Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Georgius Pachymeres PG 143-144
Chronicon i
i 305.12.1
Choose a text More by Georgius Pachymeres
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
305.12.1
Δημηγορία τοῦ βασιλέως περὶ τῶν σχιζομένων. «Ἐγὼ νομίζω, ὦ τῆς ἐμῆς βασιλείας ὑπήκοοι, μηδένα τῶν ἁπάντων ὑμῶν ἐπὶ τοσοῦτον ἥκειν φρενοβλαβείας ὥστε μὴ ἑαυτῷ δύνασθαι χρᾶσθαι συμβούλῳ, ἀλλὰ τῷ πέλας. Εἰ γὰρ καὶ ἡ παρὰ τῶν ἄλλων βουλὴ συλλαμβά νειν τὰ πλεῖστα πέφυκε τοῖς βουλευομένοιςταύτῃ γὰρ καὶ συμβουλὴ λέγεται, εἰς ταὐτὸ συναγομένων ἀμφοῖν τῶν βουλῶν, ἀλλ' ἀναγκαῖον τοῦτο ἐφ' ὅσοις ἐπ' ἀμφιβόλῳ κεῖται τὸ βουλευόμενον, ὡς ἀμφοτέρωθεν λογισμοὺς ἰσορρόπους κινεῖσθαι, κἂν ὁποίας τις ἅψηται· ἐφ' ὅσοις δὲ ἑτερορρεπῆ τὰ τῆς δόξης, ὡς ἐντεῦθεν μὲν μετὰ τοῦ καλοῦ καὶ τὸ πάγιον ἀνα φαίνεσθαι, ἐκεῖθεν δὲ δῆλον εἶναι τὸ βλάπτον, εἰκαῖον ὄντως καὶ ἀλυσιτελές, λογισμῶν συντρόφων ὑπερορῶντα, ἀλλοτρίοις χρᾶσθαι, οἷς ἔνι μὲν ἀβουλία, ἔνι δ' ὄρεξις· πρὸς τούτοις καὶ τὸ ξένον ἀεί ποτ' ἀνάλγητον, ὡς παντὸς τοῦ οἰκείου πεφυκότος πιέζειν. Δεῖ τοίνυν γε καὶ ὑμᾶς τοῖς ἀφ' ἑαυτῶν λογισμοῖς προηγουμένως χρᾶσθαι καὶ οὕτω δοκιμάζειν τοὺς ἔξωθεν. Ὃς δέ, τῶν οἰκείων ὑπερφρονῶν, ἑαυτὸν τοῖς ἔξωθεν λογιζομένοις παρέχει, ὡς, 359 εἴ τι ἂν φέροιεν ἐκεῖνοι, προσέξων, ὁ τοιοῦτος ὁμολογῶν ἴστω ὡς ἄφρων ἐστὶ τὸ καθ' αὑτόν· ἄφρονος δὲ πάντως τὸ μήτ' ἀφ' ἑαυτοῦ συνιέναι καὶ τό, κἄν τις καὶ τῶν ἔξωθεν λέγοι, μὴ διακρίνειν εἰδέναι τὸ κρεῖττόν τε καὶ τὸ χεῖρον· καὶ λοιπὸν οὐδὲ τῆς θυραίας ἐκείνῳ συμβουλῆς ὄφελος. Τὰ γοῦν ξυμπεσόντα οἴδατε πάντως, καὶ οὐδὲν ἐξ ὑμῶν τῶν γενομένων κέκρυπται· ἐπὶ τούτῳ γὰρ καὶ ᾠκονομεῖτο ἡ ἐφ' ἑκάστῳ ὑμῶν ἐνταυθοῖ συνδρομή, οὕτω τοῦ ἡμετέρου κελεύσαντος κράτους. Τοῦτο γὰρ καὶ ἄλλοτε ξυνέβη· πλὴν τὸ ἐπὶ ταῖς αἰτίαις διαλλάττον ἀμφισβητεῖν παρέξει τισί. Τότε μὲν οὖν ἐθελίμου παραιτουμένου τοῦ ἐπὶ τῆς πατριαρχίας ὄντος, ἄλλος ἀντικαθίστατο· νῦν δὲ καὶ ἐπὶ κεφαλαίοις καθαιρεθέντος, ὡς οἴδατε, ἄλλον ἐγκαταστῆναι τὸ εἰκὸς δίδωσιν. Ὃ γοῦν ἐκ τοῦ παρελθόντος ἐσφάλη, τοῦτο πρὸς τὸ μέλλον βέλτιστον προοικονομεῖν. Τότε τοίνυν τινὲς τῶν τῆς ὀχλώδους μοίρας καὶ ἀπαιδεύτων, οἷς ἡ ταραχὴ τῆς ἐκκλησίας ἀσμένισις, παρεισδυόμενοι