Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
201.1.1
τε καὶ τριήρεσι κατὰ Δαφνουσίας χρήσασθαι. Ταύταις ἁπάσαις ταχυναυτού σαις ἠπείγοντο πρὸς τὴν πόλιν, ἅμα θαρροῦντες καὶ τῷ ἐκ Σικελίας μεγίστῳ πλοίῳ, πολλοὺς ἔχοντι τοὺς ἐπιβάτας, ὡς καὶ αὐτοὺς συναμύνειν τῷ γένει καὶ τοῖς ἐπιοῦσιν ὁμόσε χωρεῖν· καὶ οἱ μὲν ἐπὶ τοιαύταις ἐλπίσιν ἠπείγοντο. Ὁ δὲ καῖσαρ, προαισθόμενος τούτων τὴν ἔφοδον, τοὺς Ῥωμαΐζοντας προσκα λεῖται, οἳ καὶ ὡς Ῥωμαῖοι ἑκόντες ἄκοντες συνήργουν τοῖς ἡμετέροις. Ἦν οὖν τότε οἰκεῖος τῷ Βαλδουίνῳ θεράπων, ὁ Φύλαξ λεγόμενος Ἰωάννης, ἀνὴρ βαθὺς καὶ τοῦ φρονεῖν εὖ ἥκων εἰς τὸ ἀκρότατον, ὃς καὶ βουλὴν εἰσάγει τότε μάλα καιρίαν καὶ τῷ καιρῷ πρόσφορον, ἣν κἂν ἄλλος εἰσάγειν ἀπώκνησε, πρὸς τὸ τοῦ πράγματος ὀλέθριον ἀποβλέψας. Εἰδὼς γὰρ ἐκείνους μαχουμέ νους ἐξ ἀνάγκης καὶ ὑπὲρ δύναμιν ὑπέρ τε γυναικῶν καὶ γνησίων, οἴκων τε καὶ περιουσίας ἁπάσης, καὶ συὸς τρόπον ἐπιτεθησομένους ὑπὲρ αὐτῶν, ὥστε ἢ περιγενέσθαι ἢ μὴν πεσεῖν εὐκλεῶς, εὐβούλως μερίζει τὴν χρείαν καὶ πῦρ μὲν ἐμβαλεῖν ὑποτίθεται, ὡς, καυσουμένων καὶ οἴκων καὶ περιττῆς καὶ ἀχρήστου ὕλης, γυναικῶν δὲ καὶ παίδων ἐξ ἀνάγκης διαφυλαξομένων τῷ ἐκδραμεῖν, ἔστι δ' οὗ καὶ φυλαξόντων καί τινα τῆς καθαρᾶς καὶ εἰς πλοῦτον ὕλης, ἐκείνους δ' ἐκ νηῶν ἰδόντας πυρὶ μὲν οἴκους ἀμαθυνομένους, γυναῖκας δὲ καὶ παῖδας τὰς χεῖρας ἐκτείνοντας εἰς ἀντίληψιν, τῶν μὲν ὑπεριδεῖν ὡς μηκέτ' ὄντων, ἐκείνους δ' ἐκζητεῖν καὶ σῴζειν, καὶ οὕτως χάριν τοὺς διδόντας τιθέναι τοῖς ἐκζητοῦσιν, ἀγαπῶσιν, εἰ αὐτοὶ καὶ γυναῖκες καὶ τέκνα σῴζοιντο· εἶναι γὰρ ἐξ ἑτοίμου τούτοις καὶ τὰς τριήρεις ὑποδεξαμένας τὸ πλῆθος κἂν ἄλλοι θέλοιεν, καὶ αὐτοῖς ἐφιέναι· ἱκανὴ γὰρ ἡ ἐκ Σικελίας ναῦς αὐτοὺς ὑποδέχεσθαι. Οὕτω τῆς βουλῆς ῥηθείσης καὶ ἀγαθῆς δοξάσης, καὶ μᾶλλον ἀντέχειν μὴ ἔχουσι διὰ τὴν τῶν ἀνδρῶν ὀλιγότητα, πῦρ ὑφάπτουσι παραυτίκα, ὅπου μᾶλ λον ἐκείνων οἶκοι καὶ πράγματα· ὃ δὴ καὶ νεμόμενον τοὺς οἴκους ἐσπόδει. Ἐξέθεον δ' οἱ ἐν οἴκοις, τεθορυβημένοι μελισσῶν τρόπον καπνιζομένων, καί, τοὺς λόφους τῆς πόλεως καταλαμβάνοντες, γυμνοὶ ὡς εἶχον, ἅμα δὲ καὶ περιδεεῖς περὶ τῆς σφῶν σωτηρίας, δακρύοις παρεκάλουν τοὺς ἔξω θεωμέ νους τὰ δρώμενα. Τότε δὴ καὶ ἐν ἀμηχανίᾳ τοῦ δρᾶν τι γενόμενοιεἴτε γὰρ 203 ἀνύοιεν, οὐ καλῶς ἔχειν αὐτοὺς γυμνωθέντας, καὶ ἅμα κινδύνου τοῖς σφετέροις ἐπικειμένου· εἴτε δὲ καὶ μὴ νικῷεν, τελέως αὐταῖς γυναιξὶ καὶ τέκνοις ὀλέσθαι, πρὸς ἱκεσίαν τρέπονται καὶ τοὺς οἰκείους μάλα θερμῶς ἐξαιτοῦνται, εἰ μὲν βούλονται, συνάμα καὶ τοῖς περιοῦσι πράγμασιν· εἰ δ' οὖν, ἀλλ' αὔταρκες εἶναι τούτοις τὸ σῶς ἀπολαβεῖν τοὺς γνησίους. Τότε τοίνυν δεινά τε καὶ σχέτλια ἐτελοῦντο, μέγιστα ὧν ὄψει καὶ ἀκοῇ παρειλήφει τις· γυναῖκες γὰρ ἀνύβριστοι καὶ παρθένοι ὑφ' ἑνὶ χιτῶνι, διερρωγότι καὶ τούτῳ, τοῖς τυχοῦσι περιστελλόμεναι, νηλίποις ποσὶν ὑπὸ πολλῶν ὄψεσιν ἀτίμως πρὸς τοὺς οἰκείους ἐξέθεον. Καὶ δίκας ἐτίννυον ἄντικρυς Ἰταλοὶ ὧν ἐκεῖνοί ποτε πρὸς Ῥωμαίους ἐποίουν· ἅμα δὲ καὶ τὸ παλαιὸν θέσπιον ἐπληροῦτο· Ἀλέξιος, Ἀλεξόπουλος καὶ ἐπὶ τούτοις Κουτριτζάκης. Ἔφθασε γὰρ καὶ πρὸ τοῦ ταῦτα γενέσθαι ὁ συγγραψάμενος ἀκούειν παρὰ πατρὸς ὁμιλοῦντος ἄλλῳ καὶ τὸν τοιοῦτον λόγον λέγοντος. Ὡς γὰρ πολῖται ὄντες ἐκεῖνοι τὰ οἴκοι ἐζήτουν καί, εἴ ποθι ἅλωσις τῆς πατρίδος συμβαίη, ἐσκόπουν ὑπὸ φωτὶ νυκτόςἦν δ' ἐγὼ ὁ τὸν κηρὸν κατέχων καὶ φαίνων ἐκείνοις, τοῦτο ξυνέβαινε λέγεσθαι παρ' ἐκείνων ὡς εἰδότων τάχα ὁπόθ' ἁλῴη· ἐπὶ γὰρ γενησομένου τινὸς βασιλέως Ἀλεξίου ὑπενόουν τὴν τῆς πόλεως ἅλωσιν γίνεσθαι καί τινων ἄλλων, οὓς ἔλεγεν ὁ χρησμός. Ἦσαν δ' οὗτοι ὁ καῖσαρ Ἀλέξιος ἄντικρυς, ὁ ἀνεψιὸς ἐκείνου Ἀλέξιος, τὰ πολλὰ συμβαλλόμενος, καὶ ὁ δοκῶν τῶν θεληματαρίων Κουτριτζάκης, ὃς καὶ τὴν βουλὴν πρῶτος ὑπεσήμαινε τῆς ἁλώσεως. Ἀλλὰ ταῦτα μὲν οὕτως κατὰ τὴν πόλιν ἐπράχθησαν· ἐπεὶ δ' ἐχρῆν πανταχοῦ φημίζεσθαι τὰ πραχθέντα, καὶ μᾶλλον ὅσον τὸ θαυμασιώτερον εἶχον, ὡς ἐκ παρόδου ἁλῶναι τοιαύτην πόλιν τοῖς γε μὴ ἐπὶ τούτῳ τὴν ἀρχὴν ἀφιγμένοις, τινὲς τῶν ταχυδρομούντων ἐπὶ συγχαρίαις ἔθεον πανταχοῦ γῆς, ὡς ἁλῴη ἀγγελοῦντες τὸ μέγα ἄστυ, ἡμέρας ἐπισήμου, ἐφ' ἑορτῇ τῆς θεομή τορος Ἄννης, μηνὸς ἀνθεστηριῶνος, ἀκονιτὶ σχεδὸν καὶ ὡς οὐκ ἤλπισάν ποτε οἱ ἁλόντες· σημεῖον δ' ἀληθείας τῶν λεγομένων ἐκείνοις ἦν κοκκοβαφὴς σάρισσα δεικνυμένη. 205
201.2.1
Περὶ τοῦ πρωτασηκρῆτις Σεναχηρείμ, τί ἔπραξεν διὰ τὴν τῆς πόλεως ἅλωσιν. Ἐπεὶ δὲ καὶ εἰς Νικομήδειαν ἔφθασαν, ἐνεστώσης τῆς πανηγύρεως τοῦ ἐν μάρτυσι μεγίστου Παντελεήμονος, ἔτυχε δ' ἐκεῖσε καὶ ὁ Κακὸς Σεναχηρείμ, ἐν πρωτασηκρῆτις ὀφφικίῳ μεγαλυνόμενος, καὶ τὸ φημιζόμενον ἤκουε· πρῶτον μὲν διηπίστει καὶ ὡς πλάσμα τὸν λόγον ἀπέπεμπεν· ὡς δ' ἐξελθὼν ἤκουσε καὶ ἐπίστευεν, εἰσελθὼν ἅμα καὶ τῶν σφετέρων γενείων ἀπρὶξ ταῖς χερσὶ δραξάμενος, «Ὢ οἷον, εἶπεν, ἀκούω. Τοῦτο ταῖς ἡμετέραις ἡμέραις ἐταμιεύετο· τί γε ἁμαρτοῦσιν, ὡς ἐπιζῆν καὶ βλέπειν τοσαῦτα δεινά; Τοῦ λοιποῦ καλόν τις μὴ ἐλπιζέτω, ἐπεὶ Ῥωμαῖοι καὶ αὖθις πατοῦσι τὴν πόλιν.» Ταῦτ' ἔλεγεν ἐκεῖνος καὶ δῆλος ἦν δυσχεραίνων τὰ παρὰ πολλοῖς θαυμαζό μενα. Ὅπου δὲ κατήντησαν ταῦτα, ὁ λόγος κατὰ τόπον ἐρεῖ.
201.3.1
Ὅπως ἤκουσται τῷ βασιλεῖ ἡ τῆς πόλεως ἅλωσις. Τότε πολλοὶ καὶ πρὸς βασιλέα ἠπείγοντο, κατὰ τὸ Νύμφαιον διατρίβοντα, καὶ ἀντεφιλονείκουν ἀλλήλοις, ὅστις ἂν προφθάσας κηρύξοι τὰ εὐαγγέλια. Προφθάνει δέ τις κατὰ σπουδήν, μηδὲ παρὰ τοῦ καίσαρος γράμματα κομιζόμενος. Καὶ ἐπεὶ μηδένα ἔδει ἀκούειν τῆς ἀγγελίας πρό γε βασιλέως αὐτοῦ, ἐκεῖνος, μὴ οἷός τε ὢν τῆς πρὸς τὸν βασιλέα προσόδου τυγχάνειν, ἀπελθὼν ἀπαγγέλλει τῇ ἀδελφῇ τοῦ βασιλέως Εὐλογίᾳ ὡς ἁλῴη καθαρῶς τὸ Βυζάντιον. Ἐκείνη δ' εὐθὺς τὸν λόγον δεξαμένη, ἕωθεν καὶ παρὰ τὸ σύνηθες ἐλθοῦσα πρὸς τὰ ἀνάκτορα, ἐφίσταται ὑπνοῦντι τῷ βασιλεῖ. Τὸ γοῦν διυπνί ζειν ἅμα καὶ λέγειν τοιαύτην ἀγγελίαν οὐκ ἐδοκίμαζε, μήπως καὶ πάθοι τι, ἐξαίφνης καὶ παρὰ προσδοκίαν ἀκούσας ἅμα τῷ τὸν ὕπνον διολισθεῖν, σοφόν τι καὶ οὐ κατὰ γυναῖκας ποιοῦσα. Τοῦ γὰρ ἐμφύτου πνεύματος μετὰ τὴν τροφὴν περὶ τὴν πέψιν ἀσχολουμένου καὶ ἐντὸς εἰσδύνοντος, ἀνάγκη τὰς αἰσθήσεις ἢ ἀργεῖν ὑπνούντων ἢ ἀτονεῖν γρηγορούντων, μὴ σφίσιν ἐπιπο 207 λάζοντος, εἶτα κἄν τι περὶ τὰ αἰσθητὰ συμβαίη, μὴ καταστάντος κατὰ χώραν ὑπνούντων, καί τι καὶ πρὸς ἀντίληψιν προσβιάζωνται, εἰ μὲν ὁμαλὸν καὶ τῶν συνήθων ἐστὶ τὸ ἀντιλαμβανόμενον, αἴφνης ἀκούσαντας, κατερρᾳθυμημένως προσέσθαι, εἰ δ' ἀτηρὸν ἄλλως ἢ τοὔμπαλιν χάριεν καί τι τῶν ἀσυνήθων, μὴ ἱκανῶς ἔτι πρὸς ἀντίληψιν ἐχούσας, θορυβεῖσθαι καί, τῇ ψυχῇ εὐθέως τεθο ρυβημένας προσπαιούσας, ἔκπληξιν ἀπεργάζεσθαι. Τότε τοίνυν ἐκείνη τῆς τοῦ βασιλέως ἀσφαλείας οὐχ ἧττον τοῦ τὰ ἡδέα λέγειν προὐνόει καὶ κατ' ὀλίγον πρὸς γρήγορσιν ἀνελάμβανε· τῶν γὰρ τοῦ ποδὸς δακτύλων τὸν μέγιστον κατασχοῦσα, μετρίως ἐπίεζε τοῖς δακτύλοις, ὡς ὁμαλῶς διυπνίσουσα, καὶ διύπνιζε παραυτίκα· καὶ ὅς, τῇ μοναχῇ ἐνιδὼν ἱσταμένῃ, ὅ τι παθοῦσα πράττοι τοιαῦτα διεπυνθάνετο. Ἡ δὲ γέλωτι μὲν καὶ χαροπῷ τῷ ἤθει ἐμφανὴς ἦν τὰ καθ' ἡδονὴν ἐροῦσα, οὐ μὴν δ' ἐκ τοῦ παραυ τίκα τὰ κατὰ νοῦν ἐξήγγελλε, μέχρις ἂν κατασταίη κατὰ τὸ εἰκὸς τὸ φρονοῦν. Ἐπεὶ δὲ καθίστατο καὶ αὖθις ἠρώτα, μαθεῖν γλιχόμενος τὸ ἡδυνοῦν, ὡς ὑπε νόει, τότε προσετίθει τὰ εὐαγγέλια, ὡς ἥ τε πόλις ἁλῴη, ὅ τε καῖσαρ μετὰ τοῦ Σκυθικοῦ ἐντὸς ἀνέδην διάγοι, καὶ ὡς εὐαγγέλια ἐκεῖθεν κομίσαιτο παρ' ἀνδρὸς ἐκεῖθεν