Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
229.1.1
{ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΤΡΙΤΗ}. Ὅπως ἐσκόπει ὁ βασιλεὺς τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. Ὁ δὲ βασιλεύς, πολλαῖς στοιχιζόμενος ταῖς ἐννοίαις, ὡς ἄλλως οὐκ ὂν πατριάρχου δίχα τὰ τῆς ἐκκλησίας ἰθύνεσθαι, ἐσκόπει καθ' ἑαυτὸν πῶς ἂν καὶ τὰ κατὰ τὸν πατριάρχην κατασταίη καὶ τὰ κατὰ γνώμην ἐκβαίη. Θατέρου δ' εὐοδήσαντος, εἰ θάτερον ἀπολείποιτο, τὸ πᾶν ἂν χωλεύειν ἀναγ καῖον ἡγεῖτο· εἴτε γάρ, καταστάντος τοῦ πατριάρχου, αὐτὸς ἐμποδίζοιτο ταῖς βουλήσεσιν, ἐπὶ μεγίστοις ἀτυχεῖν· εἴτ' ἀπόντος ἐκείνου, αὐτὸς τὰ κατὰ βούλησιν πράττοι, τῶν πρὸς αὐτοῦ μὲν ἥκιστα ἁμαρτάνειν, πολλοὺς δέ, συμπλέκοντας ταῦτα τῷ περὶ τὸν πατριάρχην συμβάντι, ὡς οὐκ ἐνδίκως ἀπρακτοῦντος, μεγίστην αἴρειν τὴν ταραχήν, καὶ προσεῖναι τὸ εὔλογον, ὡς, εἰ παρῆν, πάντως ἐμποδὼν ἂν ἐκεῖνον στῆναι ταῖς ἐπινοίαις· νῦν δέ, προαι ρουμένου τοῦ βασιλέως παρανομεῖν, παρανόμοις ἄλλαις ἀρχαῖς συμπέρασμα παράνομον ἐπεισῆχθαι, ὡς καὶ τὸν πατριάρχην παραλογίσασθαι καὶ τὸν βασιλέα πτερνίσαι ταῖς οὐ καλαῖς περὶ τὸ θεῖον ὑπολήψεσιν, ὡς ἐκείνου ἢ μὴ ἐφορῶντος ἢ μὴ μετελευσομένου τὸν ἁμαρτήσαντα· τὰ δ' εἰς μεγάλην εἶναί οἱ τὴν ταραχήν, ὡς καὶ κίνδυνον ὑπονοεῖσθαι. Ταῦθ' ὁ κρατῶν λογιζόμενος συνάπτειν ἤθελε τὰ ἀσύναπτα, τήν τε τοῦ πατριάρχου ἀποκατάστασιν καὶ τὴν τοῦ γνησίου βασιλέως ἀπραξίαν· τὰ δ' ἦσαν λίνον μὴ λίνῳ συγκλώθοντα πράττειν. Ἔγνω γοῦν πειρᾶσθαι τοῦ πα τριάρχου, εἰ, οὕτως τῶν κατὰ τὸν Ἰωάννην ἐχόντων ἀπηρτημένως πάντη καὶ ἀνειμένως, αὐτὸς κατανεύοι τὴν εἰς τὴν πόλιν εἴσοδον, πρὸς δὲ καὶ τὴν προστασίαν τῆς ἐκκλησίας, καὶ εἰ στέφειν αὖθις ἐκεῖνον βασιλικῶς κατὰ τὸ δεύτερον ἐπὶ τῆς πόλεως προαιροῖτοεἶναι γὰρ καὶ ἄλλως δίκαιον 231 πρώτως εἰσαχθέντα καὶ πρῶτον τῶν βασιλέων στέφεσθαι, ὡς, εἰ διδοίη ταῦτα, ἐλπίζειν καὶ τἀπὶ τούτοις ὡς ἐφησυχάσοι πραχθέντων. Τρισὶ δ' ᾤετο πείσειν τοιαῦτα λέγοντα, τῷ τε μεμαλακίσθαι τοῦτον τῷ χρόνῳ ἐν ὑπερορίαις διάγοντα, τῷ τε δεδιέναι μὴ καὶ αὖθις ἀντικαταστῇ ἄλλος, γεγονὸς καὶ ἐπ' ἄλλῳ ἤδη, καὶ τρίτῳ τῷ ἀνάγκην εἶναι καὶ αὐτὸν ἐρᾶν τῆς πατρίδος, ἧς ἀδύνατον ἐπιβῆναι, καὶ ταῦτα μεθ' ὑπερτάτης τιμῆς τε καὶ δόξης, μὴ ταῦθ' ὑπισχνού μενον ἐκτελεῖν· εἰ δέ γε μὴ πείθοιτο, αὔταρκες πρὸς ἐκεῖνον εἶναί οἱ τὸ ἀξιῶσαι. Τοιούτοις τοιγαροῦν λογισμοῖς ὁ βασιλεύων συγκροτηθείς, ἔτι τῶν ἀρχιε ρέων διαφωνούντων, προστίθεται καὶ αὐτὸς τοῖς ἐκεῖνον ψηφιζομένοις, καὶ ἀμφιρρέπει τὰ τῇδε, προστεθέντος τοῦ βασιλέως· θάτερον δὲ μέρος ὡς ἀσθενῆσαν ἐντεῦθεν συγκατακλίνεται, καὶ μᾶλλον ὅτι καὶ ἐπὶ ῥητοῖς πρὸς βασιλέως καὶ τῆς συνόδου καλοῖτο· ἦν γὰρ καὶ αὐτοῖς ἰδίως προσαπαιτούμε νον ἀμνημονεῖν μὲν σφίσι τῆς εἴτε προπετείας εἴτ' ἀδικίας χρὴ λέγειν καὶ παραυτίκα κοινωνεῖν ἐκείνοις τῶν ἱερῶν καὶ τοὺς παρὰ τοῦ Νικηφόρου χειροτονηθέντας δέχεσθαι καὶ μὴ σχίζειν τὴν ἐκκλησίαν ἔκ τινος μικρο ψυχίας, μηδὲν ἐχούσης καιρόν. Ταῦτα συνθέντες, ἀποστέλλουσι τοὺς ἀπαγ γελοῦντας. Ὁ δ' ὡς ἤκουσεν τῶν διαμηνυμάτων, πρῶτον μὲν ἐσχετλίαζεν, εἰ καλοῖτο προσαπαιτούμενος καὶ μὴ παρακαλοῖτο συγγνώμην τῶν ἡμαρτη μένων παρίσχειν· τὸ μὲν γὰρ δίκαιον ἐχόντων ἐφ' οἷς ἔπραξαν εἶναι, τὸ δ' ἁμαρτόντων. Ὅμως παρακαλούμενος ἐπραΰνετο καὶ ἕτοιμος ἦν πρὸς τὸ προσχωρεῖν· πλὴν πεζῇ καὶ θαλάσσῃ τὴν πορείαν ἐκεῖθεν διηνυκώς, ἐν τοῖς Ῥουφίνου γίνεται, ὡς τοῦτο μὲν προσαναπαυσόμενος, τοῦτο δὲ καὶ τὰς ἀποκρίσεις ἐντελέστερον ἐκ τοῦ παρασχεδὸν δώσων ἐφ' οἷς ἀπῄτητο. 233
229.2.1
Ὅπως μετακληθεὶς ὁ πατριάρχης εἰς τὴν πόλιν εἰσάγεται καὶ στέφει αὖθις τὸν βασιλέα. Ἐκεῖσε τοιγαροῦν πεμπομένων πρός τε τοῦ βασιλέως καὶ τῆς συνόδου καὶ κινουμένων τῶν ζητημάτων, ὁ δέ, τὰ μὲν διδούς, τὰ δὲ καὶ προσυποσχόμενος, περαιοῦταί τε τὴν ταχίστην καί, τῆς πόλεως ἐπιβάς, ψήφῳ κοινῇ καὶ γνώμῃ τὴν ἐκκλησίαν καταλαμβάνει. Πρῶτος οὖν ὁ βασιλεύς, ἀπολογούμενος ἐκείνῳ περὶ τῶν πραχθέντων, μεγάλαις ἤγαλλε ταῖς τιμαῖς καὶ ταῖς εἰς τὴν ἐκκλησίαν προσόδοις ἐτίμα. Καὶ τὸ μὲν ἱερὸν ἅπαν μετεποίει πρὸς τὴν προτέραν κατά στασιν, ἐκτραπὲν ἐπὶ πολλοῖς παρὰ τῶν Ἰταλῶν· καὶ δὴ ἐπιστήσας τὸν μοναχὸν Ῥουχᾶν, ἄνδρα δραστήριον ἐπὶ τοῖς τοιούτοις, μετεκόσμει τε τὸ βῆμα καὶ ἄμβωνα καὶ σωλέαν καὶ ἄλλ' ἄττα βασιλικαῖς ἐξόδοις ἀνῳκοδόμει· εἶτα πέπλοις καὶ σκεύεσιν ἱεροῖς τὸ θεῖον τέμενος καθίστα πρὸς τὸ εὐπρε πέστερον· ἔτι τε καὶ χώρας προσετίθει τῇ ἐκκλησίᾳ, φθάσας προσθεῖναι καὶ ἄλλας εἰς τὴν τῶν ὑμνοπόλων οἰκονομίαν, ὡς μὴ ἐνδεῶς τε τῶν ἐπιτη δείων ἔχοντες ἀμελοῖεν. Ὁ δ' ἀρχιερεὺς καὶ ὡς εἰς τιμὴν μὲν τοῦ θείου ταῦτα γινόμενα συνόλως προσαπεδέχετο, εἰδέναι δὲ καὶ χάριν ἰδίως, ὡς χάριν αὐτοῦ γίνοιντο, τῶν εἰκότων ἐνόμιζεν. Ὅθεν καὶ στέφειν ἤθελε τὸν διδόντα καὶ ἀμνημονεῖν τῶν πραχθέντων τοῖς ἀρχιερεῦσιν ἠβούλετο, τοῖς δέ γε παρὰ τοῦ Νικηφόρου χειροθετηθεῖσιν ἐκχωρήσας τὰ τῆς ἀρχιερωσύνης ἅπαντα, παρὰ μόνον τὸ συλλειτουργεῖν, ἐπὶ πᾶσι τοῖς ἄλλοις ἐχρῆτο· εἶναι γὰρ νομίζεσθαι δίκαια τὰ εἰς ἐκεῖνον πραχθέντα καὶ αὐτῷ συνδοκεῖν, εἰ τὴν ἐπὶ τοῦ βήματος ἐκείνων κοινωνίαν καταδέχοιτο. Ἐπεὶ δ' ἔδει καὶ περὶ τοῦ ἐκ δευτέρου στέφειν τὸν βασιλέα κοινολογεῖσθαι, ἑτοίμως καὶ ταῦτ' ἐδίδου. Καὶ μὲν δὴ καὶ ἡ τῶν ἡμερῶν κυρία παρῆν, καὶ ἐπὶ τοῦ ἱεροῦ τεμένους μεγαλοπρεπῶς ἔστεφε· μνήμη δ' οὐκ ἦν τὸ σύνολον Ἰωάννου, ἀλλὰ μᾶλλον καὶ τῷ καίσαρι Ἀλεξίῳ προσεπεφιλοτίμητο, ὡς δι' αὐτοῦ ἁλούσης τῆς πόλεως, τὸ μετά τε τοὺς βασιλεῖς καὶ τὸν πατριάρχην ἐν ταῖς συναπταῖς μνημονεύεσθαι. 235
229.3.1
Ὅπως ὁ βασιλεὺς διεπρεσβεύετο πρὸς Τοχάρους, κήδη ποιῶν, καὶ πρὸς Αἰθίοπας. Τότε δὴ τῷ βασιλεῖ τῶν πραγμάτων καλῶς καὶ ὡς ἤθελε καταστάντων, ἐξήγοντο καὶ πρὸς τοὺς μακρὰν πρεσβεῖαι, τοῦτο μὲν πρὸς τὸν ἄρχοντα τῶν Τοχάρων Χαλαού, τοῦτο δὲ καὶ πρὸς τὸν τῶν Αἰθιόπων σουλτάν. Τὸν γὰρ τῶν Περσῶν μεθ' ἑαυτοῦ εἶχε τὸν Ἀζατίνην, ἐπὶ τῆς πόλεως βλακικῶς διάγοντα, κώμοις καὶ μέθαις ἀνὰ πᾶσαν διημερεύοντα ἄμφοδον· κενῆς γὰρ οὔσης ἀνθρώπων ἔτι τῆς πόλεως, συνέβαινε τὰς ἀμφόδους ὡς ἐρημίας εἶναι, ἐφ' αἷς ἐκεῖνος ἀνέδην καθήμενος σὺν τοῖς ἀμφ' αὑτόν, πολλοῖς καὶ μεγάλοις οὖσιν, ὠργίαζέ τε τῷ Διονύσῳ καὶ ἐμεθύσκετο. Πρὸς γοῦν ἐκείνους εἶχε διαπρεσβεύεσθαι καὶ αὖθις λαμβάνειν ἐκεῖθεν πρέσβεις. Τῷ μὲν οὖν Χαλαοὺ μετὰ τοῦ μοναχοῦ καὶ ἱερέως Πρίγκιπος ἐξεδίδου τὴν ἐκ τῆς Διπλοβατατζίνης ἐκ νοθείας παῖδα Μαρίαν. Καὶ ὁ Πρίγκιψ, ἀρχιμανδρίτης ὢν τότε τῆς τοῦ Παντοκράτορος μονῆς, ὑπὸ μεγάλαις φαντασίαις τε καὶ ἁβρότησι συνάμα καὶ πλούτῳ παντοδαπῷ τὴν κόρην ἐκόμιζεν, ἐπιφερόμενος καὶ σκηνικὸν νεὼν ἐκ πέπλων στιβαρῶν ἐκ μετάξης, τὰς δέ γε τῶν ἁγίων μορφὰς χρυσῷ πεποιημένας ἔχοντα, σταυροῖς καὶ σχοίνοις ἐρηρεισμένον, καὶ ἅγια σκεύη πολύτιμα κατὰ χρείαν τῆς ἱερᾶς θυσίας. Καὶ οὕτω μὲν πρὸς τὸ μεγαλειότερον τὸ συνάλλαγμα ἐξηρτύετο, κἂν τοῦ Χαλαοὺ ἐξ ἀνθρώπων γεγονότος πρὶν ἐκείνους φθάσαι, ἡ κόρη τῷ υἱεῖ ἐκείνου Ἀπαγᾷ, διαδόχῳ γε τῆς ἀρχῆς καταλειφθέντι, ἐν ὑστέρῳ φθάσασα ἐνηρμόζετο. 237 Τὸν δέ γε τῶν Αἰθιόπων σουλτὰν ἄλλη τις χρεία τῷ βασιλεῖ σπένδεσθαι κατηνάγκαζεν· ἐκ Κομάνων γὰρ ὢν ἐκεῖνος, εἷς τῶν εἰς δουλείαν ἀποδεδο μένων, τὸ γένος ἐζήτει κατ' αἰτίαν συνετὴν ὅτι καὶ ἐπαίνων ἐγγύς. Τὰ γὰρ ἀντικρὺ ἀλλήλων κλίματα τῆς γῆς, τό τε βόρειον καὶ τὸ νότιον, ἐμφύτοις τισὶ δυνάμεσιν ἐπί τε σωματικῇ καὶ ψυχικῇ διαθέσει ἀντιπεπόνθασιν, ὥσπερ δῆτα καὶ κράσεσιν, ἐν αἷς οὐ μόνον ζῴων ἀλόγων πρὸς ὅμοια ζῷα διαφορὰς εὕροι τις ἐμφανεῖς, ἀλλὰ καὶ πρὸς ἀνθρώπους ἀνθρώπων· βορείοις γὰρ τὰ ζῷα λελεύκωται, νοτίοις δὲ μεμελάνωται· ἄνθρωποι δὲ ἐν μὲν βορείοις ἀσύνετοι, ἄλλως καὶ μόλις λογικοὶ καταλαμβανόμενοι, ἐν οἷς οὐ λογικαὶ ἐπιστῆμαι, οὐ μαθήματα φυσικά, οὐ γνῶσις, οὐ φρόνησις, οὐ περὶ τὸν βίον οἰκονομίαι καὶ τεχνῶν ἐργασίαι καὶ τἆλλα οἷς τῶν ἀλόγων ἄνθρωποι διαστέλλονται, ὁρμὰς μέντοι παραβόλους καὶ πρὸς μάχην ἑτοίμους ἔχοντες, ὡς ἑτοίμως ὁρμήσοντες, ἤν τις ἐποτρύνοι, παράβολόν τι καὶ βακχικὸν θύοντες ἐπ' ἀλλήλοις καὶ τῷ Ἄρει σπένδοντες. Ἐν δὲ νοτίοις τοὐναντίον ἅπαν· ἐκεῖνοι γὰρ εὐφυεῖς μὲν ἄλλως καὶ ἄγαν συνετοὶ καὶ ἄριστοι τὰ ἐς πολιτείαν καὶ τέχνας καὶ λογικὰ μαθήματα καὶ βουλὰς ἐφ' ἑκάστῳ, νωθροὶ δὲ τὰ ἐς ὁρμὰς καὶ μαλακοὶ πρὸς μάχας καὶ ἀπραγμοσύνῃ μᾶλλον συζῶντες, ὀλίγα ἔχειν ἢ πολλὰ πολυπραγμονοῦντες αἱρούμενοι. Τούτων δὲ τὸν ἥλιον αἰτιάσαιτ' ἄν τις φυσικευόμενος, τῷ μὲν ὁμιλεῖν ὀλίγα καὶ πρὸς ὀλίγον οὐ μετρίως θερμαίνοντα τὸν ἐγκέφαλον, ὅθεν καὶ ἡ εὐφυΐα προσγίγνεσθαι πέφυκε, τὸ δέρμα δὲ συμπιλοῦντα ἀπεργαζόμενον τοῖς μέλεσι τὴν στερρό τητα, ἐπὶ δὲ θάτερα τῶν μερῶν τῷ ἐπὶ πλέον ὁμιλεῖν θερμαίνοντα μὲν εἰς εὐφυΐαν, ἔκλυτον δ' εἰς ἀνδρίαν ἀπεργαζόμενον τὴν ὁλομέλειαν τῶν σωμάτων· συμμετατίθεσθαι γὰρ τοῖς σώμασι τὰς ψυχὰς ὁ φυσικὸς λόγος δίδωσι. Διά τοι ταῦτα καὶ πρότερον μὲν πολλοῦ ἐτίμων τὸ Σκυθικὸν Αἰθίοπες, κατὰ δουλείαν μὲν κτώμενοι, ἄλλως δὲ στρατιώταις ὑπὲρ αὐτῶν χρώμενοι. Τότε δὲ καὶ εἰς αὐτὴν τὴν ἀρχὴν καταστάντος Σκύθου, τὸ Σκυθικὸν ἀνεζητεῖτο, ὡς στρατεύματος σφίσιν ἐκεῖθεν συστησομένου, ὅπερ οὐκ ἄλλως ἦν αὐτοῖς ὠνουμένοις μετακομίζειν, εἰ μὴ διὰ τοῦ στενοῦ τις Εὐξείνῳ προσβάλλοι θαλάσσῃ· τοῦτο δὲ ποιεῖν μὴ ἀξιοῦντας τὸν βασιλέα ἀμήχανον. Διὸ καὶ πολλαῖς ἐδωρεῖτο τοῦτον ἀποστολαῖς, ἐφ' ᾧ τὰς ἐκεῖθεν δια 239 πλωϊζομένας νῆας ῥᾳδίως Εὐξείνῳ προσβάλλειν, καὶ τοὺς ἐν αὐταῖς πολλὰ διδόντας μείρακας Σκυθικοὺς ἐξωνεῖσθαι καὶ πρὸς τὰ ἴδια ἐπανήκοντας φέρειν· ὃ δὴ καὶ πολλάκις γεγονὸς ἔγνωμεν, ἐκεῖθεν μὲν τῶν χαρισμάτων πρὸς βασιλέα διαπεμπομένων, ἐντεῦθεν δ' ἀνοιγομένης σφίσι τῆς πρὸς ἐκείνους κελεύθου.
