Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
305.1.1
Κωνσταντίνῳ τὰς δυσχωρίας τοῦ Αἵμου διεκπαίοντες παμπληθεί, φανερῶς ἐστρατοπεδεύοντο. Οὐκ ἦν δὲ τούτοις ἡ σύνταξις μία καὶ ἐφ' ἑνὶ τόπῳ κυροῦσα, ἀλλ' ἀγεληδὸν κατ' οὐλαμοὺς ἐσκεδάννυντο καὶ κατὰ λόχους ἅμα τοῖς ἄλλοις προσέβαλλον καὶ δεινὰ ἐποίουν, σκυλεύοντες, σφάττοντες, ἀπα γόμενοι, οὐδὲν ὅ τι τῶν κακῶν μὴ πράττοντες. Ὁ μέντοι γε βασιλεύς, τὰ κατ' αὐτοὺς ὡς εἰκὸς ἀκούσαςοὐδὲ γὰρ λάθρα καὶ πεφυλαγμένως τὰς εἰσβολὰς ἐποιοῦντο, ἀλλὰ δίκην πυρὸς ἀγρίου διὰ ταχέων τὸν χῶρον ἅπαντα διελάμβανον, τὰς φρένας κατασεισθεὶς ἀθρόον, ἐπεισπεσούσης τῆς φήμης, ἐν ἀμηχανίᾳ παντοίᾳ τοῦ ποῖ τράποιτο ἦν. Οὔτε γὰρ ἦν μάχεσθαι συνταξά μενον· αἱ γὰρ δυνάμεις προδιελύθησαν εἰς τὰ ἴδια, καὶ μετ' ὀλίγων ἐκεῖνος καὶ τῶν τῆς αὐλαίας αὐτοῦ ἐπανεζεύγνυ, καὶ ἄλλως δὲ ἀμάχητα πρὸς Ῥωμαίους τὰ τῶν Τοχάρων. Οὔτε μὴν φεύγειν εὐώδει· κύκλῳ γὰρ διειληφό τες καὶ περισχόντες τὰ ὀχυρώματα, σὺν οὐδενὶ φόβῳ διέθεον πανταχοῦ, οὓς μὲν σφάττοντες παμπληθεί, οὓς δὲ καὶ ἀπάγοντες ἐλεεινὰ τοῖς βαρβάροις σκῦλα, ὡς μηδὲν εἶναι ὅπου προβάς τις ἤθελε σῴζεσθαι ἐπιεικῶς ἐλεύθερον. Καὶ δὴ κύκλῳ περιστάντες ὅσον οὔπω προσμίξειν ἠλπίζοντο τῷ κρατοῦντι· οὐδὲ γὰρ ὅσον καὶ ἡμισείας ἡμέρας ἱππηλατοῦντι διάστημα ἦν τῆς ὁδοῦ, ἐφ' ὅσον παρ' ἑκάτερα οἱ πολέμιοι διηγγέλλοντο τὰ δεινὰ πράττειν, ὡς ἐκείνους ἑσπέρας κατασκηνοῦν ὅθεν πρωΐας ἐξώρμα ὁ βασιλεὺς καὶ ἄλλους ἐκεῖθεν ἐξορμᾶν τήμερον ὅπου χθὲς ἐκεῖνος κατέμεινε. Τόση τις ἦν τότε σύγχυσις τῶν ἐπιόντων ὡς μηδ' αὐτοὺς κατὰ φάλαγγας μένειν, ἀλλὰ πανταχοῦ ἐκθέειν λημμάτων ἐλπίδι ὑπὲρ δέος τοῦ παθεῖν ἅπαν. Ἦν δ' ἀνὰ μέρος καὶ ὁ Κωνσταντῖνος ἐφ' ἁμάξης φερόμενοςτὸ γὰρ σκέλος κατεαγώς ποτε, οὐκ εἶχε κατὰ τρόπον τοῖς ποσὶν εἰς ὁδὸν τότε χρᾶσθαι οὔτε πεζῇ, οὐχ ἧττον δὲ καὶ μεθ' ἵππων, τοὺς Βουλγάρους ἀμφ' αὑτὸν ἔχων καὶ αἰὲν βασιλεῖ ὅπῃ σκηνοίη ἐπέχων, ὡς καταληψόμενος μονωθέντα. Οἱ γὰρ περὶ τὸν βασιλέα πάντες, ὅσον ἦν θεραπευτικὸν καὶ οἰκίδιον, ἀμφ' αὑτοῖς ἕκαστος δείσαντες, ἄλλος ἄλλοσέ πῃ ὁρμῇ πάσῃ φεύγοντες παρεδύοντο, ἀφέντες καὶ βασιλέα περὶ ἑαυτοῦ φροντίζειν ὅπως σωθείη· σπουδὴν γὰρ ἕκαστος ἐποιεῖτο τοῦ μόνον σωθῆναι, καὶ ἀμελεῖν παρεσκεύαζον τοῦ πλησίον οὓς μὲν οἱ προμηθεῖς φόβοι, οὓς δὲ καὶ δειλίαι 307 ἄκαιροι, τοὺς μὲν ὡς ἐξ ἀνάγκης, εἰ μὴ σπουδάσαιεν, ἁλώσεσθαι προσ δοκῶντας, τοὺς δέ, μηδ' εἰδότας οἷ κακοῦ γεγόνασι, τῷ βλέπειν ἄλλους εἰς ἔννοιαν ἐρχομένους, καὶ διὰ ταῦτ' ἀποχωροῦντας ὅπῃ τις ἤλπιζε σωθήσεσθαι. Οὐ γὰρ ἦν συνησπικότας κατὰ συντάξεις ἐπιόντας δέχεσθαι τοὺς ἐχθρούς· ὁ γὰρ ἄγων ἐκείνους καὶ αὐτὸς συντετάρακτό τε τῷ αἰφνιδίῳ καὶ ὅπῃ φύγοι ἐσκέπτετο. Ὀλίγους γοῦν περὶ αὐτὸν ἔχων, καὶ μάλιστα τοὺς οἰκειοτάτους καὶ οἷς ἐπίστευε πλέον, σὺν ἐκείνοις ἅμα μὲν τὰς ὑποχωρήσεις τῶν φοβερῶν ἐποιεῖτο καὶ ἅμ' ἑτέροις φοβεροῖς προσέκρουεν, ὡς τοὺς μὲν ἀποδιδράσκειν, τοῖς δ' ἐμπίπτειν, καὶ τῶν προτέρων μὴ φθάνειν ἀνεῖσθαι φόβων καὶ δευ τέρους ἐκδέχεσθαι μείζους· καὶ γὰρ αὐτὰ τὰ τῶν ὀρῶν ἀναστήματα φαντασίαν παρεῖχον πολεμίων, ἐπεισπεσούσης δειλίας ἀφάτου. Ὅμως δὲ καὶ ἄλλως ἠγγέλλετο τὸ δεινόν· οὐ γὰρ ἦν ὅστις καὶ προσιὼν ἢ καὶ φανεὶς ἐξ ἑτοίμου οὐ φόβον ἤγγελλε. Κἄν πού τι καὶ παρεσκευάζετο πρὸς τοὺς ἐχθροὺς συγκατιέναι ἐπὶ τῷ μαθεῖν ὁπόσοι καὶ ὅπως ἴοιεν, οἱ περὶ ἐκεῖνον διὰ τὸ μέγεθος τοῦ κινδύνου κατεῖχον, ὡς ἐπὶ μόνον ὁρᾶν τὸ σῴζεσθαι. Μόλις γοῦν, νυξὶ καὶ παροδίαις βοηθούμενος, προσβαίνει τῷ Γάνῳ, ἀπολιπὼν τοὺς λοιποὺς ζητεῖν ὅποι σῴζοιντο· τῶν γὰρ κατόπιν ἰόντων καὶ μάλ' ἀπεγίνωσκεν ὡς ἁλωσο μένων· ἦσαν δ' οὗτοι οἳ δὴ τὸ βασιλικὸν ταμεῖον διεκόμιζον καὶ οἱ ἀμφὶ τὸν σουλτὰν Ἀζατίνην. Ἐκεῖνος μὲν οὖν, ὑποδὺς τὸ ὄρος, ταχυδρόμους πέμπων, ἔνθεν μὲν ἐσκέπτετο τοὺς ἐχθροὺς ἐπιόντας λανθάνων ἐκφεύγειν, ἔνθεν δὲ καὶ ταχυναυτοῦσαν τριήρη προσσχεῖν διὰ ταχέων τοῖς ὄρεσι παρεσκεύαζε. Καὶ δὴ τοὺς μέν, ἐκ τόπου τόπον ἀμείβων, συνετῶς ἐμφανεῖς ὄντας κατὰ τὸ λεληθὸς διεδίδρασκε· τὴν δὲ μαθὼν εὐτρεπισθεῖσαν παρεῖναι, συγκαταβὰς τοῖς λοιποῖς τοῦ ὄρους, ἐπέβαινέ τε καὶ εἰς Κωνσταντινούπολιν διεσῴζετο. Οἱ δ' ἄλλοι, διασκεδαννύμενοι πανταχοῦ τῆς Θρᾴκης, οἱ μὲν ἡλίσκοντο, οἱ δ' ἐκ τοῦ παρὰ δόξαν καὶ διεσῴζοντο. Οἱ μέντοι γε τῶν οἰκείων, οἷς τε τὸ κοινὸν ταμιεῖον ἐπετέτραπτο, σὺν τούτοις δὲ καὶ οἱ ἀμφὶ τὸν σουλτάν, τὰς τῶν ἐχθρῶν μόλις διαδράντες χεῖρας, τὸ τῆς Αἴνου φρούριον ὑπεισδύντες, τῶν δεινῶν ἀναπνέουσιν. Οὐ μὴν δὲ καὶ εἰς πολὺ σφίσιν ἦν ἡ τῶν πόνων ἄνεσις, ἀλλ' ἐκεῖνοι, μαθόντες τὰ περὶ τοῦ σουλτὰν καὶ ὅτι τῇ Αἴνῳ προσμένει, ἅμα δὲ καὶ περὶ τῶν ἄλλων, ἐκεῖσε 309 πανδημεὶ συνάμα καὶ τῷ Κωνσταντίνῳ συναθροισθέντες, τὴν πόλιν περιε κάθηντο καὶ δεινὰ ἐποίουν, δῆλοι ὄντες ὡς ἀνάστατον ποιήσοντες. Ἠκροβολίζοντο γοῦν καθ' ἡμέραν, περικυκλοῦντες τὸ φρούριον, καὶ ἠπείλουν τοῖς ἐντός, εἰ μὴ προδοῖεν, τὰ χείριστα. Οἱ δέ, ὁρῶντες μὲν καὶ τὰ δεινὰ ἐν χρῷ σφίσιν ὄντα καὶ ὡς οὐ φυκτὰ τὰ κατὰ σφᾶς, εἰ ἐπιβρίσειαν πλῆθος ὄντες οὐδ' ἐπὶ μικρὸν λογιζόμενοι, ὁρῶντες δὲ καὶ τὸ φρούριον ὡς κατερηριμμένον καὶ ἐνδῶσον αὐτίκα, εἰ μηχανήμασι προσκρουσθῇ, ἐν δεινοῖς ἦσαν. Πλὴν οὐδ' οἵ γε κατερρᾳθύμουν μὴ καὶ προνοεῖν ἑαυτοῖς τὰ εἰς σωτηρίαν. Ἐν μέρει δὲ καὶ οἱ περὶ τὸ κοινὸν ταμιεῖον ἐν ἐννοίαις μείζοσιν ἢ φέρειν ἦσαν, πῶς ἂν διασωθείη τόσος σωρὸς χρημάτων, ὅσος ἐν νομίσμασι καὶ ὅσος ἐν διαφόροις θεωρούμενος εἴδεσι. Καί γε καὶ περὶ πλείονος τῆς σφῶν σωτηρίας ποιοῦντες, δεινὸν ἡγούμενοι, καὶ πεσόντων ἐκείνων, εἰ τόσων τὸ κοινὸν στεροῖτο, πρόνοιαν φυλακῆς ἐποίουν. Καὶ δὴ λίθους μὲν ἐκείνους καὶ μαργάρους τῶν πέπλων ἀπέσπων καὶ ἐν ἀφανεῖ κατέκρυπτον ἅμα καὶ τοῖς βασιλείοις φορέμασι, καὶ πᾶν εἴ τι λαμπρὸν καὶ τίμιον παραβύοντες ἐτήρουν, αὐτοὶ δὲ πρὸς τὸ πολεμεῖν ἦσαν σὺν τοῖς λοιποῖς καί, ἐφ' ὅσον ἴσχυον, παρεσκευάζοντο, ἔνδοθεν βάλλοντες τόξοις τε καὶ σφενδόναις. Ἀλλ' οὐκ ἤνυτον τὸ παράπαν· τῷ γὰρ πλήθει οἱ ἐχθροὶ περιῆσαν καὶ κλίμακας εὐτρεπίσαντες ἐπιθεῖναι τοῖς τείχεσιν ἐπειρῶντο· παρώτρυνε γὰρ ἐκείνους πλέον καὶ ἡ τῶν χρημάτων εἰς χεῖρας ὅσον οὔπω γενησομένων ἐλπίς, καὶ ἐπέβριθον, ὡς λαφύξοντες. Ἀλλὰ ταῦτα μὲν τὸ πολὺ πλῆθος, οἷς οὐκ ἦν ἄλλο ἢ τὸ κερδαίνειν προὔργου παντός· οἱ δέ γε προεστῶτες καὶ οἷς ἦν ἡ σκέψις τὸ μὲν κερδαίνειν τοὺς ἐκείνων καὶ ἔξωθεν ἐκ τῆς χώρας εἶχον ἕτοιμον ὂν καὶ πλέον ἢ τὴν σφῶν ἐμπιπλᾶν ἐπι θυμίαν, αὐτοὺς δ' εἰ ἀστοχοῖεν τῶν ἐξ ἀρχῆς προκειμένων γέλωτα ὄφλειν ἐνόμιζον. Ὅθεν καὶ πέμψαντες, μετὰ τὴν παράστασιν τῶν δεινῶν καὶ τὸ δεῖξαι ὡς ἱκανοί εἰσι περιγενέσθαι καὶ πάντ' ἔχειν, ἐφ' ἑνὶ τῷ σουλτὰν τὸ πᾶν ἐτίθουν καὶ ἀπῄτουν ἐκεῖνον, ἅμα λαῷ τε καὶ χρήμασι, καὶ τοὐντεῦθεν καθυπισχνοῦντο σφίσι τὴν ἄδειαν. Τοῖς δ' ἀκούσασιν ἡ βουλὴ διάνδιχα ἦν· τοῖς μὲν γὰρ ἐδόκει διδόναι, ὡς κρεῖττον ὄν, αὐτὸν ἑκουσίως ἐκδόντας, τἆλλα περιποιεῖν ἤ, μὴ θέλοντας, πρὸς τῷ συναποβαλεῖν αὐτῷ τὰ πάντα, καὶ αὐτοὺς κινδυνεύειν· οἱ δὲ τὸν ἐκ βασιλέως ἀντετίθουν φόβον καὶ ὡς ὑπομονητέον ἔλεγον· τάχα γὰρ κἀκεῖθεν προσαποστελεῖ δύναμινμὴ γὰρ ἀμελήσειν τόσων χρημάτων καὶ προσβοηθήσει διὰ θαλάσσης καὶ ἡμῖν ἐπαμυνεῖ τὸν κίνδυνον· εἰ δ' οὖν, 311 ἀλλὰ τὴν τοῦ σουλτὰν κεφαλὴν ἀποτεμόντας ἔξω τοῦ τείχους τοῖς ἐχθροῖς ῥιπτεῖν, ὡς ἢ καραδοκήσασιν ἀποχωρεῖν, ἤ, ὁρμηθέντων ἀμύνεσθαι, ἡμᾶς ἀντέχειν ἕως θανάτου καὶ ἢ Θεοῦ που συνεργίᾳ περιγενέσθαι, ἢ πίπτειν ὑπὲρ τῆς εἰς βασιλέα πίστεως. Ταῦτα βουλευομένων, ἐκράτει μὲν ἡ δευτέρα βουλή· καρτερεῖν καὶ ἔτι, ἐκδεχομένους βοήθειαν, καὶ τοῖς μὲν ἔξω ἀναρτᾶν ἐλπίδας ὡς ἐκδωσείοντας, αὐτοὺς δὲ μένοντας εὖ τὰ κατὰ σφᾶς ὡς οἷόν τε τίθεσθαι, ὡς ἀνθεξομένους, ἐφ' ὅσον παρείκοι, καὶ μὴ βοηθείας φανείσης. Εἰ δὲ κινδυνεύοιεν, πλεόνων ἐπιβρισάντων τῶν χαλεπῶν, κεφαλὴν μὲν τοῦ σουλτὰν μήτ' ἐκκόπτειν μήτε ῥιπτεῖν· παραβόλων γὰρ ἀνδρῶν καὶ θανα τώντων τὸ τόλμημα εἶναι· τὸ δ' ἐν σπονδαῖς ἀποδιδόναι τοῦ σῴζεσθαι τὰ λοιπὰ εὐβούλου ἐγγὺς προνοίας. Τούτοις συγκροτηθέντες τοῖς λόγοις, πέμπουσι τὴν ταχίστην καὶ ὑπισχνοῦνται βουλευσαμένους ἐφ' ἱκανὸν ἐξανύειν ὅ τι ζητοῖεν. Καὶ ἦν μὲν αὐθημερὸν ἡ ἀνακωχή· οὐ μὴν δὲ καὶ ἐς πλέον ἠφίουν, ἀλλ' ἐπολιόρκουν κυκλοῦντες καὶ μάχην καρτερὰν συνίστων, πρὸς ἣν οἱ ἐντὸς ἀντέχειν κατηναγκάζοντο· καὶ πολλὴ ἦν ἡ ἐξ ἀμφοτέρων ἔρις. Ὡς δ' οἱ ἐντὸς ἤδη ἠσθένουν καὶ ὁ κίνδυνος ἦν κατὰ κεφαλῆς, πρεσβεύονται παρ' ἐκείνους ἦ μὴν ἐκδιδόναι, πλὴν ὑφ' ὅρκοις τοῖς κατὰ Θεοῦ καὶ θείων πρὸς γὰρ τὸν Κωνσταντῖνον διεμηνύοντοἀσφαλῶς γενομένοις. Οὕτω διαπρεσβευσάμενοι καὶ οὕτω συνθέμενοι, κατανευσάντων κἀκείνων, ἐπὶ πᾶσι χρῶνται τῷ ἐκεῖσε ἀρχιερεῖ. Ὁ δέ, τὴν ἱερατικὴν στολὴν ἐνδύς, λαβὼν τὰς θείας εἰκόνας, σὺν παντί τε ἔξεισι κλήρῳ καὶ παρὰ τὸν Κωνσταντῖνον γίνεται. Καὶ δὴ τελεσθέντων τῶν ὅρκων ὑπὸ Θεῷ καὶ τῷ ἱεράρχῃ, εἴσεισι μὲν ὁ ἀρχιερεύς, ἐκεῖνοι δ' εὐθὺς καὶ σουλτὰν καὶ πάντα τὰ ἐκείνου σὺν τοῖς ἀμφ' αὐτὸν ἐκδιδοῦσι. Καὶ αὐτίκα ἀνεχώρουν λαβόντες, μηδὲν ἄλλο προσεπιθέντες· ἦσαν γὰρ τὰ τῶν ὅρκων ἦ μὴν τὸν σουλτὰν λαβόντας ἀρκεσθῆναι, μηδὲν πράξαντας πλέον. Ἀλλ' ὡς ἔοικε, τὸ μοιρίδιον ἰσχυρόν, κἂν ὅ τι βουλεύσαιτό τις ἀντι περιιστᾶν τὸ μόρσιμον· τῆς γὰρ ἐπιγενομένης ἡμέρας καὶ δευτέρας μετὰ τὴν πρᾶξιν, φαίνονται κατὰ θάλασσαν καὶ αἱ τοῦ βασιλέως τριήρεις. Καὶ αἱ μὲν ὅσον οὔπω ἐνώρμουν πρὸς τοῖς λιμέσι, τοῖς δὲ μετέμελε τῶν συμβάντων, ἀλλ' οὐκ εἶχόν τι πράττειν, οὕτω γενομένων· τῷ γὰρ Ἐπιμηθεῖ μεταμέλειν ἦν, ἀλλ' οὐκ ἐξανύοι τὸ σύνολον. Ὅθεν καὶ ἐπεὶ οὐκ εἶχον μεταμελόμενοι τὸ 313 γεγονὸς ἀποίητον θεῖναι, ἐπὶ τοῖς χρήμασι τοῦ ἀσφαλοῦς προὐνόουν, μὴ καὶ ἐπὶ τούτοις σφαλεῖεν· ἐπεπλήμμυρε γὰρ καὶ ἔτι ὁ τόπος ἐχθρῶν, διασκε δαννυμένου τοῦ πλήθους. Τῷ τοι καὶ καταντικρὺ μὲν τῆς πύλης τῆς πόλεως τὰς τριήρεις ἔστησαν φέροντες, στῖφος δ' ὁπλιτῶν ὡς τεῖχος ἐφ' ἑκάτερα στήσαντες, οὕτως ἐξῆγον τὰ τῶν βασιλείων χρημάτων καὶ φέροντες ταῖς τριήρεσιν ἐναπετίθουν. Τέλος δὲ καὶ αὐτοὶ ἐμβάντες ἀπέπλεον. Ἐπεὶ δὲ κατέλαβον τὴν Κωνσταντινούπολιν καὶ τῷ βασιλεῖ ἠγγέλλοντο τὰ πραχθέντα, αὐτίκ' ἐκεῖνος, πρὸς τὴν ἀγγελίαν παροξυνθείς, ἄσχετος ἦν τῷ θυμῷ καὶ δεινὰ ἐποίει. Καὶ δὴ τὸν μὲν ἀρχιερέα εἰς τὴν παρὰ τῆς ἐκκλησίας κρίσιν καθίστα· καὶ ἐκρίνετο καὶ ἐγγὺς ἦλθε τοῦ κινδυνεύειν εἰς τὴν ἰδίαν ἐπιτιμίαν, ὡς τοῖς πραχθεῖσι μεσολαβήσας ἐκεῖνος· τοὺς μέντοι γ' οἰκείους ὁ βασιλεύς, μαστίξας καὶ ὡς ἦν γυναικείαις ἀτιμώσας στολαῖς, ἀπὸ προσώπου ἐποίει· καὶ πέμψας τὰς μὲν τοῦ σουλτὰν εἰς γυναῖκα καὶ θυγατέρα, ἔτι δὲ καὶ μητέρα καὶ ἀδελφὴν ταττομένας καὶ τοὺς ἐκείνου παῖδας, σὺν τοῖς περὶ ἐκείνους ἅπασιν, εἱρκταῖς ἀσφαλέσιν ἐδίδου. Ὅσον δ' ἦν ἐκείνῳ πλῆθος χρημάτων ἐν ἀργύρῳ τε καὶ χρυσῷ καὶ πέπλοις ἐξάλλοις, ἔτι δὲ καὶ στολαῖς καὶ ζώναις, ἀλλὰ καὶ μαργάροις καὶ λίθοις, πάμπολυ ὄν, ὥς φασι, καὶ ἱκανὸν εἰς τρυφὴν Περσικήν, τῷ κοινῷ ταμιείῳ προσανατίθησι.