ἥκοντος, ἐπὶ τούτοις ἰσχυριζομένου τὰ μάλιστα ὡς ἐκεῖ πραττομένων παρόντος. Ἐπεὶ δὲ καὶ εἰ ἀποσταλείη παρὰ τοῦ καίσαρος οὗτος ἀνεπυνθάνετο, ἡ δὲ οὐκ εἰδέναι μὲν ἔφασκεν, ὅμως αὐτὸν παρόντα αὐτάρκη εἶναι ἀποκρινεῖσθαι. Ὁ μέντοι γε βασιλεύς, ἐννοῶν μὲν καὶ τὸ τοῦ πράγματος ξένον καὶ δὴ καὶ ὡς οὐκ ἀποστέλλοι ὁ καῖσαρ ἐπὶ τούτοις, ἐννοῶν δὲ καὶ τὸ τῶν ἐφεπομένων πλῆθος ὡς ἔλαττον ὂν ἢ ταῦτα πράττειν καὶ ὡς, εἰ βου ληθείη, οὐκ ἂν ἠδυνήθη, οὐδ' ὅλως τοῖς λεγομένοις ἑαυτὸν ἐδίδου· τὸ δὲ χλεύην καὶ πάλιν εἶναι, μὴ καὶ ἀβέλτερος εἴη ὁ ταῦτα συσκευαζόμενος. Αὐτὸς οὖν ἔγνω καθίσας διερωτᾶν τὸν ἥκοντα, οὐ τῷ τοῖς ῥηθησομένοις ἐξ ἑτοίμου θήσεσθαι, τῷ δὲ νομίζειν ἐκεῖνον, εἰς φόβον καταστάντα βασιλι κόν, τἀληθῆ λέξειν, τἀληθὲς ἐλπίζων πυθέσθαι. Εἰσήγετο τοίνυν, τοῦ βασι λέως προστάξαντος, καὶ ἐρωτώμενος ἔλεγε καὶ ὡς ἴδοι ἐπιτελεσθεῖσαν τὴν ἅλωσιν ἐβεβαίου· λέγων οὖν καθ' ἕκαστον, πολλοῖς μὲν ἐνειργάζετο πίστιν, πᾶσι δὲ κατάπληξιν. Ὁ μέντοι γε βασιλεύς, παρὰ τοὺς πολλοὺς δοκεῖν θέλων εἰδέναι, καὶ μᾶλλον ἐπὶ στρατείαις, καὶ ἅμα, ψευδῶν μὲν ὄντων τῶν λεγομένων, μὴ ξυναρπαγῆς ἔγκλημα φέρειν, ἀληθινῶν δέ, τὸ μετὰ δοκούσης ἀσφαλείας τῶν ὡς αὐτὸν ἀναφερομένων ἐπιλαμβάνεσθαι κερδαίνειν, προσέ 209 ταττε φυλάττεσθαι δεδεμένον· πλὴν ἄσμενοι ἦσαν ἅπαντες, εἰ πιστεύοιντο Ἰταλοὶ οὕτω τῆς πόλεως ἐξωθούμενοι. Ὡς δὲ τῆς αὐτῆς ἡμέρας πλείους οἱ πεμπόμενοι πρὸς καίσαρος ἦσαν καὶ ἐπὶ τούτοις ὁ τὴν καλύπτραν καὶ τὴν σπάθην τοῦ Βαλδουίνου ὡς βέβαιον κομίζων τεκμήριον, βασιλεῖ δὲ καὶ τὰ γράμματα ὅπως εἴη ἡ πόλις συνειλημμένη ἐδήλουν, οὐκέτι ἀμφίβολος ἦν, ἀλλ' ἐπίστευε. Καὶ ἀντεδίδου μὲν τῶν λόγων τὰ μείζω· τὸν μέντοι γε πρύτανιν τούτων καὶ παροχέα ὡς δυνατὸν ἐμεγάλυνεν· οὐδὲ γὰρ μικρὸν οὕτως ᾤετο τῇ ἐκείνου βασιλείᾳ προστεθῆναι τοιοῦτον κατόρθωμα. Καὶ δὴ μεγίστης ἑορτῆς ἄγων ἡμέραν ἐκείνην, μετημφιάζετο μὲν πρὸς τὸ μεγαλειό τερον, συνεκάλει δὲ τοὺς συνησομένους, καὶ αὐτοὺς ὡς εἰκὸς ἐστολισμένους ποικίλοις, καὶ σφίσι δημηγορῶν συνήδετο, μηδὲ τοὺς πόρρω κενοὺς ἀφιεὶς ἡδονῆς, ἀλλά γε καὶ πρὸς ἐκείνους γράμματα πέμπων, συνεκάλει πάντας πρὸς εὐχαριστίαν τοῦ Κρείττονος.
201.4.1
Δημηγορία βασιλέως ἐπὶ τῇ ἁλώσει τῆς πόλεως. «Οἴδατε, λέγων πρὸς τοὺς παρόντας, ἄνδρες βασιλείας ὑπήκοοι τῆς Ῥωμαίων, ὅσοι τε μεγιστᾶνες καὶ ἡμῖν πρὸς αἵματος καὶ ὅσοι τοῦ πλήθους, ὅπως πάλαι, τοῦ θείου μηνίσαντος, ἀνέμοις ἐξώσταις οἷον τοῖς Ἰταλοῖς ἐξώσθησαν τῆς πατρίδος οἱ ἡμέτεροι πρόγονοι καὶ ὡς εἰς στενὸν τὰ τῆς ἐκείνων ἀρχῆς κατηντήκεσαν. Καὶ παρεῶ τὰ πάλαι, ὅτε ἡ τῶν Ῥωμαίων ἀρχὴ πρὸς ἕω μὲν Εὐφράτῃ καὶ Τίγριδι, πρὸς δύσιν δὲ Σικελίᾳ καὶ τοῖς πρόσω Πουλείας ὡρίζετο, Αἰθίοπας δ' εἶχε πρὸς νότον καὶ πρὸς βορρᾶν τὰ προσάρκτια· ἀφίημι ταῦτα. Ἀλλ' οἴδατε πάντως ἀκούοντες ὡς ταύτης δὴ τῆς θαλάσσης ἐντὸς πρὸς ἤπειρον οὐ δυοῖν καὶ τριῶν ἡμερῶν, ἀλλ' ἔστιν ὅπου καὶ δέκα καὶ τούτων πλέον, τόπου διάστημα παρὰ τῶν ἡμετέρων τότε κατείχετο, χωρὶς ἁπασῶν νήσων, καὶ τῶν μεγίστων. Ἀλλά, Θεοῦ θέλοντος ἢ μᾶλλον παραχωροῦντος, κατ' εἴσπραξιν τῶν εἰς ἐκεῖνον πλημμελημάτων, αὐτῆς ὡσανεί τινος καρδίας τῆς πατρίδος παθούσης, συνενεκρώθησαν πάντα· καὶ τὰ μὲν Ἰταλοί, τὰ δὲ Πέρσαι, Βούλγαροί τε καὶ Τριβαλλοὶ καὶ πάντες ἄλλοι διεμερίσαντο, ἔστι δ' ἃ καὶ Ῥωμαῖοι τῇ βασιλείᾳ ὑπήκοοι νοσφισά μενοι καθ' αὑτοὺς ἦσαν δεσπόζοντες. Τὰ δέ γ' ἡμέτερα Νικαίᾳ καὶ Προύσῃ 211 καὶ τρίτῃ Φιλαδελφείᾳ καὶ τοῖς πέριξ διεγνωρίζοντο. Τὰ μὲν οὖν ἄλλα πῶς καὶ αὖθις ἀνεζωώθησαν καί γε ἀναζωοῦνται κατὰ μικρόν, ἐλεοῦντος πάλιν τοῦ θείου, τί χρὴ καὶ λέγειν; Πλὴν ἀλλ' οὐδὲ τούτων ἦν ἀσφαλῶς ἔχειν, λειπούσης τῆς βασιλίδος. Ποῖος γὰρ ἡμῖν οὐ προσκρούων