἐπίβουλος ὑπω πτεύετο, καὶ συνδέειν ἐδοκίμαζε τὸν ἀναλαμβάνοντα, ὡς συνειδότα τοῖς ἐντὸς τὴν ἐπιβουλήν· ὅθεν καὶ συνέδει, διδόντος ἐκείνου καὶ ἕτοιμον ἑαυτὸν παρεχομένου παθεῖν ὅ τι βούλοιτο, εἰ ἐκεῖνοι ἐπιβουλεύοιεν· συγκατῄνει δὲ τοῖς λεγομένοις καὶ ὁ Ἀλέξιος, ἐπιθαρρύνων τὸν θεῖον καὶ τὸ δέος ἀπο κρουόμενος. Καὶ ὁ μὲν περὶ τὴν μονὴν τῆς Πηγῆς προσεκάθητο, τὸν 197 στρατὸν κατέχων σιγῇ καὶ μετέωρος ὢν πρὸς τὸ σύμβολον· τὸ δ' ἦν ἡ τῶν βασιλέων εὐφημία ἐπὶ τοῦ τείχους ὑψηλοφωνεῖσθαι μέλλουσα. Οἱ δέ, ἡσύχως καθ' ἕνα ὑπαναβάντες τὰς κλίμακας, προσπαίουσιν εὐθὺς τοῖς φρουροῖς κοιμωμένοις, Ἰταλοῖς γε οὖσι, καί σφιν οἱ ἐπιόντες ὄναρ ἐπέστησαν φοβερόν· εὐθὺς γὰρ τοὺς μὲν μηδ' αἰσθομένους, ἐκ ποδῶν κατασχόντες, ἐρρίπτουν, σφάττοντες πρότερον, τοὺς δὲ καὶ τῆς ταραχῆς ἐπαΐοντας καὶ πρὸς φυγὴν τρεπομένους φθάνοντες κατεσπάθιζον, ὡς μηδ' ἄγγελον τῶν δρωμένων ὑπολελεῖφθαι, ὅπου γε καὶ τὸν ἀπὸ τοῦ κωλύσοντος φόβον ἐνίκων αἱ προθυμίαι, καὶ δῆλοι ἦσαν, ἤν τις ἀντισταίη, μαχούμενοι. Ἐλθόντες δὲ πρὸς τὴν τῆς Πηγῆς πύλην καὶ ταύτην ἀναπεφραγμένην εὑρόντες λίθοις, κατέσπων εὐθέως κἀκ μέσου ποιοῦντες τοὺς λίθους, δίοδον τῇ στρατιᾷ προητοίμαζον εὐμαρῆ, εἶτα δὲ καὶ σφησὶ χαλκέοις τοὺς θαιροὺς τῶν πυλῶν ἐκκρούσαντες κατασπῶσι. Καὶ εὐθύςἔτυχε γὰρ παρὼν ἐκεῖσεκαὶ τῶν ἱερωμένων ὁ Λακερᾶς, ἐκ τῶν θεληματαρίων ὢν καὶ αὐτὸς καὶ συνεργῶν ἀνδρικῶς, ὑπαναβαίνει τὸ τεῖχος, συνάμα Γλαβάτῳ τινὶ καὶ λοιποῖς ἑτέροις. Οὐδὲ γὰρ ἔτι ἐτόλμα, καὶ ἡ φωνὴ συναπεσβέσθαι τῷ δέει ἐγγὺς ἐκινδύνευεν, ὅπου γε καὶ τὸ τεῖχος δοκεῖν ὁ φόβος ἐδίδου κραδαίνεσθαι, ὡς καὶ καταπίπτειν τὸν μέγα φωνήσαντα τὴν τῶν κρατούντων εὐφημίαν· ὅμως, παρακροτούμενος τοῖς ἑτέροις, τρεμούσῃ φωνῇ τὴν βασιλικὴν ὑπεσή μαινεν εὐφημίαν, καὶ συνήχουν οἱ κάτω τοῖς ἄνω, καὶ ἡ φωνὴ διῄρετο καθ' ὅσον ἦν ὑψηλότερον. Τότε καὶ οἱ ἀμφὶ τὸν καίσαρα, τὴν φωνὴν καραδοκοῦντες, ἀκούσαντες ἐκπηδῶσι τοῦ λόχου καὶ ἅμα τάχει ἀπτέρῳ ἐπὶ τῆς πύλης ἐχώρουν καὶ προκαταλαβόντες εἰσχέονται παμπληθεί. Ἔτι δ' ὑπ' αὐγαῖς ταῖς πρώταις τῆς ἡμέρας οὔσης, ἐξαίφνης τὴν χώραν κατέθεον καὶ ἐπόρθουν τὸ προστυχὸν σκυλεύοντες. Τὸ δέ γε Σκυθικόν, εὐσυνέτως μὴ σκεδαννύμενον, εἶργον τὸ προσγινόμενον ἐκ τῆς πόλεως πλῆθος, εἴ που συσταῖέν τινες, μαθησείοντες τὸ γινόμενον· πλάσματι γὰρ τὸ πραχθὲν ἐῴκει λεγόμενον. Ὁ μέντοι γε καῖσαρ, στρατείαις πολλάκις ἐσχολακὼς καὶ εἰδὼς τὰ τῶν ἁλώσεων δυσχερῆ, δεδιὼς σχολῇ προσέβαλεν, ἕως, τῆς ἡμέρας ὑπαυγασάσης τέλεον, μάθοι