305.2.1
Ὅπως ὑπεδέξατο ὁ πατριάρχης ἐλθόντα τὸν βασιλέα καὶ μεθ' ὅσου ἐλέγχου καὶ ζήλου. Τέως δέ, πρότερον ἢ ταῦτα γενέσθαι, ἐπεὶ πολὺς ἦν ὁ πατριάρχης κωλύων τὸν βασιλέα κατὰ χριστιανῶν ἐκστρατεύειν, ὡς οὐκ εὐοδήσοντα πάντως, ἐμφυλίους κινοῦντα πολέμους, τότε μὴ κατὰ τρόπον βασιλικὸν τῇ Κων σταντίνου ἐπιδημήσαντι, τῷ μεγάλῳ νεῲ ἐπιστάντι, ἐφ' ᾧ προσκυνῆσαι καὶ ἀποδοῦναι τὰ τῆς εὐχαριστίας ῥύσια, κατελθὼν ὁ πατριάρχης ὠνείδιζέ τε εὐθύς, προσεπιτιθεὶς καὶ τὰς εἰς Θεὸν τῆς σωτηρίας ἐκείνου εὐχαριστίας, καί· «Τῷ Θεῷ χάρις, ἔλεγεν, ὅτι σέσωσαι καὶ χερσὶν οὐ παραδέδοσαι τῶν τὴν σὴν ψυχὴν ζητούντων ἐχθρῶν. Τί δαὶ τὰ παρ' ἐμοῦ σοι τότε λεγόμενα; Ἦ οὐ μέμνῃ ὡς τὴν ἐκστρατείαν ἐκώλυον, ὡς οὐ συνοίσουσαν ἄντικρυς; Οὐ 315 τοὺς ἐμφυλίους πολέμους ἀπέλεγον μὴ ζητεῖν; Καὶ τί γε ἄλλο ἢ σὲ καὶ τὰς σὰς δυνάμεις εἰς μάχην τῷ δεσπότῃ Μιχαὴλ ἰέναι καὶ τοῖς ἐκείνου στρα τεύμασιν; Οὐχ ἅμα σὺ μὲν τῷ Χριστοῦ ἐνεσημάνθης ὀνόματι κἀκεῖνος λάτρης Χριστοῦ; Τίσιν εὐκτέον, ἔλεγον τότε, ποιοῦντας τὰς εἰς Θεὸν ἱκεσίας, καὶ κατὰ τίνων ὁμιλητέον Θεῷ ὡς ἐκσπόνδων ἐχθρῶν; Αἱ ὑπὲρ ὑμῶν εὐχαὶ καὶ ὑπὲρ ἐκείνων πάντως, ἐπειδήπερ καὶ μιᾶς μάνδρας ἐστὲ τοῦ Χριστοῦ. Νῦν δέ, ἀλλ' εὐλογητὸς Κύριος ὁ ῥυσάμενός σε ἐξ ἐχθρῶν ἀνόμων· ἐπέσεισε γάρ σοι σφέας, ἐφ' ᾧπερ ἀναμνῆσαι ὡς οὓς μὲν ὡς ἐχθροὺς ἐζήτεις, οὐκ ἐχθραντέοι πάντως δικαίως. Ὅρα δὲ τοὺς ἐχθρούς, εἰ βούλει, οἷς οὐκ ἂν ὁμόσε χωρήσαις, ἢν μὴ' γὼ θέλοιμι. Ἔδειξε τοίνυν καὶ τοὺς ἐχθροὺς καί, φοβήσας μόνον, μεταβαλὼν ἐρρύσατο· οὕτως οἶδε Κύριος κρίματα ποιῶν.» Ταῦτα τοῦ πατριάρχου λέγοντος, εὐμενῶς ὁ κρατῶν ἐδέχετο τὰς ἐλέγξεις καὶ προσεπῄνει· ἀντιλέγειν γὰρ ὡς δικαίοις οὐκ εἶχεν, ἀλλ' ἐπῆγεν ὡς δῆθεν ἀπολογούμενος ὡς καὶ εἰρήνην μᾶλλον τὰ τῆς ὁδοῦ κατηντήκεσαν καὶ ὡς κῆδος μεσολαβῆσαν τὰς εἰσαῦθις σπονδὰς ἐβεβαίωσεν. Ὁ μὲν οὖν βασιλεύς, οὕτως εἰπώνοὐ γὰρ ὁ καιρὸς ἐδίδου καὶ πλείονα λέγειν, ἀποπεμφθεὶς ταῖς εὐχαῖς, ἐχώρει πρὸς τὸ παλάτιον, τὰ δὲ περὶ τοῦ κήδους οὕτως ἦσαν.
305.3.1
Κῆδος ἐπί τε τῇ θυγατρὶ τῆς Εὐλογίας Ἄννῃ καὶ Νικηφόρῳ δεσπότῃ, υἱῷ τοῦ δεσπότου Μιχαήλ. Ἐπειδὴ γὰρ πολλάκις ἀποστείλας ὁ βασιλεὺς καὶ τὰς δυνάμεις προσβαλὼν ἀπεκρούετοἐχρᾶτο γὰρ καὶ ὁ Μιχαὴλ τῷ Ἰταλικῷ εἰς βοήθειαν καί, καρτερῶς κρατυνάμενος τὰς δυνάμεις, ἀντεῖχε, καὶ οὐδὲν ὁ ἐπιὼν ἤνυε, μᾶλλον μὲν οὖν καὶ προσεζημιοῦτο ταῖς ἐν κενοῖς ἀσχολίαις, μόλις μετὰ τὴν πολλὴν πεῖραν, ἱκετεύσαντος τοῦ δεσπότου καὶ πρεσβείαις συχναῖς ἐκμειλι ξαμένου τὸν αὐτοκράτορα, πρὸς εἰρήνην καὶ οὗτος ἀπέκλινε. Καὶ ἐπεὶ παῖδες ἦσαν τῷ Μιχαὴλ τρεῖς μὲν γνήσιοι, ὧν ὁ μὲν Ἰωάννης ἀνὰ χεῖρας ἦν τοῦ κρατοῦντος, πεμφθεὶς μὲν πρὸς πατρός, δοθεὶς δὲ παρὰ μητρὸς ἡκούσης εἰς ὅμηρον, ὃν καὶ γαμβρὸν τοῦ σεβαστοκράτορος Τορνικίου ὁ λόγος προϋπεδείκνυ, δύο δὲ παρὰ τῷ πατρί, Νικηφόρος τε καὶ Δημήτριος, ἕτερος δ' ἐκ νοθείας ὁ Ἰωάννης. Καὶ ὁ μὲν Δημήτριος ἀντίπαις ἦν ἔτι καὶ ἐν ἀπραγμοσύνῃ ζῶν διετέλει, ὁ δέ γε Νικηφόρος κεχήρωτο γυναικόςἡ γὰρ 317 θυγάτηρ τοῦ βασιλέως Λάσκαρι ἐτεθνήκει· τούτῳ ἐγνώκεσαν καὶ ἀμφό τεροι τὴν τρίτην τῶν τῆς Εὐλογίας θυγατέρων Ἄνναν ἐκδοθῆναι πρὸς γάμον, δεσπότῃ γε ὄντι, ἐκ τοῦ προτέρου κήδους παρὰ τοῦ προβεβασιλευκότος Ἰωάννου ἔχοντι τὸ ἀξίωμα. Καὶ δὴ μετὰ πολλῆς δορυφορίας ἀποστείλας τὴν Ἄνναν, τοὺς γάμους ἐτέλει· εἶτα καὶ τὸν Νικηφόρον εἰς ἑαυτὸν συγκαλέσας κατὰ τὴν Κωνσταντίνου, κρατύνει μὲν τὸ ἀξίωμα καί, τιμαῖς μεγαλύνας καὶ δώροις ἀγήλας, πρὸς τὰ οἰκεῖα ἐκπέμπει. Καὶ οὕτως τὰ κατὰ δύσιν καταστήσας, τὰ τῆς ἀνατολῆς πονοῦντα προσ ανεκτᾶτο, καὶ ἄλλους μὲν πλείστους προσαποστέλλων, ἐξαιρέτως δὲ τὸν δεσπότην Ἰωάννην, ᾧ δὴ ἐπεθάρρει αὐτάρκη τὴν τῶν κακουμένων ἐπικου ρίαν· ταῖς γὰρ ἀληθείαις, ἀσχολουμένου τοῦ βασιλέως τοῖς δυτικοῖς, ὡς δῆθεν ἀνακαλουμένου τῇ βασιλείᾳ τὸ λεῖπον, ἠσθένει τὰ καθ' ἕω διχόθεν, τῷ τε τὰς ἐκεῖ δυνάμεις πρὸς τὴν δύσιν ἐκπέμπεσθαι καὶ τῷ καταμελεῖσθαι μακρόθεν. Ἀλλὰ ταῦτα μέν, τῶν δυτικῶν ἡσυχασάντων, πέμπων ὁ βασιλεὺς ὡς οἷόν τε ἀνεκτᾶτο καὶ πρὸς τὸ πρότερον ἐπανῆγεν· οὐ γὰρ ἦν, οὐκ ἦν, τοῦ δεσπότου φανέντος ἐκεῖσε, τοὺς Πέρσας μὴ ἠρεμεῖν, ἢ μᾶλλον καὶ μὴ σὺν φόβῳ πλείονι ἀναστέλλεσθαι. κηʹ. Περὶ τοῦ φημισθέντος ψεύδους διὰ Τοχάρων ἐπιδρομὴν κατὰ Νίκαιαν. Τοῦ δ' αὐτοῦ ἔτους, μηνὸς κρονίου, τῶν θείων ἡμερῶν τῆς νηστείας τελουμένης, ἡμέρᾳ τῆς δευτέρας ἑβδομάδος δευτέρᾳ, συνέβη τῇ Νικαίᾳ ἐκ παραδόξου τε καὶ ἐξαίφνης πρᾶγμα πραχθὲν μὲν φοβερὸν καὶ μηδενὶ ἄλλῳ εἰς λόγον ὑπερβολῆς παραχωροῦν τῶν πρωτείων, κἂν ὅ τι καὶ ὅπως συμβαίη, ὅσον τῇ προσβολῇ καὶ μόνῃ καὶ τῇ τῶν δεινῶν προσδοκίᾳ, ὡς ἤδη μεγίστοις κακοῖς περιβεβλῆσθαι ἀναγκαῖον εἶναι τοῖς δεχομένοις καὶ μηδὲν τῶν εἰς σωτηρίαν ἐλπίζειν, λεγόμενον δὲ μὴ τόσον ἔχον εἰς φόβον καὶ συστολήν. Εἴωθε γὰρ ὁ λόγος τοῖς μετρίοις μέγεθος ἐπιφέρειν, ὡς οἷός τ' ἐκείνων περιεῖναι, τοῖς δὲ μεγίστοις ἐξατονῶν, ὕστερος σφῶν φαίνεσθαι. Πλὴν καλὸν 319 ἐν τοῖς τοιούτοις μὴ τοῖς λεγομένοις ἐμμένειν, τοῖς λόγοις προσέχοντας, ἀλλὰ καὶ ἐς μάλα τὸν νοῦν ἐπανάγειν καὶ ὡς ἐπ' αὐτῶν ὄντας τῶν πραγμάτων ἀναπολεῖν τὰ λεγόμενα. Πρώτῃ τοίνυν φυλακῇ τῆς ἡμέρας ἐκείνης, ὑπεραναβεβηκότος τὸν ὁρίζοντα τοῦ ἡλίου ὅσον καὶ ἐπὶ μοίρας ζῳδίου τριάκοντα, ἐπ' ἔργοις ὄντων τῶν ἀνθρώ πων, τῶν μὲν πνευματικοῖς, τῶν δὲ καὶ σωματικοῖς, ἐξαίφνης φημίζεται λόγος, οὐκ ἐν τῷδε μὲν τῷ μέρει τῆς πόλεως, ἐν τῷδε δ' οὔ, ἀλλὰ κύκλῳ περὶ τὴν πόλιν ἅπασαν, Τοχάρων ἔθνος, τῷ πλήθει θαρσῆσαν, τοὺς τῶν πυλῶν κρεουργῆσαν φύλακας, εἰσελθεῖν τὴν πόλιν μεθ' ὅτι πλείστων καὶ δεινῶν ὁρμημάτων, ὥστ' ἐν ἀκαρεῖ τοὺς ἐμπίπτοντας σφίσιν ἀπροσδοκήτως ἀπηνῶς κατασφάττειν. Καὶ ὁ λόγος ἅμα μὲν ἐρρέθη, ἅμα δὲ καὶ τὴν πόλιν περιε λάμβανεν. Ἐκπηδήσαντες τοιγαροῦν τῶν οἰκιῶν, καθὼς ἕκαστος ἔχων εὑρέθη, ἐξέθεον ἀσυντάκτως κατὰ τὰς ἀμφόδους, καὶ οἱ μὲν ἔνθεν, οἱ δ' ἐκεῖθεν φερόμενοι ἀλλήλοις προσέπιπτον. Ἦν δὲ καὶ τούτοις κἀκείνοις εἷς καὶ ὁ αὐτὸς πόνος· καὶ ὥσπερ κατὰ νώτου καὶ ἀμφοτέροις ἐπείγοντος τοῦ κακοῦ, συγκρούοντες ἀλλήλοις, ἅτεροι ἐξ ἑτέρων μανθάνειν ἤθελον τίς ἡ φήμη καὶ εἰ ἀληθῆ τὰ λεγόμενα. Οὔτε δ' οὗτοι οὔτ' ἐκεῖνοι ἀσφαλῶς εἶχον φράζειν, πλὴν τοῦ ἀληθῆ εἶναι ταῦτα, συμφώνως ἁπάντων ἰσχυριζομένων εἰς τοῦτο· καὶ ἕκαστος περὶ ἑαυτῷ ἀμφιβόλως ἔχων τοῦ σῴζεσθαι, ἀναμφι βόλως εἶχε περὶ τὴν φήμην. Ἐν ὅσῳ δὲ ταῦτ' ἐκείνοις ἦσαν, κατόπιν ἄλλοι ἐκτρέχοντες ἐτραγῴδουν τὰς συμφορὰς καὶ οἰκείοις ἔλεγον ὀφθαλμοῖς τεθεᾶσθαι τοὺς ἐπιόντας τὸν ἐντυγχάνοντα σφίσιν μεληδὸν κατασφάττοντας, ὡς εἶναι τὴν ἐκείνων θέαν ἅμα καὶ θάνατον οἴκτιστον, τῶν φόβων, οἶμαι, εἰδωλοποιούντων τὰ πάθη καὶ γρηγοροῦσι καὶ τὰ μὴ ὄντα ὡς ὄντα πλαττόντων ὀφθαλμοῖς τὸ ὀπτικὸν πλανωμένοις καὶ τῆς ἀληθείας ἀποτυγχάνουσι. Τὸ γὰρ κατὰ νοῦν φοβερὸν λαμβάνον τὸ ὀπτικόν, ὡς τοῖς ἔξω σκοτασθὲν διὰ τὸ περιὸν τῆς δειλίας καὶ μὴ κατὰ τρόπον βλέπον, προσεῖχεν ὡς ἀληθεῖ εἰδωλοπλαστουμένῳ τῇ φαντασίᾳ καὶ ὃ ὑπενόει μόνον ὡς ὂν ὑπετόπαζε. Τί γὰρ ἐκείνοις ἠβούλετο τὸ τὰ ἀνύπαρκτα ὡς ἐν ὑποστάσει ὄντα πιστοῦσθαι; Οἱ δ' ἀκούοντες τῶν πρόσθεν μὲν ἐξεκρούοντο, παλινδρομοῦντες δ' ἐς οἴκους οἱ μὲν ταῖς γωνίαις ἐζήτουν παραδύεσθαι κατὰ τὸ σφίσιν αὐτοῖς εἰς σωτηρίαν ἱκανὸν νομιζόμενον, καὶ οἱ μὲν τάφους πάλαι κατατεθνεώτων ἀνοιγνύντες εἰσέδυον, οἱ δ' ἀσφαλέσι τόποις ἑαυτοὺς ἐνεπίστευον. Ἄλλοι δέ, ἀνδρῶδές τι καὶ θαρραλέον ἡγούμενοι 321 πράττειν, ὅπλα τε περιετίθουν καὶ λόγχαις σὺν ἀσπίσιν ἐχρῶντο καὶ τὸν ἡγησόμενον ἐξεζήτουν. Ἦσαν δὲ τότε ὁ μὲν εἰς προστασίαν τῆς πόλεως τεταγμένος, οὐκ εὖ εἰδὼς πολέμων, ἀλλὰ λημμάτων, ὁ Μανουηλίτης Νικόλαος, τιμὴν ἔχων τὸ προκαθῆσθαι τῆς πόλεως, ἄλλοι δὲ πλεῖστοι πολεμικαῖς ἐμπειρίαις ἐντεθραμμένοι, οἷς οὐδεμία τις ἐνῆν τὸ τηνικάδ' ἔννοια τοῦ πολλάκις καὶ ψεῦδος εἶναι τὸ φημιζόμενον, ἀλλὰ πᾶσι κοινὸς προσπε παίκει φόβος· καὶ μὴ μόνον τὸ κατὰ σφᾶς ἤθελον, ἀλλὰ καὶ τὸ κατὰ πᾶσαν τὴν πόλιν, σῴζεσθαι. Ὁπλισθέντες τοιγαροῦν διέθεον πᾶσαν τὴν πόλιν, οἷά τινες διάττοντες συνεχεῖς· καὶ οἱ μὲν ἔνθεν, οἱ δ' ἐκεῖθεν μεθ' ὁρμῆς ἐξαλλόμενοι, οὐδὲν ἑώρων τῶν λεγομένων, μόνων δὲ ὀδυρμῶν καὶ στεναγμά των ἤκουον, ὡς ἁλόντος τοῦ ἄστεος καὶ ὡς τοῦ δεινοῦ σφίσιν ἐν χρῷ γεγονότος· καὶ σχῆμα ἦν ἄντικρυς ἁλούσης πόλεως τὰ πραττόμενα, πλὴν οὐκ ἐκ τῶν δρώντων εἰκονιζομένων τῶν χαλεπῶν, ἀλλ' ἐκ τῶν πασχόντων τὰ τῆς ἁλώσεως. Οὐ γὰρ κενὸς ἐκάλει κενόν, ὡς ληψόμενος τὸν ἀργὸν πρὸς τὸ λήψεσθαι, οὐδὲ πλήρης ὢν ἄλλος παρώτρυνεν ἕτερον, ἀλλ' οἷον ἐκσπασθέν τες τῷ φοβόληπτοι γεγονέναι καὶ τοῖς οἰκείοις ὡς ἀλλοτρίοις προσπαίοντες, ὑπώπτευον καὶ τοὺς συνήθεις ὡς πολεμίους, παρὰ τοσοῦτον οὐ σφάττοντες παρ' ὅσον καὶ τὸ πρὸς ἐκείνων παθεῖν ἐφυλάττοντο, δύσμοροι τῆς ὁμαιχμίας καὶ ἄθλιοι τῆς κατὰ σφᾶς προθυμίας ἕκαστος. Τότε καὶ οἱ ἐν εἱρκταῖς