ὠνείδισεν, εἴ που καὶ διαπρεσβευσαίμεθα, ὡς ἀπόλισι καὶ πόρρω τοῦ βασιλείου θρόνου κατ' ἀνάγκην διάγουσιν; Ἄστρασι τοίνυν τὴν πατρίδα διασημαινομένους ζητεῖν τὰ λοιπὰ καὶ ἀνακαλεῖσθαι παρὰ τῶν κατεχόντων, μηδ' εἶναι τὴν ἀγωγὴν εὔλογον. Καὶ διὰ τοῦτο καὶ τῶν πρὸ ἡμῶν βασιλέων πολλὰ πονεσάντων, οὐκ ὀλίγα δὲ καὶ ἡμῶν πρότριτα παθόντων, οὐδὲν ἠνύσθη· τὸ γὰρ καὶ φυλαττο μένης πόλεως εἰς κενὸν ἀγρυπνεῖν καὶ εἰς χεῖρας κειμένης αὖθις γενέσθαι εἰς μάτην τοὺς πειρωμένους πονεῖν, Θεοῦ ἐστι μάλιστα, Θεοῦ ὃς οἶδε καὶ τὴν εἰς κίνδυνον νομιζομένην κεῖσθαι φυλάττειν, ἀφύλακτον οὖσαν, καὶ τὴν ἰσχυροῖς ὁπλίταις ὠχυρωμένην ἐγκαταλείπειν εἰς χεῖρας πίπτειν τῶν πολεμίων· τὸ γὰρ πολλὰ καὶ μεγάλα πραγματευσαμένους περὶ αὐτῆς καὶ διὰ τοσούτων περαιωθέντας δεινῶν, μηδὲν ἐξανύειν, πολλαπλασίους ὄντας τῶν ἐνοικούντων, δεικνύντος Θεοῦ ἦν ὡς ἔργον ἐκείνου καὶ μόνου ἐξ ἐλέους ἔσται τὸ δοῦναι, οὗ δὴ καὶ τὸ λαβεῖν ἐπιστεύετο. Ἔφθασε τοίνυν ἡ τῆς εὐσπλαγχνίας κυρία, καὶ τὸ ξένον, ἡμῶν βασιλευόντων τῶν τις ἂν εἴποι ἀγαθὸν ἐχόντων. Καὶ δὴ εὐχαριστεῖν ἐστι δίκαιον ἀπολαβόντας τὴν πατρίδα καί γε ἐλπίζειν, ὥσπερ, καταπεσούσης ταύτης, συγκατέπιπτον τὰ λοιπά, οὕτως, ἀνακληθείσης αὐτῆς, οὐκ ἔστιν ὅπως οὐκ ἀνακληθήσεσθαι ταῦτα· ἡ γὰρ παλίμπους περιστήσεται Δίκη, καὶ πολλῶν πρὶν φρυαττομένων αὐχένες σὺν Θεῷ δ' εἰρήσθωκαθυποκλιθήσονται πρὸς τὸ ταπεινότερον. Εἰ μὲν οὖν οἱ πατέρες ἡμῶν οὐκ εἶδον τὸ τοῦ Θεοῦ ἔλεος, ἀλλ' ἡμῖν ἰδεῖν γέγονεν, υἱοῖς ἐκείνων γε οὖσιν· οὐ γὰρ προσώποις, ἀλλὰ γένεσιν ἐς τὰ μάλιστα, καὶ τὴν εὐεργεσίαν καὶ τὴν τιμωρίαν τοῦ Θεοῦ γενέσθαι. Τοῦτ' ἐπράχθη καὶ ἐπὶ τῶν πάλαι. Καὶ τοῖς πατράσιν ἐπαγγειλάμενος τὴν ἀγαθὴν 213 γῆν ἐκείνην τὴν πάλαι προαγγελθεῖσαν τῷ Ἀβραάμ, ὡς αὐτίκα τῆς Αἰγύπτου ἀπαλλαγεῖσι ληψομένοις ἐκείνην, ὁ δὲ ἐκείνων μὲν ἐπὶ τῆς ἐρήμου πεσεῖν τὰ ὀστᾶ παρεσκεύασε, τοῖς δ' υἱέσι πληροῖ τὴν ἐπαγγελίαν, καὶ οὐ διέπεσεν ἡ ὑπόσχεσις· οὕτω δικαίοις μέτροις καὶ σταθμοῖς αἱ θεῖαι πράξεις οἰκονο μοῦνται. Καιρὸς γοῦν μετοικεῖν, προστάσσοντος τοῦ Θεοῦ, οὐ σκιαδείοις ἐκ φύλλων ἐν λαμπήναιςταῦτα γὰρ ἦσαν τὸ πάλαι, ἀλλὰ σκεπομένοις χάριτι τοῦ Θεοῦ. Καὶ δὴ ἐξ αὐτῆς ἅμα πεμφθήτω τις τῶν ἀρχόντων καὶ λαμβανέτω τοὺς οἴκους οἷ πανοικεὶ κατοικήσει. Εἰ μὲν συμβαίνοι τοὺς πατρίους εἶναι καὶ τοὺς τοῦ γένους περιόντας ἔτι, εὖ ἂν σχήσοι· εἰ δ' οὖν, ἀλλά τις ἐκλεγέσθω τοὺς ἁρμοδίους· ἐχρῆν γάρ, Θεοῦ διδόντος τὴν χάριν, κατὰ νόμους ἐκείνου ποιεῖν καὶ προσφιλοτιμεῖσθαι τὸ μέρος ἑκάστῳ. Οὐδὲ γὰρ ἡμῖν μόνοις, ἀλλὰ καὶ ὑμῖν δίκαιον ἡγεῖσθαι τὸ θεῖον χαρίζεσθαι· καὶ ὥσπερ τὸ ἀπερρῖφθαι κοινὸν τὸ τῆς ὀργῆς ἅμα πίνουσι κόνδυ, οὕτω καὶ τὸ ἐπανακαλεῖσθαι καθολικὸν τὴν εὐεργεσίαν λαμβάνουσιν· ἕψονται δ' ἐφεξῆς ἄλλοι, καὶ οὕτω πάλιν τὸ κενωθὲν ἀναπληρωθήσεται, πόλιν ἀντὶ πολιχνίων αἱρουμένων, τὴν ὄνομα ἔχουσαν τῶν ἀνωνύμων καὶ εὐτελῶν. Οὐ μὴν δὲ καὶ καταφρονητέον τῶν τῇδε· ἀσφάλεια γὰρ τῶν ἐντὸς μεγίστη, εἰ τὰ κύκλῳ φεύγοι τὸν σάλον· ταῦτα δὲ τὸν σάλον φευξοῦνται, πολυωρούντων τῶν οἰκητόρων ἅμα τοῖς πεμπομένοις ἄρχουσιν. Ἀλλὰ τὰ μὲν κατὰ καιρὸν καὶ λεχθήσονται καὶ πραχθήσονται, Θεοῦ συναιρομένου δι' ἔλεος· νῦν δ' ἄγε κἀκείνοις δι' ὧν ἐπεμετρήθη ἡμῖν ἡ χάριςκαὶ γὰρ δίκαιονγράφοντες τὰ εἰκότα δείξωμεν, χάριν σφίσιν εἰδότες μετὰ Θεόν.» Τῷ τοι καὶ ἐκ τοῦ παραχρῆμα κελεύει γραφῆναι τὰ χαριστήρια, ἐκλέγεται δὲ καὶ οἷς ἂν πεμφθεῖσι τὴν κληροδότησιν ἐπιτρέψοι τῶν μεγιστάνων· τοῖς γὰρ πολλοῖς γε καὶ ἀνεβάλλετο τὸ διδόναι, καὶ πρόφασις ἐκείνῳ τό, διὰ σπάθης ἑλόντος, μηδένα εἶναι τὸν δικαίως ἂν τῶν ἰδίων, εἴ που παρεῖεν, ἐπὶ τῆς πόλεως ἀνθεξόμενον· περιῆσαν γὰρ ἔτι οὐκ ὀλίγα καὶ τῶν