τὴν ἐντὸς δύναμιν ἀκριβέστερον. Μεταλαμβάνει δὲ τὴν δειλίαν ταύτην ἕτερος θόρυβος, ἱκανῶν Ἰταλῶν φανέντων ἐν ὅπλοις καὶ ἰσχυ ρῶς φαινομένων ἔχειν ἀμύνειν. Ἐγγὺς δ' ἐλθεῖν ἐκινδύνευε διὰ ταῦτα πάλιν τραπέσθαι τε καὶ τὴν πρᾶξιν ἀναβαλέσθαι· οὐδὲ γὰρ εἰς μάχην οἱ εἰσελθόντες ἀξιόχρεῳ ἐνομίζοντό οἱ, μόλις εἰς πεῖραν καὶ λόχον ἀρκέσοντες. Ἀλλὰ προσ 199 τίθενται τούτοις καὶ οἱ θεληματάριοι, καὶ ἄλλως μὲν θαρραλέοι ὄντες, ὅμως δὲ καὶ ὁ περὶ τῶν ὅλων κίνδυνος τότε καὶ παρὰ τὸ εἰκὸς σφᾶς ἐποίει ἀνδρίζεσθαι, ὡς μὴ περιεσομένους, ἂν κρατοῖεν οἱ Ἰταλοί. Τῷ τοι καὶ συσταθέντες καὶ ἑαυτοὺς ἀρτύναντες ἀντεῖχον καὶ περιῆσαν, ὀλίγους μὲν ἀποβαλόντες, ἐνίκων δὲ καὶ κατετροποῦντο καὶ νῶτα διδόντας τῷ εἰς φυγὴν τραπέσθαι ὑποδῦναι σκότος ἐποίουν, ἔνθα ἂν καὶ σωθεῖεν. Τότε τοιγαροῦν τὸ μὲν Σκυθικὸν ἀνέδην ταῖς σκυλεύσεσιν ἐπεβάλοντο καί, ἀποθήκαις τῶν χρειωδῶν προσπαίοντες, ἐνεφοροῦντο τῶν ἀναγκαίων. Ὅμως δέ γε καὶ πάλιν ἀμφὶ τὸν καίσαρα συνελέγοντο τῆς ἡμέρας πολλάκις καί, περιστοιχιζόμενοι τοῦτον, ἐφρούρουν τε καὶ ἐφρουροῦντο, ὡς, ἤν τινες φανεῖεν, εἰσβαλοῦντες προθύμως. Ὁ δέ γε βασιλεὺς ἐκείνων ὁ Βαλδουῖνος, ἐκπλαγεὶς οἷον ἀκούσας καὶ τῶν φρενῶν ἔξω γενόμενος, οὐδὲν ἀλλ' ἢ πρὸς τῷ φυγεῖν ἦν. Καὶ δὴ κατα λιπὼν τὰ τῶν Βλαχερνῶν ἀνάκτορα, ὡς οὐ δυνατῆς ἀμύνειν δοκούσης τῆς γῆς, δρόμῳ χωρεῖἐπίστευε γὰρ τῇ θαλάσσῃ πλέονπρὸς τὸ μέγα παλάτιον, καὶ ὡς εἶχεν, ἀφεὶς μὲν καλύπτραν, ἀφεὶς δὲ καὶ σπάθην, τὰ τῆς αὐτοῦ βασιλείας σύμβολα, νηῒ καταβὰς πιστεύει τὴν σωτηρίαν. Τῆς ἡμέρας δὲ ταύτης οἱ τῆς Ῥωμαϊκῆς ἐπιστάντες φάλαγγος ἐφ' ᾧπερ εὑρήσειν καὶ καθέξειν τὸν βασιλεύοντα, τῆς φυγῆς ἐχρῶντο συμβόλοις τοῖς τῆς βασιλείας συμβόλοις καὶ ἀπεθάρρουν πλέον ἐντεῦθεν, δραπέτου γεγονότος τοῦ ἐπὶ τῷ φυλάσσειν τεταγμένου· τὴν δέ γε καλύπτραν καὶ τὸ ξίφος ἀναλαβόντες, ἀπαρχὴν αὐτάρκη ταῦτα τῶν κατὰ πόλιν λαφύρων καὶ ἀκροθίνιον ἐποιοῦντο. Καὶ ἅμα σημεῖον ἦν τοῖς ἐπ' ἐκείνῳ θαρροῦσιν ὡς οὐδὲν ἐκεῖθεν ἀγαπήσαντος φεύγειν ἔχοιεν. Ἐπεὶ δ' ἔκπυστον ἐγένετο τὸ πραχθέν, αὐτῶν γε καὶ ἔτι κατεπτηχότων καὶ μὴ καθαρῶς πιστευόντων ἔχειν τὰ ἐν χερσὶ κρατούμενα, ἀφικνεῖται ταχέως καὶ ἐπὶ τοὺς περὶ τὴν Δαφνουσίαν, φήμη γε οὖσα καὶ θεός, ἡ φήμη, καὶ ἅμ' ἤκουσαν καὶ ἅμα διαπεφωνήκεσαν, περὶ ταῖς σφετέραις γυναιξὶ καὶ τοῖς τέκνοις κατορρωδήσαντες. Ὅμως ἐτάχυναν ἐπιστῆναι καὶ ὡς εἶχον ἀμῦναι· περὶ γὰρ τριάκοντα καὶ πρὸς λόγος ἔχει μακραῖς ναυσὶ μονήρεσί

Intertext edge

Open linked passage

Note