σιδήροις πεδούμενοιπολλοὶ γὰρ τῶν πολεμίων κρατηθέντες ὡς εἱρκτὴν λήθης τὴν ἐν Νικαίᾳ φυλακὴν κατεκρίνοντο, ὡς οὐ ῥᾳδίως ἂν ἀποδράντες, ἐκεῖνοι τοίνυν, τὴν κοινὴν θεώμενοι ταραχήν, ἐπίστευον τοὺς ἐχθροὺς εἰσιέναι καὶ κρατῆσαι τὸ ἄστυ, οὐκ ἐξ ὧν ἐκείνους ἔβλεπον, ἀλλ' ἐξ ὧν τὸν τῶν ἐποίκων θόρυβον ἐθεῶντο. Καὶ δὴ τῶν πεδῶν ἐκλυθέντες, οὐραγοί τινες ἦσαν προεκθεούσης τῆς φάλαγγος, πλὴν οὐ κατ' ἄμυναν, ἀλλὰ κατὰ προθυμίαν τοῦ φυλάσσεσθαι. Ἦν δὲ τὸ τῆς ἐκδρομῆς τέλος ἐπὶ τὰς πύλας ἰέναι τῆς πόλεως. Καὶ ὁ λαὸς εἵπετο χύδην, καὶ ἐν ἀλογίστῳ τῇ καθ' αὑτὸν ἀσθενείᾳ ὠρρώδουν ἕκαστος, ὡς ἢ τεθνηξόμενος, τῶν πρώτων πεσόντων, εἰ οἱ πολέμιοι ἔξωθεν διεκπαίοιεν, ἤ, τούτων ἀνωθούντων τοὺς εἰσχεομένους καὶ ἀναστελλόντων ἔνδοθεν, αὐτὸς οὐραγῶν 323 συνεξελευσόμενός τε καὶ ἐκφευξόμενος. Τὸ δὲ ἦν ἄρα ὄνειδος αὐτοῖς· προσπεσόντες γὰρ ταῖς πύλαις, οὐ μετὰ τῆς αὐτῆς καὶ μιᾶς προθέσεως ἐπήρχοντό τε καὶ ἀνεχώρουν, ἀλλ' ἐν ταραχῇ καὶ σὺν οὐδενὶ κόσμῳ ἐμπίπτον τες, μεθ' ἡσυχίας καὶ σὺν καταστάσει τῇ προσηκούσῃ ἀνεζεύγνυον. Εὕρισκον γὰρ καθ' ἡσυχίαν καθημένους τοὺς φύλακας καὶ μηδὲν ἐπαΐοντας τῶν ἀνὰ τὴν πόλιν γενομένων. Ὅθεν καὶ οὐ μᾶλλον ἤλγουν ὡς τόσον ἠπατημένοι ἢ ὠρρώδουν ἐν ἄλλαις πύλαις ἐλπιζόμενον τὸ κακόν· ὃ δὴ καὶ πλείω παρεῖχεν ἐκείνοις τὴν ταραχήν, εἰ οὕτω βραδυνάντων, τῆς πρὸς τὰς μηδένα φόβον ἐχούσας πύλας ἁπτομένων, οἱ ἐχθροὶ καθ' ἑτέρας πύλας μετ' εὐχερείας πάσης εἰσελῷεν. Καὶ δὴ ἐκεῖθεν διασκιδνάμενοι, οἱ μὲν ἔνθεν, οἱ δ' ἐκεῖθεν ἰόντες, ἅμα καθ' ἡμίσεις ταῖς καθ' ἑκάτερον πύλαις ἐφίσταντο, ἀπογνόντες ὡς μὴ πονούσης τῆς καθ' ἕω. Ὡς δὲ τὰ ἶσα καὶ ἐν ἐκείναις εὗροντὴν γὰρ πρὸς αἰγιαλὸν οὐδεὶς ὡς προδώσουσαν καθυπώπτευεν, εἰς ἓν συναχθέντες, καθίσταντό τε τὰς ψυχὰς καὶ ἐν ἀμηχανίᾳ τοῦ τί πράττειν ἦσαν· μὴ γὰρ ἂν κατ' ἀέρος πεσεῖν τοὺς ἐχθρούς, πτέρυγας περιθέντας. Ὡς δὲ καὶ τὴν ἐς αἰγιαλὸν φέρουσαν ἐπιστάντες ἐλευθέραν καὶ ταύτην δέους εὗρον παντός, τῶν φυλάκων εἰς χλεύην τιθεμένων σφίσι τὴν ἀπάτην, ἀνέπνευσάν τε εὐθέως τοῦ δέους καὶ τὴν αἰτίαν τῆς φήμης ἠρεύνων· μὴ γὰρ ἂν αὐτόθεν γῆς μυκησαμέ νης ἐξενεχθῆναι, εἰ μή τις πρῶτος τὸν φόβον ἐψευδολόγησεν. Ἐπὶ πολλὰς γοῦν τραπόμενοι τὰς ὁδούς, μηδὲ τὸ τυχὸν παριδόντες, ἤν τις προβάλλοιτο, οὐδὲν πλέον εἶχον εὑρέσθαι τοῦ ἐξ ἀφανοῦς ἅμα τε γεννηθῆναι καὶ ἅμα τραφέντα συνδιειληφέναι τὰς τῶν πολλῶν ἀκοάς. Τὸ δ' ἐκ προχείρου καὶ πιθανὸν εἰς αἰτίαν τὸ τῆς εἰκόνος τῆς θεομήτορος καθ' ἱκεσίαν ἐκφερομέ νης πλῆθος ἕπεσθαι γυναικῶν, ἃς δὴ καὶ ἐκφωνεῖν ἀναγκαῖον τὴν δέησιν, κατόπιν ἡκούσας. Τούτων οὖν ὀλοφυρτικῶς κατὰ Περσῶν καὶ Τοχάρων θεοκλυτουσῶν, εἰκὸς τὰ τῆς φωνῆς διελθεῖν, καὶ συμβῆναι τὰς μὲν κατ' ἐκείνων μεγαλοφωνούσας ποτνιᾶσθαι, τοὺς δὲ πέριξ καὶ ἔξωθεν, τὴν φωνὴν δεχομένους, τὰ κατ' ἐκείνων ὡς περὶ ἐκείνων ἐρχομένων ὑποτοπάζειν, καὶ οὕτω διαδοθῆναι συνάμα φόβῳ τὸν λόγον καί, τὰς τῶν πολλῶν ἀκοὰς πληροῦντα, παραθῆξαι τὸν θόρυβον. 325 Ἀλλ' ἐκεῖνοι μὲν οὕτως· ὁ δέ γε βασιλεύς, μετὰ ταῦτα μαθὼν ὅπως γένοιντο, ὑπερεπάθησέ τε καὶ πέμψας διὰ γραμμάτων τὰ πολλὰ κατε μέμψατο· μηδὲ γὰρ ἀνδρῶν εἶναι φρονίμων καὶ νοῦν ἐχόντων, πρὸς τὸ παρεμπῖπτον τῆς φήμης θορυβουμένους εὐθύς, θορυβεῖν· δεῖν γὰρ ἐννοεῖν τὸ τοῦ πράγματος ἀνυπόστατον καὶ ὅπως ἐχθροί, μὴ περικαθήμενοι πόλιν μηδ' ἐν χρῷ τῶν πύργων ὄντες, ἀλλὰ μόλις καὶ ἀκουόμενοι διάγοντες ἐν Περσίδι, αὐτίκα παμπληθὲς ἀπέχοντες πετασθέντες ἐμβαῖεν δίχα πολέμου καὶ προσβο λῆς. Ταῦτα καὶ τὰ τοιαῦτα γράψας καὶ ὀνειδίσας, ὁ βασιλεὺς εἰς τὸ ἑξῆς καθίστα πρὸς τὸ εὐφυλακτότερον τὸν λαόν. 329 {ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΤΕΤΑΡΤΗ}. Δημηγορία βασιλέως πρὸς τοὺς ἀρχιερεῖς περὶ τῶν καθ' αὑτόν. Ἄρχεται δ' ἐνθένδε τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. Ὁ γὰρ βασιλεύς, πᾶς γιγνόμενος πρὸς τὸ πεῖσαι αὐτῷ τε ἠπίως προσενέγκασθαι καὶ τὸν δεσμὸν λύειν, ἐπεὶ ἀπέγνωστό οἱ τὰ τοῦ σκοποῦ, πολὺς ἦν ὀριγνώμενος ἐκ παντὸς τρόπου ἐκεῖνον ἀποσκευάσασθαι. Ὅθεν καὶ πολλάκις τοὺς ἀρχιερεῖς συγ καλῶν, ἐμαρτύρετο τὴν ἀνάγκην, ὡς δέον ὄν, ἀνέδην ἄγοντα τῶν ἄλλων σχολήν, τὰ τῆς ἀρχῆς, πολλὰ ὄντα καὶ δυσεξάνυστα, προσκοπεῖν. Ὁ δὲ κἀκείνοις ἐνειλούμενος ἐξ ἀνάγκης ἀπαραιτήτου, ὡς μέγα τι καὶ τὸν ἀπὸ τοῦ πατριάρχου δεσμὸν ἐφόλκιον ἐπισύρεται. Ἐχρῆν δ' οὐχ οὕτως, ἀλλὰ καὶ αὐτοὺς τῷ πράγματι νεμεσᾶν, εἰ, πλημμελήματος μὴ οἵου τ' ὄντος τῇ εἰς τὸ ἀρχαῖον τῶν πραγμάτων ἐπανακάμψει ἐξαληλίφθαι, ὁ πρὸς τὸ θεραπεύειν τατ τόμενος δυοῖν θάτερον πράττοι, ἢ τὰ πρότερα ὡς εἶχεν ἀνταπαιτῶν, ἢ τὴν θεραπείαν ἀναβαλλόμενος· τὸ μὲν γὰρ ἀδύνατον, τὸ δὲ πάντως ἀνοικονόμητον. Καὶ δέον ὂν παραινεῖν καὶ τὴν τοῦ μεταγνῶναι δεικνύειν ὁδὸν καὶ τῷ μηδὲν τοῦ πλημμελήματος αἰσθομένῳ ἢ καὶ καταρρᾳθυμοῦντι ἐκ προαιρέσεως, ὁ δὲ καὶ τὸν ἐξ αὐτοῦ νυττόμενον τῷ γνησίως μεταγνῶναι καὶ τὴν θερα πείαν ἐκτόπως θέλοντα δέχεσθαι, κἂν τομαῖς κἂν καυστῆρσιν οἰκονομοῖτο, ἐκεῖνος ἀπωθεῖται καὶ τῷ μεταγνῶναι τὸ ἀπογνῶναι συνείρει, ὡς κρεῖττον ὂν μὴ μεταγνῶναι ἢ ἀπογνῶναι μεταγνόντα· τὸ μὲν γὰρ ἀναλγησίαν κατηγορεῖ, τὸ δ' ἀπώλειαν αἰωνίζουσαν· αὐτὸν μὲν οὖν καὶ πολλάκις προσ ελθόντα ἀποπέμπεσθαι καί, ζητοῦντα τοὺς τρόπους τῆς ἰατρείας, οὐχ ὅπως 331 λαμβάνειν, ἀλλὰ καὶ προσονειδίζεσθαι, καὶ τέλος οὐδὲν ἄλλο πυνθάνεσθαι πλὴν τὸ ἀνάγκην εἶναι τὸ τραῦμα ἰᾶσθαι, ὅπως δ' ἰῷτο μὴ μανθάνειν, ἀλλὰ πρὸς τὸ πράττειν προτρέπεσθαι, μηδὲν εἰδότα τῶν πράττειν ὀφειλομένων, εἶναι δ' ὑποπτεύειν τὸ πᾶν χλεύην. «Ὥρα γοῦν δεδοικέναι μή τι καὶ πράττοντος ἐκεῖνος ἀναλαμβάνων τὸ ἔγκλημα, ὡς μηδενὸς αὐτάρκους γενομένου, μὴ καταδέχοιτο καὶ οὕτω πονέσας ἀνήνυτα γνώσομαι. Ὃ δ' οὖν καὶ ἐμφαίνει πλαγίως, ἀκούσαντες ἂν διαγνῶτε ἢν ὅλως συμφέροι· ἀποθέσει γὰρ βασιλείας καὶ ἰδιωτισμῷ μετιέναι τὸ ἔγκλημα βούλεται. Τὸ δὲ ᾧ ἂν καὶ συνενέγκοι σκοπῶν, οὐδ' ὅλως εὑρίσκω. Ἐπὶ μὲν οὖν τοῖς κοινοῖς, αὐτόθεν δῆλον, καὶ οὐδὲν δεῖ ἐρωτῶντας μανθάνειν· τὸ γὰρ μήτ' ἐκείνου οἵου τε ὄντος τὰ πράγματα διοικεῖν καὶ μηδὲ συμβάντος ἐκστῆναι, ὡς μέγα τι τὴν ἐρημίαν λογίζεσθαι, οὐδὲν ἀλλ' ἢ ζητοῦντος οἶμαι κοινὸν ὄλεθρον καὶ Τελχῖνος τρόπον ἐνδεικνυμένου. Ὃ δὲ καὶ μᾶλλον δια φερόντως τῶν ἄλλων ἅπτεσθαι τῶν ἐμῶν, μακρὰν ἂν τὴν δημηγορίαν κατέ τεινα ἄν, ἢν μή γε καὶ ἀφ' ἑνὸς μόνου οἷός τ' ἦν παριστᾶν τὴν βλάβην. Τί γάρ μοι καὶ ἐχέγγυον τοῦδε αὖθις ἀπραγμόνως βιῶσαι, καταθεμένῳ τὴν ἐξουσίαν; Τί δὲ γυναικὶ καὶ παισὶ μᾶλλον, οἷς ἂν παρευθὺς μοῖραν ἐφεδρεύειν ἀνάγκη ἧς ὁ τυχὼν οὐ γηθήσειεν; Ἐμοὶ μὲν οὖν οὐκ ἔστιν ἀμφισβητεῖν ἐκείνῳ τῆς πνευματικῆς ἰδμοσύνης, κἂν ὅ τι κελεύοι· τέως δ' ἐν τούτοις πολλοῦ γε δέω προσεπαινεῖν. Ποῦ γὰρ καὶ τίνι ποτ' ἔθνει τὸ τοιοῦτον ἔβλαστε; Καὶ εἰς τί παράδειγμα βλέπων ὁ ἱεράρχης ἀνεμεσήτως ἀξιοῦν ἔχοι τοῦτο καὶ ἐν ἡμῖν; Ἦ οὐκ οἶδε τὸν τοιαύτης γευσάμενον καθάπαξ μεταβολῆς μὴ τρόπον εἶναι μετεγκλίνειν πρὸς ἄλλο ἢ μετεγκλίναντα τελευτᾶν; Πόσοις γὰρ ἐφεδρεύεται βασιλεία; Ὁπόσοις δὲ καὶ ἡ πίστις ἔψυκται ἐπὶ τοῦ σχήματος, σῳζομένου καὶ ἔτι τοῦ βασιλέως, οὓς καὶ καθυφεικότος ὡρμημένους πάλαι θαρρεῖν ἀνάγκη. Κἂν αὐτοὶ μὴ δρῷεν ἰάπτοντες ἄλλως, ἀλλὰ τῷ γ' ἐπὶ τῆς ἀρχῆς 333 καταστάντι, ὥσπερ ἀντιζηλοῦν εἰκός, οὕτω καὶ δρᾶν τὰ χείριστα ῥᾴδιον. Τί δὲ καὶ ἀνάγειν τὴν ἀρχὴν ἔδει, ὃν μετ' οὐ πολὺ κατάγειν ἠβούλετο, ὡς γεύσαντα μόνον ἀποστερεῖν; Χωρὶς δὲ τούτων καὶ Θεόν, εἴπερ τινὶ ἄλλῳ μεγίστῳ, καὶ καταστάσει βασιλείας συνιέναι πιστεύομεν. Θεοῦ δὲ βουλὴν διασκεδᾶν ἐθέλειν, ὡς μὲν τολμηρόν, ὡς δ' αὔθαδες, ὡς δὲ καὶ μέγαν ἔχον τοῖς τολμῶσι τὸν κίνδυνον. Ταῦτα τοίνυν ἐνθυμουμένους, δεῖ καὶ ὑμᾶς τῷ δικαίῳ τῆς βασιλείας συμπράττειν καὶ μὴ οὕτω καταμελεῖν ἡμῶν, ἐπὶ τοσοῦτον ἀπαγχομένων τοῖς λογισμοῖς. Τί δαί, οὐ τῇ ἐκκλησίᾳ μετάνοια ὥρισται, οὐ νόμοι ταύτης θεῖοι προβέβληνται, οὐχ ὑμεῖς κατ' ἐκείνους τοὺς πολλοὺς θεραπεύετε; Ἦ τοῖς βασιλεῦσι διαφερόντως πρὸς τοὺς πολλοὺς οἱ τῆς ἐκκλησίας πρόκεινται νόμοι; Εἰ δ' οὖν, ἀλλ' εἰ μὴ παρ' ὑμῖν μετανοίας θεσμοί, ἀλλαχοῦ τῶν ἐκκλησιῶν εἰσι, καὶ προσδραμοῦμαι ταύταις καὶ παρ' ἐκείνων θεραπευθήσομαι. Ἡμῖν μὲν οὖν τὰ κατὰ γνώμην εἴρηται, ὑμῖν δὲ σκεπτέον τὸ ποιητέον βουλευομένοις συνάμ' ἐκείνῳ· οὐδὲ γὰρ καὶ εἰσέτι ἀνέξομαι πάσχειν ἀνίατα. Καλὸν γὰρ ἢ παρ' ὑμῖν ἰᾶσθαι, ἢ ζητεῖν τὸν τρόπον τῆς θεραπείας ἑτέρωθεν.» Ταῦτα τοῦ βασιλέως τοῖς ἀρχιερεῦσι διαλαλήσαντος καὶ οἷον πρὸς τὰ τῆς μάχης ἀκροβολισαμένου, ἐκεῖνοι, ἐφ' ἑκάστῳ τῶν λεγομένων τοῖς ἀχθομένοις προσεοικότες, δῆλοι ἦσαν τὰ πρὸς βασιλέα τοῦ πατριάρχου συνόλως οὐκ ἀποδεχόμενοι· καὶ διὰ τοῦτο πολλὰ καὶ αὐτοὶ προτιθέντες καὶ ἅμα συνεί ροντες, θεραπεύειν ἤθελον τὸν κρατοῦντα. Οὐ μὴν δὲ ἀλλὰ καὶ καθυπ ισχνοῦντο, μόνον καὶ αὐτοῦ βασιλέως προσπέμψαντος, αὐτοὶ τὰ μεγάλα συλλήψεσθαι.
305.4.1
Ὅπως τὸν τοῦ Γαλησίου Ἰωσὴφ πρὸς τὸν πατριάρχην ἀπέστελλεν ὁ κρατῶν, ζητῶν λύσιν τοῦ ἀφορισμοῦ. Ὁ γοῦν βασιλεὺς καὶ ἄλλους μὲν καθ' ἕνα πλείστους ἀπέστελλεν, ἀξιῶν τὸν ἱεράρχην λῦσαί οἱ τὴν ἀθυμίαν, ἑτοίμῳ ὄντι, ὡς ἐκεῖνος ὑπισχνεῖτο, τὸ κελευόμενον ἐκπληροῦν· τέλος δὲ καὶ τὸν τῆς μονῆς τοῦ Γαλησίου προϊστά μενον Ἰωσήφ, ὃς δὴ καὶ Γαλησίου φανερώτερον ἐκαλεῖτο, ἄνδρα πνευματικὸν 335 καὶ εἰς πατέρα τεταγμένον τῷ βασιλεῖ, ἀποστέλλων κατηντιβόλει δέχεσθαι τὴν πρεσβείαν καὶ συγκατανεύειν τῇ ἀξιώσει. Ἀλλ' ὁ πατριάρχης, πολλὰ μὲν παρὰ τῶν ἀρχιερέων ὑπὲρ τοῦ βασιλέως ἱκετευόμενος, ὡς οὐκ ἄξιον λεγόντων οὕτως ἐπὶ τοσοῦτον τῷ ἐπιτιμίῳ συνίσχεσθαι, πολλὰ δὲ καὶ παρὰ τοῦ πνευμα τικοῦ ἐκείνου καὶ θείου ἀνδρὸς ἀξιούμενος, ἐφ' ᾧ τὴν παιδείαν ἄλλως οἰκο νομοίη, τὸν δεσμὸν λύσας, καὶ προστιμῴη τῷ βασιλεῖ τῶν εἰκότων, ὁ δὲ καὶ μᾶλλον ἠγρίαινε καὶ ἀμεταθέτως εἶχε τῆς γνώμης, ὡς καὶ τοῖς πρεσβεύουσιν ἐπιπλήττειν καὶ αὐτῷ δὴ τῷ Ἰωσὴφ γενναίως ἐπέχειν, τολμῶντι ὡς δῆθεν τὰ τῆς βασιλέως ἀναδοχῆς παρὰ τὴν ἐκείνου θέλησιν. Αἱρεῖ δὲ καὶ λόγος παρὰ πολλοῖς ὡς καὶ ἐπιτιμήσειεν, ἐφ' ᾧ μηδὲ πνευματικὸς ἀναδέχοιτο· ὃ δὴ κἂν γεγονὸς ἢ ἐφυλάχθη, ἢ καὶ παραβαθὲν ἐλύθη ἢ καὶ ἄλυτον ἔμεινεν, κἂν μὴ γεγονὸς ἐφημίσθη, ὡς καὶ ὁ Ἰωσήφ, πατριαρχεύσας ὕστερον, ἀπολο γούμενος ὑπὲρ τούτου, διισχυρίζετο, ὅμως πολὺς ἐντεῦθεν ἀνερράγη κλύδων τῇ ἐκκλησίᾳ, ὡς ἰσχυρὸν προτεινόντων τῶν Ἀρσενιατῶν κατ' ἐκείνου ἔγκλημα πατριαρχεύσαντος σχιζομένων.
305.5.1
Ὅπως λίβελλος κατηγορίας κατὰ τοῦ πατριάρχου ἐδόθη τῷ βασιλεῖ. Τότε τοίνυν, βοηδρομιῶνος ἱσταμένου καὶ τῶν συνήθων νηστειῶν τελου μένων, ἑορτῆς ἀγομένης ἣν Ἀκάθιστον σύνηθες ὀνομάζειν, τῶν τις τοῦ κλήρου, ἐν νοταρίοις τῷ πατριάρχῃ τελῶν μετὰ τὸν σφῶν πριμμικήριον, ὃν καὶ μεσίτην εἰώθασιν οἱ πολλοὶ σεμνύνοντες λέγειν, τοὐπίκλην Ἑψητόπουλος, λίβελλον κατηγορημάτων πλήρη συνθέμενος, ἀσμένως ἐγχειρίζει τῷ βασιλεῖ, νυκτὸς τότε οὔσης, μετὰ τὴν τῆς ὑμνῳδίας ἐκπλήρωσιν. Ὁ δέ, τοὺς παρα τυχόντας ἐκ τῶν τοῦ κλήρου συγκαλέσας ἅμα, ἠρώτα εἰ καὶ αὐτοὶ συνοίδασι 337 τῷ Ἑψητοπούλῳ τά οἱ πραχθέντα· ὡς δ' οὐκ ἦν κατανεῦσαι ἀκούοντας πλὴν ἑνὸς ἢ καὶ δευτέρου, περί τε τῶν κεφαλαίων διεπυνθάνετο καὶ ὁποίας εἴη τῆς ὑπολήψεως ὁ τὸν λίβελλον ἐγχειρίσας. Ὡς δ' ἐμαρτύρουν μὲν τῷ δόντι τὰ μέτρια, περὶ δὲ τῶν κεφαλαίων ἀπελογοῦντο ἀνάγκην τὸν εἰς τοιούτους ἀγῶνας ἀποδυσάμενον καὶ τοὺς συνειδότας ἔχειν, ὁ βασιλεύς, εὐθὺς οἰηθεὶς εἰς χεῖρας ἐντεῦθεν ἔχειν τὸν λέοντα, ἀπρὶξ εἴχετο τῶν γραμμάτων καὶ καιρὸν ἐτίθει τῆς περὶ τούτων σκέψεως. Οἷς δὲ κεφαλαίοις ὁ λίβελλος συγκεκρότητο, τάδ' ἦσαν, ὡς εἰπεῖν καθ' ἕκαστον· πρῶτον τὸ ἐν ἀρχῇ τῆς ὀρθρινῆς ὑμνῳδίας τὸν ὑπὲρ τοῦ βασιλέως ψαλμὸν ἐγκόψαι, μόνῳ δὲ τῷ τρισαγίῳ καὶ τῷ ἐπ' αὐτῷ μνημοσύνῳ κελεῦσαι προοιμιάζεσθαι· δεύτερον τὸ προσκεῖσθαι τοῖς τοῦ σουλτὰν εὐμενῶς, ὡς καί σφιν ἐφεῖναι τῷ λουτρῷ τῆς ἐκκλησίας συχνάκις ἐλλούεσθαι, τιμίων χαρακτήρων σταυροῦ ἐκεῖσε τοῖς μαρμάροις ἐγκεχαραγμένων, Ἀγαρηνοῖς οὖσι καὶ ἀμυήτοις· τρίτον ὡς καὶ τοῖς υἱέσιν ἐκείνου τῷ ἰδίῳ μοναχῷ μεταδιδόναι τῶν ἁγιασμάτων κελεύσειεν, ἄδηλον ὂν εἰ τῷ θείῳ λουτρῷ ἐτελέσθησαν· καὶ τὸ ἐπὶ τούτοις ὡς αὐτὸς ὁ σουλτὰν σὺν τοῖς σατράπαις αὐτοῦ κατὰ τὸ ὀρθρινὸν τῆς λαμπρᾶς καὶ μεγάλης κυριακῆς τῷ πατριάρχῃ λιτανεύοντι συνέλθοι τε καὶ συλλιτανεύ σειε. Καὶ ἃ μὲν τῷ λιβέλλῳ διειλήφατο, ταῦτά τε καὶ τοιαῦθ' ἕτερα. Τῷ μέντοι γε πατριάρχῃ τὸ παράπαν ἀγνοεῖν οὐκ ἦν, ὅμως δὲ Θεῷ τὸ πᾶν ἐπιτρέπων ἡσύχαζεν. Ὁ δέ γε βασιλεύς, τῶν γραμμάτων ἅπαξ ἐπειλημμένος, τοὺς ἐπιδημοῦντας τῇ Κωνσταντίνου τῶν ἀρχιερέων ἐπισυνῆγε καὶ δὴ προὔτεινε μὲν ἐκείνοις εἰς γνῶσιν τὰ γράμματα, ἐκοινοῦτο δὲ σφίσι τὴν σκέψιν ὅπως ποιοίη· οὐ γὰρ ἦν ὑπερθέσθαι πρᾶγμα δοκοῦν συμβαλέσθαι τῷ σκοπῷ, κἂν οὐκ ἐδόκει ἀποχρῶν πρὸς τὸ τὸν πατριάρχην δεδίξασθαι. Ἐκεῖνος γὰρ καὶ μὴ πρὸς ἀπολογίαν ἔτι καλούμενος ἀπελογεῖτο· τὸ μὲν τοῦ ψαλμοῦ, ὡς αὐτὸς εἴη ὁ τάξας τοῦτο τὸ πρῶτον, ὡς τοῖς μοναχοῖς σύνηθες ὄν, κἀν τῇ ἐκκλησίᾳ τελεῖ 339 σθαι καὶ αὐτὸς ἀθετοίη πάλιν, ὡς αὐτάρκους δοκοῦντος τοῦ τρισαγίου σὺν τῷ μνημοσύνῳ εἰς εὐχῆς ἐκπλήρωσιν· καὶ δικαίως ἂν ἀπολογησόμενος, εἰ καὶ τοῦτο τελοίη, οὕτω τοῦ βασιλέως ἔχοντος, πῶς ἂν δικαίως ἐγκαλοῖτο καθυ φιεὶς τοῦ παντός; Τὸ δὲ τοὺς τοῦ σουλτὰν ἐπὶ τῷ λουτρῷ λούεσθαι, αὐτὸν μὲν μήτ' εἰδέναι μήτε κελεύειν· τέως δικαίως ἂν ἐκκλείοιντο πάντων ἐκεῖνοι τῶν λοετρῶν, οὐχ ἧττον ἢ τοῦ τῆς ἐκκλησίας, ὡς τῶν ἄλλων πρὸς τοῖς χαράγμασι τοῦ σταυροῦ καὶ εἰκόνων εὐμοιρούντων ἁγίων· εἰ δὲ τἆλλα σφίσιν ἀνεῖται καὶ ἀσεβέσιν οὖσιν, εἰς τί τοῦ τῆς ἐκκλησίας λουτρῶνος διαφερόντως ἐκδιωχθήσονται; «Τὸ δὲ τῷ σουλτὰν καὶ τοῖς υἱέσιν ὡς χριστιανοῖς προσφέ ρεσθαι, ἀρχιερέως μὲν μαρτυροῦντος τοῦ Πισσιδίας, ἀνεύθυνον οἶμαι· εἰ δ' ἄλλως ἐλέγχοιντο ἔχοντες, ἐκείνου καὶ μόνου, ἀλλ' οὐκ ἐμὸν τὸ πλημμέλημα.» Ἀλλ' οὐχ ἱκανὰ ταῦτα τοῖς ἀμφὶ τὸν βασιλέα ἐδόκουν τὰς εὐθύνας ἐξελέ σθαι τῷ πατριάρχῃ, ἀλλὰ σύνοδον ἤθελε συγκροτεῖν ἐξ ἁπάντων ἀρχιερέων, παρόντων ἐνταῦθα καὶ πατριαρχῶν δύο, τοῦ τε Ἀλεξανδρείας Νικολάου καὶ τοῦ Ἀντιοχείας Εὐθυμίου. Ὅθεν καὶ βασιλικαῖς συλλαβαῖς μετεστέλλετο τοὺς ἀρχιερεῖς πανταχόθεν, ὥστε, παρῳχηκυίας τῆς ἑορτῆς, ἀνυπερθέτως ἀπαντᾶν πάντας, μηδεμιᾶς προφάσεως ἀποχρησούσης πρὸς παραίτησιν τοῦ μὴ ἀπαντᾶν εὐθέως, δεξαμένους τὰ γράμματα. Ἅμα γοῦν τελείῳ ἦρι συνήγοντο, καὶ τὰ κατὰ τὸν πατριάρχην συναχθεῖσιν ἐπιμελέστερον ἐκινοῦντο.
305.6.1
Ὅπως καὶ ὅπου ἐζητοῦντο τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. Τόπος δὲ τῆς αὐτῶν συνόδου ὁ βασιλικὸς Ἀλεξιακὸς τρίκλινος ἦν, ἵνα δὴ καὶ προὐκάθητο μὲν ὁ κρατῶν, συγκαθέζοντο δὲ καὶ οἱ μεγιστᾶνες καὶ ὅσον τὸ ἐν ἀξιώμασιν ἦν, συνηδρίαζον δ' οἱ ἀρχιερεῖς, καὶ πᾶν τὸ τῆς 341 συγκλήτου παρίσταντο. Συνῆσαν δὲ καὶ ἀπὸ πασῶν τῶν μονῶν οἱ προὔ χοντες μονήρεις συνάμα τοῖς σφῶν προεστῶσιν· ἀλλ' οὐδὲ τὸ τῆς πολιτείας ὅσον ἦν περιφανὲς καὶ δῆλον ἀπῆν. Καὶ ὁ μὲν κατηγορῶν, ἐς μέσον παριών, τὸν λίβελλον προὔτεινεν, ὁ δ' ἀνεγινώσκετο ἐπὶ πάντων. Καὶ ἐπεὶ ἐδόκει προκαλεῖσθαι καὶ τὸν πατριάρχην, πέμποντες τρεῖς μὲν τῶν ἀρχιερέων, τρεῖς δὲ καὶ τῶν κληρικῶν, προσεκάλουν ἀπαντήσοντα πρὸς ἀπόλογον. Ὁ δ' ἀνένευε πάμπαν καί γε κρίσιν μὲν μὴ παραιτεῖσθαι, τρόπον δὲ κρίσεως καὶ τόπον καὶ πρόσωπα φεύγειν ἔλεγε, καὶ δικαίως, ὡς οἴεσθαι· πατριάρχην γὰρ κρίνεσθαι, παρόντος μὲν βασιλέως, παρόντων δὲ μεγιστάνων καὶ κοσμικῶν, καὶ ἐν ἀνακτόρων, καὶ ταῦτα καὶ βασιλέως οὕτως ἔχοντος καὶ εἰς ἄμυναν προειλημμένου, οὐκ ἄξιον οὐδὲ τῶν δικαίων εἶναι τὸ σύμπαν. Ταῦτα πρὸς τοὺς ἀπεσταλμένους τοῦ πατριάρ χου λέγοντος, γραφῇ ἐδίδοντο τὰ λεγόμενα, ὡς μή τι συκοφαντηθείη. Οἱ δ' ὑποστρέφοντες ἐδήλουν πάντα μετ' ἀσφαλείας τοῖς ἀποστείλασι, καὶ ὁ σύλλογος διελύετο. Τοῦτο δὶς εἶτα καὶ τρὶς γεγονὸς ἔκ τινων καιριακῶν διαλειμμάτωνἔμελε γὰρ καὶ κανόνων ἐκείνοις τοιαῦτα πράττουσιν, οὐδὲν ἦν πλέον ἐκ τούτων ὅτι μὴ τὸν πατριάρχην παραιτεῖσθαι τὸν τρόπον τῆς κρίσεως, τοὺς δ' ἀντεπιστέλλειν ἐκείνῳ, ὡς ἐπιστημονάρχου τοῦ βασιλέως εἶναι δικαιουμένου ἐν τοῖς ἐκκλησιαστικοῖς πράγμασι, μὴ δίκαιον εἶναι μηδ' εὔλογον τὰ τοιαῦτα, μέγιστ' ὄντα, δίχα βασιλικῆς ἐπιστασίας κινεῖσθαι.
305.7.1
Ὅπως ὁ πατριάρχης πρὸς βασιλέα ἀφίκοιτο καὶ ὅπως παρὰ μικρὸν παραλογισθείη. Ἐν ὅσῳ δὲ ταῦτ' ἐπράττετο, ἐννοήσας ὁ πατριάρχης, ὃ καὶ ἀληθὲς ἦν, ὡς οὐδέν ἐστιν ἄλλο τὸ κινοῦν τοιαῦτα ἢ τὸ τοῦ κρατοῦντος πρὸς αὐτὸν ἀμυντικόν, ὅτε καὶ κινδυνεύοι κακῷ τὸ κακὸν ἰᾶσθαι, τῇ τοῦ πατριάρχου καταδίκῃ τὸ πρὸς ἐκείνου ἀπεχθὲς καὶ ὀχλῶδες, ὥστε καὶ ἀπεσκευάσθαι ταῦτα βούλεσθαι, παριδὼν πᾶσαν μικροψυχίαν, ἵππου τε ἐπιβαίνει, μὴ πρότε ρον εἰωθὼς ἐξ οὗ τὴν Κωνσταντίνου κατέλαβε, καὶ βασιλεῖ πρόσεισιν. Ἡμέρα δ' ἦν καθ' ἣν ταῦτ' ἐπράττετο κυριώνυμος. Ὁ γοῦν βασιλεύς, καιρὸν ἐκεῖνον οἰηθεὶς ἐπιστῆναι ὃν καὶ ἐζήτει πάλαι, τὸν τῆς ἀνέσεως ἔπειθε γὰρ ἐννοεῖν τοιαῦτ' ἐκεῖνον τό τ' ἐπιβῆναι ἵππου τὸν πατριάρχην 343 καὶ παρὰ τὸ σύνηθες πρᾶξαι, τά τε κινούμενα, ὡς ἐν χρῷ καταδίκης αὐτὸν γεγενῆσθαι, καὶ ὡς ἐκμειλίξασθαι παραγένοιτο, φιλοφρόνως τε ὑπαντᾷ καὶ ἀσμένως ὑποδέχεται προσιόντα καὶ πλεῖστον ὅσον ὁμιλεῖ τὰ χαρίεντα. Ὡς γοῦν καιρὸς τῆς ἱερᾶς λειτουργίας ἐπέστη καὶ ἤδη ἦν ὁ κρατῶν πρὸς τῷ τῷ ναῷ ἐπιστῆναι, πέμψας ἐκεῖνός τινα τῶν αὑτοῦ τοὺς ἐπὶ τῆς λειτουργίας κατησφαλίζετο καὶ ἐκέλευεν, ἅμα θεασαμένους αὐτόν, μήτε περιμένειν τὴν πρὸς τὰς ἁγίας εἰκόνας προσέλευσιν αὐτοῦ προσκυνήσοντος, μήτ' ἄλλο τι περιαργοῦντας πράττειν, ἀλλ' εὐθὺς ἐκφωνεῖν μὲν τὸν διάκονον τὸ Εὐλόγησον, εὐλογεῖν δὲ τὸν Θεὸν μεγαλοφώνως τὸν ἱερέα κατὰ τὸ σύνηθες καὶ τῆς λει τουργίας ἀπάρχεσθαι. Τοῦτο δ' ἦν πάντως πρὸς ὃ ταῦτ' ἐκεῖνος παρε σκευάζετο, τὸ τὸν ἱεράρχην ἅμ' αὑτῷ ἐπ' ἐκκλησίας συναγαγεῖν κἀντεῦθεν σιωπηλῶς τὴν τοῦ δεσμοῦ λύσιν πραγματευσάμενον ἔχειν. Καὶ δὴ ηὐτρέπιστο μὲν τὰ τῆς ἱερᾶς λειτουργίας, ὁ κλῆρος δ' ἅπας, μετασκευασάμενος τοῖς εἰκόσι, καραδοκοῦντες τὸν βασιλέα ὅσον οὔπω ἀφιξόμενον περιέμενον. Ὁ δὲ βασιλεύς, εὐστόχως τοῦ ἱεροῦ μανδύου τὸν πατριάρχην κατέχων, κατά τινα ποσὰ διαστήματα, ἅμα μὲν ἱστάμενος ὡμίλει, ἅμα δὲ καὶ ὡς ἐπὶ τὸν ναὸν προσήγετο. Ὡς δέ ποτε τοῦ οὐδοῦ ἐπέβη καὶ ὁ διάκονος τὸ Εὐλόγησον ἐξεβόα καὶ εὐθὺς ἡ τοῦ ἱερέως εὐλόγησις, ἐκσπᾶ ται τῷ παραδόξῳ ὁ πατριάρχης καί, τὸν δόλον συνεὶς αὐτίκα, ἀντέσπα καὶ τῆς χειρὸς τοῦ κρατοῦντος ἐξώλισθε καί· «Τί, λέγων, οὕτω δολερῶς κλέπτεις τὴν εὐλογίαν καὶ παραλογίζῃ τὸ θεῖον, ἄνθρωπος ὤν, οὐ δέον ὂν οὐδὲ συμφέρον;» Ἔτι δὲ καί· «Καλά γε ταῦτα, προσονειδίζων, καί γε βασιλεῖ καὶ ἐννόμως ἄρχειν προαιρουμένῳ πρέποντα καὶ δὴ φορητὰ τοῖς ἄλλοις ἀκοῦσαι, ὥστε καὶ ἐπαινεῖν», εὐθὺς ἀετὸς ἦν λιπὼν ἐκεῖνον καταιδεσθέντα καὶ ἀφιπτάμενος καί, διὰ τῆς σιδηρᾶς τοῦ τρικλίνου πύλης ὡς τάχος πεζῇ διαθέων, ᾗ ποδῶν εἶχεν ἐχώρει πρὸς θάλασσαν καί, νεὼς ἐπιβάς, κατελάμβανε τὰ οἰκεῖα. Ὁ μέντοι γε βασιλεύς, ὑβριοπαθήσας οἷον καὶ αἰδεσθείς, προσποι εῖται δ' οὖν ὅμως τὸ μεγαλόψυχον. Καὶ ἐπεὶ τέλος ἡ ἱερὰ λειτουργία ἐλάμβα νεν, ἐξελθών, σταθεὶς ἐν τῷ Ἀλεξιακῷ τρικλίνῳ, τούς τε τῶν ἱεραρχῶν παρατυχόντας καὶ τοὺς τοῦ κλήρου μεταστειλάμενος, ἐπενεκάλει τῷ πατριάρχῃ σκληρότητα, καί· «Ἴδετε, λέγων, πῶς ἀμαθῶς οὕτω τῶν 345 ἡμετέρων χειρῶν ἀπεδίδρασκε· καὶ εἰ λυπήσων ἐφάνη, κατὰ τί γε καὶ παρ' ἡμᾶς ἀφῖκται; Ἀλλ' ὡς ἔοικε, τοὺς ἐλέγχους διαφυγγάνειν πραγματευόμε νος, ἔλαθεν ἑαυτὸν συνωθήσας μάλιστα πρὸς τὴν δίκην. Μὴ οὖν ἐπὶ πλέον φυγοδικῶν κερδαινέτω· ἀλλ' ἐπεὶ τὸ τρίτον ἐναπολέλειπται μήνυμα, συνα χθέντων γενέσθω καὶ τοῦτο. Καὶ εἰ μὲν ἀπαντήσει, κρινέσθω· εἰ δ' οὖν, ἀλλ' ὑμῖν γε μελήσει πῶς ἂν φυγοδικοῦντα μετελεύσησθε. Τὸ δ' ἐμὸν ἀναθετέον Θεῷ, ὅπως ἂν ὡς ἐκείνῳ βουλητὸν οἰκονομηθείη.» Ταῦτ' εἰπὼν καὶ προσθεὶς κἀκεῖνα κατά τινα πρόληψιν εὐμεθόδως ὅτι καὶ τὸ τούτους πολλάκις ἀναφέροντας περὶ τῶν κατὰ τὰς σφῶν ἐκκλησίας μὴ εἰσακούεσθαι, αἰτίαν μίαν εἶναι τὴν τοῦ πατριάρχου πρὸς αὐτὸν ἀπέχθειαν καὶ ὡς, εἰ ἐκποδὼν τὸ σκάνδαλον γένηται, αὐτοὺς τὰ μεγάλα παρ' αὐτῷ δύνασθαι, καταπαύει τὸν λόγον. ʹ. Ὅπως, συναχθέντων τῶν ἀρχιερέων, τὸ τέλειον μήνυμα καὶ ἐπὶ τούτῳ ἡ ἀπόφασις γέγονεν. Τῆς δὲ μετ' αὐτὴν ἡμέρας συναχθέντων ἅμα καὶ πάλιν, μετὰ πολλὰ τὰ λαληθέντα καὶ τὴν τοῦ βασιλέως οἷον παραίτησιν, ὡς μηδὲ αὐτὸν θέλειν παρεῖναι, εἰ μή γε τῆς ἐκκλησίας δεσμοὶ ἐξεχώρουν καὶ προσκατηνάγκαζον, καὶ τὸ λοιπὸν πέμπεται μήνυμα, ἀρχιερέων κἀν τούτῳ μεσολαβησάντων καὶ κληρικῶν. Ὡς δὲ καὶ αὖθις ὁ πατριάρχης ἀπεῖπε τὴν ἄφιξιν, προστιθεὶς ὡς· «Τὸ δοκοῦν ὑμῖν ἀπόντος γενέσθω· οὐδὲ γὰρ ἀπαντήσαιμι, κἂν ὅ τι γένοιτο», τότε μετὰ τὴν πολλὴν σκέψιν οἱ ἱεράρχαι, κανόσιν οἷον ἐπερείδε σθαι θέλοντες, εἶχον μὲν καὶ τὸν τῆς φυγοδικίας κανόνα τῶν ἀποστόλων, τὰ πολλὰ σφίσι πρὸς τὸ τὰ δοκοῦντα ἀποφαίνεσθαι συμβαλλόμενον· ὅμως δέ γε ἐν ἀσφαλεῖ βουλόμενοι πράττειν, ἐπεὶ καὶ ἐπὶ πάσης, ὡς εἰπεῖν, τῆς πόλεως ταῦτ' ἔπραττον, τοῦ βασιλέως οἰκονομοῦντος διὰ τὴν τῆς ἀπεχθείας ὑποτρέ χουσαν ὑποψίαν καὶ ἵνα μὴ καὶ αὖθις σχίζοιντο, μαθόντες τὰ γεγονότα, παρί στων καὶ αὖθις ἐπὶ μέσου τὸν Ἑψητόπουλον. Καὶ ὁ λίβελλος καθ' ἓν κεφάλαιον ὑπανεγινώσκετο, καὶ εἰ ἔχει τοὺς μαρτυρήσοντας ἠρωτᾶτο. Ὁ δέ· «Πραγμάτων φανερῶν, εἶπεν, οὐ τόνδε ἢ τόνδε ἀνάγκη εἶναι τὸν μάρτυρα, ἀλλ' ἅμα σύμπαντας, ὅτι καὶ πάντες συνοίδασι γενομένοις.» Ὡς γοῦν ἐκλε γέντες τινὲς ἠρωτήθησαν τῶν τοῦ κλήρου, καὶ μᾶλλον περὶ τοῦ σουλτάν, εἰ 347 συλλιτανεύσας τῷ πατριάρχῃ συγκαθίσειεν, ἀναγινωσκομένου τοῦ θεολογικοῦ λόγου κατὰ τὸ σύνηθες, εὐθὺς ὡμολόγουν οὕτω γενέσθαι· τὸν δὲ σουλτὰν εἰ χριστιανός ἐστιν εἴτε καὶ μή, μὴ εἰδέναι ἔφασκον, τέως δ' ἐκεῖνον τότε χρι στιανὸν νομίζειν ἄντικρυς. Οἱ γοῦν κρίνοντες τοῦτο μόνον λαμβάνειν ἤθελον τὸ συλλιτανεύσαντα καθεσθῆναι, τὸ δ' εἴτε χριστιανὸς εἴτε καὶ μή, αὐτοῖς ἔφασκον ζητητέον εἶναι· καὶ ἐπὶ τούτοις πολλοὶ παρήγοντο μαρτυρήσοντες τὸ σέβας ἐκείνῳ μὴ κατὰ χριστιανοὺς εἶναι, οὐκ οἶδ' εἴτ' ἀληθῶς, εἴτε μὴν καὶ θεραπεύοντες τὸν κρατοῦντα. Τέως δέ γε, ὡς ὕστερον ἡμᾶς πυνθάνεσθαι, τῶν τοιούτων τέλος λαβόντων, ὁ σουλτάν, ἀποστείλας πρὸς τὸν κρατοῦντα, ἐπεὶ παρὰ τὴν αὐτοῦ αἰτίαν μεμαθήκει τὸν πατριάρχην ἐξελαθέντα, σὺν ἄλλοις οἷς ἐμήνυε, καὶ τοῦτο χαριέντως ἢ μᾶλλον καὶ βαθέως ἁπτόμενος προσεμήνυε, ἀξιῶν στεῖλαί οἱ τῶν ἐκείνου διαφερόντως τὰ ἱερὰ περιάμματα, ἃ δὴ καὶ ἐγκόλπια ὁ κοινὸς ὀνομάζει λόγος, καί, εἰ βούλοιτο, καὶ χοίρου ταριχευθέντα μηρόν, ὡς ὀρεγόμενος φάγοι. Καὶ τοῦτ' ἦν τότε τῷ βασιλεῖ περὶ τοῦ πατριάρχου ἔλεγχος ἄντικρυς, τῷ μὲν εἶναι τῶν θείων ἐκτυπωμάτων προσκυνητὴν τὸ σέβας αὐτοῦ παριστῶντος, τῷ δὲ καὶ κρεῶν ὑείων ὀρέγεσθαι τὴν κατὰ χρι στιανοὺς πολιτείαν ἐμφαίνοντος. Τότε δὲ ὡς ἀτελέστου περὶ τοῦ σουλτὰν βουλευομένων ἐκείνων, ἐδόκει κίνδυνος ἐξῆφθαι τῷ πατριάρχῃ. Ἦσαν δ' ἄλλοι οἳ καὶ γλαφυρώτερον ἐπεχείρουν δῆθεν προσεπιτιθέμενοι ταῖς κατηγο ρίαις ὡς, εἴπερ κἀκεῖνος εἰς χριστιανοὺς ἀληθῶς ἐτέλει, τὸ γοῦν περὶ ἐκεῖνον Περσικὸν καλὸν ἦν ἐκτόπως τὸν πατριάρχην φυλάττεσθαι· μηδὲ γὰρ κἀκείνους πάντας χριστιανοὺς εἶναι ἢ καὶ λογίζεσθαι. Ὡς γοῦν πρὸς τὸ τὰ δοκοῦντα ἀποφαίνεσθαι ἦσαν, οἱ μὲν πλείους, ἢ καὶ πάντες παρά τιναςὁ Ποντοηρακλείας Θεόδωρος οὗτος ἦν, ὁ Εὐχαΐτων Ἀλέξιος, ὁ Βρύσεως Ἰωάννης, καὶ μετ' αὐτῶν ἄλλοι· ὁ γὰρ Μιτυλήνης Γρηγόριος, τὰ πολλὰ τῷ πατριάρχῃ προσέχων, ἐπεὶ τὴν δίκην ἀπηρτημένην ἑώρα οἱ, νόσον σκηψάμενος ἀπῆν, ᾧ δὴ καὶ μετ' ἐμβριθείας ὁ κρατῶν, ἐμὲ ὡς νοτάριον ἀποστέλλων, ἢ ἀπαντᾶν ἢ διδόναι τὴν γνώμην ἐκέλευε, καὶ μόλις 349 τὴν οἰκείαν γνώμην τῷ τε Λαρίσσης Θωμᾷ, τῷ Ναυπάκτου Ἰωάννῃ καὶ τῷ Ἀδριανουπόλεως Γερμανῷ προσανετίθετο, οἱ γοῦν παρὰ τοὺς εἰρημένους ἐκ τοῦ παραχρῆμα καθαίρεσιν τοῦ πατριάρχου κατεψηφίζοντο, πλὴν ὡς φυγο δικοῦντος τὸ πλέον· τὸ γὰρ τοῦ σουλτάν, εἴτε χριστιανὸς εἴη εἴτε καὶ μή, ἐπ' ἀμφιβόλοις ἐτίθουν· ἀποχρῶν δὲ πρὸς καταδίκην τῷ κατηγορουμένῳ τὸ τῆς φυγοδικίας καὶ μόνον ἐνόμιζον ἔγκλημα, ὡς ἐπ' ἐγκλήμασι τῷ φυγοδι κοῦντι συμβαῖνον. Οἱ δὲ καὶ σφίσιν ἀντέβαινον ἱκανῶς, ὡς, εἰ μὲν ὡς κοι νωνήσας ἀλλοσεβέσιν ὁ πατριάρχης εὐθύνοιτο, πρῶτον μέν, ἀλλ' ἄδηλον ὂν εἰ ἀσεβεῖς ἐκεῖνοι, τὸ ἔγκλημα συμβαίνειν ἐξασθενεῖν· εἰ δὲ καὶ ταῖς ἀληθείαις ἔξω τῆς αὐλῆς τοῦ Χριστοῦ ὁ σουλτάν, τὸν μὲν πατριάρχην καὶ οὕτως ἀνεύθυνον εἶναι, τοῦ παντὸς ἐπὶ τῷ μαρτυροῦντι κειμένουὁ δ' ἦν ὁ Πισσιδίας Μακάριος· εἰ δ' οὖν, ἀλλὰ συνευθύνεσθαι καὶ τοὺς ἄλλους τῷ πατριάρχῃ, χριστιανούς γε ὄντας καὶ προσκεκληρωμένους τῷ θείῳ, καθ' ὁνδηποτοῦν εὑρισκομένους βαθμόν, οἷς δὴ καὶ ὠφείλετο ἐξ ἀνάγκης ὑπομιμνῄσκειν τῷ πατριάρχῃ καὶ ἀναστέλλειν τὴν ἐκεῖθεν βεβήλωσιν· τὸ δὲ τούτους παραδραμόντας ἐπὶ μόνῳ τῷ πατριάρχῃ τὴν δίκην ἱστᾶν, μὴ εἶναι τὸ παράπαν δίκαιον, μηδ' ἐπιεικῶς εὔλογον. Ὁ δ' οὖν Πισσιδίας, πρὸς τὸ ἀποβησόμενον ἀφορῶντὸ γὰρ ἔγκλημα μαρτύριον ἦν τοῦ καὶ τοῦτον τῇ καταδίκῃ συνυπάγεσθαι· οὐ γὰρ ἂν δόξαιεν πάντως δικαίως τὸν πατριάρχην καταδικάζειν, εἰ μὴ καὶ αὐτὸν εὐθύνοιεν, ἐφ' ἡσυχίας καθήμενος ἦν. Τόσον δ' ἐκείνοις ἔμελε τούτου ὥστε οὐδὲ τὸ πρῶτον συνεκαλέσαντο μαθεῖν ἐξ ἐκείνου τὰ περὶ τοῦ σουλτάν. Τέως δ' ὅμως οὐκ ἦν αὐτὸν δέχεσθαι τοὺς δι' αὐτὸν ἐπενεγκόντας τὴν τῆς δίκης ψῆφον τῷ πατριάρχῃ· ὃ δὴ καὶ συνέβη, ἐξορισθέντος ἅμα τῷ καθαιρεθῆναι, ἢ μᾶλλον καὶ ἐρήμην ἁλῶναι, κἀκείνου. Ὡς δέ, πολλῶν τότε κατατεινομένων λόγων, τέλος καὶ οὗτοι συνῆλθον τοῖς ἄλλοις ἑκόντες ἄκοντες, κυροῦται ἡ ψῆφος, καὶ ὁ πατριάρχης ἐπὶ καθαιρέσει καταδικάζεται. Λῦσαν δ' αἰψηρὰν 351 ἀγορήν, ποιητικῶς φάναι, τῶν βασιλέων εὐφημηθέντων κατὰ τὸ σύνηθες. Πλὴν καὶ δύο τάττονται τῶν ἱεραρχῶν ἀπελθόντας τὰ παρὰ τῆς συνόδου πραχθέντα σημῆναι τῷ καταδίκῳ.
305.8.1
Ὅπως ἀπελθόντες τρεῖς ἀρχιερεῖς ἐξ ἀποστολῆς τῶν ἄλλων τῷ πατριάρχῃ τὰ τῆς καθαιρέσεως παρεδήλωσαν. Ὀψίας γοῦν δείλης πρὸς ἐκεῖνον ἀπηντηκότες, παρόντος καὶ τοῦ κλήρου παντός, ἐδήλουν τε τὴν ἀπόφασιν καὶ ὡς ἐξελθεῖν ἑτοιμασθείη διεκελεύοντο. Ὁ δέ, πρῶτον μὲν εὐχαριστήσας Θεῷ, ἕτοιμον ἑαυτὸν παρεῖχεν ἀπέρχεσθαι, ὅπῃ καὶ βούλοιντο. Ἔπειτα δὲ καὶ πρὸς τὸν κλῆρον στραφείς· «Τὰ μὲν κατ' ἐμὲ ὅπως συνέβη, παραχωροῦντος Θεοῦ, οἴδατε, τέκνα· δεῖ δ' ὅμως εὐπειθεῖν τῷ θείῳ θελήματι, κἂν ὅπως οἰκονομηθείη τὰ καθ' ἡμᾶς. Ἡμεῖς μὲν οὖν ποιμένες ταχθέντες κρίμασιν οἷς οἶδε τὸ Πνεῦμα τὸ ἅγιον τὸ καλέσαν, εἰ καὶ ἀναξίους, ἡμᾶς, ὅπως κατὰ τὸ δυνατὸν ἡμῖν ἐποιμάναμεν καὶ τὰ καθ' ὑμᾶς διεξήγομεν, οὐ καλῶς μὲν ἴσως, ἱκανῶς δὲ κατὰ τὴν ἡμετέραν δύναμιν, οἴδατε. Τί τὰ δῆλα καὶ λέγω; Ὅμως πολλοὺς μὲν ἴσως καὶ ἐλυπήσαμεν, παρὰ πολλῶν δὲ καὶ ἐλυπήθημεν, συνδιαφέροντες ἀλλήλοις τὰς ἀπεχθείας τὰς παρὰ ἀλλήλων. Τοιαῦτα γὰρ τὰ τῆς ἐκκλησίας σπλάγχνα, ὡς καί, βαρυνομέ νων ἡμῶν ὡς πατέρων, ὑμᾶς ὡς τέκνα ἀνέχεσθαι καί, ἀπεχθανομένων τινῶν, ἡμᾶς αὖθις, ἀλογοῦντας τῆς ἀπεχθείας, ὡς μέλη γνήσια περιέπειν τοὺς ἀπεχθανομένους. Νῦν οὖν καιρὸς ἀλλήλοις ἀφεῖναι τὰ ὀφειλήματα. Καὶ δὴ τὸ μὲν ἀπ' ἐμαυτοῦ ἐκπληρῶ καὶ συγχωρῶ πᾶσι καὶ ὅπῃ τῷ Θεῷ βουλητὸν προθύμως ἀπέρχομαι· ὑμεῖς δὲ ἀλλὰ τὰ τῶν σκευῶν τῆς ἐκκλησίας καὶ ὅσα ἐν πέπλοις τιμίοις καὶ λειψάνοις ἁγίων καὶ βίβλοις ἀπελθόντες καὶ καθ' ἓν ἰδόντες καὶ ἀναψηλαφήσαντες παραδέξασθε, μὴ καί τις καὶ ἱεροσυλίας ἡμᾶς γράψηται. Καὶ τὸ λοιπὸν χαίρετε ἐν Κυρίῳ, τέκνα, καὶ σῴζεσθε. Ἡμῖν δὲ ὁ ἐπενδύτης καὶ τὸ πυξίον καὶ τρία τῶν νομισμάτων, ἃ δὴ καὶ τῷ πατριαρχείῳ προσβαίνοντες εἴχομεν κατὰ κανόνα τῶν μοναχῶν, καὶ ταῦτα ἰδίοις κόποις τοῖς ἐκ μεταγραφῆς ψαλτῆρος κτηθέντα, πάλιν λαβόντες ἔξιμεν.» 353 Ταῦτα καὶ τοιαῦθ' ἕτερα πρὸς τὸν κλῆρον εἰπών, ὥστε καὶ ἐκ τοῦ σχεδὸν ἀπελθεῖν τινας ἐπὶ τῇ τῶν ἁγίων παραλήψει, ὧν καὶ αὐτὸς ἦν, στραφεὶς πρὸς τοὺς πεμφθέντας· «Ἀδελφοί, εἶπεν, ἰδοὺ ἡτοιμάσθην καὶ οὐ ταραχθή σομαι, κἂν ὅ τι καὶ ἐπ' ἐμοὶ βούλοισθε. Τὸ οὖν ὑμέτερον, ὥς φατε, κατεπρά χθη. Πραττέτω καὶ τὸ λεῖπον ὁ βασιλεὺς καὶ ὅπου ἰτέον ἡμῖν ἐξ αὐτῆς κελευέτω, ἢ μᾶλλον πεμπέτω καὶ τοὺς ἀπάξοντας· οὐδὲ γὰρ ἐρίσομεν τὸ παράπαν, κἂν ξίφος προσετοιμάζοι κἂν θάνατον.» Ταῦτ' εἰπών, ἀπέπεμπε μετ' εἰρήνης πάντας, αὐτὸς δὲ τοῖς ὅλοις ἐξαμελήσας ἐκάθητο, τὸ ἀπὸ τοῦ κρατοῦντος ἀναμένων πρόσταγμα.
305.9.1
Ὅπως πέμψας ὁ βασιλεὺς ἐξάγει τοῦ πατριαρχείου τὸν πατριάρχην καὶ τὰ τότε συμβάντα. Νὺξ ἦν, περί που τὰ τελευταῖα πυαντιῶνος, ὅτε καὶ πρὸς τὸ αἰθριώτερον καθίσταται ὁ ἀήρ, τῶν ἀπὸ τοῦ χειμῶνος ἀπαλλαγεὶς δυσχερῶν, τὸ πολὺ τῆς νοτίδος ἀποβαλών. Καὶ δὴ πρώτην φυλακὴν τῆς νυκτὸς ἐκείνης οἱ τοῦ βασιλέως πέμπονται, ἐφ' ᾧπερ, τὸν καταδικασθέντα καταγαγόντας, ἀπαγα γεῖν ὅπου καὶ προσετάχθησαν. Ὡς γοῦν αὐτίκα κατήγετο, ἐπιβὰς τοῦ μεγί στου ναοῦ, στὰς πρὸς ταῖς μεγίσταις πύλαις, ἀφωσίου τῷ δεσπότῃ Χριστῷ τὰ εὐχαριστήρια, προσκυνῶν τε καὶ συνταττόμενος. Ὡς δ' ἔμελλε διὰ τῆς κατ' ἀνατολὰς πύλης ἐξέρχεσθαι, ἐφ' ᾧ καταλαβεῖν τὸ ἐν τῇ Βαρβάρᾳ κελλύδριον τοῦ θαυματουργοῦ Νικολάου, ὃ δὴ καὶ συνίστατο τότε πρὸς τῇ θαλάσσῃ καὶ ὡς μετόχιον τῇ Ὀξείᾳ ἡρμόζετοἐκεῖ γὰρ προχείρως κατε δικάζετο ἀπελθεῖν, καὶ τοῦτο κατ' οἰκονομίαν, οἶμαι, Θεοῦ, ὅτι καὶ τὸ ῥάκος ἐκεῖνος ἐν τῇ Ὀξείᾳ πρώτως ὑπέδυ, τὸν μοναχὸν μεταμφιεννύ μενος, ὡς τοίνυν πρὸς τῇ ἐξόδῳ τῆς ἐκκλησίας ἦν, αἰθρίας ἐς τότε οὔσης κατ' οὐρανόν, ἐξαίφνης νέφος σκοτόεν ἐπλήρου τὸ πᾶν, καὶ ῥαγδαῖος συνάμα χαλάζῃ κατεφέρετο ὑετός, χρῆμά τε ἐξαίσιον ἀστραπῶν τὸν ἀέρα πυρεκβο λοῦν ἐξέκαιε καὶ κτύποι βροντῶν συνεχεῖς τὰ τῶν ἀκουόντων συνετάρασσον ὦτα. Κἀκεῖνος ἐν τόσοις δεινοῖς τοῖς ἀπάγουσιν εἵλκετο, ἕως καὶ ἐς τὴν μονὴν κατηντήκεσαν. Ἐκεῖσε διαγαγόντος τὴν ἡμέραν, τῇ ἐπιγενομένῃ νυκτὶ 355 νηῒ ἁλιάδι ἐνθέμενοι, περιώριζον ἀνὰ τὴν Προικόνησον, τῷ ἐκεῖσε μονυδρίῳ τῷ ἄνω τῆς ἐγχωρίως λεγομένης Σούδας κειμένῳ ἐγκατακλείσαντες, τάξαντες καὶ ὀπτῆρας ἐκ τῶν βασιλικῶν, ὡς μὴ θεῷτο τοῖς βουλομένοις.