τυχόντων, ἐν ὀκτὼ μόνοις πρὸς τοῖς πεντήκοντα ἔτεσι κατεχομένης τοῖς ἐχθροῖς τῆς πόλεως· ἐν οἷς καὶ πάντα ἂν περιῆσαν, εἴ γε εἰρήνην εἶχον πρὸς ἐκείνους 215 οἱ βασιλεῖς· εἰ γὰρ μὴ τῶν ἐπιτηδείων ἐκ τῶν συχνῶν μαχῶν ἐν σπάνει ἐγένοντο, οὐκ ἂν καὶ τῶν θαυμαστῶν ναῶν ἥπτοντο. Πλὴν τὰ ξένα κατέχοντες καὶ αἰὲν ἐν δειλίᾳ ὄντες τοῦ ἐξωσθῆναι τῶν μὴ σφίσι προσηκόντων, ἔσπευδον ἄλλος ἄλλο τι εἰς χεῖρας τὸ ἀλλότριον ἔχων ὑποσπᾶν τε καὶ ὑποκλέπτειν, ὡς ἐπὶ πολὺ μὴ ἕξων. Ὁ μὲν οὖν βασιλεύς, ταῦτ' εἰπών τε καὶ πράξας, διὰ ταχέων ἀπέστελλε πρὸς τὸν καίσαρα, οὔθ' ἅπαξ ἕνα οὔτε τοὺς πάντας ἅμα, ἀλλὰ συχνοὺς καθ' ἡμέραν ἄλλους ἐπ' ἄλλοις, ἅμα μὲν πλειστάκις πρὸς ἐκείνου ζητῶν μανθάνειν περὶ ἑκάστων, ἅμα δ' ἐπιτάττων καὶ καθιστάναι τἀκεῖ, ὡς μετ' οὐ πολὺ κἀκεῖνος σὺν τοῖς ἀμφ' αὑτὸν ἐπιδημήσων· εὐτρεπίζεσθαι γὰρ καὶ τὰ τῶν παλατίων προσέταττεν. Οἱ δέ γε μεγιστᾶνες καὶ αὐτοὶ καθ' ἕνα τὸν οἰκεῖον ἀπέστελλον, ὡς αἰτήσοντάς τε καὶ ληψομένους τὰς κατοικίας· μηδὲ γὰρ καὶ αὐτοῖς εἶναι βραδύνειν, βασιλέως κινηθέντος. Ἐκεῖνοι μὲν οὖν ἐπιστάντες, καθὼς ἕκαστος εἶχε, τοῖς προστεταγμένοις προσεῖχον. Ὁ καῖσάρ τε διένεμε τοὺς οἴκους τοῖς τε προσώποις καὶ ταῖς ἀξίαις προσηκόντως· ἅμα δὲ καὶ διὰ σπουδῆς συνεχοῦς εἶχε, μηδ' ἀναπνεῖν ἐώμενος ταῖς φροντίσιν, ἡμέρας μὲν καθιστᾶν τὸ πλῆθος, Ῥωμαίοις μὲν πιστεύων, Ἰταλοὺς δ' ὑποπτεύων· ἦν γὰρ ἐνσεσωρευμένον πλῆθος, ξύγκλυδες ἄλλως καὶ ἀπόλεμοι ἄνδρες, ταῖς χειρὸς ἐργασίαις προσέχον. Ὅμως δὲ καὶ τὴν τούτων ὁρμήν, ὡς ἐπιθησο μένωντὸ γὰρ τοῦ γένους ἀλλότριον, τό τ' ἐξ ὑπογύου γυμνωθῆναι τῶν ὄντων καὶ πρὸς τὸ νεωτερίσειν ἑτοίμως ἂν ἔχειν, ὡς οὐ πολλῶν τῶν ἀντι στησομένων ὄντων, ἅμα δὲ καὶ μὴ ἀτρεμούντων ἔτι, ἔπειθε δεδιέναι. Ταῦτ' ἐν νῷ βαλλόμενος, ἡμέρας μὲν διὰ μελέτης εἶχε καταστέλλειν τὸ πλῆθος, φόβον ἐμποιῶν ὠμμένος, νυκτὸς δὲ διατάττων τοὺς διατρέχοντας καὶ νυκτεπάρχου τρόπον ἀγυιὰν ἑκάστην προσερευνῶν, μὴ κακὸς ἔξω πλανῷτο· πανταχοῦ γὰρ ἐκέκλαστο καὶ τὸ τεῖχος, καὶ ἦν ῥᾳδίως εἰσελθεῖν τε καὶ ἐξελθεῖν, καὶ πυλῶν κεκλεισμένων, ᾧ δὴ τοιαῦτα πράττειν ἦν βουλομένῳ. Ἀλλὰ καθ' ἡμέραν ἐπισωρευόμενοι πλείους ἔξωθεν, ξυνδιέφερον μὲν τὰς φροντίδας ἐκείνῳ, ἐν ἀφοβίᾳ δὲ τοὺς ἡμετέρους καθίστων. 217
201.5.1
Ὅπως ὁ βασιλεὺς εἴσεισιν εἰς τὴν πόλιν μετὰ τῶν περὶ αὐτὸν ἀρχόντων. Ὁ δὲ βασιλεύς, συνταξάμενος ὅσον ἦν τὸ περὶ αὐτόν, ἔχων μεθ' ἑαυτοῦ καὶ τὴν αὐγούσταν, ἔτι δὲ καὶ τὸ νεογιλὸν θάλος τὸν ἐξ ἐκείνης Ἀνδρόνικον, οὗ δὴ καὶ τῇ προσηγορίᾳ τὸν πατέρα οὐκέτ' ὄντα ἐτίμα, οὗ τὴν μνήμην ὡς φιλοπάτωρ καὶ ἐνόρκιον ἐφ' ἑκάστῳ ἐτίθει, τὸν μέγαν ἐπὶ γλώσσης φέρων δομέστικον, καὶ τὴν τῆς αὐγούστης μητέρα, ἣν μεγάλην κυρίαν κατὰ τιμὴν ὠνόμαζον οἱ πολλοί, συνάμα τῇ γερουσίᾳ πάσῃ καὶ τῇ συγκλήτῳ τὴν ἐπὶ τῆς πόλεως ὥδευε καὶ δή, περαιωσάμενος τὸν Ἑλλήσποντον, ἐκεῖθεν ἐχώρει πρὸς τὸ Βυζάντιον. Ἐλθὼν δὲ καὶ τὴν Χρυσέαν πύλην κατειληφώς, ἐκεῖ καθήμενος ἐφ' ἡμέραις, τὴν ἐς πόλιν εἴσοδον, ὅπως θεοφιλῶς ἅμα καὶ μεγα λοπρεπῶς γένοιτο, ἀνεσκόπει τε καὶ συνέταττε. Καὶ δὴ πέμψας ἄγει ἐκ τῆς μονῆς τοῦ Παντοκράτορος τὴν σεβασμίαν εἰκόνα τῆς ἁγνῆς θεομήτορος, ἣν λόγος ἔργον μὲν εἶναι τοῦ θείου Λουκᾶ, ἐκεῖσέ που παρούσης κἀκείνης καὶ θεωμένης, δῶρον δὲ μετὰ ταῦτα γενέσθαι Πουλχερίᾳ τῇ βασιλίδι παρὰ τῆς νύμφης αὐτῆς Εὐδοκίας τῆς ἐξ Ἀθηνῶν καὶ δεσποίνης, καὶ δῶρον ἀξιόχρεων ὄντως ἐκ Παλαιστίνης ἀποσταλέν· ὑπὸ δὴ ταύτῃ ὁδηγῷ γε οὔσῃ, δι' ἧς ἐπεπιστεύκει καὶ ἀπολήψεσθαι, εἰσελαύνων τὴν πόλιν, ἀποχρώντως ἡγεῖτό οἱ ἔχειν τὴν εἰς ἐκείνην ἀπονέμειν χάριν. Ἔταττε δὲ καὶ τῶν ἐκεῖσε ἀρχιερέων ἕνα, τὸν τῆς Κυζίκου Γεώργιον, τὴν στολὴν ὑπενδύντα, τὰ τῆς εὐχῆς ἄγειν καὶ τὴν ὑπὲρ τῶν πραττομένων εὐχαριστίαν ἀποπληροῦν. Ἤνοικτο τοιγαροῦν ἡ Χρυσέα πύλη χρονία, καὶ ὁ ἀρχιερεὺς τῆς εὐχῆς ἐξῆρχεν. Ὁ μέντοι γε βασιλεὺς καὶ πᾶν τὸ περὶ αὐτὸν σχολαίῳ ποδὶ καὶ ἀνατεταμένῃ διανοίᾳ μεθ' ὅτι πλείστης τῆς πρὸς τὸν Θεὸν ἀνθομολογήσεως 219 τὴν πόλιν εἰσέρχεται, πεζῇ βαδίζων καὶ τὸ τῆς βασιλείας σοβαρόν, ὡς μὴ τοι αύτῃ τελετῇ πρέπον συνόλως, ἀποτιθέμενος. Ἦν δὲ τότε καὶ τὸ τῆς ἡμέρας μεσημβρινόν, τοῦ μετρίου πλέον ἐκκαῖον, τοῦ ἡλίου κατὰ κορυφὴν ἱσταμένου, καὶ ἡ τῶν συνειλεγμένων προθυμία πρὸς τὸ πνῖγος διεφιλονείκει, ὡς, εἴ τι καὶ συμβαίη, καταληψομένων συνάμα τῷ βασιλεῖ τὸ μέγα παλάτιον· τὸ γὰρ τῶν Βλαχερνῶν οὐκ εὐτρεπῶς ἦν ἔχειν πρὸς τὴν τῶν βασιλέων κατοίκησιν· ἔγεμε γὰρ καπνοῦ καὶ λιγνύος Ἰταλικῆς, ἣν οἱ τοῦ Βαλδουίνου δαιταλευταὶ ἐκ πολλῆς τῆς ἰδιωτείας ἐκείνου τοῖς τῶν ἀνακτόρων τοίχοις προσέπαττον, ὡς ἔργον εἶναι τὴν ἐκείνων κάθαρσιν, ἅμα δ' ὅτι καὶ εἰς ἀσφάλειαν ἱκανῶς εἶχε βασιλεῦσι πρώτως ἐπιβᾶσι πόλεως, τῶν πραγμάτων τεταραγμένως ἐχούσης. Τὸ μὲν οὖν ἡσυχίᾳ χαῖρον τοῦ δήμου, ἄρτι πρώτως βασιλέα Ῥωμαίων ἐν τοῖς ἀνακτόροις θεώμενον, μεταβαλὸν τὴν ἔκπληξιν εἰς χαράν, ἐν ἐλπίσιν ἦν τοῦ λοιποῦ εὐπραγεῖν ὑπὸ τούτῳ βασιλευόμενον. Δοκοῦσι δέ μοι πρὸς ἐκείνην τὴν ὄψιν καὶ οἱ κατὰ τὴν πόλιν Ἰταλοὶ μεταβαλέσθαι ἂν καὶ ἀγαπᾶν, οὕτω πραχθέντωνμηδὲ γὰρ ἀδοξεῖν τοιούτῳ δουλεύοντας, εἰ μή γε ἡ κατὰ γένος κόρυζα εἰς ὀλιγωρίαν ἐτύφου καὶ ἄλλως ἐξ ὑπογύου τὰ δεινὰ παθόντας. Πλὴν τελεσθείσης τῆς ἡμέρας ἐκείνης ἐπὶ κρότοις ἐπινικίοις καὶ θείοις ᾄσμασι, τὴν μὲν νύκτα φρουραῖς ἀσφαλέσι διείληπτο τὸ παλάτιον.
201.6.1
Ὅπως προσηνέγκατο βασιλεὺς ταῖς τῶν Λατίνων φυλαῖς εἰσελθών. Πρωΐας δὲ ὅλος ἦν πρὸς βουλαῖς, ὅπως τε, τὰ κατὰ τὴν πόλιν καταστήσας, ὀχυρώσει φρουροῖς τὸ ἄστυ καὶ ὅπως ἄν, τοῖς δοκοῦσι τῶν Ἰταλικῶν γενῶν οὗτοι δ' ἦσαν Γεννουῖταί τε καὶ Βενετικοὶ καὶ τρίτοι Πισσαῖοισοφῶς προσενεγκάμενος, καὶ ὑφ' αὑτῷ ποιήσοι· οὕτω γὰρ ἄν, αὐτῶν ὑπο ποιηθέντων, οἵων τ' ὄντων τὰ μέγιστα συγκροτεῖν ἐς ὅ τι καὶ ῥέψοιεν, τοὺς ἄλλους καὶ μὴ θέλοντας ἠρεμεῖν. Ὅθεν καὶ προσκαλούμενος ἡμέρας ὅλης ἐχρημάτιζε τὰ εἰκότα καὶ ταῖς τῶν ἐλπίδων ἀμείνοσιν ὑπέσπα τε τῆς πρὸς τοὺς ὁμογενεῖς οἰκειότητος καὶ κατ' ὀλίγον προσεποιεῖτο καί γε τὰς ὁρμὰς σφίσι σοφῶς ταῖς χάρισιν ὑπετέμνετο. Αἱ δ' ἦσαν ἐν καλῷ τε τῆς πόλεως κατοικεῖν ἀνέδην, τόσον τοῦ τόπου λαβόντας, καὶ τὴν σφίσι συνήθη τάξιν ὑπ' ἄρχοντι πεμπομένῳ παρὰ τοῦ κοινοῦ συνεδρίου τοῦ γένους αὐτῶν, ὃν καὶ 221 ποτεστάτον ἐξουσιαστὴν εἴποι ἂν ἡ Ἑλλήνων γλῶσσα, νόμοις ἰδίοις προσ έχοντας, πολιτεύεσθαι, ἀτέλειαν δ' ἔχειν καὶ ἐλευθερίαν ἐφ' ἅπασι ναυσὶ χρωμένους καὶ μεταχειρίζοντας κατ' ἐμπορίαν τὰ πράγματα. Καὶ ταῦτα μὲν Γεννουίταις τὰ ἐπαγγέλματα· Βενετικοῖς δὲ καὶ Πισσαίοις τὰ ὅμοια προσεφιλοτιμεῖτο, τοῖς μὲν ὑπὸ μπαϊούλῳ, ὃν Ἕλλην ἂν εἴποι ἐπί τροπον, τοῖς δὲ Πισσαίοις ὑπὸ κουσούλῳ, ἐφόρῳ, νόμοις τοῖς αὐτῶν χρωμέ νοις, πράττειν τὰ ἑαυτῶν ἀκωλύτως, ἐλευθέρους διαβιοῦντας. Πλὴν τοῖς μὲν Γεννουίταις οὐκ εἶχε πιστεύειν, ἐντὸς περικεκλεισμένοις τοῦ ἄστεος, πολλοῖς γε οὖσι καὶ οὐ κατ' ἐκείνους ἀμφοτέρους συνάμα, ἐκείνους δ' ἠλαττωμένους τῷ πλήθει ἐντὸς κατέχων οὐκ ἤλγει. Τὸ γοῦν διαιρεῖν τὰ γένη καὶ τοῖς μὲν παροῦσι φιλικῶς ἔχειν, τοῖς δὲ καὶ ἀποῦσι πόρρωθεν δώροις ὑποχαλᾶν τὰς ὁρμάς, δεικνύντος ἦν ὡς δεδίει τὴν ὁμαιχμίαν, καὶ μᾶλλον ὅτι Βαλδουῖνος, φυγαῖς χρησάμενος καὶ Καρούλῳ συμμίξας, ἀνδρὶ σοβαρῷ καὶ ὑπὲρ τὸ μέτρον φρονοῦντι, συνήλλαττε λαμβάνων ἐφ' υἱῷ τὴν ἐκείνου παῖδα καί οἱ ὡς ἕδνα τὴν πόλιν, ἣν οὐκ εἶχε, διδούς· ὁ δ' ἐλάμβανε καὶ μὴ ἔχοντος παρ' ἐκείνου, ἐλπίζων ὡς καταλήψαιτο, στόλον ἐξαρτύσας.