229.4.1
Περὶ καμηλοπαρδάλεως, ὁποῖόν ἐστιν. Ἐν δὲ τοῖς χαρίσμασιν ἦν καὶ καμηλοπάρδαλις, ζῷον ἀσύνηθες καὶ θαυμάσιον, περὶ οὗ ὀλίγα βούλομαι λέγειν, τοῖς μὲν ἰδοῦσιν ὑπόμνησιν, τοῖς δὲ μὴ θεασαμένοις διδασκαλίαν. Σῶμα τούτῳ μέτριον κατ' ὄνους οὓς κάνθωνας ὀνομάζομεν· δέρμα κατὰ παρδάλεις λευκὸν καὶ πυρραῖς φολίσι κατάστικτον· θέσις σώματος κατὰ τὰς καμήλους ἐξ ὀπισθίων βουβώνων ἐς ὤμους ἀνωφερές, τῶν ἐμπροσθίων ποδῶν ὑπερκειμένων αὐτάρκως τῶν ὄπισθεν· τράχηλος κατὰ γεράνους ἐπὶ μήκιστον ἐκτεινόμενος καὶ ἐς κεφαλὴν ἀναγόμενος, ὡς ἀγέρωχον τὸ ζῷον ἐγκαθιστᾶν· κεφαλὴ βαιὰ καὶ καμη λοειδὴς τῷ σχήματι· λευκὸν τὴν κοιλίαν, καὶ ἀπὸ τραχήλου διὰ ῥάχεως πάσης καὶ ἕως οὐρᾶς μετρίας γραμμὴν ἐπὶ στάθμην μέλαιναν ἰθύντατα περικείμενον· πόδες λεπτοὶ κατ' ἐλάφους καὶ διχηλοῦντες. Ἥμερον δ' ἄλλως, ὡς καὶ παισὶ παίζεσθαι ἀγόμενον ἐκ ῥινός, καὶ πειθήνιον ἐς ὅπου θέλοις ὁρμᾶν· ποηφάγον καὶ ἄρτῳ καὶ κριθῇ κατὰ τὸ πρόβατον ψωμι ζόμενον· τὸ δ' ἦθος χειρόηθες. Ἡ δ' ἄμυνα τούτῳ πρὸς τὸ λυποῦντῷ μεγίστῳ γὰρ μέρει καὶ τοῦτο φιλοτιμεῖται τοῖς ζῴοις ἡ φύσις, ὡς, εἴ τις ἐπιτίθοιτο, προσαμυνεῖσθαιοὐχ ὁπλῇ κατὰ τοὺς ἵππους, οὐ κέρατι κατὰ βοῦςοὐδὲ γὰρ κέρασιν ἔστεπται, οὐκ ὀδόντι κατὰ τοὺς κάπρους, οὐκ ὄνυξι κατὰ τὰς γαλᾶς, μόνοις δὲ τοῖς ὀδοῦσιν, οἶμαι, διὰ δηγμάτων μετρίων, ὅσον καὶ ἀποσοβεῖν τὸ λυποῦν μὴ βλάπτον· οὐδὲ γάρ τις ἰὸς τοῖς ὀδοῦσιν ἐντέθραπται κατ' ἐκεῖνα ἃ δὴ τοῖς τοιούτοις ἡ φύσις ὁπλίζει. Τοῦτο, ὡσεί τι τέρας, ἐκεῖθεν πρὸς βασιλέα διακομισθέν, ἑκάστης θέαμα ἦν καὶ τρυφὴ τοῖς ὁρῶσι δι' ἀγορᾶς ἑλκόμενον. 241 Ἀλλὰ ταῦτα μὲν τῷ κρατοῦντι πεπράχαται δοκήσει τοῦ συνοίσειν τοῖς ἡμετέροις. Καὶ ὅσον μὲν εἰς εἰρήνην ἀνυστὸν ἦν τὸ πραγματευόμενον, ἄλλως δὲ καὶ ἐς μέγιστον ἐλυμήνατο.
229.5.1
Ὅπως αὐξηθέντες Αἰθίοπες τὰ κατὰ Συρίαν διεπράξαντο καὶ τὰ κατὰ τὸν Νογᾶν. Ταῖς γὰρ συνεχέσι μετακομίσεσι τῶν βορέαθεν μειρακίσκων πλῆθος ἐν καιρῷ συστὰν στρατιωτικὸν ηὔξησέ τε τὴν τῶν Αἰθιόπων ὁρμὴν καὶ ὑπὲρ τὰ ἐσκαμμένα ἐπήδων, ὡς πολλάκις, τῷ κατὰ σφᾶς ἀσφαλεῖ θαρροῦντας, ὑπερορίους ἐκφέρειν πολέμους καὶ κατὰ χριστιανῶν ἀνδρίζεσθαι. Τῶν γὰρ Ἰταλῶν τὴν τῆς Συρίας ἁπάσης παραλίαν κατεχόντων καὶ Φοινίκης ἀρχόντων καὶ αὐτῆς Ἀντιοχείας τὸ κράτος ἐχόντων, διαμφισβητούντων δ' ἐξ ὑπερτέρας ἰσχύος καὶ τῶν τῆς Παλαιστίνης τόπων, ὡς ἁγιότητος δόξαν ἐχόντων, καὶ μάλα εἰκότως διὰ τὰς ἐκεῖσε τοῦ Σωτῆρος διατριβὰς καὶ τὰ πάθη καὶ τὰ τῆς οἰκονομίας τεραστικά, αὐτοί γε, θαρσήσαντες ταῖς ἐκ τῶν Σκυθῶν συστάσαις δυνάμεσιν, ἐξελθόντες πᾶσαν ἐκείνην τὴν γῆν Μυσῶν, τὸ λεγό μενον, λείαν ἐποίουν, ἕως οὗ κατ' ὀλίγονοὐδὲ γὰρ ἦν τοῖς Ἰταλοῖς πρὸς αὐτοὺς σπένδεσθαι, ἐχθρούς γε ὄντας καὶ λεγομένους τοῦ τιμίου σταυροῦ, καὶ αὐτῶν δὴ τῶν μεγίστων πόλεων ἐξώσαντες, αὐτὰς εἰς ἕδος κατήρειψαν. Καὶ νῦν κεῖται μὲν ἡ περιφανὴς Ἀντιόχεια, κεῖται δὲ ἡ Ἀπάμεια, κατέσκαπταί τε Τύρος καὶ Βηρυτός, καὶ Σιδὼν τὰ ὅμοια πάσχει. Ἑτέρωθεν δὲ θρηνεῖ Λαοδίκεια, Τρίπολίς τε καὶ Πτολεμαΐς, τὰ μεγάλα τῶν Ἰταλῶν ἄστεα, ὡς οὐδ' ἂν ἦσαν λογίζονται. Καὶ δὴ Δαμασκὸς ἡ καλλίστη, τά ποτε τῆς Ῥωμαΐδος ὅρια καθ' ἑῴαν, ἠφάνισται παντελῶς· καὶ ὅλως πλὴν τῶν εἰς Ἀρμενίους τελούντων οὐδὲν ὅ τι συνίσταται. Ὁ δὲ παμπληθὴς ἐκείνων λαὸς πανταχοῦ γῆς διεσπάρη ἄνευθεν τῶν πεσόντων, τῶν μὲν πολέμου νόμῳ, τῶν δὲ καὶ ἄλλως νόμῳ μαρτυρικῷ, μὴ καταδεχομένων τὴν ἄρνησιν. Καὶ 243 ταῦτα μὲν Αἰθιόπων τὸ χριστιανικὸν ἀπώναντο ταῖς ἡμετέραις ἀβουλίαις ἢ κακονοίαις ἢ αὐτονόμοις ὁρμαῖς καὶ ὀρέξεσι. Τοχάρων δὲ τοῦ θράσους καὶ ἔτι ἀνέχομεν, οὐ δυνάμεσιν οὐμενοῦν θαρσα λέαις, ἀλλὰ φιλικαῖς εἴτ' οὖν δουλικαῖς ὑπελεύσεσι, κήδη ποιοῦντες καὶ δωροφοροῦντες συχνάκις τὰ κάλλιστά τε καὶ μέγιστα, ὡς καὶ δεύτερον ἄλλο μετὰ ταῦτα καὶ χρόνοις ὑστέροις συνέστη πρὸς τοὺς δυτικοὺς Τοχάρους, ἔκπο θεν ἀφανῶν ἐπιστάντας καὶ τὰ βόρεια κατασχόντας, συνάλλαγμα τῷ ἄρχοντι τούτων Νογᾷ, ἐκδόντος τοῦ βασιλέως ἑτέραν παῖδά οἱ ἐκ σκοτίων σπερμάτων γεγεννημένην, Εὐφροσύνην τοὔνομα, ἐξ ὧν συνέβαινε μετὰ φιλίας ἐκείνους ἔχειν ἃ δὴ προσταλαιπωροῦντες πολέμῳ μόλις ἂν ἐκτῶντο. ʹ. Ὅπως αἱ τρεῖς βασιλίδες ἀνδράσιν ἡρμόσθησαν καὶ ὁποίοις. Τῷ μὲν οὖν βασιλεῖ μετὰ ταῦτα διέγνωστο ἀπαλλαγῆναι καὶ τῶν βασιλίδων τῶν καὶ αὐταδέλφων τοῦ παιδὸς Ἰωάννου, δοκουσῶν ἔχειν καὶ τούτων τὸ μέρος κλῆρον βασιλείας ἀπὸ πατρός· καὶ διὰ τοῦτο βαθύ τι σκοπῶν, ἐκεῖνος Ῥωμαίους αὐταῖς οὐ συνήρμοττε. Τὴν μὲν γὰρ τῷ ἀπὸ τοῦ Μορέου εὐγενεῖ Λατίνῳ, Μαΐῳ Δεβελικούρτῳ λεγομένῳ, συνῆγεν εἰς λέχος, ἐνταῦθ' ἐνδημή σαντι· τὴν δὲ δευτέραν Λατίνῳ μεγιστᾶνι, ὃν ἂν ἐκεῖνοι φαῖεν σεμνύνοντες κόντον, ὄνομα Βιντιμίλια, ἀπὸ Γεννούας τότε προσελθόντι κατὰ φήμην τῷ βασιλεῖ, εἰς γάμον ἐκδοὺς καὶ δώροις τὰ εἰκότα φιλοφρονησάμενος, ἀπο πέμπει συνάμ' ἐκείνῃ συζύγῳ· τὴν δὲ τρίτην Βουλγάρῳ τῷ Ὀσφεντισθλάβῳ, κατὰ Μυσίαν τῶν κατὰ τὸν Αἷμον ὀρεινῶν ἄρχοντι, δίδωσι. Καὶ οὕτως ἐκεί νων ἀπαλλαγεὶς καὶ τῶν φροντίδων τῶν ἐπὶ ταύταις ῥαΐσας, ἑτέραις πράξεσιν ἐπιβάλλεται. 245
229.6.1
Τὰ κατὰ τὴν δέσποιναν Ἀλαμάναν Ἄνναν. Φθάνει μὲν οὖν τῷ πρὸς τὴν Ἀλαμάναν Ἄνναν, ἣν συνοικοῦσαν ἐπ' ὀλίγον εἶχεν ὁ τοῦ Λάσκαρι πατὴρ Ἰωάννης ἐν ἐσχάτῳ γήρᾳ, Φερδερίχου τοῦ τῆς Σικελίας ἄρχοντος παῖδα, τοῦ Μαφρὲ δ' ἀδελφήν, ἣν δὴ καὶ ἐκ πρεσβείας ἐλθοῦσαν ταινιώσας ὁ δηλωθεὶς βασιλεὺς Ἰωάννης αὐγούσταν δεικνὺς σύνοικον εἶχε καὶ ἔστεργε... Τῷ γοῦν πρὸς αὐτὴν ἔρωτι ὁ βασιλεὺς Μιχαὴλ ἁλοὺς ἐν ἀσφαλεῖ μὲν εἶχεν, ἐφ' ᾧ τάχα μὴ ἀποδρᾶναι πρὸς τοὺς οἰκείους, ὅμως δ' ἐκείνῃ προνοῶν τῶν ἐπιτηδείων βασιλικῶς, πάντα τρόπον ἐπείρα τῆς σωφροσύνης ἐκείνης περιγενέσθαι. Ὡς δ' οὐκ ἔπειθε, πολλὰ πράττων καὶ δεξιούμενοςμηδὲ γὰρ ἂν καλὸν εἶναι καὶ εὐπρεπές, βασιλέως ἀκούσασαν δάμαρτα οὕτω μεγίστου καὶ φοβεροῦ, ἐν ὑστέρῳ τὸ λέχος αἰσχῦναι καὶ τῷ δούλῳ, εἰ καὶ βασιλεύοι νῦν, παλλακεύεσθαι, μεγίστην οὖσαν καὶ ἐκ μεγίστων, ἄλλον τινὰ τρόπον ἔγνω θεραπεύειν τὸν τυραν νοῦντα μανικὸν ἔρωτα. Καὶ δὴ αὐτῇ μὲν ὑπέσχετο ἑαυτῷ συνοικίζειν εἰς γάμον, ἀφέντα τὴν ἑαυτοῦ, πλὴν ἐπὶ δοκούσαις εὐλόγοις προφάσεσιν, ἃς καὶ προὔτεινεν ἐπὶ πολλῶν· καλὴν μὲν εἶναι τὴν Θεοδώρανοὕτω γὰρ ὠνομά ζετο ἡ αὐγούστακαὶ γένους ἀξίου τούτου βασιλικοῦ, καὶ μηδὲν ἔχειν ἐπαιτιᾶσθαι ἢ γένους ἢ σωφροσύνης, τρόπων παραβεβασμένων, ἢ τοῦ μὴ φίλανδρον εἶναι καί οἱ ἀξίαν συμβασιλεύειν· ἀλλ' ἀναγκαῖον εἶναι πάντως εὐφυλακτότερον καὶ πρὸς τοὺς ἐχθροὺς ἔχειν, ἐπὶ τῆς πόλεως ὄντας, ἧς πολὺς μὲν ὁ ζῆλος, ἀναγκαῖος δ' ὁ κίνδυνος, οὐκ ὀλίγων ἐπεισφρεῖν ἐχόντων, καὶ ταῦτ' Ἰταλῶν τῶν ἐχόντων πρότερον παρακεκνισμένων καὶ ἄλλως εἰς μῆνιν, ὅτι ἔχοντες ἀφῃρέθησαν· καὶ νῦν παρακινηθέντας στόλον ἀκούεσθαι φοβερὸν ἐξαρτύεσθαι, αὐτοὺς δ' ἀντωπεῖν ὁρμαῖς τοιαύταις μὴ ἔχειν· οὔτε γὰρ ναυσὶ τοσαύταις εἶναι πρὸς ἐκείνους ἀντέχειν, οὔτε μὴν οἵους τ' εἶναι 247 στρατεύμασι πολεμεῖν κατὰ γῆν· τοὺς δέ γε Βουλγάρους καὶ αὐτοὺς ἑτέρωθεν ἀπειλεῖν εἰσβάλλειν διὰ Θρᾴκης, καὶ μᾶλλον τῆς τῷ τῶν Βουλγάρων ἄρχοντι Κωνσταντίνῳ συνοικούσης Εἰρήνης μὴ ἠρεμεῖν ἐώσης τὸν σύζυγον τῇ πρὸς τὸν βασιλεύοντα ἀπεχθείᾳ· κύκλῳ γοῦν τῶν ἐχθρῶν παρακινου μένων, χρῆναι φυλάσσεσθαι τὰς ἐπιθέσεις ἐς ὅσον δυνατόν, ἰδίως δὲ δεδιέναι καὶ τοὺς τῆς βασιλίδος Ἄννης οἰκείους, ὡς ἑτοίμως διὰ ταύτην κἀκείνους τοῖς ἄλλοις συνεξορμήσοντας· εἰ δέ τι προμηθευσαίμεθα κρεῖττον, καιρὸν ἔχοντες, μὴ μόνον ἐχθροὺς ἐκείνους, ἀλλὰ καὶ φίλους γίνεσθαι, αἰδουμένους τὸ κῆδος καὶ κατ' ἀγχιστείαν, εἰ συνοικίσομεν ἑαυτοῖς τὴν ἐκείνων, οἰκείως πρὸς ἡμᾶς ἔχοντας. Ταῦτα τοῦ βασιλέως βουλευομένου καὶ σοφιστικῶς λέγοντοςἔπειθε γὰρ ὁ ἐκκαίων ἔρως, καὶ μᾶλλον παρὰ τῆς δεσποίνης Ἄννης περιφρονούμενος, ἡ βασιλὶς Θεοδώρα πυθομένη χαλεπῶς εἶχεν ἐνέγκαι, εἰ, δέσποινα ἐστεμμένη οὖσα καὶ γνησία γυνή, ὑπ' ἀνδρί τε τῷ βασιλεῖ τεκοῦσα παῖδας, καὶ πρῶτον μὲν ἀποιχόμενον ἄλλον τὸν Μανουήλ, εἶτα δὲ καὶ τὸν περιόντα Ἀνδρόνικον, ὃν βασιλικῶς ὁ πατὴρ τρέφοι, καὶ τρίτον τὸν ἐπὶ τῆς πόλεως γεννηθέντα τὸν πορφυρογέννητον Κωνσταντῖνον, τοιαῦτα πάθοι ἀπολειφθεῖσα, στερηθεῖσα μὲν τοῦ ἀνδρός, στερηθεῖσα δὲ καὶ τῆς βασιλείας καὶ πάσης ἀπερριμμένη τιμῆς, τὴν δ' ἀντίζηλον ἐπὶ τοῦ θρόνου τῆς βασιλείας ὁρῶσα συμβασιλεύουσαν τῷ ἀνδρί. Ὅθεν καὶ πρὸς τὸν πατριάρχην πέμψασα ἱκετεύει τοιαύτην συμφορὰν ἀμῦναι ταύτῃ καὶ νόμων θείων ὑπερμαχεῖν ἀξιοῖ· ὃς δὴ μαθὼν καὶ ἀγάμενος, εἰ τοιούτοις ἐπιχειροίη ὁ βασιλεὺς καὶ ἀνέδην τῶν ἀθίκτων ἅπτεται, ὡς καὶ τοὺς κειμένους νόμους ἐθέλειν καταπατεῖν, αὐτὸς τοιοῦτος μὴ νομιζόμενος πρότερον, δεινὰ ἐποίει καὶ διεμήνυε, τὸ μὲν ὀνειδίζων, τὸ δ' ἐπισείων ἐκείνῳ καὶ τὴν ἐκ Θεοῦ ἀγανάκτησιν. Τὰς δέ γε προφάσεις ὡς ἱστὸν ἀράχνης διέλυε· τὸ γὰρ φόβον ἀνθρώπινον δεδιότα φόβον θεῖον παρ' οὐδὲν τίθεσθαι κακῶς κρίνειν εἰδότος εἶναι τὸ φοβερόν· τὸ μέντοι γε τοὺς θείους νόμους φοβεῖσθαι ἀφοβίαν εἶναι μεγίστην τῷ φοβουμένῳ, κἂν ὅ τι προτείνοι τις ἐπὶ τῷ φοβεῖν. Ταῦτα τοῦ πατριάρχου καὶ λέγοντος καὶ μηνύοντος, ἔτι δ' ἑτοίμου ὄντος ἀποκόπτειν ἐκεῖνον, εἰ ἄλλο τι πράττοι, τῆς τοῦ Χριστοῦ ὁλομελείας ὡς 249 μέλος σεσηπὸς ἤδη καὶ θεραπείαν μὴ προσιέμενον, ἐπεὶ ἔγνω προσκρούσας ὁ βασιλεύων ἰσχυροτέρῳ τῶν αὐτοῦ δυνάμεων καὶ ὡς πρὸς Κρῆτα κρητίζει δῆθεν τὸν ἤδη μαθόντα τὰς ἐκείνου ἐπιχειρήσειςοὐδὲ γὰρ ἐπὶ μικρὸν οὐδ' ἐκείνου ἠρεμεῖν εἴα τοὺς λογισμοὺς ἡ τοῦ παιδὸς Ἰωάννου ἐπὶ τῇ βασιλείᾳ παρόρασις, πρύμναν τε κρούεται, τὸ τοῦ λόγου, καί, ὡς εἶχεν ἐφοδιάσας τὴν δέσποιναν Ἄνναν, ἐπὶ τὰ οἰκεῖα πέμπειν αἱρεῖται, πλὴν ἐπ' ἀνταμοιβῇ τοῦ παρὰ τἀδελφῷ ταύτης Μαφρὲ κατεχομένου καίσαρος· ἐκεῖ γάρ οἱ ὁ πενθερὸς ἐκείνου Μιχαὴλ ὁ δεσπότης, τοῦτον κρατήσας, ἐξέπεμψεν, ὡς προείρηται. Ὅτι δὲ σκῆψις ἦν ἐκείνῳ τὸ προβαλλόμενον, καὶ μόνον ἔρωτος θεραπεία καὶ οὐ τοῦ κοινοῦ προμήθεια, ὁ τῶν πραγμάτων εἰδὼς ἀκριβῶς τὴν μελέτην συνελογίζετο.