305.10.1
Ὅπως οἱ τῆς ἀνατολῆς πατριάρχαι, ὅ τε Ἀλεξανδρείας καὶ ὁ Ἀντιοχείας, περὶ τὴν καθαίρεσιν τοῦ πατριάρχου διετέθησαν. Οὕτω μὲν οὖν τὰ κατ' ἐκεῖνον διαταξάμενοι, ἐπεὶ καὶ τοὺς πατριάρχας ἐπ' ἐκείνῳ γνωμοδοτεῖν τῶν ἀναγκαίων ἐνόμιζον, ἀξιουμένων ἐκείνων, ὁ μὲν Ἀντιοχείας Εὐθύμιος, ὡρμημένος καὶ πάλαι εἰς τὴν κατ' ἐκείνου ἀπέ χθειαν, ὡς μὴ παρ' ἐκείνου εἰς κοινωνίαν δεχόμενος, αἰτίαν φέρων, εἰ ἀληθῆ ἄδηλον ὄν, ὅμως δὲ φέρων ἐκ φήμης ὡς συγκοινωνοίη κατά τι τοῖς Ἀρμενίοις, τότε διὰ ταῦτα καὶ προσαπεδέχετο τὸ ἐκποδὼν ἐκεῖνον γενέσθαι καὶ συνῄνει γνωμοδοτῶν, ὁ δ' Ἀλεξανδρείας Νικόλαος τοσούτου συναινεῖν ἐδέησεν ὥστε καὶ καθάπαξ τῶν καταψηφισαμένων ἐσχίζετο καὶ ἔμεινεν ἕως τέλους ἐν τούτῳ, μηδὲν μεταλλάξας τῶν ἐγνωσμένων.
305.11.1
Ὅπως ἤθελεν ὁ πατριάρχης, ἐπὶ τῆς τιμῆς ὤν, ἀνακαλεῖσθαι ὡς ἀρχιερέα τὸν Σάρδεων. Τῶν δ' ἀρχιερέων, πλὴν τῶν προτέρων ἐκείνων, Μανουήλ τε τοῦ Θεσσα λονίκης καὶ τοῦ Σάρδεων Ἀνδρονίκου, οὐδεὶς ἄλλος ἦν ὁ σχιζόμενος. Τὸν δ' Ἀνδρόνικον, ὡς καὶ κατὰ μοναχοὺς ἀποκαρείη, φθάσαντες εἴπομεν· ὃν καὶ ἐπὶ τῆς αὐτοῦ πατριαρχίας Ἀρσένιος, εὖ εἰδὼς ὡς δι' ἐκεῖνον τὸ πρῶτον ἐξορισθέντα ὑπέδυ τὰ μοναχῶν ἐξεπίτηδες, ἤθελεν ἀνορθοῦν, ἀποθέμενον εὐθέως τὰ ῥάκη, ἀλλ' οὐκ ἐξεγένετό οἱ εἰς τοῦτο καὶ τοὺς ἱεράρχας συμπείθειν. Ἐπειδὴ γὰρ ἐκεῖνος, τότε τῷ πατριάρχῃ κατ' ἰδίαν κοινο λογησάμενος, εὗρεν, εἰ μόνον θελήσοι καὶ ἡ σύνοδος, κατανεύοντα, ἐξελθὼν ἐκεῖθεν, ἔγνω πείρᾳ διδόναι τὸ πρᾶγμα. Καὶ δὴ κατὰ μίαν τῶν συνοδικῶν ἡμερῶν, συνεγνωκότος καὶ τοῦ πατριάρχου, μανδύαν τε ἀρχιερατικὸν περι βάλλεται καὶ ἐπὶ κεφαλῆς τὴν ἱερὰν ἐπιτίθεται κίδαριν καί, καθεσθεὶς ἔξω, καιρὸν ἐζήτει συνελθεῖν τῇ συνόδῳ, τῷ πατριάρχῃ συνεδρευούσῃ. Ὡς δ' 357 ἠγγέλλετο τῇ συνόδῳ τὰ περὶ τούτου περιμένοντος καὶ ἀρχιερατικῶς ἐστολί σθαι ἐμάνθανον, δεινὰ ἐποίουν καὶ οὐκ ἤθελον δέχεσθαι. Ὡς δέ τις ἐκείνων καὶ τὴν ἐπιστολὴν ἐνεφάνιζε τὴν ἐκείνου, ἐν ᾗ ἐπέγραφεν ἑαυτὸν οἰκείαις χερσὶν Ἀθανάσιον, αὐτίκα τῷ μὲν πατριάρχῃ τὴν τοῦ βοηθεῖν ὁρμὴν ἠμβλύ σθαι καὶ τὸ ὑπὲρ ἐκείνου θερμὸν ἐψῦχθαι συνέβαινε, τῷ δ' ἀνακοπέντι καθυφεῖναι τῆς πείρας καὶ ἀπραγμόνως ἐντεῦθεν διάγειν. Ἀλλὰ ταῦτα μὲν πρότερον· τότε δὲ πολλοὶ τῶν τε μοναχῶν καὶ τῆς λαώδους μοίρας ἀποσχισθέντες καθ' αὑτοὺς συνελέγοντο, «μὴ ἅψῃ, μηδὲ θίγῃς τὸ παράπαν, λέγοντες, ὃς ἂν συναινοίη τῇ καθαιρέσει τοῦ πατριάρχου ἢ μὴν κοινωνοίη τοῖς συναινοῦσιν». Ἀλλ' ὁ βασιλεύς, ἐπεὶ οὐκ ἦν τὴν ἐκκλησίαν ἀποίμαντον διαμένειν, τοῖς μὲν ἀρχιερεῦσιν ἐφῆκε ψηφίζεσθαι τὸν σφίσι δοκοῦντα, αὐτὸς δέ, βαθύ τι συνορῶν καὶ ἀναστέλλειν θέλων τὰ σχίσματα, σύναξίν τε κοινὴν παραγγέλλει καί, πάντων ἐν ταὐτῷ συλλε γέντων, ἐκ τοῦ παραθύρου τῆς αὐτοῦ κέλλης, ὃ δὴ καὶ σιδηροῖς, τοῦτο μὲν ὀρθίοις, τοῦτο δ' ἐγκαρσίοις, περιεδρυφακτοῦτο τοῖς κάμαξι, λόγων ἥπτετο πρὸς αὐτοὺς τοιῶνδε.
305.12.1
Δημηγορία τοῦ βασιλέως περὶ τῶν σχιζομένων. «Ἐγὼ νομίζω, ὦ τῆς ἐμῆς βασιλείας ὑπήκοοι, μηδένα τῶν ἁπάντων ὑμῶν ἐπὶ τοσοῦτον ἥκειν φρενοβλαβείας ὥστε μὴ ἑαυτῷ δύνασθαι χρᾶσθαι συμβούλῳ, ἀλλὰ τῷ πέλας. Εἰ γὰρ καὶ ἡ παρὰ τῶν ἄλλων βουλὴ συλλαμβά νειν τὰ πλεῖστα πέφυκε τοῖς βουλευομένοιςταύτῃ γὰρ καὶ συμβουλὴ λέγεται, εἰς ταὐτὸ συναγομένων ἀμφοῖν τῶν βουλῶν, ἀλλ' ἀναγκαῖον τοῦτο ἐφ' ὅσοις ἐπ' ἀμφιβόλῳ κεῖται τὸ βουλευόμενον, ὡς ἀμφοτέρωθεν λογισμοὺς ἰσορρόπους κινεῖσθαι, κἂν ὁποίας τις ἅψηται· ἐφ' ὅσοις δὲ ἑτερορρεπῆ τὰ τῆς δόξης, ὡς ἐντεῦθεν μὲν μετὰ τοῦ καλοῦ καὶ τὸ πάγιον ἀνα φαίνεσθαι, ἐκεῖθεν δὲ δῆλον εἶναι τὸ βλάπτον, εἰκαῖον ὄντως καὶ ἀλυσιτελές, λογισμῶν συντρόφων ὑπερορῶντα, ἀλλοτρίοις χρᾶσθαι, οἷς ἔνι μὲν ἀβουλία, ἔνι δ' ὄρεξις· πρὸς τούτοις καὶ τὸ ξένον ἀεί ποτ' ἀνάλγητον, ὡς παντὸς τοῦ οἰκείου πεφυκότος πιέζειν. Δεῖ τοίνυν γε καὶ ὑμᾶς τοῖς ἀφ' ἑαυτῶν λογισμοῖς προηγουμένως χρᾶσθαι καὶ οὕτω δοκιμάζειν τοὺς ἔξωθεν. Ὃς δέ, τῶν οἰκείων ὑπερφρονῶν, ἑαυτὸν τοῖς ἔξωθεν λογιζομένοις παρέχει, ὡς, 359 εἴ τι ἂν φέροιεν ἐκεῖνοι, προσέξων, ὁ τοιοῦτος ὁμολογῶν ἴστω ὡς ἄφρων ἐστὶ τὸ καθ' αὑτόν· ἄφρονος δὲ πάντως τὸ μήτ' ἀφ' ἑαυτοῦ συνιέναι καὶ τό, κἄν τις καὶ τῶν ἔξωθεν λέγοι, μὴ διακρίνειν εἰδέναι τὸ κρεῖττόν τε καὶ τὸ χεῖρον· καὶ λοιπὸν οὐδὲ τῆς θυραίας ἐκείνῳ συμβουλῆς ὄφελος. Τὰ γοῦν ξυμπεσόντα οἴδατε πάντως, καὶ οὐδὲν ἐξ ὑμῶν τῶν γενομένων κέκρυπται· ἐπὶ τούτῳ γὰρ καὶ ᾠκονομεῖτο ἡ ἐφ' ἑκάστῳ ὑμῶν ἐνταυθοῖ συνδρομή, οὕτω τοῦ ἡμετέρου κελεύσαντος κράτους. Τοῦτο γὰρ καὶ ἄλλοτε ξυνέβη· πλὴν τὸ ἐπὶ ταῖς αἰτίαις διαλλάττον ἀμφισβητεῖν παρέξει τισί. Τότε μὲν οὖν ἐθελίμου παραιτουμένου τοῦ ἐπὶ τῆς πατριαρχίας ὄντος, ἄλλος ἀντικαθίστατο· νῦν δὲ καὶ ἐπὶ κεφαλαίοις καθαιρεθέντος, ὡς οἴδατε, ἄλλον ἐγκαταστῆναι τὸ εἰκὸς δίδωσιν. Ὃ γοῦν ἐκ τοῦ παρελθόντος ἐσφάλη, τοῦτο πρὸς τὸ μέλλον βέλτιστον προοικονομεῖν. Τότε τοίνυν τινὲς τῶν τῆς ὀχλώδους μοίρας καὶ ἀπαιδεύτων, οἷς ἡ ταραχὴ τῆς ἐκκλησίας ἀσμένισις, παρεισδυόμενοι ταῖς τῶν ἀνθρώπων οἰκίαις, πορισμὸν εἶχον ἐντεῦθεν τὸ σχίσμα. Κἂν μετῇμεν ἐκείνους, εἰ μή γε τὸ βραχὺ τοῦ καιροῦ ἐκείνοις τε τῆς ἀταξίας καὶ ἡμῖν τῆς ἐπεξελεύσεως ἐμποδὼν ὡρμημένοις ἔστη. Τοιοῦτόν τι καὶ τὰ νῦν ὑποπτεύεται γίνεσθαι· οὐ γὰρ ἀπόλωλεν ἡ ἀταξία, ὥς τινας, ἐπειλημμένους αἰτίας, πάλιν ἀνασοβεῖν καὶ τὴν ἐκκλησίαν τοῦ Θεοῦ σχίζειν πειρᾶσθαι. Τὸ γοῦν ἐκείνους ζητεῖν, φύσιν ἔχοντας ἄντικρυς ἐξ ἐθισμοῦ συνεχοῦς ταῖς γωνίαις ἐπηλυγάζεσθαι καὶ κρυφηδὸν τὸ αὐτῶν πράττειν ἔργον, ἄλλως δέ γε καὶ περιττόν· τοῖς δ' ὑπαγομένοις οὕτως ἀβούλως τοῖς ἐκείνων ὀαρισμοῖς προστιμᾶν τῶν χειρίστων οὐ κατοκνήσομεν. Εἰς τί γὰρ καί τις σκανδαλισθείη; Ὅτι μεταλλάττεταί τι τῆς δόξης αὐτῷ; Ἀλλ' οὐδὲν τῶν ἡμετέρων παραβέβασται· μὴ δή τι καὶ παραβαθείη τὸ σύνολον. Ἀλλ' ὅτι τοῦ συνήθους ἐξέστραπται; Ἀλλ' οὐδὲν ἔχοι ἄν τις εἰπεῖν, κἂν πολλὰ κάμοι. Ἀλλ' ὅτι ὑπὸ ποιμένα τελοῦντες, ἐκείνου παρα κινηθέντος αἰτίαις ἱκαναῖς, ἄλλου τὸ παράπαν οὐκ εὐμοιρήσετε; Ἀλλὰ μὴν καὶ εὐμοιρήσετε καὶ κρειττόνως ὑπ' ἐκείνῳ διάξετε ποιμαινόμενοι. Τίνι γὰρ ἀπ' ἐκείνου τῶν πάντων εὖ ἐξεγένετο πράξειν καὶ τὰ τῆς ἡμετέρας εὐμενείας ἕξειν, ἤν που ἀβουλήτοις καὶ περιπέσοι; Διὰ τί; Καὶ πάντως οὐ νῦν εἰς ταὐτὸν ὑμᾶς συνῆξα σκοπῶν ὅπως ἂν αὐτὸς τοῦ ἡμετέρου κράτους κατηγοροίην· ἀλλὰ τὴν αἰτίαν λέγω, καὶ οὐκ ἐπικρύπτομαι, τοῦ μή τι 361 τυγχάνειν τῶν προσηκόντων ἐκ βασιλικῆς νεύσεως τὸν ἐλέους χρῄζοντα. Οὔτε γὰρ ἐκείνῳ τὰ πρὸς ἡμᾶς εὔοδα, κωλυούσης τῆς ἀπεχθείας, οὔθ' ἡμῖν, μὴ παρ' ἐκείνου ἀξιουμένοις, τὰ τῆς εὐμενείας ἀνυστὰ πρὸς τὸν χρῄζοντα· ὅπου γε καὶ εἰ ἠξίου, οὐκ ἂν ἐτύγχανε τῶν δεόντων· καὶ τί γὰρ δεῖ ἐπι κρύπτειν; Οὐχ ἡμῶν πρὸς τὸ εὖ πράττειν ἀποπεφυκότων, ἀλλ' ἐκείνου μὴ οἰκονομοῦντος τῇ ἀξιώσει τὸ εὔχαρι. Τίκτεσθαι γὰρ χάριν τῇ χάριτι μεμαθήκαμεν, καὶ οὐκ ἦν αὐξάνειν τὸν ἔρωτα γεννηθέντα, μὴ ἐπιγεννη θέντος καὶ τοῦ ἀντέρωτος. Τάχα ἂν μυθολόγον με οἰηθείητε· ἀλλὰ τὸ τοῦ μύθου ὡς ἀληθείᾳ προσπαῖον ἐπαινετόν. Ἔφησε γὰρ καί τις τῶν ἔξω ἐρη μίας γείτονα τὴν αὐθάδειαν· τῷ γὰρ αὐθάδει οὐδεὶς προσέξοι προσβάλλων, κἀντεῦθεν ἐρημωθέντι τῶν ἄλλων καθ' αὑτὸν αὐτὸν διάγειν ξυμβαίη. Τί γοῦν τὸ εἰσέπειτα; Εἰδήσετε πάντως καὶ εὐμενείας ὑμῖν προσβαλλούσας ἀκτῖνας, τοῦ ποιμένος κινοῦντος τὴν ἡμετέραν γνώμην ὑπερτάτοις μεσιτείας τρόποις. Μόνον μή τις ἐνδῷ πρὸς τὸ χεῖρον, μηδέ τις, τὸ καθ' αὑτὸν σκοπῶν καὶ μόνον, ἐν οὐ παικτοῖς παιζέτω, μηδ' οὐκ ἐπ' ἀνυστοῖς σπου δαζέτω· τὰ γὰρ καθ' ἕκαστον ὀλισθήματα ἐμπιπλᾶσι πραγμάτων τὰς πόλεις, καί, ἑνὸς ἁμαρτόντος, πολλοὶ τῶν κακῶν ἀπηύρων. Φεύγετε τοίνυν τὰς παρασυνάξεις καὶ τοῖς σχίσμασιν ἀπεχθάνεσθε. Πολλοὶ σακκοφόροι ταῖς οἰκίαις ὑμῶν παρεισδύσονται, οὐχ ὅπως ὑμῖν εὖ γένηται προμηθούμενοι, ἀλλ' ὅπως ἂν αὐτοῖς παρ' ὑμῶν πορισθείη τὰ κατὰ χρείαν σκοποῦντες. Εἶτα κατηγορήσουσι μὲν βασιλέων, καινὰ δὲ τοῖς παλαιοῖς μίξαντες, μὴ καλῶς ἔχειν τὰ τῆς ἐκκλησίας ἐποίσουσι καὶ διὰ τοῦτο καὶ αὐτοὺς τάχα πλανᾶσθαι, τὴν διόρθωσινοὕτω γὰρ ἐκεῖνοι ἴσως ἂν καὶ λέξειαν διαβάλ λοντεςἀποκαραδοκοῦντας. Τί γοῦν ποιητέον ὑμῖν ἐστι; Τὸ μὲν μεταδιδόναι καὶ τοῖς ἄλλοις τῶν ὄντων οὐ φθόνος· πραττέτω τις ὡς βούλεται τοῦτο. Τὸ δὲ τοῖς λόγοις αὐτῶν καθυπάγεσθαι καὶ σὺν ἐκείνοις πλανᾶσθαι οὔ μοι δοκεῖ οὔτ' ἐμοὶ ἀνεκτόν, οὔθ' ὑμῖν ἀσφαλές. Διὸ προφθάνει τῆς τιμωρίας ἡ ἀπειλή, μήπως ἐπὶ τῶν ἔργων γεγονώς τις παθὼν εἴσεται. Ἀνάγκη γὰρ τοῖς ὀλίγοις συνδιαστρέφεσθαι τοὺς πολλούς· καὶ τοὐντεῦθεν τίς οὕτω νυστάζων ὡς 363 μὴ ζητεῖν στῆσαι τὴν ῥύμην; Ἐγὼ μὲν οὖν διακελεύομαι καὶ ἀνδρὶ καὶ γυναικί, καὶ πρεσβύτῃ καὶ νέῳ, ἀστικῷ τε αὖ καὶ ἀγροίκῳ, δοκιμάζειν πρῶτον τοὺς πλησιάζοντας καὶ οὕτω χρᾶσθαι. Τὸ γὰρ νοσοῦν ἐκ τῶν ὑγιαινόντων ἔχει τὰς βοηθείας· εἰ δ' αὐτοὶ τὰς γνώμας νοσοῖεν, τί ἂν τοῖς ἄλλοις παρά σχοιεν ἀγαθόν; Ἀλλὰ τὰ μὲν ἐκείνων ὁ καιρὸς ἴσως δείξει· ὑμῖν δὲ τὴν ἐκείνων κακίαν ἀπομοργνυμένοις καὶ τοῦ ὀρθοῦ ἐκκλίνουσιν οὐ συνοίσει· κἂν ἐκεῖνοι διαδιδράσκοιεν, ὑμῖν τὸ ἔγκλημα περιστήσεται. Μέγα μὲν ἐρῶν οἶδα, ὅμως δὲ καὶ ὑμῖν δοκοῦν, ὅτι τὸ τοῦ σχίσματος ἔγκλημα ἐν ἴσῳ καὶ ἀπιστίας τεθήσεται, καὶ ὁ ἐγκληθεὶς ἐπὶ τούτῳ κολάσεις ὑφέξει καθο σιώσεως. Ὑμεῖς γοῦν οἴδατε ὅπως ἕξετε πρὸς τὰ παρόντα, ὡς ἢ τῷ ἡσυχάζειν ἐπ' ἀγαθοῖς ἐσόμενοι, ἢ τῷ τοιαῦτα ζητεῖν, μηδὲν ὅλως ὑμῖν προσήκοντα, τιμωρηθησόμενοι.» Ὁ μὲν οὖν βασιλεύς, τούτοις τε καὶ ἄλλοις τοιούτοις τὰς προαναφωνήσεις δοὺς τῷ λαῷ, ἀπολύει ἐπ' οἴκων πορεύεσθαι τῶν οἰκείων ἕκαστον.