ταῖς τῶν ἀνθρώπων οἰκίαις, πορισμὸν εἶχον ἐντεῦθεν τὸ σχίσμα. Κἂν μετῇμεν ἐκείνους, εἰ μή γε τὸ βραχὺ τοῦ καιροῦ ἐκείνοις τε τῆς ἀταξίας καὶ ἡμῖν τῆς ἐπεξελεύσεως ἐμποδὼν ὡρμημένοις ἔστη. Τοιοῦτόν τι καὶ τὰ νῦν ὑποπτεύεται γίνεσθαι· οὐ γὰρ ἀπόλωλεν ἡ ἀταξία, ὥς τινας, ἐπειλημμένους αἰτίας, πάλιν ἀνασοβεῖν καὶ τὴν ἐκκλησίαν τοῦ Θεοῦ σχίζειν πειρᾶσθαι. Τὸ γοῦν ἐκείνους ζητεῖν, φύσιν ἔχοντας ἄντικρυς ἐξ ἐθισμοῦ συνεχοῦς ταῖς γωνίαις ἐπηλυγάζεσθαι καὶ κρυφηδὸν τὸ αὐτῶν πράττειν ἔργον, ἄλλως δέ γε καὶ περιττόν· τοῖς δ' ὑπαγομένοις οὕτως ἀβούλως τοῖς ἐκείνων ὀαρισμοῖς προστιμᾶν τῶν χειρίστων οὐ κατοκνήσομεν. Εἰς τί γὰρ καί τις σκανδαλισθείη; Ὅτι μεταλλάττεταί τι τῆς δόξης αὐτῷ; Ἀλλ' οὐδὲν τῶν ἡμετέρων παραβέβασται· μὴ δή τι καὶ παραβαθείη τὸ σύνολον. Ἀλλ' ὅτι τοῦ συνήθους ἐξέστραπται; Ἀλλ' οὐδὲν ἔχοι ἄν τις εἰπεῖν, κἂν πολλὰ κάμοι. Ἀλλ' ὅτι ὑπὸ ποιμένα τελοῦντες, ἐκείνου παρα κινηθέντος αἰτίαις ἱκαναῖς, ἄλλου τὸ παράπαν οὐκ εὐμοιρήσετε; Ἀλλὰ μὴν καὶ εὐμοιρήσετε καὶ κρειττόνως ὑπ' ἐκείνῳ διάξετε ποιμαινόμενοι. Τίνι γὰρ ἀπ' ἐκείνου τῶν πάντων εὖ ἐξεγένετο πράξειν καὶ τὰ τῆς ἡμετέρας εὐμενείας ἕξειν, ἤν που ἀβουλήτοις καὶ περιπέσοι; Διὰ τί; Καὶ πάντως οὐ νῦν εἰς ταὐτὸν ὑμᾶς συνῆξα σκοπῶν ὅπως ἂν αὐτὸς τοῦ ἡμετέρου κράτους κατηγοροίην· ἀλλὰ τὴν αἰτίαν λέγω, καὶ οὐκ ἐπικρύπτομαι, τοῦ μή τι 361 τυγχάνειν τῶν προσηκόντων ἐκ βασιλικῆς νεύσεως τὸν ἐλέους χρῄζοντα. Οὔτε γὰρ ἐκείνῳ τὰ πρὸς ἡμᾶς εὔοδα, κωλυούσης τῆς ἀπεχθείας, οὔθ' ἡμῖν, μὴ παρ' ἐκείνου ἀξιουμένοις, τὰ τῆς εὐμενείας ἀνυστὰ πρὸς τὸν χρῄζοντα· ὅπου γε καὶ εἰ ἠξίου, οὐκ ἂν ἐτύγχανε τῶν δεόντων· καὶ τί γὰρ δεῖ ἐπι κρύπτειν; Οὐχ ἡμῶν πρὸς τὸ εὖ πράττειν ἀποπεφυκότων, ἀλλ' ἐκείνου μὴ οἰκονομοῦντος τῇ ἀξιώσει τὸ εὔχαρι. Τίκτεσθαι γὰρ χάριν τῇ χάριτι μεμαθήκαμεν, καὶ οὐκ ἦν αὐξάνειν τὸν ἔρωτα γεννηθέντα, μὴ ἐπιγεννη θέντος καὶ τοῦ ἀντέρωτος. Τάχα ἂν μυθολόγον με οἰηθείητε· ἀλλὰ τὸ τοῦ μύθου ὡς ἀληθείᾳ προσπαῖον ἐπαινετόν. Ἔφησε γὰρ καί τις τῶν ἔξω ἐρη μίας γείτονα τὴν αὐθάδειαν· τῷ γὰρ αὐθάδει οὐδεὶς προσέξοι προσβάλλων, κἀντεῦθεν ἐρημωθέντι τῶν ἄλλων καθ' αὑτὸν αὐτὸν διάγειν ξυμβαίη. Τί γοῦν τὸ εἰσέπειτα; Εἰδήσετε πάντως καὶ εὐμενείας ὑμῖν προσβαλλούσας ἀκτῖνας, τοῦ ποιμένος κινοῦντος τὴν ἡμετέραν γνώμην ὑπερτάτοις μεσιτείας τρόποις. Μόνον μή τις ἐνδῷ πρὸς τὸ χεῖρον, μηδέ τις, τὸ καθ' αὑτὸν σκοπῶν καὶ μόνον, ἐν οὐ παικτοῖς παιζέτω, μηδ' οὐκ ἐπ' ἀνυστοῖς σπου δαζέτω· τὰ γὰρ καθ' ἕκαστον ὀλισθήματα ἐμπιπλᾶσι πραγμάτων τὰς πόλεις, καί, ἑνὸς ἁμαρτόντος, πολλοὶ τῶν κακῶν ἀπηύρων. Φεύγετε τοίνυν τὰς παρασυνάξεις καὶ τοῖς σχίσμασιν ἀπεχθάνεσθε. Πολλοὶ σακκοφόροι ταῖς οἰκίαις ὑμῶν παρεισδύσονται, οὐχ ὅπως ὑμῖν εὖ γένηται προμηθούμενοι, ἀλλ' ὅπως ἂν αὐτοῖς παρ' ὑμῶν πορισθείη τὰ κατὰ χρείαν σκοποῦντες. Εἶτα κατηγορήσουσι μὲν βασιλέων, καινὰ δὲ τοῖς παλαιοῖς μίξαντες, μὴ καλῶς ἔχειν τὰ τῆς ἐκκλησίας ἐποίσουσι καὶ διὰ τοῦτο καὶ αὐτοὺς τάχα πλανᾶσθαι, τὴν διόρθωσινοὕτω γὰρ ἐκεῖνοι ἴσως ἂν καὶ λέξειαν διαβάλ λοντεςἀποκαραδοκοῦντας. Τί γοῦν ποιητέον ὑμῖν ἐστι; Τὸ μὲν μεταδιδόναι καὶ τοῖς ἄλλοις τῶν ὄντων οὐ φθόνος· πραττέτω τις ὡς βούλεται τοῦτο. Τὸ δὲ τοῖς λόγοις αὐτῶν καθυπάγεσθαι καὶ σὺν ἐκείνοις πλανᾶσθαι οὔ μοι δοκεῖ οὔτ' ἐμοὶ ἀνεκτόν, οὔθ' ὑμῖν ἀσφαλές. Διὸ προφθάνει τῆς τιμωρίας ἡ ἀπειλή, μήπως ἐπὶ τῶν ἔργων γεγονώς τις παθὼν εἴσεται. Ἀνάγκη γὰρ τοῖς ὀλίγοις συνδιαστρέφεσθαι τοὺς πολλούς· καὶ τοὐντεῦθεν τίς οὕτω νυστάζων ὡς 363 μὴ ζητεῖν στῆσαι τὴν ῥύμην; Ἐγὼ μὲν οὖν διακελεύομαι καὶ ἀνδρὶ καὶ γυναικί, καὶ πρεσβύτῃ καὶ νέῳ, ἀστικῷ τε αὖ καὶ ἀγροίκῳ, δοκιμάζειν πρῶτον τοὺς πλησιάζοντας καὶ οὕτω χρᾶσθαι. Τὸ γὰρ νοσοῦν ἐκ τῶν ὑγιαινόντων ἔχει τὰς βοηθείας· εἰ δ' αὐτοὶ τὰς γνώμας νοσοῖεν, τί ἂν τοῖς ἄλλοις παρά σχοιεν ἀγαθόν; Ἀλλὰ τὰ μὲν ἐκείνων ὁ καιρὸς ἴσως δείξει· ὑμῖν δὲ τὴν ἐκείνων κακίαν ἀπομοργνυμένοις καὶ τοῦ ὀρθοῦ ἐκκλίνουσιν οὐ συνοίσει· κἂν ἐκεῖνοι διαδιδράσκοιεν, ὑμῖν τὸ ἔγκλημα περιστήσεται. Μέγα μὲν ἐρῶν οἶδα, ὅμως δὲ καὶ ὑμῖν δοκοῦν, ὅτι τὸ τοῦ σχίσματος ἔγκλημα ἐν ἴσῳ καὶ ἀπιστίας τεθήσεται, καὶ ὁ ἐγκληθεὶς ἐπὶ τούτῳ κολάσεις ὑφέξει καθο σιώσεως. Ὑμεῖς γοῦν οἴδατε ὅπως ἕξετε πρὸς τὰ παρόντα, ὡς ἢ τῷ ἡσυχάζειν ἐπ' ἀγαθοῖς ἐσόμενοι, ἢ τῷ τοιαῦτα ζητεῖν, μηδὲν ὅλως ὑμῖν προσήκοντα, τιμωρηθησόμενοι.» Ὁ μὲν οὖν βασιλεύς, τούτοις τε καὶ ἄλλοις τοιούτοις τὰς προαναφωνήσεις δοὺς τῷ λαῷ, ἀπολύει ἐπ' οἴκων πορεύεσθαι τῶν οἰκείων ἕκαστον.

Intertext edge

Open linked passage

Note