229.7.1
Τὰ κατὰ τὸν ἀδελφὸν Ἄννης τῆς δεσποίνης Μαφρὲ καὶ τὸν Κάρουλον. Ἡ γὰρ Ἄννα Φερδερίχου μὲν ἦν θυγάτηρ, Μαφρὲ δ' αὐταδέλφη, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἀποστατῶν τοῦ πάπα καὶ τῶν τοῦ πάπα καί, ὡς αὐτοὶ φαῖεν ἄν, τῆς αὐτῶν ἐκκλησίας· οὐδὲ γὰρ ἠβούλοντο κατὰ τοὺς ἄλλους καὶ αὐτοὶ εὐπειθεῖν τε καὶ ὑποκατακλίνεσθαι καθ' ὅ τι καὶ λέξοι καὶ πράξοι ὁ τῆς ἐκκλησίας ἐπειλημμένος, ἀλλ' αὐτονόμοις χαίρειν ὁρμαῖς καὶ οὕτως ἐπὶ Σικελίας καὶ τῶν ἐκτὸς τὴν ἀρχὴν διοικεῖν. Ὑβριοπαθῶν δ' ὁ πάπας πρὸς ταῦτα, εὑρὼν δραστήριον ἄνδρα, ἀδελφὸν ῥηγὸς τῶν Φραντζίσκων ὄντα καὶ εἰς κόντους τεταγμένον, τὸν Κάρουλον, τὸν κατ' ἐκείνων ὡς δῆθεν ἀποστατῶν ἐγχειρίζει πόλεμον, τάξας ἐκεῖνον εἰς τὴν αὐτῶν ῥῆγα καὶ πόλεμον ἐμβαλὼν ἐκείνοις ἐντεῦθεν ἀκήρυκτον. Πῶς οὖν οἱ τόσον διαφερόμενοι πρὸς τὸν Κάρουλον ὁμαιχμεῖν κατὰ τοῦ βασιλέως ἔμελλον πώποτε; Ὅμως τὸ μελετώμενον ἀπεκρούσθη, καὶ ὁ βασιλεὺς ἔμενεν ἐπὶ τρόπου καὶ τὰ αὐτοῦ ἔπραττε. Τὰ δ' ἦσαν τὸ βουλὰς ὑφαίνειν σὺν ἄρχουσιν, ὅπως 251 ἀνακτίζοιτο μὲν ἡ πόλις διὰ ταχέων ἐπ' ἀδήλῳ τοῦ τί Ἰταλοὶ φρονοῖεν περὶ αὐτῆςδέος γὰρ μὴ ἀφανῶς ἐπιθοῖντο, ὅπως δὲ φυλαχθείη Ῥωμαίοις, ἐπιστάντων ἐκείνων, καὶ μὴ φανέντες λαφύξαιεν, ὡς ἐξ ἀνάγκης κραταιότερον ἐπιθέμενοι· οὐδὲ γὰρ ἠρεμεῖν οὐδὲ μικρὸν ἠκούοντο, ἀλλὰ στόλον μέγιστον ἀπὸ γῆς καὶ θαλάσσης κατὰ τῆς πόλεως ἐξαρτύεσθαι.
229.8.1
Ὅπως σανίσιν ἀνυψοῦντο τὰ πρὸς τῇ θαλάσσῃ τείχη τῆς πόλεως καὶ διὰ τί καὶ περὶ ἑτοιμασίας τοῦ βασιλέως. Ἐδόκει γοῦν πρὸς τὰ παραστάντα διὰ ταχέων ἀνυψοῦν τὰ τείχη τῆς πόλεως, καὶ μᾶλλον τὰ πρὸς τῇ θαλάσσῃ, ἃ δὴ καὶ χθαμαλὰ ἦσαν εἰκότως, θαλασσοκρατοῦντος τότε τοῦ πρώτως ἀνεγείραντος Κωνσταντίνου τοῦ οὐχ ἧττον τὸ σέβας ἢ τὰς πράξεις μεγίστου, κατεπείγοντος δὲ τοῦ καιροῦ, ἐπεὶ οὐκ ἔχοιεν πέτραις σὺν τιτάνῳ τὴν ἀνοικοδόμησιν ἐκτελεῖν, μόσυσι, σανίσι πλατείαις καὶ ἐπιμήκεσι, σὺν τῷ καὶ στιβαραῖς πρὸς τὸ πρὸς τὰς ἐπιφορὰς ἀντέχειν εἶναι, τούς τε πύργους καὶ τὰ τείχη προσανυψοῦν· πρὸς δέ γε τὸ αὐτάρκως ἔχειν τῶν ἀνθεξόντων ἐντός, πλῆθος στρατιωτῶν ἔξωθεν εἰσοι κίζειν, πλὴν ἐλαφρῶν, ὡς ἐντὸς μενούντων ἐπὶ τοῦ τῆς μάχης καιροῦ, ἢν δέ τι δέοι καὶ ἀπὸ γῆς ἐκφέρειν πόλεμον, εἶναι τοὺς ὑποστησομένους ἐκ στρα τευμάτων μεγάλων βασιλικῶν· τὰ δέ γε τῆς τροφῆς αὐτοῖς, εἰ ἐπὶ μήκιστον παραμένοιεν προσκαθήμενοι, ἑτοίμως ἀπὸ τῆς πόλεως ἑτοιμάζεσθαι· εἰσα χθέντων γὰρ βοῶν ἱκανῶν εἰς γεωργίαν τῶν ἀρουρῶν, ὅπου ἂν εἴησαν αὗται καὶ παρ' ὧν κατέχοιντο, τῶν ἐντὸς λέγω τῆς πόλεως, αὐτοὺς γεωργεῖν ἔχειν, νεοῦντας καὶ σπείροντας καὶ θερίζοντας, ὡς εἶναι καὶ τοῖς ἀνθρώποις αὐτάρκη τροφήν, πρὸς τῷ καὶ ταρίχη προεισαχθῆναι τοῦτο μὲν ἐξ ὑείων κρεῶν, τοῦτο δέ γε καὶ ἐκ τοῦ τῶν προβάτων γάλακτος· καὶ χιλὸν τοῖς ἵπποις προσαπομέ νειν, εἶναι δὲ καὶ γεωργοῦσιν ἐντὸς τὰς ἐς τροφὴν ἀνθρωπίνην τῶν ζῴων ἐξ ἀνάγκης περιγινόμενα, ὡς τρέφειν ἱκανῶς ἔχουσι· περιβλήματα δὲ ἐκ βοείων 253 δερμάτων ταῖς σανίσιν ἐπιτεθεῖσθαι, μὴ καὶ πῦρ ἐναύσαντες ἐκκαίοιεν οἱ πολέμιοι. Τὰ μὲν οὖν τῶν σανίδων εἰς ἔργον ἐξέβη, καὶ πύργοι μὲν ὡς ἐπὶ τρεῖς ἀνυψοῦντο πήχεις, τείχη δὲ ἀναλόγως τοῖς πύργοις τὴν αὔξην ἐλάμβανον· τὰ δὲ λοιπὰ ὑπερετίθεντο, ὡς ἐπὶ καιροῦ πράξοντες. Τὸ δ' ἐλαφροῖς τῶν στρατιωτῶν οἰκίζειν τὴν πόλιν καὶ λίαν ἐπ' ἀνάγκης εἶχεν· ὅπου γε καὶ Λάκωσι πλείστοις, ὕστερον ἐκ τοῦ Μορέου ἀφιγμένοις, ἐπιμερίσας τόπους, ἐπὶ τῆς πόλεως παρεῖχε κατοικεῖν ὡς αὐτόχθοσι καί, ῥόγαις ἐτησίοις δωρού μενος καὶ πλείστοις ἄλλοις φιλοτιμήμασιν, ἐπὶ πολλοῖς καὶ ἐντὸς καὶ ἐκτὸς ἐχρᾶτο, ὡς ἀξίαν τριβὴν ἐν πολέμοις ἔχουσι. Τῷ δέ γε Γασμουλικῷ, οὓς δὴ συμμίκτους ἡ τῶν Ἰταλῶν εἴπειε γλῶσσαἦσαν γὰρ ἔκ τε Ῥωμαίων καὶ Λατίνων γεγεννημένοι, καὶ προσανεπαύετο ἐκπέμπων ἐπὶ νηῶν· ἦσαν γὰρ τὸ μὲν προμηθὲς εἰς πολέμους καὶ συνετὸν ἐκ Ῥωμαίων, τὸ δ' ὁρμητικόν τε καὶ αὔθαδες ἐκ Λατίνων ἔχοντες· καὶ δὴ ἐξ ἐκείνων καὶ στόλον μέτριον ἐξηρτύετο καὶ προσεκτᾶτο τὰ τῶν νήσων ἐγγύτερα, ῥόγας μὲν ἀποτάττων αὐτοῖς ἐκ τοῦ κοινοῦ ταμιείου καὶ φιλοτιμίαις αὔξων τὰς προθυμίας, ἀντιλαμ βάνων δ' ἐκ τῆς ἐκείνων σπουδῆς καὶ ἐργασίας πλείονα. Εἶχε γὰρ ταῖς ἀληθείαις καὶ τὸ εὐεργετικὸν πρὸς ἅπαντας καὶ ἀμφοτέραις ἐξήντλει, πολλῶν προαποκειμένων, οὐκ οἶδα εἴτε τις τὴν φύσιν τοιοῦτος ὤν, ἢ προσποιούμενος δι' ἄλλα μέγιστα τὸ φιλότιμον, ἀναγκαστικὰς τὰς εὐνοίας ὑποποιούμενος, ὡς δῆθεν οὐκ ἐνδίκως ἄρξας, ἤ, τό γε τρίτον, πρὸς τὰς τῶν προτέρων βασιλέων εὐεργεσίας ἀντιβαλλόμενος, κἂν μὴ τόσας εὐηργέτει, μηδ' οὕτως. Τέως δέ γε κατὰ βασιλεῖς ἠναγκάζετο χρᾶσθαι τοῖς πράγμασι, μὴ καὶ δόξοι σκηνικῶς τὸ ἄρχειν ἐπιτηδεύων. Οὔτε γὰρ ἥλιος ποθεινὸς μὴ τὰς ἀκτῖνας παρίσχων τοῦτο μὲν γῇ, τοῦτο δ' ἀνθρώποις καὶ ζῴοις ἅπασιν, οὔτε βασιλεὺς τὸ ἀληθινὸν πρὸς τὸ ἄρχειν ἕξει μὴ τοὺς ὑπηκόους εὐεργετῶν· 255 ὅστις δὲ βασιλεύων γλίσχρος ἐστὶ πρὸς τὸ διδόναι, ἐκεῖνος σκηνὴν βασι λείας, οὐ βασιλείαν, μεταχειρίζει. Τεκμήριον δὲ ὁ ἐπὶ σκηνῆς Ἀγα μέμνων καὶ ὁ Οἰνόμαος, Οἰδίπους τε καὶ οἱ ἐξ αὐτοῦ καὶ Ἄδραστος βασιλεὺς Ἄργους καὶ οἱ λοιποί, ἵνα μὴ καθ' ἕκαστον λέγω τῶν ἐπὶ σκηνῆς βασιλέων. Πότε γὰρ ἐξ ἐκείνων τις εὖ πάθοι, πότε δὲ καὶ εὐεργετηθείη, ὑποκρινομένων τὰ τῶν βασιλέων πρόσωπα; Ἀλλ' ἐκείνοις μὲν ἔστι καὶ ἀπολογεῖσθαι καὶ τὴν μέμψιν διαφεύγειν τὴν τῶν πολλῶν· σχήματα γὰρ προσώπων καὶ οὐ πρόσωπα ὄντας, ἀνάγκη καὶ σχήμασι μόνοις εὐεργετεῖν. Τούτοις δέ γε τίς ἀπολογία καὶ ὑπολέλειπται μὴ διδοῦσιν; Εἰ δ' οὖν, ἀλλὰ σχηματίζονται καὶ οὗτοι τὸν βασιλέα, βασιλεῖς μὴ ὄντες μηδ' ὁπωσοῦν. Τοιοῦτοι δ' ὄντες, τί ἀξιοῦσι τιμᾶσθαι, μὴ ἀληθινῶς βασιλεύοντες; Ἡ γὰρ τιμὴ βασιλεῖ μετὸν καὶ οὐ σκηνικῶς βασιλεύοντι. Ταῦθ' ὁρῶν ἐκεῖνος, καὶ μᾶλλον ἐξ ὑπογύου βλέπων τοὺς παρὰ τῶν ἀπελθόντων βασιλέων εὐεργετουμένους, συνειδὸς ἔχων ἠλέγχετο, καὶ εὐηργέτει μέν, πλὴν οὐχ ὅσον ἐκεῖνοι, τὸ μὲν διὰ τὴν ἀνάγκην καὶ τοὺς ἐλέγχους δεδιὼς ὡς κατ' ὀφθαλμοὺς ὄντας, τὸ δὲ τῇ φύσει χρώμενος ἴσως, μὴ παρακατέχειν αἱρούμενος ζωὴν ταλαιπώρων ἀνθρώπων, τῶν προὔργου παντὸς ἀναγκαίου πορίζειν ἔχοντος τὴν τροφὴν ἐπὶ θεραπείαν ἐκείνων ἰόντων κατά τι ἀρχαῖον νόμιμον. Ἀλλὰ ταῦτα μὲν ἴσως καὶ παρα καίρια, ἐφ' ᾧ μόνον δεῖξαι φύσει προσὸν τῇ βασιλείᾳ τὸ εὐεργετικόν· οὗ ἐκεῖνος αὐτάρκως μετεῖχεν, οὐ τὰ πολλά γε μικρολογούμενος. Ἀπέστελλε δὲ καὶ πρὸς τοὺς ἐπιδόξους τῆς Ἰταλίας, καὶ μᾶλλον τοὺς τῆς ἐκκλησίας, φίλους ἐκείνους καὶ μακρόθεν κτώμενος.
229.9.1
Ὅπως τὸν Ἰωάννην ὁ βασιλεὺς ἐκποδὼν ποιῶν ἐξετύφλου. Τότε δ' ἐνευκαιρήσας ἐκ τῶν ἄλλων, τὸν τῆς καρδίας ἔμμονον λογισμὸν ἔγνω καταστέλλειν κακίστοις ἐπιχειρήμασιν. Ὁ μὲν οὖν λογισμὸς τὸ καὶ εἰσέπειτά οἱ συνάρχειν τὸν Ἰωάννην καὶ δυοῖν κεφαλαῖν, τὸ τοῦ λόγου, μίαν ἐπικεῖσθαι καλύπτραν καὶ λίαν ἀπᾷδον εἶχε, χωρὶς καὶ τοῦ μὴ ἐν ἀσφαλεῖ καθίστασθαι· τὸν μὲν γὰρ οὗτος, τὸν δ' ἐκεῖνος στέρξοι, ἀνὰ μέρος ἀποστέρ γων τὸν ἕτερον, καὶ οὕτως ἄτακτον τὸ πολύαρχον· χρῆναι γοῦν σβεννύειν 257 τὸ εἰς ἐκεῖνον τῶν πολλῶν θάρρος καὶ δὴ καταρξάμενον τελειοῦν· ἥμισυ γὰρ τοῦ παντὸς τὴν ἀρχήν φασί τινες, ἀρχὴν δ' εἶναι τὸ οἷον κατασιγασθῆναι τὴν ἐκείνου μνήμην, ὡς μηδὲ συνάρχειν ὑπολαμβάνεσθαι· τῷ γὰρ καὶ δεύτερον στεφομένου μὴ κἀκεῖνον συντιμᾶσθαι καὶ συνευφημεῖσθαι, τοῦ πατριάρχου στέφοντος, ἠρέμα πως ὑπορρεῖν ἀνάγκῃ· καί γ' εὐχερὲς ἂν εἶναι καὶ τὸ πλέον ἐπιτεθῆναι, ὡς μηδ' ἐλπίδα ὑπολελεῖφθαι. Τούτοις καταστρατηγηθέντος τοῖς λογισμοῖς τοῦ βασιλέωςὑπέκαιε γὰρ αὐτὸν ὁ τῆς μοναρχίας ἔρως, καὶ τὴν παρερχομένην δόξαν περὶ πλείονος ἐτίθει τοῦ θείου φόβου διὰ τὴν τοῦ πλείονος ὄρεξιν, βουλὴν βουλεύεται μάλα μὲν αἰσχίστην, μάλα δὲ καὶ Θεοῦ πόρρω βάλλουσαν, καὶ πέμψας ἐκτυφλοῦν τὸν παῖδα προσέταττε, παιδίον ἁπαλὸν καὶ μηδὲν ἔτι σχεδὸν τελέως ἢ τὸ χαίρειν ἢ τὸ λυπεῖσθαι μαθόν, καί γ' ἐν ἴσῳ τιθέμενον τό τ' ἄρχειν καὶ τὸ ἄρχεσθαι, μόνῳ δὲ τῷ πατριάρχῃ πιστεῦον καὶ τοῖς οὕτω τὰ κατ' αὐτὸν διοικοῦσι, καὶ μηδὲ ὅ τί ἐστιν ὅρκος εἰδός, ἐξ οὗ καὶ θαρρεῖν εἶχε μὲν οὐκ αὐτός, ἀλλ' οἱ περὶ ἐκεῖνον, ἐκεῖνον σῴζεσθαι. Γίνεται γοῦν ὡς τὴν ἀρχὴν προσετάχθη, καὶ τὸ βρέφους μικρὸν ὑπερβεβηκὸς παιδίον στε ρεῖται τοῦ βλέπειν, τοῦτο μόνον φιλανθρωπευσαμένων τῶν περὶ τὸν Ἐξώτρο χον ἐξυπηρετουμένων τῷ μιαρῷ τολμήματι τὸ μὴ σιδήροις ἐκπυρωθεῖσι τοὺς ὀφθαλμοὺς λυμήνασθαι, ἀλλ' ἠχείῳ τινὶ πυρωθέντι ἐπὶ τῶν ὄψεων φερομένῳ ἐξοπτῆσαι τῷ νεανίσκῳ τοὺς ὀφθαλμούς, ἀπομαρανθέντας τῇ ἐκπυρώσει καὶ ἠρέμα σβεσθέντας τὸ ὀπτικόν. Μεθὸ δὲ ταῦτ' ἐτολμήθη κατ' αὐτὴν ἡμέραν τῆς ἑορτῆς τοῦ Σωτῆρος καθ' ἣν ἄρα καὶ ἐγεννήθη, χειρὶ μὲν παρανόμῳ, προστάξει δὲ παρανομωτέρᾳ, φέροντες ἐκ Χηλῆς φόρτον ἐλεεινὸν καὶ οἷον ἄψυχον, τῷ πρὸς θάλασσαν τῆς Δακιβύζης φρουρίῳ ἐν ἀσφαλεῖ κατακλείουσι καί οἱ φρουροὶ ἐγκαθίστανται, ἀποταχθέντος αὐτάρκους σιτηρεσίου τῷ ἐγκεκλεισμένῳ. Ὅρκοι δ' ἐκεῖνοι καὶ συνθεσίαι καὶ ἐμπεδώσεις φρικταὶ ὡς λάχανα κατεδήδοτο βασιλεῖ δοκοῦντι θεοφίλειαν ἔχειν, δι' ἣν καὶ προὐτιμᾶτο 259 παρὰ τῆς ἐκκλησίας εἰς τὴν ἀρχήν. Ἀλλ' ἦν ἄρα τὸ λεγόμενον ἀληθές, ὡς ἀρχὰ δείξοι ἄνδρα· ἔδειξε γὰρ ἡ ἀρχὴ κἀκεῖνον, ὅπως ἔμελέ οἱ τοῦ δικαίου καὶ τῆς περὶ τὸν Θεὸν εὐλαβείας. Πλὴν τυφλώττων κἀκεῖνος τῇ τῆς δόξης ματαιότητι τὴν ψυχήν, ἐκτυφλοῦν ἐκέλευε σωματικῶς τὸν ἀναίτιον.