305.13.1
Ὅπως ψηφίζεται ὁ τῆς Ἀδριανοῦ Γερμανὸς εἰς τὸ πατριαρχεῖον καὶ ὁποῖος οὗτος. Οἱ ἀρχιερεῖς δέ, τὸ ἐνδόσιμον λαβόντες ψηφίζεσθαι τὸν δοκοῦντα σφίσιν καὶ ἐπὶ τῇ μεγίστῃ προστασίᾳ τὸν ἐπιτήδειον, ἐν ταὐτῷ συνίασι πάντες κατὰ τὸ ἱερὸν καὶ μέγα τῶν Βλαχερνῶν τέμενος καί, ἄλλον ἄλλου προ βαλλομένου, τέλος ἐφ' ἑνὶ πάντες συμφωνοῦσι, τῷ Ἀδριανουπόλεως Γερμανῷ, ἀνδρὶ ἐλευθέρῳ τὸν τρόπον καὶ ἱεραῖς διεξαγωγαῖς πρέποντι, ἔτι δὲ καὶ τὴν ἐκ βασιλέως ἐκ παλαιοῦ πλουτοῦντι διάθεσιν. Ἦν γὰρ ὁ ἀνὴρ ταῖς ἀληθείαις φιλόκαλος μὲν καὶ φιλολόγος ἐς ἄκρον· καλὸν δ' ἅπαν εἰδὼς ὃ ἂν καὶ εἰς τὰ πράγματα χρησιμεύοι, μὴ μόνον εἰς ἀρετήν, ἐν προτι μήσει πολλάκις τῶν ἐπαίνων ἐτίθει τὸν μετ' ἐντρεχείας καὶ τὸ ἐς ψυχὴν ἀσφαλὲς ἔχοντα τοῦ ὅλως ἀρετῇ συζῶντος γυμνῇ, εἰ κατὰ βίον καὶ μὴ ἐπ' ἐρημίας διάγοι. Ὅθεν λόγιος μὲν οὐκ ἦν, λογίοις δὲ μετ' αἰδοῦς καὶ τοῦ πρέποντος προσεφέρετο καὶ λόγους ἀκούων ἠγάπα καὶ φίλος ἦν ἐς τὰ μάλιστα τῶν τοιούτων, ὡς καὶ αὐτὸς τοῦ καλοῦ τὤμισυ ἴσχειν. Ἀρετῆς δὲ μετῆν τῷ ἀνδρὶ οὐχ ἣν ἂν οἱ παρόντες αἰνοῖεν, ἢ μᾶλλον οἱ παρ' ἑαυτοῖς 365 προὔχειν δοκοῦντες τῶν ἄλλων, βρώματα καὶ πόσεις φιλοκρινοῦντες καὶ ἡμέρας τούτων ἑκάστῳ πρεπούσας καὶ παρὰ τὸ εἰκὸς προσνέμοντες, πεζῇ τε καὶ βάδην αἱρούμενοι διέρχεσθαι τὰς ὁδούς, ἀνιπτόποδες καὶ χαμαιεῦναι καὶ μονοχίτωνες, ἐν δευτέρῳ δὲ τούτων τὸν οἶκτον καὶ τὴν ἀγάπην τιθέμενοι, ἔτι δὲ καὶ τὴν φιλανθρωπίαν καὶ τὴν συμπάθειαν καί, τὸ ὅλον εἰπεῖν, τὴν διάκρισιν, σκληροί τινες ὄντες καὶ τοῖς ἄλλοις μωμητικοὶ καὶ μεμψίμοιροι, ὡς ἑαυτοῖς σφίσι καὶ μόνοις τὴν ἀρετὴν περιποιεῖν αἱρούμενοι, κἂν ὅ τι ἐκεῖνοι καὶ πράττοιεν, ἀλλ' ἀρετῆς τῆς κατ' ἄνθρωπον ὄντως, καθ' ἣν ἂν καὶ ὁ ἀληθινὸς χαρακτηρίζοιτο ἄνθρωπος, καὶ μᾶλλον ὁ ἐπ' ἐξουσίας, ᾧ δὴ καὶ τὸ μετριοπαθὲς τοῦ ἀπαθοῦς μᾶλλον ὀφείλεται· οὗ δὴ βίου εἰ ἐξαρεῖς τὴν διάκρισιν, τὸ πᾶν ἀπώλεσας ἐξ ἑνός. Τοιαύτῃ τοίνυν κοσμούμενος ἀρετῇ, ἣν δὴ καὶ πολιτικήν τινες λέγουσι καὶ τὸν κατ' αὐτὴν βίον πολιτικόν, μέσον ὄντα θεωρητικοῦ τε καὶ ἀπολαυστικοῦ, ὁ δηλωθεὶς τῆς Ὀρεστιάδος ἀρχιερεύς, προκριθεὶς τῶν ἄλλωνκαὶ γὰρ ἐλέγετο κἀν τῷ κατ' ἀνατολὴν ὄρει τῷ Μέλανι καὶ τῇ κατ' ἐκεῖνο μονῇ ἐγχρονίσας ἀσκῆσαι τὸ πάλαι τὰ μέγιστα, παρὰ τῶν λοιπῶν ἠξιοῦτο τὴν προστασίαν τῆς Κωνσταντινουπόλεως ἀναδέξασθαι. Σὺν οἷς καὶ ὁ βασιλεὺς τὴν ψῆφον ἀποδεξάμενος κατηντιβόλει τὸν ἄνδρα καὶ ἐφ' ἡμέραις προσιὼν ὅλαις ὁρμαῖς παρώτρυνε καὶ ἠξίου μὴ ἀποπέμψασθαι τὰ τῆς κλήσεως.
305.14.1
Ὅπως ἀνάγεται Γερμανὸς εἰς τὸ πατριαρχεῖον καὶ τί διαπράττεται. Καὶ δὴ παρακληθεὶς εἶξε· καὶ μηνὸς μαιμακτηριῶνος ἐν τῇ τοῦ ἁγίου Πνεύματος ἑορτῇ, ὑπὸ τόμῳ κοινῷ γεγονότι, πατριάρχης ἐπικηρύσσεται καί, σφίσιν ἅμα συλλειτουργήσας, τῷ ἱερῷ ἐφιζάνει θρόνῳ καὶ τῶν ἄλλων προΐσταται. Ἅμα δὲ τῷ προσβῆναι τῷ θρόνῳ, ἔργον ἐκείνῳ ἀσχολίας πάσης 367 ὑπέρτερον τιμᾶν τε τοῖς προσήκουσι τοὺς ἀρετῇ δοκοῦντας ἢ καὶ λόγῳ προέχειν τῶν ἄλλων, τοὺς μὲν ἀξιώμασι, τοὺς δὲ φιλοτησίαις ἁπάσαις καὶ δώροις παντοίοις. Ἦν γὰρ καὶ περιφρονητὴς χρυσίου τὰ μάλιστα, ὡς μηδὲ κεκτῆσθαι βαλάντιον, ἀλλὰ τὸ προσαγόμενον ἔκποθεν ἐπὶ τῆς στιβάδος ἐκείνου κελεύειν τίθεσθαι, ὡς ἕτοιμον εἶναι ταῖς χρείαις τῆς εὐποιίας, ὅπου ἂν ἐκεῖνος κελεύσοιε. Τοιούτῳ δ' ὄντι ἐκείνῳ τὸ τῆς μὲν ἁπλότητος πλεονέκτημα εἰς κατηγορίαν ἀδιαφορότητος περιίστατο, τὸ δὲ τῆς εἰς βασιλέα αἰδοῦς τε καὶ κυβερνήσεως εἰς ἔγκλημα κολακείας καὶ ψεύδους πρὸς τοὺς πολλοὺς ἄντικρυς. Τῷ γὰρ ἁπλῷ τοῦ τρόπου καὶ ἀνυπούλῳ καὶ ἐλευθερίῳ πρὸς τὸ τοῖς παροῦσι χρήσα σθαι μὲν καὶ αὐτόν, ἐφεῖναι δὲ καὶ τοῖς ἰδίοις χρᾶσθαι, τὴν τοῦ καταχρᾶσθαι προσειλήφει δόξαν. Τῷ δὲ κυβερνᾶν τὸν κρατοῦντα, καὶ μᾶλλον ἐφ' ἱκετείαις, ὅτε μὲν ἐκεῖνος προσαναφέρων ἠξίου, ὁ δὲ κρατῶν οὐ ῥᾳδίως κατένευε, κἀντεῦθεν κατὰ τὸ δοκοῦν ᾠκονόμει τῷ δεομένῳ τὸν ἐλπισμόν, ὡς μὴ ἀπογνοίη ἀποπεμφθείς, ἐλπίζων ἴσως ἀνύειν ἐσύστερον, κἂν λέγων πολλάκις οὐκ ἤνυε, τὴν τοῦ ψεύδους ὑποψίαν προσκτώμενος, κατεκρίνετο. Τὰ δὲ ἐγκλήματα ταῦτα, καθάπαξ ταῖς τῶν πολλῶν ψυχαῖς ἐνιζήσαντα, ἐξῆπτε τὸ ἀπὸ τῶν πολλῶν μῖσος, ὅτι τε ἀντίζηλος εἴη τῷ πατριάρχῃ, τὴν ἐκείνου κατασχὼν ἐκκλησίαν, καὶ ὅτι ἀπὸ θρόνου τῆς θυγατρὸς τῷ θρόνῳ τῷ τῆς μητρόςοὕτω γὰρ τὰς ἐκκλησίας ἐκάλουνἀνέδην οὕτω καὶ αὐθαδῶς εἰσπηδήσειεν. Ὅθεν καὶ δυσὶν ἐνισχομένου ἐγκλήμασιν, οὐκ ἦν ὅστις ἀγαθὸν ἐλάλει περὶ ἐκείνου, τῶν μὲν προσκειμένων τῷ πατριάρχῃ, τῶν δὲ καὶ ἑπομένων ἴσως ταῖς γνώμαις ἐκείνων. Ἦσαν δὲ καὶ τῶν περιττῶν καὶ εἰς κακηγορίας εὐκόλων οἳ καὶ προσονειδίζοντες Μαρκουτζᾶν προσωνόμαζον, προσάπτοντες ὄνομα Περσικόν, ἐξ αἰτίας τῆς ὅτι ἐκεῖνος τὸ σύνεγγυς γένος Λαζὸς ἦν, τὸ δ' ἀνέκαθεν καὶ Γαβρᾶς. Τέως τὸν τρόπον μεμφόμενοι τὸν ἐκείνου δῆθεν, τοῦτο μὲν ὡς ἀπερίσκεπτον καὶ θρασύν, μὴ εἰδότος ἧς οὐ μετὸν ἐπιβαίνει τιμῆς, τοῦτο δὲ καὶ ὡς ἐπὶ κολακείᾳ διαβαλλόμενον τῇ 369 πρὸς βασιλέα, προσεμωκῶντο τὸ γένος, ὡς ἐκεῖθεν ὂν ὁπόθεν καὶ τὸ Περσικὸν εἶναι διωμολόγητο. Ὅμως γέρων ὢν καὶ παίδευσιν ἀρχαίαν ἔχων ἐκκλη σιαστικὴν ἐκ Γερμανοῦ τοῦ μακαρίτου, πολλὰ τῶν τῆς τάξεως τῆς ἐκκλησίας καθίστα πρὸς τὸ ἀρχαιότερον, παρῃρημένα καὶ χρόνῳ καὶ ἀμελείαις.
305.15.1
Ὅπως τὸν Ὁλόβωλον μεταγαγὼν ὁ πατριαρχεύων εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν ὀφφικίῳ ῥήτορος ἐτίμα καὶ διδάσκαλον καθίστα. Τὸ δὲ μεῖζον ὅτι καὶ φιλολόγος ὢν ἐς τὰ μάλιστα, τῷ Ὁλοβώλῳ, εὐφυεῖ γε ὄντι καὶ πλήρει λόγων, καὶ προσετετήκει, ὥστ' ἀποχρῶν κατὰ τὸ παρεστὸς ἡγούμενος, τοῦτο μὲν εἰς τὴν ἐκείνου παραμυθίαν, παθόντος οἷα πεπόνθει, τοῦτο δὲ καὶ εἰς τῶν ἐκκλησιαστικῶν ἀγωγὴν εἰς παίδευσιν λογικήν, τὸ ἐκεῖνον ἐκ τῆς τοῦ Προδρόμου μονῆς ἐξελθεῖν καὶ προσοκεῖλαι τῇ ἐκκλησίᾳ, ἔργον πάσης ἀσχολίας ἐπέκεινα τίθεται τὸ ὑπὲρ τούτου πρεσβεῦσαι τῷ βασιλεῖ καὶ τὸ τῆς πρεσβείας ἐπαγωγὸν προβαλέσθαι, ὡς· «Ἤδη μὲν ὁ Ἀκροπολίτης καὶ μέγας λογοθέτης Γεώργιος, ἐφ' ἱκανὸν ἐκ προστάξεως σῆς, βασιλεῦ, ἐνιδρώσας παραδιδοὺς τὰ μαθήματα, ἤδη καὶ ἀποκεκαμήκει, καὶ χρεία ἐστὶν ἄλλους ἀνάγεσθαι, καὶ τῶν ἄλλων οὐχ ἧττον τοὺς τῆς ἐκκλησίας, παρ' ὅσον καὶ ἀνάγκη προβαίνειν τούτους τῷ λόγῳ, ταῖς ἐκκλησιαστικαῖς χρείαις ὡς μάλιστα χρησιμεύσοντας. Κατάνευε τοίνυν ἡμῖν ἀξιοῦσιν, ὡς ὑπὲρ τῆς ἐκκλησίας πρεσβεύουσι, καὶ ἐξευμενίζου τῷ Ὁλοβώλῳ, καὶ δέχομαι τοῦτον καὶ κατὰ τὸ εἰκὸς τιμῆσαι καὶ εἰς διδάσκαλον καταστῆσαι τοῖς προσφοιτῶσι τῆς λογικῆς παιδεύσεως.» Καὶ ταῦτα μὲν τὸν πατριάρχην ἐκεῖνον εἰπεῖν, καὶ εἰπόντος εὐθὺς κατανεῦσαι τὸν βασιλέα καὶ τῇ ἀξιώσει καθυποκλῖναι. Ἦν γὰρ ταῖς ἀληθείαις κἀκεῖνος πρὸς τὰ παλαιὰ τῆς Κωνσταντίνου παρακνιζόμενος, ὡς καταστῆσαι μὲν κλήρους, ἕνα μὲν ἐπὶ τῷ περιωνύμῳ τῶν Ἀποστόλων ναῷ, θάτερον δὲ ἐπὶ τῷ τῶν Βλαχερνῶν, καὶ ὑμνοπόλους ἐρρόγους τάξαι τοῖς κλήροις τοὺς ἐκ τῆς πόλεως ἱερεῖς, συστήσασθαι δὲ καὶ κατὰ τὸν τοῦ μεγάλου Παύλου νεὼν ἐν τοῖς ἀρχαίοις ὀρφανοτροφείοις γραμματικευομένων σχολὴν καὶ ῥόγαις ἐτησίοις ἐπιρρωννύειν τόν τε διδάσκαλον καὶ τοὺς παῖδας, ὡς ἐφιστάνειν ἐνίοτε τῇ σχολῇ καὶ ὁποῖος ἕκαστος καὶ ὅπῃ λόγων προκόπτοι, ἔστι δ' οὗ καὶ τὰ εἰκότα φιλοτιμεῖσθαι, 371 εἰ δ' οὖν, ἀλλ' ἄνεσιν τοῖς παισὶ διδόναι τῆς ἀσχολίας κατά τι πάτριον σύνηθες. Τότε δ' οὖν ὑποκλιθέντα ταῖς τοῦ ἱεράρχου αἰτήσεσι, προσπαθῆσαί τε αὐτίκα τῷ καταδίκῳ καὶ ἐξελθεῖν κελεῦσαι· ὃν δὴ κἀκεῖνος δεξάμενος πολλοῖς ἦν ἀγάλλων τοῖς ἀγαθοῖς, προσεπισφραγίσας καὶ ῥήτορα, καὶ ὑπ' αὐτῷ διδάσκοντι πᾶσιν ἐξηνοίγνυ τὸ τῶν μαθημάτων διδασκαλεῖον.
305.16.1
Ὅπως ἐγκληθέντες τινὲς τῶν τοῦ παλατίου καθοσιώσεως καὶ τὸν πατριάρχην εἰσῆγον Ἀρσένιον. Τοῦ ἔτους δ' ἐκείνου καὶ καθοσιώσεως ἔγκλημα τοῖς περὶ τὸν Φραγγό πουλον, οἰκεῖον βασιλεῖ γε ὄντα, κἀκείνοις ἀριθμουμένοις εἰς δώδεκα, προσετρίβετο, ὧν δὴ καὶ κατὰ τοῦ βασιλέως μελετησάντων ὡς κτενούντων εἰ εὐοδοῖεν αὐτίκα, Κάρουλός τις, ᾧ δὴ καὶ τὴν πρωτοβεστιαρίου Μουζάλωνος σφαγὴν ὁ λόγος ἐξεργασθεῖσαν ἐδείκνυ τὸ πάλαι, εἷς κἀκεῖνος εἰς κοινωνίαν τῆς τε βουλῆς καὶ τῆς πράξεως προσκληθείς· ὁ δέ, μὴ ἀναμείνας γενέσθαι τῷ κρατοῦντι κακὸς ἐκ πράξεως, ἐκ προσαγγελίας ἐφάνη κακὸς τοῖς καλέσασι καὶ εὐθὺς προσήγγελλε, καὶ ἡλίσκοντο. Οἳ δὴ καὶ ἐταζόμενοι ταῖς βασάνοις, ἐφ' ᾧπερ τοὺς συνειδότας εἰπεῖν, καὶ μᾶλλον εἰ καὶ ὁ πατριάρχης συνῄδει πραξείουσιν, οἱ δὲ ἄλλους μὲν οὐκ εἶχον ὁμολογεῖν, τὸν δέ γε πατριάρχην, κἂν ἀληθῶς κἂν ἐκ βίας τῆς ἐκ βασάνων, τῇ εἰδήσει ἔλεγον συνεσχῆσθαι αὐτὸν προσαναγγειλάντων. Κἀκείνοις μὲν ἀπήντων αἱ δίκαι βαρεῖαι, ποινὰς διαφόρους κατὰ τῶν ἁμαρτημάτων λόγον ἐπάγουσαι. Ἀλλ' οὐδ' ὁ πατριάρ χης ἀνεῖτο τοῦ προστριβέντος ἐγκλήματος, ἀλλ' ἐπέχων καὶ μᾶλλον ἐπεμβαίνων κειμένῳ οἱ, ὁ βασιλεὺς ἐπενεκάλει τὸ ἔγκλημα πρὸς τὴν σύνοδον καὶ δεινὰ ἐποίει, εἰ μὴ ἐκδικοῖτο μὴ ἀνεχόμενος· αὐτοὺς μὲν γὰρ ἐπ' ἐγκλήμασιν ἐκκλησιαστικοῖς τὴν δίκην ἐπαγαγεῖν, αὐτὸν δέ, εἰ μὴ καὶ ἐπὶ τῷ πρὸς βασιλέα ἐγκλήματι ὑπόσχοι ἑτέραν δίκην τὴν πρέπουσαν ὁ προδήλως κατηγορούμενος, μὴ ἀνεκτῶς τὸ σύνολον ἔχειν, κἂν ὅ τι πεπόνθει πρότερον· μηδὲ γὰρ εἶναι καλὸν μηδὲ δίκαιον τὸν ὑπὲρ τοῦ βασιλέως πολυωρεῖν ὀφείλοντα τοῖς ἐχθροῖς βασιλέα καταπροΐεσθαι. Ὡς γοῦν, σκεπτομένων τὰ περὶ τούτου, ἐδόκει καλὸν ἀποστέλλειν καὶ ἐρωτᾶν, κἂν εἰ ὁμολογοίη ἢ καὶ μὴ ὁμολογῶν ἁλίσκοιτο, ἐπιφέρειν τὴν δίκην, εἰ δ' οὖν, καὶ ἐσαῦθις σκέπτεσθαι, ὁ βασιλεὺς αὐτόθεν ἠξίου σχεδιασθῆναι τὸν 373 τῆς συνόδου ἀφορισμὸν καὶ οὕτως ἀπελθόντας οὓς ἂν καὶ τάξειαν ἔρεσθαι καί, εἰ ὁμολογοίη, ἐπενηνέχθαι τὸ πρόστιμον δίκαιον ὂν ὑπὲρ βασιλέως τῷ κατὰ βασιλέως τοῖς ἐπιθησομένοις συμπράττοντι, εἰ δ' οὖν, καὶ μὴ ὁμολο γοῦντος, τὸν δεσμὸν κεῖσθαι καὶ ἐπαναρτᾶσθαί οἱ πρὸς ὅ τι καὶ σύνοιδε περὶ τούτων, ὥστε ἐνέχεσθαι μέν, εἰ τέως ἁλίσκοιτο κακουργῶν, εἰ δ' οὖν, ἐλεύθερον εἶναι τοῦ βάρους, ὡς ἀδίκως διαβαλλόμενον. Ταῦτα τοῦ βασιλέως προσαπαιτήσαντος, καὶ ἡ τῶν ἀρχιερέων πληθὺς συγκατένευον.