201.7.1
Ὅπως ἐτάχθησαν τὰ κατὰ τὴν πόλιν παρὰ βασιλέως. Πρῶτον γοῦν τῶν ἐκείνου ἔργων ἐντὸς τοῦ πολίσματος τοὺς ἐποίκους εἰσάγειν τε καὶ οἰκίζειν, πρὸς τῇ θαλάσσῃ κατῳκισμένους τὸ πρότερον. Δεύτερον κληροδοτεῖν τοῖς ἐν τέλει, ἐκτός τε καὶ ἐντὸς πόλεως, τόπους εἰς γεωργίαν, ἐξῃρημένης τῆς εἰς χάριν γονικευθείσης τοῖς θεληματαρίοις τῆς ἐκείνων σπουδῆς καὶ εὐνοίας ἕνεκα, γῆς ἀγαθῆς εἰς καρπογονίαν καὶ ἀρε τώσης εἰς πᾶν τὸ καταβαλλόμενον, ἔτι τ' ἀφοσιοῦν ταῖς μοναῖς ἑτέρας μάλα πιείρας· ἦν γὰρ αὐτῷ τὸ σπούδασμα καὶ ταύταις προσαρμόττειν τὰς ἔξω, αἳ δὴ ὑπὸ πολλῷ πλούτῳ κατ' ἀνατολὴν παμπληθές, αὐτάρκως ἔχουσαι τῶν ἐπιτηδείων, συνίσταντο· οὕτω γὰρ ἐκεῖθεν καὶ ταύτας συνιστᾶν ἐγνώκει. 223 Τρίτον τοῖς συνειλεγμένοις ἐκδιδόναι τόπον, ἐφ' ᾧ κτίζοιεν ἐπὶ τέλει. Τὸ δὲ πρὸ τούτων καὶ μεῖζον ἀρήγειν ἐπανηκούσαις πρὸς τὸ πρῶτον τὸ δοκεῖν μοναῖς εἶναι, ἀνακτίζειν τε καὶ τὸ πόλισμα, πάνυ σπουδαίως τοὺς ἀπὸ στρα τιωτῶν ἐλαφροὺς εἰσάγοντα· μηδὲ γὰρ ἠρεμήσειν, οὕτως ἐξελαθέντας, τοὺς πρὶν κατέχοντας, ἀλλὰ στόλῳ συνεπιθήσεσθαι. Τῷ τοι καὶ στόλον ἐξήρτυε καὶ ἐναυπηγεῖτο καὶ τοὺς προσελῶντας ἐκ τῶν χωρῶν εἰς χιλιάδας ἔταττε πλείους. Ἄλλα τε πολλὰ κατέπραττε, τὰ μὲν κατὰ χρείαν, τὰ δὲ καὶ κατ' ἔκπληξιν, προαναστέλλων τὰς ἐπιθέσεις.
201.8.1
Ὁποῖαι ἦσαν αἱ περὶ τοῦ πατριάρχου Ἀρσενίου τῶν ἀρχιερέων βουλαί. Ἦν δὲ ἄρα μέλον ἐκείνῳ καὶ τῆς ἐκκλησίας, οὕτω κεχηρωμένης ποιμένος. Συνῆγε τοίνυν τοὺς ἱεράρχας καὶ βουλαῖς σὺν αὐτοῖς ἐχρῆτο, τὸ ποιητέον θέλων μανθάνειν. Τοῖς μὲν οὖν ἐδόκει ἀνακαλεῖσθαι ἔτι περιόντα τὸν πατριάρχην Ἀρσένιον· μηδὲ γὰρ κανονικῶς προβῆναι τὰ κατ' ἐκεῖνον· ἔδει γὰρ ἐπιμένειν παρακαλοῦντας καὶ μὴ ἐᾶν παρευθὺς ἀνέγκλητον ὄντα. Τοῖς δὲ τοὔμπαλιν αὐτὸν μὲν μένειν ἐφ' οἷς κατέγνωστο· ἱκανὴν γὰρ εἶναι καὶ εἰς παραίτησιν τὴν ἐκχώρησιν, καὶ τὸ ἀξιούμενον μὴ καταδέχεσθαι, ἀλλ' ἀπο πέμπειν τοὺς ἱκετεύοντας, δηλοῦντος ἦν ὡς ἀπολέγοι τὴν προστασίαν. Τούτων οὕτω κινουμένων καὶ λεγομένων, ὁ βασιλεὺς καὶ ἀμφοτέροις τιθεμένῳ ἐῴκει προμηθείας τῆς κατ' αὐτὸν ἕνεκα. Τό τε γὰρ ἐκεῖνον μετακαλεῖσθαι καὶ ἐφιστᾶν τοῖς ἐκκλησιαστικοῖς πράγμασιν εὖ ἔχειν ἐδόκει, εἰ ὑπ' ἐκείνῳ πατριαρχοῦντι τὰ κατὰ γνώμην προβαίη, ὥστε καὶ ὅ τι αἱροῖτο πράττειν καὶ μηδὲν μηδέσιν ὑπολελεῖφθαι εἰς σκανδάλου πρόφασιν· ἐδεδίει δ' αὖθις μήπως ἐκκρουσθεὶς ἁμάρτῃ τῶν κατὰ γνώμην καί οἱ ἐντεῦθεν βυθὸς πραγμά των ἀναρραγείη. Τὸ δ' ὑπερφρονεῖν καὶ ἀντικαθιστᾶν ἕτερον, προβαίνειν μὲν ἀκωλύτως ταῖς πράξεσιν οὐκ ἀμήχανον ἐλογίζετο, ταραχὴν δ' ἄλλως εἶναι, δι' ἣν οὐδὲ τὰ γινόμενα προσήσεσθαί τινας, δεινὰ καὶ ἄλλως ὄντα, τῶν εἰκότων ἔκρινε. Μέσος οὖν ἐναπειλημμένος ἀμφοτέρων τῶν λογισμῶν, ἐν 225 ἀπορίᾳ καθειστήκει τοῦ τίσι τίθεσθαι. Ὅμως ἐκχωρῶν τῷ καιρῷ προϊόντι, ὡς κρεῖττόν τι ἐπάξοντι, ἀφεὶς κατὰ σφᾶς τοὺς ἱεράρχας περὶ τούτου βου λεύεσθαι, ὥστε καὶ ὁμολογεῖν ἀλλήλοις μὴ διαφωνοῦντας, αὐτὸς ἐπὶ τὰς τῶν κοινῶν ἐτρέπετο διοικήσεις, οὐ μὴν δὲ ὥστε καὶ ἀφροντίστως ἐκείνων ἔχειν.