229.10.1
Τὰ περὶ τοῦ Ὁλοβώλου Μανουὴλ καὶ τῆς τῶν λοιπῶν ὑποβλέψεως διὰ τὸν Ἰωάννην. Τότε καὶ αἰτίας πλασάμενος τῷ Ὁλοβώλῳ Μανουήλ, παιδίῳ ὄντι καὶ εἰς τοὺς οἰκείους τότε τελοῦντι γραμματικούς, ὑπερπαθοῦντι δ' ὅμως τοῦ Ἰωάννου, τοιαῦτα παθόντος ἀδίκως, ὦ Δίκη, καὶ παρὰ τὸ εἰκός, ἀφαιρεῖται ῥινὸς αὐτῆς μετὰ τῶν χειλέων· ἐκεῖνος δέ, παραυτίκα ῥακενδυτήσας, τὴν μονὴν τοῦ Προδρόμου εἰσέρχεται. Καὶ δὴ ἄλλους πλείστους διὰ ταῦτα ὑπο βλεπόμενος, τοὺς μὲν ἐν οὐδεμιᾷ ἔταττε μοίρᾳ, τοὺς δὲ καὶ ἐκόλαζε. Τοιοῦτον γὰρ τὸ μὴ ἐννόμως ἄρχειν, ἀλλὰ τυραννικῶς· οἷς γὰρ ἁμαρτάνειν συμβαίνοι τὸν ἄρχοντα, τούτοις ὑπειδόμενον τοὺς τῶν ἀνθρώπων εὐσυνειδήτους ἄχθεσθαι, ἐπεὶ οὐκ ἔστιν ἐκεῖνον μετανοεῖν ἐφ' οἷς ἐπράχθη καὶ συγγνώμην ζητεῖν παραιτούμενον, ἀνάγκη, δικαίως πιστεύοντα ἀπεχθάνεσθαι, μισεῖν ἐντεῦθεν τοὺς ὑπονοουμένους καὶ τιμωρεῖν. Ἦν οὖν τότε κατὰ τὸ ἀρχεῖον ταραχὴ λογισμῶν φόβῳ σύμμικτος, τῶν μὲν λογισμῶν μηδὲ τὸν ἀνάλγητον φύσει ἠρεμεῖν ἐώντων, τοῦ δὲ φόβου, ὡς μή τις μαθὼν προσαγγείλοι καὶ οὐ φυκτά οἱ τὰ τῆς κολάσεως γένοιτο, παρευθὺς συστέλλοντος· δεινὴ γὰρ ἐν προσαγγελίαις διαφερόντως ἦν ἡ τοῦ τινα δοκεῖν προσκεῖσθαι τῷ παιδὶ Ἰωάννῃ καὶ συμπαθεῖν.
229.11.1
Τὰ κατὰ τοὺς Ζυγηνούς, ὅπως ἀπεστάτησαν βασιλέως διὰ τὸν Ἰωάννην. Παρ' ἣν αἰτίαν καὶ ὀλίγον ὕστερον οἱ κατὰ τῆς Νικαίας ἄκρας χωρῖται, ἀγρόται μὲν ὄντες καὶ γεωργίᾳ προσέχοντες, θαρραλέοι δ' ἄλλως, πίσυνοι 261 τόξοις, ἅμα δὲ καὶ ταῖς κατὰ σφᾶς δυσχωρίαις τὸ πιστὸν ἔχοντες, ὡς οὐ ῥᾳδίως πεισόμενοι, κἄν τι πράττοιεν, εὑρόντες ἥκοντά ποθεν νεανίσκον νόσῳ λελυμασμένον τοὺς ὀφθαλμούς, φήμης προοδευούσης ἐκείνου παρὰ τῶν συσκευασαμένων τὸ δρᾶμα ὡς αὐτὸς εἴη τὸ παιδίον ὁ Ἰωάννης, ἀπρὶξ συναχθέντες ἔχονται τούτου, ἅμα μὲν ὡς δεσπότου ὑπονοουμένου σφίσιν, ἐφ' ᾧπερ καί, ὅρκοις τοῖς πρὸς τὸν πατέρα πεδούμενοι, ταῖς ὑπὲρ ἐκείνου προθυμίαις ἐσφάδαζον, ἅμα δὲ καὶ ὡς ἠδικημένῳ προσαμύνοντες. Καὶ ἀποστατεῖν ἤρξαντο, δῆλοι ὄντες ἐξ ὧν ἐποίουν τοῖς ἐπιθησομένοις πολε μησείοντες· καὶ δὴ περιστείλαντες τοῖς εἰκόσιν ἐκεῖνον καὶ δουλικῶς προσφερόμενοι, προΐστων εἰς βασιλέα καὶ ὑπὲρ αὐτοῦ κινδυνεύειν ὥρμων. Ὁ μέντοι γε βασιλεύς, μαθὼν τὰ περὶ τούτου, ἀνέζει τε τῷ θυμῷ καὶ καθεκτὸς οὐκ ἦν, εἰ ἄκραι τοιαῦται παρασπᾶσθαι τῆς ἐντρεχούσης φήμης ἕνεκα κινδυνεύουσιν, ἐξ ὧν εἰκὸς εἶναι καὶ ἄλλους παρακινεῖσθαι πλείστους ἀποστατεῖν. Ὅθεν καὶ πάσαις ταῖς κατ' ἐκείνων προθυμίαις ἐνεδίδου καὶ ἅπαν τὸ στρατιωτικὸν ἐν ταὐτῷ συλλέξας ἀπέστελλε πολέμους πολεμήσοντας ἐμφυλίους. Καί γε πολλοί, τῆς κατὰ σφᾶς ἰσχύος κρείττονες, ὥρμων δοκήσει τῆς πρὸς βασιλέα εὐνοίας, καὶ ἔρις ἦν, ἤν τις προκινδυνεύσας χαρίσαιτο. Οἱ δέ, μαθόντες πολλοὺς καθ' αὑτῶν ὁρμῶντας ὡς ἀποστατῶν ἄντικρυς, τὴν μὲν ἀποστασίαν πολλοῦ τινος συγκαλύπτειν ἐδέησαν, ὥστε καὶ ὡμολό γουν καὶ μέγα τι ἐδόκουν πράττειν εἰς δεῖγμα τῆς κατὰ σφᾶς εὐσεβείας, εἴ γε καὶ ὑπὲρ βασιλέως καὶ ἠδικημένου κινδυνεύοιεν· καὶ σύνθημα ἦν ἐκείνοις ἕν, ἢ νικᾶν ἢ πάντας πίπτειν. Ὅθεν περισχόντες τὰ ὀχυρώματα, ἀπ' αὐτῶν τε τὰ διὰ τόξων βέλη ἐνίεσαν καθ' ὅστις ἂν καὶ ἐγγὺς προσβάλλοι καὶ προ πηδῶντες γυμνῖται προσέβαλον, τόλμῃ τε προσπίπτοντες μείζονι, κατη κόντιζον μὴ καταθαρροῦντας ἐκείνων τοὺς στρατιώτας. Οἱ δὲ καὶ πονοῦντες ὑφίσταντο καὶ δεινὸν ποιοῦντες, εἰ πλειόνων ὀλίγοι καὶ ἄγροικοι ἀστικῶν περιγένοιντο· προσεβοήθουν τε ἀλλήλοις καὶ ἐπέπιπτον κραταιότερον, καὶ πολλοὺς μὲν ἔφθειρον, οὐ μὴν δὲ ὥστε καὶ ὑποχαλᾶν ἦν τὰς ὁρμὰς σφίσι. Μᾶλλον μὲν οὖν κακουμένοις καὶ παρὰ τὴν αὐτῶν ὑπόληψιν ἐπῄει ἀνδρίζεσθαι καί, ἀπτέρῳ τάχει τὰς δυσχωρίας καταλαμβάνοντες, ἀπ' αὐτῶν ἠμύνοντο βάλλοντες. Τοῖς δὲ οὔτε κατὰ τὰς φάραγγας προσιτὸν ἦν, καὶ τὸ μακρόθεν βάλλειν μάταιον ἐνομίζετο· ἐπενδυόμενοι γὰρ ἐκεῖνοι τὰ δένδρα βάλλειν 263 μὲν εἶχον καὶ κατευστοχεῖν καθ' οὗ τις τὸ βέλος ἐντείνας τὸ τόξον ἀνίει, βάλλεσθαι δὲ οὐδὲ τὸ παράπαν ἦν. Ἀπορουμένων δὲ πάντοθεν τῶν ἐκτός, μηδὲν ἐχόντων ᾗ προσβάλλοιεν, ἐδόκει πῦρ ἐνιέναι· ταύτῃ γὰρ καὶ μόνως ἀποχωρησάντων αὐτοὺς ἔχειν ἐγγίζοντας τοῖς οἴκοις αὐτῶν ἐπεισπίπτειν· ἀλλ' ἡ δυσχωρία οὐχ ὑπήκουε τῷ πυρί· ἐφ' ὅσον γὰρ τὸ πῦρ ἥπτετο, ἐπὶ τοσοῦτον ὑποχωροῦντες ἐκεῖνοι καὶ κατὰ θάτερα παραταττόμενοι ἐκάκουν τοὺς ἐνιέντας καὶ ἀπεκώλυον. Ἐκείνοις δ' ἦσαν οὕτως καὶ τὰ κατ' οἶκον ἐν ἀσφαλεῖ, ὡς γυναῖκας μὲν καὶ παιδάρια ταῖς ἐσωτέραις παραδύεσθαι δυσχωρίαις, ἁμάξαις δὲ καὶ σταυροῖς ἐπιμήκεσι διειλῆφθαι τὸν κύκλῳ τόπον, ὡς μηδ' εἰσβάλλοντας τολμᾶν εἰσελθεῖν. Ἔπιπτον τοίνυν καθ' ἡμέραν οἱ δοκιμώτατοι, τῇ τοῦ θυμοῦ παραθηγόμενοι ζέσει, καὶ οὐκ ἐπ' ὀλίγον ἐκαινοτομοῦντο στρατεύ ματα, οἷά τε δοκοῦντα καὶ μεγάλων δυνάμεων κατευμεγεθεῖν, οὓς ὀλίγοι τινὲς πρὸς ἐκείνους, πλείους ὄντας, καὶ ἀγρόται ἐπὶ πλεῖστον τοῦ καιροῦ κακουμένους τῷ πολέμῳ κατηγωνίζοντο. Πρὸς τούτοις τε αὐτοὶ μὲν ἦσαν ἐν ἀσφαλεῖ, κἂν ὅ τι ποιοῖεν οἱ ἔξω μὴ ἐπαΐοντες, τῷ τοῖς τόποις κατωχυ ρῶσθαι, κἂν πλείους ὅτι προσβάλλοιεν· οὐδὲν γὰρ ἦν ἢ αὐτούς, προσπίπτοντας ἀλλήλοις, τῇ ῥύμῃ τῶν τόξων μηδ' ἀντισχεῖν ἔχοντας, παραπόλλυσθαι. Ἐκείνους δέ, εἴ πού ποτε καὶ μερισθεῖεν κατὰ χρείας ἀνάγκην, ἀπολελειμ μένους ὀλίγους ἑκασταχοῦ, κινδυνεύειν συνέβαινεν ἐξ αἰτίας τοῦ τοὺς μέν, τὴν χώραν πρὸς αὐτῶν ἔχοντας καὶ μηδὲν εἰς κίνδυνον κατὰ νώτου προσδο κῶντας ἔχειν, τετραμμένους πρὸς τοὺς πρόσθεν, ἐπηλυγαζομένους καὶ τούτους ἐκ φόβων δένδρεσι κατολιγωρεῖν, τοὺς δέ, προσδοκῶντας ἐφ' ἅπασι καὶ κύκλῳ τὸν κίνδυνον ἐκδεχομένους, πολυωρεῖν, καὶ οὕτως συχναῖς ἐκείνους ὅπου παρείκοι χρωμένους ταῖς ἐκδρομαῖς ἐπεισπίπτειν καὶ ῥοπάλοιςοὐ γὰρ εἶχον ἅπαντες σπάθαςκαταγωνίζεσθαι. Οὕτω γοῦν ἐπὶ πολὺ τοῦ πολέμου συνισταμένου καὶ τῶν πραγμάτων τριβομένων, ἐπεὶ οὐκ ἦν σφίσι μαχομένοις περιγίγνεσθαι τῶν ἀφισταμένων, ἔγνωσαν εὐσυνέτως ὑπέρχεσθαι μετ' εἰρήνης, οὐ πάντας ἅμα· ἀδύνατα γὰρ οὕτως ἦν ὑποκατακλίνεσθαι σπενδομένους· τοῖς γὰρ ἐξ ἀρχῆς ἐγνωσμένοις ἐμμένοντες, μεταβάλλειν ᾐδοῦντο τὸν πλησίον ἕκαστος, καὶ τὸ δύσελπι σφίσι προσῆν ὡς ἀπολουμένοις, εἰ ἐνδοῖεν. Τῷ τοι καὶ καθ' ἕνα πέμποντες τῶν μὲν συμβάντων ἀμνηστίαν ἔχειν καὶ βασιλέα καὶ αὐτοὺς ὑπισχνοῦντο, ἐκείνοις δὲ μὴ διηνεκῆ τὴν ἐπὶ κακίστοις ὁμόνοιαν πρὸς τοὺς ἄλλους ἔχειν 265 ὡς οἷόν τε συνεβούλευον, καὶ σφᾶς, εἰ θέλοιεν, προῆγον εἰς τόπους σεσημασμέ νους ὄντας, πλὴν μεθ' ὁμήρωνοὐ γὰρ ἀπατᾶν ὀρέγεσθαι, ἐντυγχάνειν, ἐξ ὧν εἶναι μανθάνειν ὁπόσα πρὸς βασιλέως εὐεργετηθήσονται, ἐνδόντες μὲν τὰς ἐνστάσεις τῷ σπένδεσθαι, προδόντες δὲ καὶ τὸν εἰς βασιλέα φημιζό μενον πλάνον· μηδὲ γὰρ εἶναι τοῦτον τὸν Λάσκαριν Ἰωάννην, μηδ' ἂν πάντες λέγοιεν· αὐτὸν γὰρ ἀποκεκλεῖσθαι τῷ τῆς Δακιβύζης φρουρίῳ καὶ ἀσφαλῶς ἐγκαθείργνυσθαι· ἢν δέ τις καὶ βούλοιτο βλέπειν, ὑφ' ὅρκοις λαβὼν τὰ ἰσχυρὰ φρικώδεσι, προσεῖναι τοῦτον εἶναι καὶ βλέπειν. Τούτοις καὶ πλείοσιν ἐκείνους ὑπεξάγοντες καθ' ἡμέραν, ἅμα δὲ καὶ προσπέμποντες ἱκανά, μόλις ἔπειθον καὶ ἐδούλουν τὰς γνώμας, χρυσίῳ μερίζοντες. Καὶ νῦν μὲν τοῦτον, νῦν δ' ἐκεῖνον ὑπερχόμενοι τοῖς μηνύμασι, τοῦτο μὲν θεραπεύοντες, τοῦτο δέ γε καὶ ὑπισχνούμενοι, παρέπειθον τοὺς πολλούς, καὶ μᾶλλον τοὺς ἐπιδήλους· οἳ δὴ ὁσημέραι πλέον μαλακιζόμενοι ὑποψίαν τοῦ προδιδόναι παρεῖχον τοῖς ἄλλοις. Πλὴν καὶ τῆς μεταβολῆς αἰσθανόμενοι οὐκ εἶχον ὅ τι καὶ πράξειαν· μόνους γὰρ τοὺς σπενδομένους ὑπελάμβανον σῴζεσθαι, κἀκείνοις ὁσημέραι πολλοὶ προσετίθεντο δέει τοῦ κινδυνεύειν. Ἦσαν δὲ καί τινες οἳ πολὺ κρείτ τονα τὸν ἐν τῷ πολέμῳ ἡγοῦντο θάνατον τῆς προσδοκωμένης, εἰ καθυφεῖντο καὶ προδοθεῖεν, κολάσεως, καὶ ἀντέχειν διὰ ταῦτα διὰ τέλους ἤθελον.
229.12.1
Ἀπολογία τῶν Ζυγηνῶν πρὸς ἀλλήλους ὑπὲρ τοῦ ὃν ὡς Ἰωάννην ὑπεδέξαντο. Ἐπλεονέκτουν δὲ μᾶλλον οἱ καὶ τὰ ὑπὲρ τοῦ τυφλώττοντος προβαλλόμενοι. Καί· «Τί γάρ, ἔλεγον, δίκαιον ἡμῖν πέπρακται ἐπὶ τῷ ἀλλοδαπῷ τῷδε, εἰ κἀκεῖνος εἴη, εἰ ἄλλος; Ἐπειδὴ δεξάμενοι ἐτίθεμεν ὑπὲρ αὐτοῦ τὰς ψυχάς, γυναῖκας καὶ αὐτὰ τὰ γνήσια προβαλλόμενοι, ἐς ὃ σωθείη ὁ εἰς χεῖρας ἡμετέρας καταφυγών, νῦν μεταβαλόντες καταπροώμεθα; Τί δ' ἡμῖν εἰς ἀπολογίαν πρὸς τοὺς μεμφομένους ἐσεῖται προδοῦσι; Ὅτι παρώτρυνε μὴ θέλοντας; Ἀλλ' ἡμῖν γλιχομένοις ὑπὲρ δεσπότου πάσχειν ἐπέστη. Ἀλλ' ὅτι τὰ καθ' ἡμᾶς ἐν ταραχῇ κατέστησεν; Ἀλλ' ἡμῖν γε προθυμουμένοις μᾶλλον ἢ τούτῳ μέμψαιτό τις. Ἀλλ' ὅτι ὑπεκρίθη τὸν βασιλέα καὶ προσικέ τευσε; Καὶ πρῶτον μὲν τίς οἶδεν ἂν ἀληθῆ ταῦτα; Ῥᾷον αὐτοῖς ἄλλον ἀντὶ τοῦ ἀληθοῦς ἐμφανίζειν καὶ ἀπατᾶν, εἰ ἐπισταῖμεν, ἢ τοῦτον ἄλλον ὄντα ἐκεῖνον ὑποκρινεῖσθαι. Εἶτα ἔστω καὶ τοῦτο. Πλὴν πᾶσι μὲν ἡ τοῦ πλείονος ἔφεσις, καὶ ἀγαπητὸν μὲν αὐτὸν ἕκαστον ὄντα τὸν σπουδαζόμενον τῶν καλῶν τυγχάνειν· εἰ δ' οὖν, ἀλλὰ καὶ τὸ δοκοῦντα μεγαλύνεσθαι μοῖραν 267 οὐ τὴν τυχοῦσαν φιλοτιμίας ἔχει. Τί οὖν ἑαυτοῖς ἀφέμενοι μέμφεσθαι, συναρπασθεῖσιν οὕτως καὶ κίνδυνον ἐπανῃρημένοις, μῶμον ἐκείνῳ προστρί βομεν καὶ ἀντὶ τοῦ σῴζειν μεγίστῳ κινδύνῳ περιβάλλομεν; Ἄλλως τε, εἰ καί οἱ τὰ παγχάλεπα πέπρακται, τὸ γοῦν σχῆμα τῆς ἱκετείας ἱκανὸν καὶ τὸν κάκιστον σῴζειν. Οὐδὲ γὰρ ἂν τί παθεῖν ἐκεῖνον, ἀλλὰ τί ποιεῖν ἡμᾶς ἄξιον προσκοπεῖν.» Ταῦτά τινων λεγόντων, ἐδόκει τισὶν ἀδοξεῖν τὰ μεγάλα, εἰ καταπροοῖντο τὸν ἱκέτην. Καὶ τὸ μὲν διηνεκῶς πολεμεῖνκαὶ γὰρ ἂν ἀνάγκῃ τοῦτ' εἶναι μὴ περιγενομένους τῶν πάντων· τοῦτο δ' ἦν ἀδύνατονὡς κινδυνῶδες καὶ ἄλλως ὂν ἀπρεπὲς ἀπέλεγον, τὸ δ' αὖθις καταπροεμένους τὸν ξένον σπένδεσθαι ἐπίμωμον ἔκρινον καὶ ἄδικον πάντη πρὸς τὸν ἡκότα, εἰ πιστεύσας ἐκείνοις σφάζοιτο. Τῷ τοι καὶ τὴν μέσην χωροῦντες, αὐτὸν μὲν ἀπεῖπον μὴ προδιδόναι, αὐτοὺς δὲ σπένδεσθαι οὕτως, εἰ θέλοιεν· εἰ δ' οὖν, ἀλλὰ διὰ τέλους μαχεῖσθαι συνετίθεντο. Ἐν τοσούτῳ οὖν τοῦ καιροῦ τριβομένου καὶ τῶν μὲν μηδὲν ἐχόντων ποιεῖν, τῶν δὲ μή τι ἀποκρινεῖσθαι, ὁ μὲν ξένος ἀνεῖτο φεύγειν εἰς Πέρσας· οἷς δ' ἦσαν ὑποσχέσεις παρὰ τῶν τῇδε καὶ συνθεσίαι, ἐσπένδοντο, τὰ πιστὰ λαβόντες τοῦ μὴ παθεῖν. Οἱ δέ, ταῖς σπονδαῖς πρὸς ἐκείνους ἡμερωθέντες, τοῖς ἄλλοις κακῶς καὶ ἀπηνῶς προσ εφέροντο καὶ προσετίμων ζημίαις οὐ φορηταῖς καὶ μείζοσιν ἢ ὥστ' ἐνεγκεῖν ἐκείνους· τὸ δ' ἐλαύνειν ἐκεῖθεν ἐξορίζοντας, ἄσμενοι ἂν εἰς τιμωρίαν μεγίστην πράξοντες, ὅμως ἐκωλύοντο πράττειν, μὴ καὶ τὰς ἄκρας ἐρημοῦν ἀνδρῶν τὰς ὁρμὰς τῶν Περσῶν ἀνέχειν δυναμένων. Ταῦτα περὶ τοὺς Τρικοκκιώτας καὶ τοὺς Ζυγηνοὺς διαπραξάμενοι, ἀνεχώρουν ἐπ' οἴκων.
229.13.1
Ὅπως διετέθη ὁ πατριάρχης μαθὼν τὰ συμβάντα καὶ ὅπως τὸν βασιλέα ἀφώρισεν. Τὸ μέντοι περὶ τὸν παῖδα Ἰωάννην συμβάν, μέγιστον ὂν ἢ ὥστε κρυβῆναι, ἔκπυστον γέγονε καὶ τῷ πατριάρχῃ. Ὁ δ' ἀκούσας ἐν δεινῷ ἐτίθει τὴν ἀγγελίαν καὶ οὐκ εἶχεν ὅ τι καὶ πράξοι, οὐδὲ καθεκτὸς ἦν ἀλύων. Εἶτα μὴ κρίνας ἀσφαλὲς ἑαυτῷ ἐπὶ τοιαύταις πράξεσι σιωπᾶν καὶ μὴ ἐπεξιέναι ἐπιτιμῶντα, προσκαλεσάμενος τοὺς περὶ αὑτὸν ἱεράρχας καὶ δεινὰ σχετλιάσας τὸ πρῶτον ὡς χλευασθεὶς καὶ ὅτι νόμοι καταφρονοῖντο Θεοῦ διὰ τῆς τῶν ὅρκων παραβασίας ὑπεραγανακτήσας, τέλος τί δεῖ ποιεῖν κατεσκέπτετο, ὡς 269 μὴ ψεῦδος ἀληθείας κατακαυχήσαιτο καὶ ὁ ἀδικήσας κερδαίνειν δόξοι, ἀνεχο μένης τῆς Δίκης. «Τὸ γοῦν ἐξ ἡμῶν, ἔφη, ἂν ἐκείνη περιαργοίη, δίκαιον γίνεσθαι, ὡς ἂν τῷ περὶ τούτων ἀγανακτεῖν μισοπόνηροι δόξωμεν.» Ταῦτα τοῦ πατριάρχου λέγοντος, ἀπήχθοντο μὲν οἱ περὶ ἐκεῖνον ἐκτόπως καὶ ἀπεστύγουν τὰ πεπραγμένα, τὸ δὲ πᾶν ἐπ' ἐκείνῳ κεῖσθαι διωμολόγουν, ὡς καὶ αὐτῶν ἑψομένων, εἴ τι ἂν ἐκείνῳ καὶ δόξοι. Ὁ δέ, ὅρκων ἐκείνων καταστενάξας καὶ μνησθεὶς ὅπως ἐμπεδοῖντο καὶ ἄλλοι μὴ οἷοί τε πράττειν τὰ ὀμωμοσμένα, αὐτὸς τὸ εἰς ἐκεῖνον ἧκον ποιεῖν ἀνεδέχετο μόνος. Πλὴν οὐ σωματικῶς σφάττειν ᾑρεῖτοοὐδὲ γὰρ ἄξιον· ὅσον δ' ἧκε κατὰ ψυχὴν πράττειν, οὐκ ἐρρᾳθύμει. Τὸ δ' ἦν πάντως ὅπερ διὰ τῆς μαχαίρας τοῦ Πνεύματος γίνεται, ὅ ἐστι ῥῆμα Θεοῦ, ὡς διαιρεῖν τὸν ἄξιον καὶ τὸν ἀνάξιον, καὶ τὸν μὲν εὐλογεῖν, τὸν δ' ἐκπέμπειν τῆς ὁλομελείας τοῦ σώματος τοῦ Χριστοῦ. Ταῦτα στήσας καθ' ἑαυτόν, τῶν ἄλλων τῷ μὲν δικαίῳ δυσωπουμένων, τῷ δὲ φοβερῷ συστελλομένων, μὴ καὶ ἀναιδέστερον ἀπεργάσαιντο, πέμψας ἐκεῖνος ἅμα τε ἐλέγχει ἀσεβήσαντα καὶ ἅμ' ἐπιφέρει τὴν τοῦ Πνεύματος τομήν, τὸν ἀφορισμόν. Ἐνταῦθά τις καὶ μέμψαιτο τοῖς γεγονόσι, ὡς οὐ κατὰ τρόπον γεγονόσι, καὶ ὑπεραπολογήσαιτο τῶν πραξάντων πάλιν, ὡς οὐκ ἄλλως ποιεῖν ἐχόντων. Καὶ ἡ μὲν μέμψις, ὅτι, θεὶς τὸν δεσμόν, ὑφῆκε τοῖς τοῦ κλήρου ψάλλειν ἐκείνου χάριν, ὥστε οἱ καὶ κοινωνεῖν ἐκείνους διὰ τῶν ἱερῶν τελετῶν, αὐτός τε τὰς ἱερὰς ἐτέλει μυσταγωγίας, ἐφ' αἷς ἦν ἀριδήλως τὸν δεσμοῖς πνευματικοῖς κατεχόμενον μνημονεύεσθαι. Ἡ δ' ἐπὶ τούτοις ἀπολογία, ὅτι αὐτάρκως εἶχε τοιούτῳ προσώπῳ τὰ τῆς ἐπιτιμήσεως, ὡς, εἰ καὶ προσετίθετο πλέον, κινδυνεύειν συγκεχύσθαι τὰ πάντα κατὰ τὸν Ἐμπεδόκλειον σφαῖρον καί τι καὶ παράλογον προβῆναι, τοῦ βασιλέως ἀπαυθαδίσαντος. Εἰ γὰρ δυσχερὲς μέγαν οἶκον μικρὰν δυστυχίαν δέχεσθαι, ὥσπερ καὶ μικρὸν μεγάλην, ἀλλ' οὖν τὸ τὴν μεγάλην δυστυχίαν τῷ μεγίστῳ οἴκῳ ἐπεισπεσοῦσαν μὴ κατὰ τὸ εἰκὸς ἐκμειλιχθεῖσαν καθυφιέναι τῆς ἀπηνείας οὐκ ὀλίγα βλάψειεν ἄν. Οἰδίποδες ταῦτα καὶ θοῖναι Θυέστου καὶ 271 πλάναι Ὀδύσσειοι μαρτυρήσουσιν. Οὕτω μὲν οὖν τοῦ πατριάρχου μετελθόντος τὸ τοῦ βασιλέως τόλμημα, ἑκὼν μὴ θέλων δέχεται τὴν ἐπιτίμησιν ὁ κρατῶν καί, τόπον διδοὺς τῷ δικαίῳ θυμῷ, ἡσύχαζεν, οὔτε μεμφόμενοςοὐ γάρ οἱ ἄξιον, καὶ τὰ τῆς πράξεως ὡς εἶχεν ἀπελογεῖτο. Ὅμως ἐν ἀφύκτοις οὐκ ἀγνοῶν κατεχόμενος, ἠρέμα διέφερε τὴν ὀργὴν καὶ καιρὸν μετανοίας ἐζήτει, ἐφ' ᾧ τὴν συγχώρησιν δέξασθαι· ἤλπιζε γὰρ ὡς, εἰ μικρὸν ἡσυχάσας, εἶτα, μεταγνῶναι δόξας, τὴν λύσιν ζητοίη, ἕψεταί οἱ παραυτίκα καὶ ἡ συγχώρησις.
229.14.1
Ὅπως διὰ τῶν τριήρεων ἠνδραγάθουν ὁ τοῦ στόλου τῆς Ῥωμαΐδος λαός. Ἀμέλει τοι καὶ μικρὸν ἐπισχὼν τὰ αὑτοῦ ἔπραττεν. Ὁ δ' οὖν σὴς τοῦ συνειδότος ὡς ὀστέον τὴν καρδίαν ἐβόσκετο, καὶ ταπεινὸς ἐδόκει, κἂν τῷ σοβαρῷ τῆς βασιλείας αἴρεσθαι προὐνοεῖτο, ἐφ' ᾧ μὴ καταφρονούμενος καὶ τῶν ἀναγκαίων ἀποτυγχάνοι. Τὸ γοῦν ναυτικὸν ἔπλει, καὶ αἱ τριήρεις, ταῖς νήσοις προσίσχουσαι, οὐκ ὀλίγας ἐκείνων ᾕρουν, καὶ παραυτίκα αἱ ἁλοῦσαι φρουροῖς ἠσφαλίζοντο, καὶ Ῥωμαίοις προσεκτῶντο αἱ Λατίνοις δουλεύουσαι· ἐξ ὧν ἁλισκομένη μὲν ἔγνωστο Νάξος, αἱρουμένη δὲ Πάρος ἠκούετο, καὶ Κέως καὶ Κάρυστος Ὠρεῷ κατὰ καιροὺς ἰδίους συνελαμβάνοντο, καὶ σὺν ἄλλοις ἄκρα Πελοπονήσου ἀμφὶ Μονεμβασίαν σὺν Σπάρτῃ καὶ Λακεδαίμονι ὑπὸ Ῥωμαίοις ἐγένοντο.
229.15.1
Ὅπως οἱ ἀδελφοὶ τοῦ βασιλέως τὰς τῶν δυτικῶν ἐνεχειρίσθησαν διοικήσεις. Τότε τοίνυν τοῖς ἀδελφοῖς ἐγχειρίσας τὰ δυσικά, τῷ μὲν δεσπότῃ Ἰωάννῃ τὰς ἀνατολικὰς παραδοὺς δυνάμεις συνάμα τῷ Σκυθικῷ, τὰ κατὰ γῆν προσέ ταττε μετιέναι καὶ τὰ τῶν Ἰλλυριῶν μεθέπειν καὶ Τριβαλλῶν καὶ τὰ Πηνειοῦ πέραν, τὴν ἰδίως Ἑλλάδα λεγομένην, κατατρέχειν, τῷ δεσπότῃ Μιχαὴλ πολε μοῦντα· οὐδὲ γὰρ ἦν αὐτὸν προφασίζεσθαι ὅτι, ἔξω που τῆς πατρίδος ὄντος 273 τοῦ βασιλέως, δικαιοῖτ' ἂν κἀκεῖνος τὰ μέρη κατέχειν. Τὸν δέ γε σεβα στοκράτορα Κωνσταντῖνον, ναυσὶν ἐμβιβάσας, ἐπὶ Μονεμβασίας ἐκπέμπει, παραδοὺς κἀκείνῳ ὅσον ἦν ἐκ Μαγεδῶνος Ῥωμαίων καὶ τὸ Περσικὸν ἅπαν· τὸ γὰρ Ἰταλικόν, μὴ ἁρμόζον πρὸς μάχην Ἰταλικήν, ὁ δεσπότης συνεπεφέρετο. Συνῆσαν δὲ τῷ μὲν δεσπότῃ πολλοὶ μὲν καὶ ἄλλοι τῶν μεγιστάνων καὶ ὁ Καντακουζηνὸς Μιχαὴλ ὁ καὶ μέγας ἐν ὑστέρῳ κονοσταῦλος, οἱ ἀνεψιοὶ ἐκείνου Ταρχανειῶται καὶ ἄλλοι συχνοὶ ἐκ τῆς δύσεως τῷ βασιλεῖ προσχωρή σαντες, τῷ δέ γε σεβαστοκράτορι ἄλλοι τε πλεῖστοι καὶ ὁ μέγας δομέστικος ὁ Φιλῆς Ἀλέξιος, σὺν αὐτῷ δὲ καὶ ὁ Μακρηνός, ὃν παρακοιμώμενον ὁ κρατῶν εἶχε. Τὸ δέ γε ναυτικὸν ἔπλει ἐξ ἦρος ἐς ἀρκτοῦρον κἀν πολλοῖς ηὐστόχει. Ἦγε δὲ τοῦτο ὁ Φιλανθρωπηνὸς ὁ πρωτοστράτωρ Ἀλέξιος, ἀνὴρ γεραρὸς καὶ γενναῖος, παρὰ τοσοῦτον εἰργόμενος τῷ μεγαλοδουκάτῳ σεμνύνεσθαι ἀξιώματι παρ' ὅσον ἦν ἄλλος ἐπὶ τοῦ ἀξιώματος, ὁ τοῦ παλαιοῦ Λάσκαρι τοῦ βασιλέως αὐτάδελφος, ἔξωρος ἤδη καὶ παρηβηκώς, ἐπὶ τῆς Κωνσταντίνου καθήμενος, βουλαῖς καθ' ἡσυχίαν τῷ βασιλεῖ τῆς τῶν κοινῶν φροντίδος ὡς ἐνὸν συναιρόμενος. Ὁ μέντοι γε Φιλανθρωπηνὸς ἀγχιστεύων τῷ βασιλεῖ· τὸν γὰρ ἀνεψιὸν ἐκείνου, τὸν τῆς Μάρθας υἱὸν Μιχαήλ, εἶχε γαμβρὸν ἐπὶ θυγατρί. Ὁ γοῦν τοιοῦτος κατεῖχε τὸ πλόϊμον καὶ ἦρος ἐξαρτυόμενος στόλον ἀπέπλεεν. Ὅμως δ' ἐσύστερον, θανόντος τοῦ Λάσκαρι, τὴν τοῦ μεγάλου δουκὸς ἀξίαν παρὰ βασιλέως εἰς ἀμοιβὴν τῶν κόπων ἐλάμβανεν, ὡς ῥηθήσεται. 275 Ἀλλ' οὗτοι μὲν τριχῇ κοσμούμενοι ἀνὰ μέρος τὰ κατὰ δύσιν μεθεῖπον. Καὶ ὁ μὲν δεσπότης τῷ Μιχαὴλ δεσπότῃ ἐπεῖχε καὶ ἀνεκαλεῖτο τὴν ἐκείνου χώραν, ὡς πάλαι τῇ βασιλείᾳ προσήκουσαν. Ὁ δὲ εἶχε μὲν πρότερον προ φασίζεσθαι καὶ ἐπροφασίζετο πιθανολογούμενος ὡς οὐκ ἀνάγκη, αὐτοῦ τοῦ βασιλέως τὸν τῆς βασιλείας θρόνονὁ δ' ἦν ἡ Κωνσταντινούπολιςμὴ κατέχοντος, αὐτὸν ἀπαιτεῖσθαι τὸ λεῖπον· ἀπαιτητέα γὰρ εἶναι μᾶλλον τὸν θρόνον τοὺς Ἰταλοὺς ἢ ἐκεῖνον τὰ κατὰ δύσιν, οὕτως ἀνηρτημένους πάμπαν καὶ μόλις ὁριζομένους Θεσσαλονίκῃ. Τοιαῦτα γοῦν ἀπελογεῖτο πρότερον. Τότε δὲ ἀλλὰ χώραν ἣν οἱ γονεῖς ἐκείνου πόνοις καὶ ἱδρῶσι καὶ μόνον, οὐχ αἵμασι στάζοντες, προσεκτήσαντο καὶ κλῆρον κατέλιπον τοῖς παισί, πῶς ἂν καὶ δικαίως ἀπαιτούμενος ἀποδῴη; Ἰταλοὺς γὰρ ἀφαιρου μένους καὶ μὴ Ῥωμαίους κατὰ τὸ δίκαιον ἔχειν καὶ τοῖς ἐξ ἐκείνων εἰς διαδοχὴν καταλείπειν ὡς σφέτερον κλῆρον ἐξ ἀρετῆς· εὖ γὰρ καὶ λελέχθαι ὡς οὐδὲν οὐδενὸς πλὴν τοῦ σπουδάζοντος κατὰ πόλεμον. Καὶ οὕτω μὲν διαμφισβητούντων, τὰ Ῥωμαίων τῷ δεσπότῃ στρατεύματα κατετρίβοντο. Ὁ δέ γε σεβαστοκράτωρ, τῇ Μονεμβασίᾳ καὶ τοῖς πέριξ προσκαθήμενος, καθημερινοὺς πολέμους πρὸς τὸν πρίντζην ἐξῆγεμηδὲ γὰρ ἀρκεῖσθαι τῷ μέρει τῆς νήσου, πᾶσαν δὲ κρατῆσαι θέλων, ὑπάρχους ἔχων τόν τε μέγαν δομέστικον τὸν Φιλῆν καὶ τὸν παρακοιμώμενον Μακρηνόν, ὡς ἐνὸν ἠγωνίζετο.