201.9.1
Ὅπως ὁ βασιλεὺς ἐκποδὼν τὸν νέον Ἰωάννην ἐποίει καὶ ὅπως κατοικίζοντο Ἰταλοί. Τὸ γὰρ κατὰ νοῦν βυσσοδομευόμενον οὐχ ἡσυχάζειν ἐποίει τοὺς λογισμούς. Οὐκ ἀφανὴς γὰρ ἦν ἐξ ὧν τοῖς ὑπονοουμένοις τῷ Ἰωάννῃ προσκεῖσθαι ἔγκλημα δυσνοίας πρὸς ἑαυτὸν ἐπῆγε καὶ ὑπεβλέπετο, ἔστι δ' οὗ καί, αἰτίας πλαττόμενος, ἀπηνῶς ἐκόλαζε, μηδὲ μέχρις ὀνόματος κοινωνὸν ἐπὶ τῇ βασιλείᾳ θέλων ἔχειν τὸν Ἰωάννην καὶ τὸ ἐκποδὼν τῶν ὅλων καταστῆσαι διὰ πλείστου ποιούμενος. Ἦν δὲ τὸ μὲν ἐρεθίζον εἰς ταῦτα τῶν μὲν ἀνθρώπων οἱ περὶ τὴν ἀδελφὴν Εὐλογίαν, τῶν δὲ πραγμάτων τὸ τὸν υἱὸν Ἀνδρόνικον τῇ ἡλικίᾳ προκόπτειν, ὃν μὴ κατὰ βασιλέας ἀνάγειν δεινὸν ἐποιεῖτο καί οἱ οὐ φορητὸν ἐνομίζετο, τὸ δὲ πλέον ἡ μεγίστη φιλοτιμία καὶ τὸ ἄκαιρον ὑπερήφανον μένειν ἐπὶ μετρίοις οὐκ ἀρκουμένου. Ἡ δὲ τοῦ δοκεῖν οὐκ ἀλογίστως ταῦτα βούλεσθαι πρόφασις ἡ τῆς πόλεως ἅλωσις, εἰς θρόνον βασι λείας λογιζομένη αὐτάρκης τῷ κατασχόντι· αὐτὸν δ' εἶναι καὶ μόνον τὸν εἰς ταύτην κληθέντα προτείνων, αὐτὸν καὶ μόνον βασιλεύειν συνελογίζετο. Ἔτι δ' ὅμως ὕπουλον ἦν τὸ δεινὸν καὶ τοῖς πολλοῖς οὐκ εὐσύνοπτον, εἰ καί πως οἱ βαθύτερον ἐπιβάλλοντες ἔκ τε πολλῶν ἄλλων καὶ τοῦ μὴ συνεισελθεῖν τὴν πόλιν ἐκείνῳ τὸν Ἰωάννην οὐ δυσχερῶς εἶχον ὑπιδέσθαι τὸ μελετώμενον, ὃ δή, τρεφόμενον ὑπ' ἀγρίας πλεονεξίας, εἰς Θεὸν πειθούσης ἁμαρτάνειν τὰ μέγιστα διὰ τῆς τῶν ὅρκων παραβάσεως, μεῖζον ᾔρετο ἢ ὥστε παρορᾶσθαι τῷ μελετῶντι. Τὸ δ' ἦν ἄρα τὸ τοῖς Ῥωμαίοις μεγάλων ἄρξαν κακῶν καὶ ταραχῆς ἀνυποίστου ῥεχθέν. Τότε δὲ τὰ τῆς πόλεως ὡς οἷόν τε καθιστὰς πρὸς τὸ ἀσφαλέστερον, Γεννουίτας μέν, τούς τ' ὄντας, τούς τε προσδοκωμένους, προσγενέσθαι πλείστους ἐνιδὼν καὶ δυσχερεῖς ἢ ὥστε καὶ ὑποκλίνεσθαι ῥᾳδίως Ῥωμαίοις, ἀλλὰ καὶ ἐπὶ ταῖς τυχούσαις προφάσεσιν ὑποκινηθησομένους ἂν ὡς ὑπερ όφρυς καὶ σοβαρούς, ἐντὸς μένειν τῆς πόλεως οὐκ ἐγνώκει συμφέρον, ἰδίᾳ δὲ προσκαθῆσθαι. Καὶ πρότερον μὲν κατὰ τὴν Ἡράκλειαν τῆς Θρᾴκης 227 φέρων κατῴκιζεν, ὕστερον δὲ καταντικρὺ τῆς Περαίας παρὰ μόνον τὸ τοῦ Γαλατᾶ φρούριον ἀσφαλὲς ἐδοκίμαζε κατοικίζειν. Βενετικοὺς δὲ καὶ Πισ σαίους, τὸ κατὰ πλῆθος ὀλίγον, μένειν ἐντὸς ἐδικαίου, ἀποκεκριμένους καὶ τούτους τῶν ἄλλων. Ὅθεν καὶ ἐν ἀκινδύνῳ τῷ καθ' αὑτὸν ἐκέλευε μὲν αὐτίκα τό τ' ἐντὸς ἀνοικοδομηθὲν πρὸς τῷ κατὰ θάλασσαν μέρει τῆς ἀγορᾶς φρού ριον, τό τ' ἐκτός, τὸ τοῦ Γαλατᾶ, ἀμφότερα κατερεῖψαι, καὶ οὕτως Γεννουί τας μὲν κατὰ τὴν πρὸς δύσιν Περαίαν πρὸς τῷ Γαλατᾷ, σφᾶς αὐτοὺς ἐπιμήκιστον παρεκτείνοντας, κατοικεῖν, τοῖς δὲ λοιποῖς ἀποταχθῆναι ἰδίους τόπους πρὸς οἴκησιν. Ἔχειν δ' ἕκαστον γένος τοὺς ἰδίους φόρους ἀκωλύτως προσέταττε.
201.10.1
Τὰ κατὰ τοὺς εἰς τὸν πάπαν καὶ τοὺς Ἰταλοὺς πρέσβεις τοῦ βασιλέως. Διεπρεσβεύετο δὲ καὶ πρὸς τὸν πάπαν διὰ ταχέων, ἐκμειλίσσων δώροις. Δύο δ' ἦσαν οἱ πρέσβεις, εἷς μὲν ὁ Νικηφορίτζης λεγόμενος, ἅτερος δὲ ὁ Ἀλουβάρδης, ἄνδρες εἰς ὑπογραμματέας μὲν τελοῦντες πρὶν τῷ τῶν Ἰταλῶν βασιλεῖ τῷ Βαλδουίνῳ, αἰτίαν δὲ προδοσίας πρὸς Ῥωμαίους σχόντες· οἷς δὴ καὶ τὴν Ἰταλίαν καταλαβοῦσι κίνδυνος ἐπεισπίπτει βαρύς, ὃν οὐδ' αὐτὸ τὸ σχῆμα τῶν πρέσβεων παρῃτεῖτο. Ἀλλ' εἰ καὶ τὰ τῆς προδοσίας ὀνείδη ταῖς τιμαῖς συνεκάλυπτεν ὁ κρατῶν εἰς αὐτὸν παραπρεσβευόντων ἐκ πόλεως, ἀλλ' ἐκεῖνοι, χαλεποί γε ὄντες καὶ ἄλλως, παρακνιζόμενοι δὲ καὶ τῇ στερήσει τῆς πόλεως εἰς μανίαν μείζονα, κατὰ τῶν πεμφθέντων ἐπ' αἰτίαις τῆς προδοσίας, ὡς ἐπιστάντες ἑωρῶντο, τιμωρεῖν ὥρμηντο. Ὅθεν καὶ τὸν μὲν Νικηφορίτζην κατασχόντες ἐκ ποδῶν ἐς κεφαλὴν ζῶντα ἀνηλεῶς ἐξέδερον, τιμωροῦντες αἰτιασθέντα, ἅμα δὲ καὶ ἐπ' ἀτιμίᾳ τοῦ πέμψαντος· ὁ δ' Ἀλουβάρδης, προγνοὺς τὴν ἐπιβουλήν, ἀνὰ κράτος φεύγει. Καὶ ταῦτα μὲν τόνδε τὸν τρόπον συνέβη τοῖς παρ' Ἰταλίαν πεμφθεῖσι πρέσβεσιν.