229.16.1
Τὰ κατὰ τὸν παρακοιμώμενον Μακρηνὸν Ἰωάννην. Ἦν δ' εὐδοκιμῶν ὁ παρακοιμώμενος καὶ παρ' ἐχθροῖς ὄνομα ἔχων ἐπὶ στρατείᾳ καὶ τὸ φοβερὸν ἐνδεικνύμενος, ὥστε καί, τοῦ σεβαστοκράτορος ἐκεῖ θεν ἐπαναζεύξαντος ὕστερον, αὐτοὺς ἐγκαταλελεῖφθαι καὶ τοῦ στρατεύματος ἄρχειν καὶ δὴ μαχομένους πολλάκις μὲν εὐστοχεῖν, μίαν δέ γε σφαλέντας κατὰ πόλεμον κρατηθῆναι καὶ ἀμφοτέρους. Τότε τοίνυν ἐπ' ὀλίγον κατεχο μένων ἐν φυλακαῖς, ὁ μὲν μέγας δομέστικος ἀποθνῄσκει, ἡ δ' ἐκείνου πενθερὰ Εὐλογία δεινὰ ἐποίει τῷ βασιλεῖ προσαγγέλλουσα ὡς προδῴη μὲν ὁ παρα κοιμώμενος τὸν ἐκείνης γαμβρὸν καὶ ὡς ἐπίτηδες κρατηθείη καὶ οὗτος εἰς πόλεμον, ὀρύσσων βόθρον τῷ συστρατήγῳ, καὶ ὡς ἀληθῶς ἐπὶ τούτοις κατηγορεῖται, λόγους ἔχων καὶ συμφωνίας πρὸς τὸν πρίντζην λαμβάνειν τὴν 277 τοῦ Λάσκαρι Θεοδώρου τοῦ βασιλέως θυγατέρακεχήρωτο γὰρ τοῦ ἀνδρός, ἐκεῖσέ που διάγουσαν, καὶ μετ' αὐτῶν εἶναι, παραδόντα τὴν χώραν, καὶ ἀντιπράττειν τῷ βασιλεῖ. Ταῦτα λέγουσα καί γε προστιθεῖσα, ἡ Εὐλογία πρὸς τὸν ἀδελφὸν πιθανὴ ἐδόκει· ἦν γὰρ ἐκ πολλοῦ τοιαῦτα ἀκούσας περὶ ἐκείνου καὶ ὁ βασιλεύς. Συνίστα δὲ τὰς κατηγορίας καὶ τὰ τοῦ ἀνδρὸς κατορθώματα, ὡς εἰκὸς εἶναι οὕτως εὐδοκιμοῦντα ὑπελθεῖν ἐκεῖνον τὸν πρίντζην καὶ τοιαῦτα μετ' αὐτοῦ συσκευάζεσθαι. Τὸ δέ γε πρὸς τὴν θυγατέρα τοῦ βασιλέως κῆδος καὶ λίαν ἱκανὸν οἰόμενος πείθειν ἐκεῖνον, ὡς μεγίστοις ἐπιγαμβρευσόμενον, καὶ λίαν παρέκνιζεν εἰς ὀργὴν διὰ τὴν τοῦ μίσους τῆς γυναικὸς ὑποψίαν. Ὅθεν καὶ ὡς ἀληθινὰ τὰ πιθανὰ δεξάμενος, τιμωρεῖν ἤθελε παραυτίκα καὶ παρὰ τοῖς ἐχθροῖς ἐν τῇ φυλακῇ συνισχημένον τὸν ἄνδρα. Καὶ πέμψας αὐτὸν ἀνταλλάττει μεγίστων προσώπων Ἰταλικῶν καὶ παρασχεδὸν τῶν ὀφθαλμῶν ἀφαιρεῖται, ἀξίας ἀντιδόσεις διδοὺς τῶν ἀνδραγαθημάτων ὧν ἐκεῖνος εἰργάζετο κατὰ πόλεμον, τοῖς ἐχθροῖς γενναίως καὶ ἀνδρικῶς ἀνθιστάμενος. Ἀλλ' οὕτω μὲν καὶ ταῦτα συνέβη. Ὁ δέ γε πρωτοστράτωρ Φιλανθρωπηνὸς Ἀλέξιος, ταῖς νήσοις προσ ίσχων τὰς ναῦςτὸ γὰρ Γασμουλικὸν θαρρούντως εἶχε πρὸς μάχας, ὡς αὐτοὺς μὲν πρὸς μάχην, τοὺς δέ γε λεγομένους προσελῶντας εἰς ἐλασίαν καὶ μόνην τάττεσθαι, προσέτι δὲ καὶ Λακωνικὸν ἔχων, οὓς δὴ ἀπὸ Πελοπονήσου μετῴκιζεν ὁ κρατῶν, τούτους πάντας ἐπὶ νηῶν φέρων, ἐκάκου τὰς νήσους καὶ τὸν τῶν ἐχθρῶν πλοῦτον προσῆγε τῷ βασιλεῖ.
229.17.1
Ὅπως ὁ βασιλεὺς τὰ περὶ τὸν Αἷμον διατεθείκει, αὐτὸς ἐπιτάττων τοῖς στρατηγοῖς τῶν δυνάμεων, οἴκοι καθήμενος. Οὐ μὴν δ' ἀλλ' οὐδὲ βασιλεὺς οἴκοι καθήμενος ἠπράκτει καὶ τῶν πραγμά των κατερρᾳθύμει· πόθεν; Πολλοῦ γε καὶ δεῖ. Εἶχε γὰρ ταῖς ἀληθείαις καὶ βασιλικὸν φρόνημα ὁ ἀνὴρ καὶ οὐ κατεδέχετο περιφρονούμενος. Ὅθεν καὶ συχνάκις μὲν πρὸς τὸν πάπαν πρέσβεις ἐξῆγε καὶ δώροις ὑπήρχετο· αἰὲν γὰρ ἐκεῖθεν τὸν κίνδυνον καθυπώπτευεν, ὡς μηδ' ὁπωσοῦν ἠρεμησόντων τῶν Ἰταλῶν· δι' ὧν καὶ τἀκεῖθι ὡς ἐνὸν κατασφαλιζόμενος, ἐπεχείρει τοῖς 279 ἄλλοις θαρρούντως. Συχναῖς οὖν πρεσβείαις καὶ δεξιώσεσι μὴ μόνον πάπαν, ἀλλὰ καὶ πολλοὺς τῶν καδδηναλίων καὶ τῶν παρ' ἐκείνῳ δυναμένων ἐξεμειλίσσετο. Πρὸς δέ γε τοὺς Βουλγάρους, οὐδ' ἐκείνους ἠρεμεῖν εἴα, ἀλλ' ἐκ τοῦ σύνεγγυς παρεκίνει· ἦν γὰρ καὶ ἄλλως προφανὲς τὸ πρὸς ἐκεῖνον ἔχθος τοῦ Κωνσταντίνου, ἐξοτρυνομένου παρὰ τῆς γυναικὸς Εἰρήνης τοῦ παιδὸς χάριν Ἰωάννου, ἀδελφοῦ γε ὄντος, καὶ ὧν ἐξ ὑπογύου οὐκ ἐνδίκως, ὦ Δίκη, πέπονθεν. Ἀνάγκη δ' ἦν ἔχθος ἔχοντα παρ' ἐκείνων τὸν βασιλέα καὶ αὐτὸν ἐχθραίνειν καὶ ἀντιξύειν τὸν ξύοντα. Μέχρις οὖν Ὀρεστιάδος ὁριζομένης τῆς Ῥωμαΐδος καὶ μόλις πρότερον, ὡς τῶν ἐκεῖθεν ὑπὸ Βουλγάροις ὄντων, πέμπων αὐτὸς συχνὰς ἀποστολὰς στρατευμάτων, αὐτὸς ἐντεῦθεν διαταττό μενος, τὸ θαυμάσιονκαὶ γὰρ ἃ μὲν ξυνέβη ἰδεῖν, τούτοις γινώσκων, τοὺς πεμπομένους ἐπέταττε καὶ ὅπου προσκαθίσαιντ' ἂν καὶ ὅπως ξυμβαλοῖεν καὶ ὅθεν ὁρμήσαιντ' ἄν, ἢ ἐκ λόχων ἢ φανεροί, ἡμέρας ἢ καὶ νυκτός, τάττων ἐντεῦθεν τὰ πάντα· εἰ δ' οὐκ εἶδε τὸν τόπον, κελεύων διαγράφειν τοὺς εἰδό τας, αὐτὸς καθίστα προστάττων, καὶ ἦν ἐπηρτημένη κρίσις τῷ παρακού σαντι, αὐτὸς τοίνυν, πέμπων τὰς δυνάμεις τῷ τότε, συχνὰ τῶν ἐκεῖ ὑφ' αὑτῷ ἐποίει, καὶ ἡλίσκετο μὲν Φιλιππούπολις, ἐκρατεῖτο δὲ Στενίμαχος φρούριον, καὶ ἅπας ὁ Ἔξω τοῦ Αἵμου Ζυγὸς συγκατείχετο. Ἑάλω δέ, τοῦ Μυτζῆ διδόντος, ὡς λεχθήσεται, καὶ Μεσέμβρεια μεγάλη πόλις, καὶ Ἀγχίαλος συνηλίσκετο· καί γε τὰ πέριξ ἐκείνων, ἅπαξ γευσάμενα τῆς μεταβολῆς, ἠγάπων ὑπὸ βασιλεῖ διοικούμενα. Κωνσταντίνῳ δὲ διὰ ταῦτα ἔκπληξις ἐμπίπτει, καὶ ἀμύνεσθαι μὲν οὐκ εἶχε τὸ τηνικάδε, ὅμως δ' ἐνεκότει τοῖς πεπραγμένοις καὶ καιρὸν ἐζήτει, ὃν δὴ καὶ τῶν πραγμάτων ψυχὴν λέγουσιν, ἀξίως ἀμυνεῖσθαι. 281
229.18.1
Ὅπως, ὑπερχόμενος τὸν πατριάρχην, ὁ βασιλεὺς τὴν τοῦ ἀφορισμοῦ λύσιν ἐζήτει. Τῷ μέντοι γε βασιλεῖ καὶ ταῦτα πράττοντι οἱ λογισμοὶ ὁσημέραι διετα ράσσοντο· οὐ γὰρ ἠρεμεῖν ἐκεῖνον εἴα τὸ συνειδός· τὸ γὰρ τοιούτοις δεσμοῖς συνδεδέσθαι ἶσα καὶ τὸ μηδὲν εἶναι ἐτίθει. Τῷ τοι καὶ μήτε τόπον ἀπολογίας ἔχων, μήτ' ἐπίνοιαν τοῦ τὴν δίκην ἀποθέσθαι, ὑπ' ἀμηχανίας ἐπὶ μεσίτας πνεύματι ζῶντας καὶ συνήθεις τῷ πατριάρχῃ ἐτρέπετο καὶ κατηντι βόλει θερμῶς τοῦ δεσμοῦ τὸν ἱκέτην ἀνεῖναι καὶ μετεγνωκότι τὴν θεραπείαν ἐπάγειν, ἣν ἐκεῖνος βούλεται· εἶναι γὰρ ἕτοιμον πράττειν ὅ τι προστάσσοι, τὸ μέντοι γε γεγονὸς ἀποίητον θεῖναι μὴ δυνατὸν ὅλως εἶναι. Οἱ δέ, παρὰ τὸν πατριάρχην ἐρχόμενοι, ἀπήγγελλον μὲν καὶ τὰ τοῦ βασιλέως, καὶ ἀφ' αὑτῶν δὲ πλεῖστα προσετίθουν, τῷ βασιλεῖ χαριζόμενοι. Ὁ δ' ὑπερεώρα τὴν δέησιν καὶ οὐδ' ὅλως προσεῖχε· περιστερὰν γὰρ βαλεῖν εἰς τὸν κόλπον ἔφη κἀκείνην, μετασχηματισθεῖσαν εἰς ὄφιν, δῆξαι πρὸς θάνατον. Ὑπεδήλου δὲ δι' ἀμφοῖν τῶν ἐναντιωτάτων ζῴων τὸν αὐτὸν βασιλέα καὶ ἕνα, οὐ φύσιν, ἀλλὰ γνώμην σφίσι παρεικαζόμενον. Καὶ ταῦτα μὲν ὁ πατριάρχης καὶ πλείω τούτων, καὶ ὡς οὐδ' ἄν, εἴ τι καὶ γένοιτο, τὸν ἀφορισμὸν λύσειε, κἂν προσα πειλῇ τὰ κακά, κἂν αὐτὸν θάνατον. Οἱ δ' ὑπονοστοῦντες καὶ τὰ τοῦ πατριάρχου δηλοῦντες εἰς ἀμηχανίαν πλείστην ἐνέβαλλον τὸν κρατοῦντα. Καὶ ὃς ἐπειδὴ καὶ τὸ αὐτοπρόσωπον ἀντιφάρμακον λέγουσιτοῦτο γὰρ εἶναι ταῖς ὑπονοίαις καὶ τὴν Γοργώ, αὐτὸς ἔγνω προσερχόμενος ἐντυγχά νειν καὶ τὴν λύσιν ἐξομολογούμενος ἐκζητεῖν. Ἐφίστατο τοίνυν πολλάκις· καὶ ὁ μὲν ἐζήτει τὴν θεραπείαν τοῦ τραύματος, ὁ δὲ τὰ τῆς θεραπείας πράττειν προσέταττε, πλὴν οὐκ ἐπὶ ῥητοῖς, ἀλλ' ἀορίστως καὶ ἀφανῶς. Καὶ ὁ μὲν ῥητῶς ἐζήτει μαθεῖν ἐπὶ τῷ ποιεῖν προθύμως ὅ τι καὶ λέγοι, ὁ δὲ καὶ πάλιν ἀορισταίνων ἔλεγε· «Ποίει τὴν θεραπείαν καὶ δέξομαι.» Ὡς δὲ πολλάκις ἐκεῖνος μὲν ἐζήτει τὰ φάρμακα, ὁ δ' οὐ φανερῶς ἔλεγεν, εἰπεῖν τὸν βασιλέα· «Καὶ τίς οἶδεν εἰ καὶ πλείω ποιοῦντα οὐ προσθήσῃ τοῦ δέξασθαι;» Καὶ τὸν ἀποκρίνασθαι ὡς μεγάλων ἁμαρτημάτων μεγάλην εἶναι δεῖ καὶ τὴν ἀντίποινον θεραπείαν. Καὶ τὸν βασιλέα, πρὸς τὸ βαθύτερον βάψαντα· «Τί δαί, εἰπεῖν, 283 μὴ τῆς βασιλείας ἐκστῆναι κελεύεις;» Καὶ οὕτω λέγοντα, τὴν σπάθην ἀπο ζώννυσθαι καὶ διδόναι, τῆς ἐκείνου διανοίας ἀποπειρώμενον. Ἐκείνου δὲ τὴν χεῖρα κατὰ σπουδὴν προτείναντος, ἐφ' ᾧ λαμβάνειν τὸ δῆθεν διδόμενον, μήπω τελέως καὶ τῆς ὀσφύος ἀπολυθέν, παλινῳδίαν τε ᾄδειν τὸν βασιλέα καὶ ὡς ἐπιβούλῳ οἱ τῆς σφετέρας ζωῆς ὀνειδίζειν, εἰ οὕτω βούλεται. Πλὴν καὶ τὴν ἐπὶ κεφαλῆς καλύπτραν ἀποτιθέμενος, ἐς πόδας ἐκείνῳ ἑαυτὸν ἐρρίπτει καί, πολλῶν βλεπόντων, οὐ κατῃδεῖτο. Ὁ δ' ἀπέπεμπεν ἐμβριθῶς καὶ ὑπερεώρα ἀπρὶξ τῶν γονάτων ἐχόμενον. Οὕτως ἡ ἁμαρτία περιδεές, οὕτως ἡ ἀρετὴ τίμιον. Ὡς δὲ πολλάκις παρακαλῶν ἠκολούθει καὶ κατηνάγκαζεν, ἐκεῖνος, εὐθὺς τὴν κέλλαν ὑποδυόμενος, ἀπεζύγου τε τὰς θύρας αὐτῷ κατὰ πρόσωπον καὶ ἀργὸν ἠφίει. Ταῦτα πολλάκις προσιὼν καὶ δράσας τε καὶ παθὼν καὶ μηδὲν ἀνύων, ἐξηγρίαινέ τε αὐτίκα καὶ σκληρότητα τοῦ πατριάρχου ἐπὶ πολλῶν κατηγόρει, καὶ ὡς τὰ κοινὰ κελεύει καταπροεῖσθαι διελοιδόρει, καὶ μήτε φόρους ἐκλέγειν μήτε τέλη πράττειν μήτε μεταχειρίζειν πράγματα μήτε μὴν διοικεῖν τὴν ἀρχὴν ὅλως προστάττων, οὕτω θεραπεύειν αἱρεῖται ὁ τῶν ἡμετέρων θερα πευτής. Καὶ τέλος ἐπετίθει πολλάκις ὡς, ἐπεὶ καὶ κανόνων ὑπερφρονεῖ ὁρι ζόντων μετάνοιαν, προσπίπτειν τῷ τῆς Ῥώμης πάπᾳ καιρὸς καὶ ἀντιβολεῖν σῴζεσθαι. Οὕτως ἔχων, ἐγκοτῶν ἐντεῦθεν καὶ βαρυνόμενος, ἐπὶ τὴν τῶν κοινῶν διοίκησιν πάλιν ἐτράπετο, ἀπειπάμενος μὲν προσπίπτειν καὶ αὖθις ᾔδει γὰρ οὐκ ἀνύσων, ἐγκαίρως δὲ τὴν ἄμυναν διαθέσθαι τῶν δεόντων ἡγεῖτο.
229.19.1
Ὅπως συνῆλθον ἐν ταὐτῷ κατὰ συνθεσίας οἱ δεσπόται Ἰωάννης τε καὶ Μιχαὴλ ὁ τῆς δύσεως. Τότε τοίνυν καὶ πάλιν ἀπεπειρᾶτο τῶν δυτικῶν· οὐδὲ γὰρ ἦν, οὐκ ἦν, ἐπὶ ταὐτοῦ μένειν ἐκείνους, καὶ διὰ τοῦτο οὐκ ἦν ἠρεμεῖν καὶ τὸν δεσπότην Ἰωάννην οὐδὲ πρὸς ὀλίγον, ἅμα μὲν καθέδρᾳ, ἅμα δὲ καὶ ὁρμητηρίῳ Θεσσα λονίκῃ χρώμενον. Ἔνθεν τοι καὶ αὖθις, καίτοι τῶν κατ' ἀνατολὴν πονούντων, ἅμα δυνάμεσι πλείσταις τὸν δεσπότην ἐκπέμπει. Καὶ δὴ τὴν ταχίστην ἐπιβὰς ἐκεῖνος Θεσσαλονίκης συνέταττέ τε τὰς δυνάμεις καὶ πόλεμον ἐξάγειν κατὰ 285 Μιχαὴλ ηὐτρεπίζετο. Καὶ μηδὲ τελέως ἀκουσθεὶς ἐπιστάς, ἅμ' ἠκούετο καὶ ἅμα ταῖς χώραις προσέβαλλε, λείαν τε πλείστην περιβαλλόμενος ὑποστρέφει. Καὶ ὁ μὲν τὰς δυνάμεις κατεῖχε διαχειμεριούσας περὶ τὸν Βαρδάριον, ὡς ἅμα ἦρι προσβαλῶν αὖθις. Ὁ δὲ Μιχαήλ, φόβῳ ληφθεὶς οὐ μετρίῳτὸν γὰρ δεσπότην καὶ ἐξ ἀκοῆς ἐδεδίττετο, τὰ πολλὰ πρὸ τοῦ τῷ Ἰταλικῷ στρατεύματι φρυαττόμενος· διὰ γὰρ τὸ πρὸς τὸν τοῦ Φερδερίχου παῖδα τὸν Μαφρὲ κῆδος ἐπὶ τῇ θυγατρὶ ἕτοιμον βοηθῆσον εἶχε τὸ ἐκεῖθεν στρατιωτικόν, ἀφεὶς τὸ ἐπ' ἐκείνοις θαρρεῖν, ἐπὶ σπονδὰς καταφεύγει καὶ πέμψας ἱκετεύει τὸν Ἰωάννην, κατα κλαιόμενός τε τὰς προτέρας παλιμβολίας καὶ περὶ τῶν μελλόντων ἐχέγγυον ἀσφαλὲς τοὺς ὅρκους ἐδίδου· ἐζήτει τε καὶ συνελθεῖν ἅμ' ἐκείνῳ καὶ πίστιν γενέσθαι βεβαίαν ἐκ τῆς πρὸς ἀλλήλους θέας ἠβούλετο. Ὁ γοῦν δεσπότης, τὴν πρεσβείαν δεξάμενος, ὡς λαβὼν παρὰ βασιλέως ἐκχώρησιν, ἐκέλευε τοὺς ὅρκους γενέσθαι· καὶ δὴ συνελθὼν αὐτῷ ἐφ' ὁρισθείσης ἡμέρας καὶ κατασπα σάμενος ἀπλάστῳ ἤθει, εἰ κἀκεῖνος καὶ πάλιν τὸν δόλον ἔκρυπτεν, πρὸς τὰ οἰκεῖα ἐκπέμπει.
229.20.1
Ὅπως ὁ δεσπότης Ἰωάννης, ἀπαλλαγεὶς τῶν δυτικῶν, τοῖς κατ' ἀνατολὴν ἐχθροῖς προσβάλλει, καὶ μερικὸς ἔπαινος τούτου. Τὸν μέντοι γε δεσπότην Ἰωάννην μετακαλεσάμενος ἐκ Θεσσαλονίκης ὁ βασιλεύς, μικρὸν ὅσον συνδιατρίψαντά οἱ, ἅμα ταῖς δυνάμεσι πρὸς ἀνατολὴν ἐκπέμπει, τοῖς Πέρσαις ὡς ἦν συμμίξοντα. Ἦν δὲ κἀκείνῳ τρυφὴ τὸ ἐκείνοις ἐφιστάναι καί τι τῆς αὐτοῦ δόξης ἄξιον διαπράξασθαι. Ἦν γὰρ ταῖς ἀληθείαις ὁ ἀνὴρ ὀξύτατος, ὡς νῦν μὲν ἐνταῦθα ἀκούεσθαι, νῦν δὲ παρεῖναι ὅπου τις μηδὲ προσεδόκησεν ἂν πώποτε. Σκευὰς δ' ἐκείνας καὶ σαγμάτων πλήθη καὶ θεραπείας ἀφείς, ἑσπέρας ἐνσκευαζόμενος, ἵπποις ἐχρᾶτο ταχυδρομοῦσι καὶ τοῖς μηδ' εἰς νοῦν τὴν ἐκείνου ἔχουσι παρουσίαν ἐφίστατο. Καὶ ἵνα μὴ καταχαλῷτο τὸ σῶμα κινούμενον ἐφ' ἵππων καὶ ἀναβρασσόμενον συνεχῶς, κειρίαις τὸ σῶμα διείληπτό τε καὶ συνεσφίγγετο. Διὰ ταῦτα καὶ ἠνδραγάθει τὰ μέγιστα, φοβερὸς ἅπασιν ὤν, ἅμ' ἀκουόμενος καὶ ἅμ' ἐφιστάμενος. Τὸ μέντοι γε στρατιωτικὸν καὶ λόγοις ἔθαλπε καὶ δώροις ἐθεράπευε καί, τὸ μέγιστον, οὐ δεσποτικῶς ἐκείνοις, ἀλλ' ἀδελφικῶς προσεφέρετο, ἀνὴρ 287 θεοφιλὴς καὶ πρᾶος καὶ χρηστὸς ἀνυπόκριτος. Εἰς δὲ φιλοδωρίαν καὶ πάντας ἐνίκα. Ἐπήνθει δὲ καὶ τὸ σῶφρον ἐκείνῳ, ὡς μηδὲν παρὰ μίαν ἀκουσθῆναι ὑποταγεῖσαν αὐτῷ πλὴν τὴν σύζυγον εἰς ἡδονῆς νόθου κλωπείαν· ἐκείνη δ' ἐκ νοθείας καὶ μόνη τούτῳ θυγάτριον φυσικόν, ἀλλ' οὐ νόμιμον, ἀπεγέννησεν, ὃ καὶ τῷ μέπε Ἰβηρίας Δαυῒδ εἰς γάμον ἐδίδοτο. Τὰ δ' ἄλλα μέτριος ἦν καὶ καρτερικὸς ἐφ' ἅπασιν, εἰς δ' οἰκειακὴν τάξιν καὶ λίαν φιλότιμος καὶ τὸ σύμπαν περιφανής. Καὶ ἀκριβῆ σημεῖα τῆς μὲν φιλαγαθίας αὐτοῦ καὶ φιλοκαλίας περὶ τοὺς οἰκείους, ἐξ ὧν ἐκείνους παιδεύεσθαι συνέβαινεν ἐς τὸ ἀκριβὲς καὶ εἰς ἀληθι νοὺς ὑπηρέτας ἀποβαίνειν, τό, θανόντος ἐκείνου, τοὺς ἐκείνου θεραπευτὰς ἐπ' ἀξιώμασι μεγίστοις ἀξίους λογισθῆναι δουλεύειν τῷ βασιλεῖ· τῆς δέ γ' ἀφιλοχρηματίας ἢ μᾶλλον μισοχρηματίας, εἰπεῖν οἰκειότερον, καὶ τὸ πάντα στρατιώταις προΐεσθαι, ἐξὸν πιθάκνας ἔχειν χρημάτων καὶ ὑπερπλου τεῖν, ὡς πολλοὺς καὶ μεγάλους διενεγκόντα πολέμους καὶ χώρας πάσας ταῖς στρατιωτικαῖς ἐμπειρίαις παραστησάμενον, ἔτι δὲ κἀκ τῶν ἐνόντων εἰς ἰδίας οἰκονομίας προσκτᾶσθαι πλείονα, τὸ μετριώτατον, ὅτι καὶ πολλοῖς δοκεῖ ἀρετῆς ἄκρας σημεῖον τὸ τὰ οἰκεῖα καρπίζεσθαι, μηδὲν ἔξωθεν προσκτωμέ νους. Ὁ δέ, τοιαύτας εἰς τὸ πλουτεῖν ἀφορμὰς προβαλλομένης τῆς τύχης, τὸ οὕτω πλουτεῖν ἐκ πλεονεξίας ἐκτόπως ἀπέστυγε καὶ ἐμίσει, μόνῃ τῇ δόξῃ ἐνασμενίζων, ἧς οὐδὲν εἶχε προτιμᾶν ἄλλο· μόνη γὰρ τῶν κατὰ βίον πραγμάτων δόξα τοῖς ἀπελθοῦσι παρέπεσθαι πέφυκε. Καὶ ὁ μὲν νόμος τοῦ τῶν χριστιανῶν νομοθέτου Χριστοῦ, οὐ Σόλωνος οὐδὲ Λυκούργου, ἀλλ' αὐτοῦ τοῦ πλάστου καὶ ποιητοῦ καὶ Θεοῦ, ἐκ τῶν προσόντων διδόναι καὶ ἀντιλαμβάνειν τὰ μείζω· ὃ δὴ καὶ πιστευτέον ἐπάναγκες, εἰ πιστεύοι τις τῷ Χριστῷ, μὴ μόνον καθότι βαπτίζοιτο, ἀλλὰ καὶ καθότι ἀληθινὸν ἐκεῖνον ἔχοι, ἐφ' οἷς ἐπαγγέλλεται· βαπτισθέντα δὲ καὶ πιστεύσαντα, μὴ καὶ τοῖς λόγοις πιστεύειν ἐκείνου, μηδὲ τὸ πρώτως πιστεύειν ἔχειν, κἂν ὅ τι λέγοι. Καὶ ὁ μὲν Χριστοῦ νόμος οὗτος ἀνταμείβεσθαι κατὰ τὸ ἑκατονταπλάσιον ἐπαγγέλλεται· χωρὶς δὲ καὶ τοῦ προσδοκᾶν ταῦτα, ἀπόχρη καὶ μόνη ἡ παραμένουσα δόξα, 289 ἵν' εἴποι τις καὶ κατ' ἄνθρωπον, πείθειν τὸν συνετὸν οὐχ ὅπως πλεονεκτικῶς χρηματίζεσθαι, ἀλλὰ καὶ τὰ προσόντα τοῖς τυχοῦσι προΐεσθαι· ἐξαίρω δέ γε τοῦ λόγου τοὺς ἐπ' ἀναγκαίαις δοκούσαις χρείαις τινὰ τῶν ὄντων παρακα τέχοντας, εἰ μή γε καὶ αὖθις ἔχοιεν ἐκπορίζεσθαι. Ἀλλὰ ταῦτα μὲν ὁ δεσπότης Ἰωάννης καὶ λίαν ἔγνω καὶ γνοὺς τά οἱ συνοίσοντα ἔπραττεν. Ἐπεὶ δὲ οἱ ἀμφὶ τὸν μοναχὸν Νεῖλον, ὃς ἐκ Σικελίας μὲν ὥρμητο, ἐπὶ κακῷ δὲ τῆς τῶν Ῥωμαίων πολιτείας ἐπέστη, διδάσκων γλισχρεύεσθαι καὶ προμηθεῖς εἶναι τοὺς ἀνθρώπους περὶ τὴν δόσιν, μήπως λαθών τις, μετρίως τῶν πραγμάτων ἔχων, λαβὼν τῷ μὲν διδόντι τὴν τοῦ κακῶς οἰκονομεῖν τά οἱ προσόντα προστρίψοι μέμψιν, τὴν δὲ χάριν ἐκείνην οὐκ ἐπὶ μισθῷ, ἀλλ' ἐν κενοῖς γενέσθαι παρασκευάσοι, ὡς ἐντεῦθεν μηδένα διδόναι τῶν πάντων ἐξ ἀνάγκης ἐχόντων τι, διότι καὶ τοῦ εὖ πάσχειν κατὰ τὸν ἐκείνων νόμον ἀπείργοιτ' ἂν εὐπρεπῶς καὶ οὕτως ὁ τῆς μεταδόσεως ἀσθενοίη νόμος... Ὢ πῶς ταῦτά τις καὶ ἐξαγγείλοι, ἰδίου χρῄζοντα καιροῦ; Ὁ γοῦν δεσπότης, ἔχων πρὸς τοῖς ἄλλοις καλοῖς καὶ τὸ φιλομόναχον, ἐκείνους που παρεισφρήσαντας τῇ οἰκίᾳ ὡς ἀρετῆς φίλους δέχεται, κἀντεῦθεν σύγχυσίς τις ἐπὶ μικρὸν περὶ τὰς τῶν οἰκείων δόσεις ἐκ τῆς ἐκείνων διδασκαλίας ἐπηκολούθει. Καὶ τὰ μὲν κατὰ τὸν δεσπότην οὕτως· ἐνέαζε γὰρ ταῖς προ θυμίαις καὶ δῆλος ἦν τὴν τῆς Ῥωμαΐδος σύστασιν περὶ πλείστου ποιούμενος. Τότε τοίνυν τῶν κατὰ τὴν ἕω πραγμάτων κακῶς ἐχόντων, σὺν πολλῷ τῷ τάχει τοῖς κατὰ τὸν Μαίανδρον τόποις ἐπεχωρίαζεν. Ἔτι δὲ καὶ αἱ περιφανεῖς κατ' ἐκεῖνο καὶ μεγάλαι μοναὶ ὑπὸ σκοπῷ καὶ φύλακι τῷ δεσπότῃ συνίσταντο. Καὶ δὴ ἃ μὲν οἱ Πέρσαι προκαταλαβόντες κατέσχον, συνεκχωρησάντων τῶν πολλῶν ἐκεῖθεν τοῖς βασιλεῦσι κἀκείνου λείποντος, τὰ περὶ τὴν Στρόβιλον λέγω καὶ τὴν Σταδιοτραχίαν, ὡς ἀδύνατα ὄντα ἐπανακεκλῆσθαι, οὐδ' ἐπε 291 χείρει κατὰ πεῖραν κατασχεῖν. Ὅσον δ' ἦν τὸ κατὰ Μαίανδρον καὶ Τράλλεις καὶ Κάϋστρον καὶ τὰ τῆς Ἀσίας βαθύτατα, ἐκράτυνέ τε προπολεμῶν καὶ τῆς κατὰ σφᾶς ἀσφαλείας μετέχειν ἐδίδου. Τοὺς δέ γε Μαγεδωνίταςἐκάκου γὰρ αὐτοὺς τό, πολλῶν ἔνθεν εἰς τὰς κατὰ δύσιν δουλείας μεταγομένων, καταθαρρεῖν τῶν λελειμμένων τοὺς Πέρσαςκαὶ λίαν συνίστα καὶ ἠσφαλί ζετο· ἦν γὰρ τὸ ἐκείνων πλῆθος πίσυνον τόξοις καὶ περὶ τὸ ἀντιμαχεῖν δεξιώτατον· καί γε τὰς προθυμίας ἐρρώννυ χρυσίῳ καὶ σφᾶς ἐδωρεῖτο φιλοτιμίαις. Οἱ μέντοι γε Πέρσαι, τὸ τάχος τῆς ἐπιστασίας μαθόντες, κατωρρώδουν τε καὶ αὖθις παλινοστοῦντες ταῖς δυσχωρίαις ἐνεδύοντο· ἀπο γνόντες δὲ τοῦ θαρρεῖν, αὐτίκα διεπρεσβεύοντο, ἀπέλυόν τε τοὺς αἰχμαλώτους καὶ ἠγάπων σῳζόμενοι. Ὁ δὲ τὸ μὲν ἡσυχίαν σχήσειν ἐκείνους εἰσαῦθις καὶ μάλα θαρρῶν ἐπίστευεν, οὐκ ἐξ ὧν ἐκεῖνοι διωμολόγουν, ἀλλ' ἐξ ὧν αὐτὸς οἶδεν ἐπιθησόμενος καὶ νικήσων, εἴ που καὶ παρακινηθεῖεν· τὸ δὲ μὴ παθεῖν ἀντίποινα ὧν ἔδρασαν τοὺς προσχώρους οὐκ ἐδικαίου τὸ σύνολον. Πλὴν ἱκετεύοντας προσεδέχετο καὶ σφίσιν ὅρους ἐτίθει, ἐς ὁπόσον ἂν καὶ κινηθεῖεν προσκαταβαίνοντες ταῖς νομαῖς, ὡς τὰς μεγίστας δώσοντες δίκας, εἰ παρασπονδοῖεν. Καὶ οὕτω μὲν τὰ κατὰ τὴν ἕω ὁ δεσπότης καθιστῶν τῆς προτέρας δυσκληρίας ἀνελάμβανε τοὺς ἐκεῖ καὶ θαρρεῖν παρεῖχεν ἀνέδην τὰς αὐτῶν γεωργοῦντας καρπίζεσθαι.
229.21.1
Ὅπως ἐνόσει ἀπολλύμενα τὰ κατὰ Μαρυανδηνούς, τὰ Βουκελλάριά τε καὶ ἡ Παφλαγονία. Ἐνόσει δὲ τὰ τῶν Βουκελλαρίων, Μαρυανδηνῶν τε καὶ Παφλαγόνων καὶ λίαν οἰκτρῶς. Τὸ δ' αἴτιον ὅτι τοῦ κρατοῦντος τὰ τεθησαυρισμένα σκορπί σαντος κατά τε κήδη τὰ πρὸς τὰ ἔθνη καὶ βαρείας φιλοτιμίας, συχναῖς ἀποστολαῖς χρωμένου. Οὐκ οἶδα δὲ εἰ καὶ σκῆψις ἦν τὸ προβαλλόμενον, τὸ ἐνδεὲς δηλαδὴ πρὸς τὰς χρείας· μὴ καὶ μᾶλλον ἦν τὸ ὑπ' ὀδόντα λεγόμενον, 293 ὡς, τὸ ὑπήκοον ὑποπτεύων διὰ τὰ συμβάντα, τὸν λαὸν κακοῦν ζημίαις συμφέρον ἔγνω, μὴ καὶ κατεξανασταῖεν τρυφῶντες. Ταύτης γοῦν τῆς αἰτίας ἢ οὔσης ἢ καὶ δοκούσης ἕνεκα, συχναῖς ἀναγραφαῖς τὰς χώρας ἐκαλαμᾶτο. Ἐνεπίστευε δὲ τὰς τοιαύτας οἰκονομίας καὶ ἐξισώσεις ἀνδράσιν οὐδέσι, μεγάλων ἐπὶ τούτοις τεταγμένων τὸ πρότερον· καῖσαρ γὰρ Ῥωμανὸς καὶ μέγας δομέστικος ὁ τοῦ βασιλέως πατὴρ ἐξισωταὶ κατὰ Σκάμανδρον ἦσαν· πλὴν ἐχρυσολόγουν ἐντεῦθεν καὶ τῷ κοινῷ ταμιείῳ προσῆγον τὰ χρήματα. Τοῦτο συμβὰν καὶ τοῖς Παφλαγόσι καί γε τοῖς προσωτέρω, ἠργυρολογοῦντο τῷ χρόνῳ κάμνοντες. Τῶν μὲν γὰρ χρειωδῶν καὶ λίαν εἶχον, εὐπόρως διδούσης τῆς γῆς, νομισμάτων δὲ πενιχρῶς εἶχον, ὡς πάντων γεωργούντων τὰ ἀναγκαῖα. Κεφαλαιουμένων γοῦν τῶν τελῶν ἐπὶ νομίσμασι χρυσίου καὶ ἀργυρίου, διδόντες τὸ τεθὲν ἐξ ἀνάγκης ἐξηποροῦντο. Ἦσαν δ' ἄλλως καὶ στρατείας οὐδὲν εἰδότες οἱ πλεῖστοι. Ὅμως ἔθνους φιλοκερδοῦς πονηρίαν πολλὰ ἂν κάμοι τις διορθοῦν θέλων, εἰ καὶ μὴ πάσχοι· εἰ δὲ πάσχει, οὐκ ἔστιν ὅπως μὴ ἀπρακτεῖν πᾶσαν ἐπίνοιαν. Ἐκεῖνοι τοίνυν, καὶ μᾶλλον οἱ ταῖς ἄκραις προσκαθήμενοι, τῷ τε πάσχειν ἐνθένδε καὶ τῷ ἐλπίζειν ἐκεῖθεν τὰ λῴονα, εἰ μόνον προσχωροῖεν ἑκόντες, προσχωρεῖν ἔγνωσαν καὶ ὁσημέραι προσετίθεντο Πέρσαις. Τοῦτο γοῦν οὐκ ἐπ' ὀλίγον γενόμενον, συνάμ' ἐκείνοις οἱ Πέρσαι, ὁδηγοῖς ἅμα καὶ συμμάχοις χρώμενοι, καταθαρρεῖν εἶχον τῶν λελειμμένων. Καὶ πρῶτον μέν, ἐκδρομὰς ποιοῦντες, κατέθεον τὴν γῆν ἐκείνων καὶ σκυλεύοντεςοὐ γὰρ ἐθάρρουν μένειν ὑπέστρεφον· εἶτα τῶν μὲν ὑποκλινομένων, τῶν δὲ καὶ ἀποικιζομένων δέει τῷ περὶ τοῦ ζῆν, ἐσχωρεῖν ἐκ τοῦ ῥᾷστα τοῖς ἐναντίοις ἦν, καί, κατασχόντες τὴν χώραν, κακὸν ἦσαν γειτόνημα τοῖς πλησίον. Τῷ μέντοι γε βασιλεῖ δόξαν ἀνακλητέον ἐκείνην εἶναι, ὅτε δὴ καὶ θελήσοι, ὡς ἐπὶ θύρας οὖσαν, οὐ μέλον ἦν, ἀλλὰ πρὸς τοῖς δυσικοῖς πᾶσαν εἶχε τὴν ἀσχολίαν, τὰ ἐν ποσὶ κατα προϊέμενος. Εἴωθε γὰρ ἀεὶ τὸ μὲν ἀνὰ χεῖρας καταφρονεῖσθαι διὰ τὸ σύνηθες, ζητεῖσθαι δέ γε τὸ μὴ κρατούμενον, ὡς θέλξον ἤδη ἐξ ἀσυνήθους προσγεγονός. 295
229.22.1
Τὰ περὶ τοῦ φανέντος κομήτου ἐκ βορρᾶ ἐπὶ μησὶ τοῖς θέρους καὶ τῆς ἐπὶ δύσιν ἐκστρατείας τοῦ βασιλέως καὶ περὶ τοῦ πατριάρχου Ἀρσενίου. Οὕτω τοίνυν ἐκείνων κακουμένων, ἀστὴρ κομήτης ἐκ δύσεως κατὰ τὸ ἑωθινὸν ἐξέλαμπεν ἐξ ἦρος ἐς φθινόπωρον, ἐφόβει δὲ τοὺς ὁρῶντας, πυρὶ καπνὸν σύμμικτον ἀποπάλλων, ὥς τι κακὸν προσημαίνων. Οὐ γὰρ ἦν, οὐκ ἦν, φαινομένων τοιούτων ἐξαισίων κατ' οὐρανόν, μὴ καί τινα κατὰ γῆν καὶ ἔθνη παρὰ τὸ σύνηθες γίνεσθαι. Εἰ δὲ καὶ τῶν κομητῶν εἶεν οἱ φοβερώτατοι, ὡς ἐκεῖνος ἦν τότε, τὸ κακὸν πρόδηλον ἐλευσόμενον. Μαρτύριον δὲ τοῦ λόγου καὶ τὸ λεγόμενον Οὐδεὶς κομήτης ὅστις οὔ· προστιθεῖσι γὰρ καὶ τὸ λεῖπον οἱ εὖ εἰδότες τῶν τοιούτων, τὸ φύσει κακός, ὡς γίνεσθαι τὸ σύμπαν ἴαμβον. Τότε τοίνυν δόξαν τῷ βασιλεῖ, τῶν δυτικῶν καὶ αὖθις κινουμένων, ὡς καὶ παρασπᾶσθαι παρ' ἐκείνων τὰ τούτων, οὐκ ὀλίγας δυνάμεις συναγαγών, τῆς ἐπὶ τῆς Θεσσαλονίκης ἥπτετο, ὡς ἐκεῖθεν συναρτύσων τὰ τοῦ πολέμου. Εἰς Ξάνθειαν οὖν καταντήσας, ἐκεῖσε κατασχεῖν ἔγνω διαχειμεριούσας τὰς συντάξεις. Τοῦ καιροῦ γοῦν τριβομένουσυνήχθησαν γὰρ ἀμφ' ἐκεῖνον καὶ τῶν ἱεραρχῶν οὐκ ὀλίγοι, καὶ ἦν σκέψις περὶ τοῦ πατριάρχου. Ἐκεῖ γὰρ καί τισιν ἐκινοῦντο λόγοι πρὸς ἐκεῖνον ἀναφερόμενοι ἔγκλημα ὡς δῆθεν καθοσιώσεως· καὶ διὰ ταῦτα διεμηνύετο καὶ πατριάρχης κατὰ Ξάνθειαν ἀπαντᾶν, πεμφθέντων δυοῖν ἀρχιερέοιν εἰς τοῦτο. Κἀκεῖνος οὐχ ὑπακούων, ὅμως τὸν καιρὸν θεραπεύων, καὶ ἅπαξ καὶ δὶς ἐκ τῶν τοῦ κλήρου ὡς βασιλέα ἀπέστελλε, τοῦτο μὲν καὶ εἰρηνικῶς περὶ τῶν βασιλικῶν ὑγειῶν μαθησόμενος, τοῦτο δὲ καὶ ἀνὰ μέρος ἀπολογούμενος τῷ προτείνειν αἰτίαν δοκοῦσαν εὔλογον τοῦ μὴ παραγίνεσθαι. Ὁ μὲν οὖν βασιλεὺς ἑκὼν ἄκων τὰς ἀπολογίας ἐδέχετο καὶ προσεποιεῖτο τὰς εἰρηνικάς, καὶ πρὸς μὲν τὸν πατριάρχην ἀντιπέμπων τὰ φιλικὰ ὑπεκρίνετο καί οἱ εὐμενῶς ἔχειν ἐδόκει. Τοῖς μὲν ἀρχιερεῦσιν, ὡς 297 ἐννοεῖν ἦνοὐδὲ γὰρ ἠφίει τὸ ἔγκλημα, κατὰ τὸ λεληθὸς ἠφίει τὰ περὶ τούτου ζητεῖν· οὐδὲ γὰρ ἐχρῆν, δημηγορῶν ἔλεγε, τὴν τοῦ παντὸς καρδίαν τὸν βασιλέα μὴ παρὰ τῆς ἐκκλησίας τὴν θάλψιν ἔχειν, ἀλλ' ἐκεῖθεν ὥς τινα φθοροποιὸν ἀέρα τὴν δύσνοιαν εἰσδεχόμενον κινδυνεύειν. Καὶ ταῦτα μὲν ὁ κρατῶν καὶ ἄλλα προὔτεινε πλεῖστα, ἀποπροσποιούμενος μὲν τὴν πρὸς τὸν πατριάρχην δοκοῦσαν δυσμένειαν, ἐκείνοις δὲ προσανατιθεὶς ἐρευνᾶν, ὡς ἄξιον ὂν ζητεῖσθαι κατὰ σχολὴν τὰ κινούμενα.
229.23.1
Τὰ περὶ τοῦ Βέκκου καὶ Ξιφιλίνου τῶν τῆς ἐκκλησίας ἀρχόντων. Συμβαίνει δέ τι κατὰ τὴν πόλιν, ὃ δὴ καὶ τὸν βασιλέα εἰς ἄμυναν ἐξηρέ θισεν. Ἥπτετο δὲ τὸ δεινὸν καὶ τοῦ πατριάρχου, κἂν πλαγίως, ὡς ἄλλων πασχόντων. Τοῦ γὰρ Βέκκου τὸ χαρτοφυλακικὸν ἀξίωμα ἔχοντοςπρο νόμιον δ' ἐστὶ τὸ προτροπαῖς ἐκείνου τὰς ἱερολογίας γίνεσθαι, τῶν τις ἱερέων ἐκδουλεύων ἐν τῷ κατὰ τὸν Φάρον ναῷ τῶν μεγάλων ἀνακτόρων νυμφίους ἱερολόγει δίχα τῆς τοῦ χαρτοφύλακος προτροπῆς· καὶ εὐθὺς ἀκουσθέν, ὡς πρόστιμον ἐκείνῳ ἡ τῆς ἱερωσύνης ἐπίσχεσις ἦν. Τοῦτο γοῦν οὐκ ἔδοξε τοιοῦτον ἤ τι ἄλλο μέτριον τῷ βασιλεῖ ἀγγελθέν, ἀλλ' ἀφορισμὸς ἄντικρυς τοῦ βασιλικοῦ κληρικοῦ. Καὶ εὐθύςσυνυπενόει γὰρ καὶ τὸν πατριάρχην ὡς δῆθεν συμπράξαντα, ὑβριοπαθῶν οἷον ὡς ὑπεροπτικῶς ἔχοντος, θυμῷ ἦν κάτοχος, καὶ ὀργὴ ἦν κατὰ τῶν τῆς ἐκκλησίας κοινή· καὶ ὡς ὁ πατριάρχης, κεκραγὼς ἐπῆγε, τεθέληκε ταῦτα, τὸ τῆς βασιλείας κράτος ἐξουθενεῖσθαι καὶ τὰ ἱερὰ ἀνάκτορα ἀφορίζεσθαι. Ἦν γὰρ καὶ τοῦτο λῆμμα πρὸς τὸ παριστάμενον, ὅτι ἐντὸς τῶν ἀνακτόρων ἔτυχεν ὁ πρεσβύτερος, ὅτε οἱ, τοῦ χαρτοφύλακος πέμψαντος, διεμηνύετο ἡ ἐπίσχεσις. Καὶ δὴ τὸν μὲν πατριάρχην οὐκ εἶχεν ὅπως ἀμύνοιτο, ἄλλον δὲ τρόπον βαθύτερον καὶ τὸν καταφρονήσαντα ἀμυνεῖσθαι καὶ τὸν πατριάρχην λυπήσειν ἢ μὴν δόξειν ὡς ἀμυνεῖσθαι καὶ πλέον δύναιτο προὐνόει. Καὶ πέμψας διὰ ταχέων τῷ σεβαστοκράτορι Τορνικίῳ προσέταττεναὐτῷ γὰρ τότε τὰ τῆς πόλεως ἐπιτέτραπτοκαταχαλᾶν μὲν τὰς οἰκίας τοῦ τε χαρτοφύλακος καὶ τοῦ μεγάλου οἰκονόμουοὗτος δ' ἦν ὁ Ξιφιλῖνος Θεόδωρος, ἐκριζοῦν δὲ τὰς ἀμπέλους καὶ αὐτοὺς δεσμίους ὡς ἐκεῖνον πέμπειν. Ἠβούλετο δὲ τὸ 299 προσταττόμενον κυνὶ λέοντα ἐκδεδίττεσθαι καί γε, τούτων ἀποκλινάντων πρὸς βασιλέα διὰ τῆς ἐπὶ τῇ τιμωρίᾳ προσπαθείας, μηδὲν οἷόν τ' εἶναι τὸν πατριάρχην, καθ' αὑτὸν ὄντα, πράττειν καὶ οὕτω κἀκεῖνον ὑποχαλᾶν ἀναγ κάζεσθαι. Ὁ γοῦν σεβαστοκράτωρ ἐπιστὰς ἕτοιμος ἦν κατὰ τὰ ἐπιτεταγμένα πράττειν· ἀλλ' ἐκεῖνοι, τὴν ἔφοδον προαισθόμενοι, ἅμα γυναιξὶ καὶ παισὶ τῷ ἱερῷ προσφεύγουσιν, ὡς ἐκεῖθεν τὴν ἀσυλίαν ἕξοντες. Ὡς δ' ἐκεῖνος, ἐπιστὰς τῷ ναῷ, ἐκσπᾶν ἐπειρᾶτοᾔδει γὰρ βλαβησόμενος μὴ ἀνύσας, λέων ἦν μετὰ ξίφους ὁ πατριάρχης, αὐτίκα προσυπαντῶν, καὶ ἐμβριθῶς ἀπέ πεμπε τὸν ἐπιόντα καί· «Τί παθόντες, ἔλεγεν, ὀφθαλμοὺς καὶ χεῖρας καὶ ἀκοὰς ἡμετέρας, τοὺς μὲν ἐκτυφλοῦν, τὰς δ' ἐκκόπτειν, τὰς δ' ἀποφράττειν πειρᾶσθε;» Ἐπεβοᾶτο δὲ καὶ Θεὸν καὶ ἀνθρώπους ὡς ἀδικοῖτο πλεονεκτού μενος· μηδὲ γὰρ δίκαιον εἶναι Θεῷ καθιερωμένους ἄνδρας εὐθύνεσθαι κοσμικοῖς. Ὡς δ' ἀπεπάγη πρὸς ταῦτα ὁ πρὸ μικροῦ ὑπέροφρυς, ὡς ἐκσπάσων, κἂν εἴ τι γένηται, τοῖς μὲν ἀνδράσιν τὸ ἱερὸν πατοῦσιν αἱ ὁρμαὶ ἀνεῖντο μὴ δεδιόσιν, ἐκεῖνος δὲ πρὸς τὰς οἰκίας τρέπεται. Ἀμπέλοις δ' ἐπιθέσθαι οὐκ ἦν, ὅτι οὐδ' ἦσαν ἐκείνοις ἄμπελοι τῇδε. Ἀλλὰ καὶ τῶν οἰκιῶν ἀποτρέπεται, ὡς μὴ σφίσιν ἀληθῶς οὐσῶν, ἀλλὰ μᾶλλον τῆς ἐκκλησίας λογιζομένων. Ἐκκρουσθεὶς οὖν τοῖς ὅλοις, ὁ ἐπιτιμητὴς ἐκεῖνος πέμπει Νικαίαζε καὶ τὰ προστεταγμένα ἐπὶ τοῖς σφῶν κτήμασι διαπράττεται· κωλυθεὶς δὲ ἀπο πέμπειν δεσμίους, ὡς ἡ πρόσταξις εἶχε, συνεβούλευε σφίσιν αὐτοὺς ἀνέτους ὡς βασιλέα χωρεῖν, τοῦ ἀληθῶς φρουρίου ἀποσπασθέντας, ὃς ἦν ὁ ναὸς ἄντικρυς· ἀπολογίαν γὰρ ἐκεῖνον ἔχειν πρὸς βασιλέα τὴν ἀσυλίαν τοῦ ἱεροῦ καὶ τὴν τοῦ πατριάρχου κώλυσιν, καὶ ὡς αὐτούς, εὐθὺ τοῦ βασιλέως ὁρμῶντας, δεσμεύειν οὐκ ἦν, ὡς παρ' αὐτοῖς μενούσης τῆς προσφυγῆς τοῦτο μὲν τῷ ἑκόντας ἀποφοιτᾶν, τοῦτο δὲ καὶ τῷ τὸν πατριάρχην ἐπιτιμῶντα ἀμφέπειν πανταχοῦ διάγοντας. Προσέτι δὲ καὶ τὸ τῆς εἰς βασιλέα προσόδου σχῆμα τὸ ἀνέτους σφᾶς διατηρεῖσθαι δίδωσι· πρόσωπον γὰρ βασιλέως θεώμενον συμπαθείας ἀνάγκην ἔχειν, κἂν γοῦν πρὸς ὥραν τοῖς κατακρίτοις. 301 Ταῦτα καὶ τὰ τούτοις ὅμοια λέγων, ἔπειθέ τε τοὺς ἄνδρας ἀποφοιτᾶν τε τοῦ ναοῦ καὶ πρὸς βασιλέα χωρεῖν. Καὶ δὴ παρὰ τοῦ πατριάρχου ἐκχωρη θέντες, δόξαν συνοῖσον σφίσι τὸ ἀπελθεῖντὰ γὰρ συμβάντα τούτοις πικρά, καὶ ὡς εἰ ἐπὶ καθοσιώσει ηὐθύνοντο, εὐθύς, ταῖς τοῦ ἱερέως ἐφοδιασθέντες εὐχαῖς τε καὶ εὐλογίαις, τῆς πρὸς τὴν Θεσσαλονίκην φερούσης ἅπτονται. Ἃ μὲν οὖν ἐπιμίξασιν ἐκείνοις Θεσσαλονίκῃ καὶ βασιλεῖ προσελθοῦσι συνέβη, οὐ τοῦ παρόντος λέγειν καιροῦ. Πλὴν εἰκάσαιτ' ἄν τις ὡς οὐκ ἂν εὖ ἐκεῖθεν ἔπαθον, εἰ μή γε θεραπεύουσι τὸν καιρὸν συνέβη ταῦτα παθεῖν· τὸ δ' ἦν μεμονῶσθαι τὸν πατριάρχην, ὑποκλιθέντων, ὡς καὶ τῶν ἄλλων, ἐκείνων.
229.24.1
Τὰ περὶ τοῦ σουλτὰν Ἀζατίνου καὶ τὰ περὶ τῶν Τοχάρων. Ἀναληπτέον καὶ τὸ τοῦ σουλτὰν Ἀζατίνου, ὃς μοῖρά τις γέγονε δυστυχὴς Μακεδόσιν, εἴπω δὲ καὶ Θρᾳξί· καὶ τὸ τοῦ κομήτου προάγγελμα εἰς ἔκβασιν ἔθετο προφανῆ. Ἐκεῖνος γὰρ ἐπὶ πλεῖστον τῇ Κωνσταντίνου προστετηκὼς καὶ ὁσημέραι προσδοκῶν ἐπανήξειν μεθ' ὅτι πλείστης ἰσχύος, ἐπεὶ τὸ ἐν ἐλπίσιν ἀπέγνωστοᾔδει γὰρ ἄλλα τὸν βασιλέα πραγματευόμενον, καὶ τὸ κῆδος ἔπειθε τὸ πρὸς τὸν Ἀπαγᾶν ὡς οὐκέθ' ὑποστρέψειεν, εὑρὼν καιρὸν τῷ τότε ὃν ἡ τοῦ βασιλέως ἀπουσία δέοντά οἱ παρεῖχεν, διαμηνύεται τῶν τινι συγγενῶν, ἐπιδόξῳ γε ὄντι κατὰ τὰ πρὸς ἄρκτον μέρη τοῦ Εὐξείνου πόντου, δυσωπῶν ἐπαμῦναί οἱ ἀσιδήρως πεφυλακισμένῳ παρὰ φίλῳ τῷ βασιλεῖ, οὐδὲν ἐχθροῦ διαφέροντι· εἶναι γὰρ ἐκείνῳ, εἰ βούλοιτο βοηθεῖν, συνελθεῖν Κωνσταντίνῳ καὶ σπεύδοντα παροτρῦναι πρὸς τὴν τοῦ βασιλέως ἐπίθεσιν· καὶ αὐτὸν δὲ οἰκονομεῖν παρ' ἐκεῖνον ἰέναι, καὶ οὕτως ἐκείνῳ συνόντα ῥᾷον καθ' ὁδὸν ἐκπεσεῖν εἰς χεῖρας ἐκείνοις, εἰ μόνον Τοχάροις συν εξίοι ἅμα Κωνσταντίνῳ μετὰ Βουλγάρων· καὶ εἰ μὲν ἁλῷ καὶ αὐτὸς βασιλεύς, 303 εὖ εἶναι τοῖς ἐπιθησομένοις· εἰ δ' οὖν, ἀλλὰ λείαν περιβαλλομένους πλείστην ὅσην, ἔτι δὲ καὶ τῶν τοῦ βασιλέως πολλὰ λαβόντας ἐπαναζευγνύειν, τὸ κρεῖττον τῆς λείας διαφερόντως καὶ αὐτὸν ἀγομένους· μεμνῆσθαί τε συγγενείας καὶ δόξης προτέρας· καὶ εἰ μὴ δι' ἄμφω, καὶ ὡς συγγενῆ σπεύδειν καὶ ὡς ἐλπίζοντα μεταλαμβάνειν πάλιν τὰ μείζω θαρρεῖν, ἀλλ' οὖν δι' ἓν τούτων ἄξιον συμπράττειν οἴεσθαι, ἢ ὡς συγγενῆ βοηθοῦντα ἢ ὡς εἰδότα κατελεοῦντα. Ταῦτα δηλώσας τῷ θείῳ δι' ἀπορρήτων, τὰ πιστὰ λαβὼν ἐκεῖθεν διὰ γραμμάτων, προσεποιεῖτο ἐφετὴν εἶναί οἱ τὴν βασιλέως θέαν καὶ γράμμασιν ἐδήλου τῷ βασιλεῖ καὶ ἱκέτευεν ἐφεῖναι παρ' ἐκεῖνον γενέσθαι· οὐδὲ γὰρ ἀνεκτά οἱ εἶναι ἐπὶ τοσοῦτον ἐστερῆσθαι τῆς βασιλικῆς ὄψεως. Εἰ γοῦν προστάσσοι· εἰ δ' οὖν, ἀλλ' αὐτὸν ἥξειν καὶ οὕτως, ἐπεὶ πόθος ἐπείγει καὶ τυραννεῖ. Ταῦτα μαθών, ὁ βασιλεύςκαὶ ποῦ γὰρ τὸν δόλον εἶχεν ὑπονοεῖν; διὰ γραμμάτων ἐφίησιν ἀφικέσθαι παρ' ἐκεῖνον· ἰδεῖν γὰρ καὶ δυτικοὺς τόπους ἐγγενέσθαι οἱ, οὓς οὐκ ἦν ὁρᾶν, κατ' ἀνατολὰς διάγοντα. Ὁ μὲν οὖν σουλτὰν ἐκχωρηθεὶς τὴν ἔξοδον ἐπετάχυνε καί, πλῆθος χρημάτων ἀφείς, ἔτι δὲ καὶ γυναῖκας καὶ τέκνα καὶ ἀδελφὴν καὶ μητέρα, τὸ μὲν ἐπιλύων τὴν ὑποψίαν, τὸ δὲ καὶ τὰ ἐμποδὼν ὑποτεμεῖν ἄριστον γνούς, ἔξεισι σὺν τοῖς οἰκείοις τῆς πόλεως καὶ καταλαβεῖν τὸν βασιλέα ἠπείγετο. Ὁ δέ γε ῥηθεὶς θεῖος ἐκείνου, παρὰ τὸν βασιλέα Βουλγάρων τὸν Κωνσταντῖνον γεγονώς, ἢ μᾶλλον τὴν ἐκεί νου σύζυγον, τὰς κατὰ βασιλέως ὑποθήκας προτείνων, καὶ πάλαι παρακε κινημένους ἔπειθε. Καὶ δὴ πέμψας μετακαλεῖται πλῆθος Τοχάρων, ὡς κερδανοῦντας αὐτίκα, εἰ ἐπεξίοιεν ἅμ' αὐτῷ καὶ Βουλγάροις. Οἱ δέ, καὶ ἄλλως πλῆθος ὄντες αὐτόνομον ἔτιοὔπω γὰρ τελέως τῷ Νογᾷ καθ' ὑπηκόους ὑποτετάχατο· ὁ γὰρ Νογᾶς τότε πρώτως ἀποστατεῖν τῶν δεσπο τῶν ἤρχετο καὶ φίλος ἦν κατ' αὐτοὺς ἐν ἴσῳ διάγων, ὅτι καὶ μετ' αὐτῶν ἀποσταλεὶς παρ' ἐκείνων, οὐ τῷ κάνῃ, ὡς αὐτοὶ φαῖεν, τὰς χώρας ἐκτᾶτο, ἀλλ' ἀρετώσας ἰδών, ἑαυτῷ σὺν ἐκείνοις ἐσφετερίζετο, ἅμ' ἀκούοντες τότε ἔσπευδον, δίκην κυνῶν, ἀγαθὰς χώρας κατατρωξείοντες. Ἔτι δὲ καὶ τὸ κῆδος τὸ πρὸς Νογᾶν οὔπω ἦν συνεστός, ὅπερ μετὰ ταῦτα ἐπὶ νόθῳ θυγατρὶ τῇ Εὐφροσύνῃ ὁ κρατῶν πρὸς ἐκεῖνον ἔμελλε συνιστᾶν. Ταῦτ' ἄρα καὶ ἅμα μὲν ὁ βασιλεὺς πρὸς τὴν πόλιν, τὰ κατὰ δύσιν περιελθών, ἐνέτεινε τὰς ὁδούς, ἅμα δ' ἐκεῖνοι ἐξαίφνης καταδραμόντες, σὺν