305.17.1
Ὅπως ὁ συγγραφεὺς συνάμ' ἀρχιερεῦσιν εἰς ἐκεῖνον πέμπεται καὶ περὶ ὧν αὐτοῖς συνέβη. Καὶ δὴ σχεδιάζεται μὲν τὸ τῆς δίκης γράμμα, ἐκλέγονται δὲ τὴν ταχίστην ἐκ μὲν σφῶν αὐτῶν δύο, ὅ τε Νεοκαισαρείας Μονοκωνστάντινος, φίλος ὢν καὶ μᾶλλον ἐκείνῳ, καὶ ὁ Μωκησσοῦ, προεδρεύων τότε τῆς ἐκκλησίας Προικονήσου κατὰ λόγον ἐπιδόσεως, ἐκ δέ γε τῶν κληρικῶν ὁ τὸ τηνικάδε ἐπὶ τῶν σεκρέτων Γαληνὸς καὶ σὺν αὐτοῖς ἐγὼ τέταρτος, βίᾳ μὲν συνυπαχθεὶς καὶ κελεύσει βασιλικῇ, τέως δ' ὅτι παρ' ἐκεῖνον ἱκοίμην, καὶ τὸ μέρος προσα ποδεχόμενος. Πέμπτην μὲν τότε καὶ εἰκοστὴν ἦγεν ὁ ἀνθεστηριών· καὶ ἡμεῖς, τῆς νηὸς ἐπιβάντες, δυσὶν ἡμέραις ὕστερον προσσχόντες τῇ νήσῳ, τῷ πατριάρχῃ ἐμφανιζόμεθα, καὶ περὶ τῶν προκειμένων πρὸς ἐκεῖνον γίνονται λόγοι. Ὁ δὲ ἠγρίαινέ τε παραυτίκα, μηδὲ τὴν ἀρχὴν ἐνεγκών, καί· «Τί μοι κακὸν πρὸς τὸν βασιλέα πέπρακται, μετ' ὀδύνης πλείστης καὶ συνοχῆς ἔλεγεν, εἰ αὐτὸν μὲν ἐγώ, ἰδιώτην ὄντα, τῆς βασιλείας ἐπέβησα, ἐμὲ δ' ἐκεῖνος, πατριάρχην εὑρών, οὐ καλαῖς αἰτίαις ἠτίμωσε; Καὶ νῦν γε κάθημαι ἐπ' ἀκρωρείας ταυτησὶ ὡσεί τις ἀτίμητος μετανάστης, τὸν παρὰ τῶν χριστιανῶν καθ' ἑκάστην ἀπεκδεχόμενος ἔλεον. Ὅμως καλὰ τὰ συμ 375 βάντα, καλὰ ταῦτα, καὶ ὁ φατριάρχης αὐτοῦ εὐλογείτω σὺν τῇ Εὐλογίᾳ τἀκείνῳ πραττόμενα.» Ἐδήλου δ' ὁ λόγος τὴν αὐταδέλφην τοῦ βασιλέως, ᾖ δὴ καὶ κακῶς εἶχεν ἐκεῖνος, ὡς τὰ κατὰ τοῦ παιδὸς Ἰωάννου συμβου λευσάσῃ τῷ βασιλεῖ. Ὡς δ' ἀνεπτύσσετο καὶ τὸ γράμμα ὑπαναγνωσθησόμενον, ἐκεῖνος, γνοὺς ἔκποθεν τὸ ἐκεῖ ἐκφερόμενον, πολὺς ἦν ἀντιβαίνων καὶ ἀντισπῶν μὴ ἀκούειν ὅλως καὶ προσαπεχώρει ταχέως ὑπαναγινωσκομένου, ὡς μὴ ἀκούσειε. Κἀκείνων ἐπικαταλαμβανόντων ἀποδιδράσκοντα παρὰ τὸ καθῆκον κινου μένοις καὶ ταχέσι ποσί, ἐπέβυε τὰ ὦτα τοῖς παρηρτημένοις τῆς καλύπτρας ἑκατέρωθεν τῶν ὤτων ὠτίοις, ὡς μηδ' ἐπαΐειν ἀναγινωσκομένου τοῦ γράμ ματος. Τέλος δυσθυμήσας οὐρανόν τε καὶ γῆν ἐπεμαρτύρετο μεγίστῃ φωνῇ ὦν δὴ καὶ πάσχοι· καὶ μὴ μόνον οἷς εἶπον οἱ κατειπόντες ἠξίου προσέχειν, ἀλλ' ἃ καὶ ἀντήκουον ἂν παρ' αὐτοῦ, εἴπερ ἀνέφερον, ὅλως προσηξίου σκοπεῖν, εἰ μὴ ἐπείχοντο ἐμβριθῶς, εἰ μὴ καὶ μεγάλως ἠπειλοῦντο κολά ζεσθαι πρὸς Θεοῦ, ἐπιχειροῦντες ὅλως. Καὶ ὡς· «Καλῶς ἄν, ἔλεγεν, ἠρχιερατεύσαμεν, φόνον τῷ βασιλεῖ συνυφαίνοντες, οἳ δὴ καί, ἐν ἐσχατιᾷ ταύτῃ παραρριφθέντες, Θεὸν εἰς καλὸν ἐπειλῆφθαι τῆς ἐκείνου ψυχῆς ἱκε τεύομεν, κἂν ἐκεῖνος λιμῷ καὶ δίψει ἐπ' ἐρημίας ὡς καταδίκους ἀπόλλυσι.» Ταῦτα καὶ τοιαῦθ' ἕτερα ἐν ὀδύνῃ ψυχῆς καὶ πικρίᾳ ἐξενεγκών, τὰ μὲν αὐτῷ βασιλεῖ, τὰ δὲ καὶ τῷ ἐς τὸν θρόνον καταστάντι προσονειδίσας, ἢ ἐποικτι σάμενος μᾶλλον, ἀπέπεμπεν. Ἡμεῖς δὲ καὶ αὖθις τῆς ἐπελθούσης ἡμέρας προσελθόντες καί, ὅσον ἦν τὰ προσανακείμενα ἐκτελέσαντες, ἀφωρμοῦμεν τοῦ λιμένος αὐτίκα καί, τοῦ βορέου λαμπροῦ καταβαίνοντος, διὰ τῶν κατὰ δύσιν τῆς νήσου μερῶν ἀνεκτότερον ἡγούμεθα πλέειν, ἐπισκεπομένους τοῖς ὄρεσιν. Ἀλλὰ μᾶλλον ὁ κλύδων μέγιστος ἐπηγείρετο, καὶ ὤδινεν ἡ θάλασσα πλέον, καί, τῷ Γαληνολιμένι μόλις προσσχόντες τὴν ναῦν, ὃν δὴ καὶ Γαγιλολιμὴν ἰδιωτικῶς οἱ ἐπιχώριοι παραφθείροντες λέγουσι, μεγάλοις ἐκεῖσε φοβεροῖς ἐνετύχομεν, κατ' εἴσπραξιν, οἶμαι, τοῦ μὴ μετ' εὐλογίας 377 ἀπολυθῆναι τοῦ πατριάρχου· ὃ δὴ καὶ ἤθελε μὲν ἕκαστος ἀνὰ μέρος, ὡς ὕστερον ὡμολόγουν πρὸς ἀλλήλους μεταμελόμενοι, ὅμως δὲ τὴν ἐντεῦθεν κατηγορίαν ὑφορώμενοι κατημέλουν. Νυκτὸς γὰρ μέσης σεισμὸς ἐπεισπίπτει βαρύς, καὶ τὸ ὄρος, θραυσθὲν καὶ πεσὸν εἰς θάλασσαν, τὸν ἐκεῖσε τόπον κατέκλυσε, δόκησίν τε καὶ ἡμᾶς κατακλυσθῆναι παρέσχε, κατ' αἰγιαλὸν μένοντας. Ἀλλὰ μόλις, πολλὰ τῇ θαλάσσῃ προσταλαιπωρήσαντες, τῆς Κωνσταντίνου ἐπέβημεν, μηνὸς ἑξκαι δεκάτῃ ποσειδεῶνος, καί, τῷ πατριαρχοῦντι πρότερον προσελθόντες καὶ τὸ πᾶν ἀναγγείλαντες, θερμὴν ἀξίωσιν οἷον ἠξιούμεθα παρ' ἐκείνου πᾶν λυπηρὸν τῆς ἀπαγγελίας ὑπεξελέσθαι, πρὸς βασιλέα λέγοντας, καὶ εἴ τι λέλεκται. Ὅτῳ δ' ᾠκονόμηται τὰ τότε πρὸς βασιλέα, ὥστ' ἀκούσαντα δια γνῶναι μὲν τὴν ἀπολογίαν, ὅτι καὶ εἰκὸς ἀκούσαντα ἐπισχεῖν ἐκείνους, μὴ θέλοντα δὲ τοὺς καθ' ἡμῶν ἐμφανίζειν σιγᾶν, δεινὸν δὲ καὶ τὸ κακοπαθεῖν ἐκεῖνον ἡγήσασθαι, ὥστ' αὐτίκ' ἐπιτάξαι τριακοσίοις ἐτησίοις νομίσμασιν ἐκεῖνόν τε καὶ τοὺς περὶ ἐκεῖνον καθικανοῦν, ὑπεραπολογούμενον καὶ μεθ' ὅρκου ὡς καὶ πρότερον ἐπιτάξοι οὕτως καὶ ὡς παρ' ἐκεῖνον μὴ θέλοντα δέχεσθαι τὸ μὴ δίδοσθαι ἦν, τέως δὲ καὶ αὖθις δεδιότα μὴ ὅπως δέχοιτο, προσανατιθέναι τῇ δεσποίνῃ τὴν χορηγίαν, ἐφ' ᾧ αὐτὸν μὲν ἀποστεῖλαι καὶ αὖθις φίλους ἐκείνῳ νομιζομένους κατά τινα τὴν ἀπ' αὐτοῦ παραμυ θίαν τε καὶ εὐμένειαν, τὴν δὲ δέσποιναν μετ' ἐκείνων πέμπειν ὡς ἀφ' ἑαυτῆς τὰ νομίσματα. Ὃ δὴ καὶ μετ' οὐ πολὺ πέπρακται, καὶ ἀποστέλλονται ὁ τῆς ἐκκλησίας ὑπομνηματογράφος Γεμιστός, ὁ τοῦ βασιλικοῦ κλήρου λαμπαδάριος ὁ Οἰναιώτης καὶ τρίτος ὁ τῆς Ἱερᾶς ἱερομόναχος Μάρκος, ἄνδρες ἐκ παλαιοῦ φίλοι ἐκείνῳ τὰ μάλιστα, οἷς δὴ καὶ παρὰ τῆς δεσποίνης τὰ εἰς χρείαν συναπεστέλλοντο. 379
305.18.1
Ὅπως ὁ βασιλεὺς ἐβουλεύετο τὰ περὶ τῆς ἑαυτοῦ λύσεως καὶ πρὸς τίνος. Τῷ μὲν οὖν βασιλεῖ οὐκ ἦν ἐς τοσοῦτον τὰ τῆς σπουδῆς, ἀλλὰ καὶ τὸ πλέον προσεπεζήτει, μᾶλλον δὲ καὶ οὗ χάριν ταῦτ' ἐπράττετο· τὸ δ' ἦν ἄρα ὅσον ἐν σπουδῇ ἐκείνῳ τοῦ ἀνυσθῆναι, τόσον ἐν ἀπορίᾳ τοῦ πῶς ἂν ἀνυσθείη καὶ παρὰ τίνος. Ἤθελε μὲν οὖν τὴν τοῦ δεσμοῦ λύσιν γενέσθαι παρά τε τοῦ πατριάρχου καὶ τῆς συνόδου, τὸν δὲ λύσαντα ὑφωρᾶτο μὴ καὶ δόξοι ἄλυτα λύων ἐκ τοῦ πρὸς ἐκεῖνον τὸν λαὸν ὀλιγώρως ἔχειν, τοῦτο μὲν διὰ τὸ μὴ ἐπ' ἐκείνῳ πληροφορεῖσθαι, τοῦτο δὲ καὶ διὰ τὴν ἐμφαινο μένην τοῦ θρόνου μετάθεσιν. Ὁ δ' ἐννοίας τοιαύτας ὑποβάλλων τῷ βασιλεῖ ὁ δηλωθεὶς Γαλησίου ἦν Ἰωσήφ, ὃς οὐ τοσοῦτον ὑπερεπάθει τοῦ Ἀρσενίου ὅσον τῷ Γερμανῷ ἀπηχθάνετο διὰ τὴν ἐκ θρόνου εἰς θρόνον, ταπεινοῦ εἰς τὸν ὑπέρτατον, ἐπιπήδησιν. Τῷ τοι καὶ ἐσχίζετο μὲν ἐκεῖνος, ὑπέτεινε δὲ καὶ τῷ βασιλεῖ οὐ καλὰς ἐννοίας περὶ ἐκείνου ὡς οὐ λύσοντος, ἄν γε καὶ λύοι· οὔτε γὰρ ἱκανὸν εἶναι τοῦτο παρὰ Θεῷ καὶ αὔταρκες, οὔτ' ἀκατάγνωστον ἐν ἀνθρώποις. Ὡς γοῦν ταῦτ' ἔλεγεν ὁ εἰς πατέρα τεταγμένος τῷ βασιλεῖ καὶ πείθειν ἦν ἐκεῖνον ἐκ τοῦ προχείρου καὶ δι' ἄλλα μὲν πρὸς τὸ δοκεῖν ἱκανά, μάλιστα δὲ καὶ ὅτι ἐπ' ἐκείνῳ πεπλη ροφόρητο τὰ πολλά, πατρί γε νομιζομένῳ καὶ ἄλλως ἐν πνευματικαῖς ἐργασίαις διαβεβοημένῳ, ἐν ἐννοίαις μεγίσταις ὁ κρατῶν ἦν, καὶ μᾶλλον ὅτι καὶ τὸ σχίσμα πλέον ἐγένετο διὰ τὴν μετάθεσιν, κἂν ἐκεῖνος κατωλιγώρει τῆς εἰς αὐτὸν ὕβρεως καί γε οὐδὲν οὐδενὶ ἠνώχλει, κἂν πάντες προσήγγελλον. Μεταβαλὼν γοῦν τῆς γνώμης, ὁ βασιλεὺς πολὺς ἦν ὀριγνώμενος διὰ ταῦτα ἐκστῆναι τοῦ θρόνου τὸν Γερμανόν, κἂν μὴ ἐξ ἑαυτοῦ μαθὼν ὑπεκσταίη, ἀλλ' οὖν ἄλλον ἐπιθαρρῆσαι συμβουλεύειν ἐκείνῳ τὴν ὑποχώρησιν. Ἕτοιμος δ' ἦν εἰς τοῦτο παραυτίκα ὁ Ἰωσήφ, πλὴν ἀνεμφάτως καὶ ὡς ἂν οἰηθείη τις ἀγνοοῦντος τοῦ βασιλέως· ἐκεῖνος γὰρ καὶ εἰς τέλος τὴν ὑποψίαν ταύτην διεφυλάττετο.
305.19.1
Ὅπως ὁ Ἰωσὴφ τῷ Γερμανῷ συνεβούλευεν ἀποθέσθαι τὴν πατριαρχίαν. Καὶ δή, τοῦ βασιλέως ἐνδόντος, ἐν ἀπορρήτοις ὁ Ἰωσὴφ τῷ Γερμανῷ προσιὼν ἐν σχήματι συμβούλου χρηστοῦ τὴν πατριαρχίαν συνεβούλευεν 381 ἀποθέσθαι· πολὺν γὰρ εἶναι τὸν τάραχον, καὶ οὐχ οἷόν τ' ἔσεσθαι ἐς μακρὰν ἀντισχεῖν ἐκεῖνον, κἂν ὅσον παρὰ τοῦ βασιλέως συνέχοιτο· ἀπαυδήσειν γὰρ καὶ αὐτὸν βασιλέα, μαθόντα τὸ σχίσμα. «Ἦ οὐχ ὁρᾷς ὁπόσοι τε ἀμφὶ τὸν Ὑάκινθον, ὁπόσοι τ' αὖθις ἀμφὶ τὴν Θεοδοσίαν καὶ τὸν αὐτά δελφον αὐτῆς τὸν Ἰωάννην τὸν τῆς Μάρθας καὶ τὴν ἑτεροθαλῆ ἀδελφὴν αὐτῶν τὴν Νοστογγόνισσαν συνέστησαν; Οὐ βλέπεις τοὺς μοναχοὺς ἀπο φοιτήσαντας τῶν μονῶν, αἷς ἐγγηράσαντες τοῖς ἀσκητικοῖς ἐνίδρωσαν πόνοις; Εἰ δ' ἐπὶ τῇ Εὐλογίᾳ θαρρεῖς, ἀλλ' ἴδε τὴν ἀδελφὴν αὐτῆς Μάρθαν, ἴδε τὰς αὐτῆς θυγατέρας, ὅπως τῷ Ἀρσενίῳ προστετήκασι καὶ σοῦ ὀλιγωροῦσιν ὡς μηδενός. Οἱ δὲ κοσμικοί, ἀλλ' οὐκ ἔχω σοι λέγειν ὅπως τῷ Ὑακίνθῳ πρόσκεινται καὶ τῇ Νοστογγονίσσῃ μοναχῇ, ἣν ἀδελφὴν οἶδας οὖσαν Θεοδοσίας καὶ Ἰωάννου τῶν εἰρημένων. Τί σοι γοῦν λοιπὸν ἐναπο λειφθήσεται, εἴ γε καὶ βασιλεὺς ἀπειπὼν ἀπολείψοι σε; Σπεῦσον μετὰ τιμῆς ἐξελθεῖν, ὡς καιρὸν ἔχεις τοῦ ἀφ' ἑαυτοῦ πράττειν, μήπως, ἐπιστάντος σοι τοῦ καιροῦ καθ' ὃν ἀβουλήτως πράττειν ἀναγκασθήσῃ, καὶ γέλωτα ὄφλοις, ἀποχωρῶν τῆς ἐκκλησίας καὶ ἄκων.» Ταῦτα μὲν οὖν ἐκεῖνος ἐν ὑποθήκης τρόπῳ πρὸς τὸν ἐπὶ τοῦ πατριαρχείου συνεῖρεν· ἀλλ' ἡ ὄρεξις προσίστατο τοῦ ἀκούοντος, καὶ ὁ λέγων οὐκ ἔπειθε. Ποῦ γὰρ καὶ εἰς νοῦν ἐκείνῳ ὡς καὶ βασιλεὺς ἐπινεύει πρὸς ταῦτα καὶ τὰ τῆς συμβουλῆς Ἰωσὴφ ἐκεῖθεν προανακέκρουσται; Ἔμεινε γοῦν καὶ ἔτι καὶ ἐπεστοίβασε κληρικούς τε καὶ ἱεράρχας χειροτονῶν, ἀφορῶν πρὸς τὴν τοῦ κρατοῦντος εὐμένειαν. Τὸ δ' ἦν ἄρα χλεύη καὶ γέλως, καὶ τὸ εἰς ἐκεῖνον ἐλπίζειν ἶσον καὶ τῷ ἐν μνίοις θαλάσσης, ἐπεὶ τῆς νεὼς ἀποπέσοι, θαρροῦντι σῴζεσθαι. Ἀλλ' ὁ κρατῶν, τὴν ὑποψίαν ἐκκλίνειν ἐθέλων, καὶ συνέχειν προσεποιεῖτο καὶ εὐμενῶς προσεφέρετο καὶ παρεῖχεν ἐκείνῳ πλεῖστα, ἐφ' ᾧ διδοίη καὶ τὰς τῶν πολλῶν ἐξωνοῖτο γνώμας, ὥστε καὶ 383 τῆς τῶν Βαΐων ἑορτῆς ἐπιστάσης, ὅτε καὶ ἡ συνήθης ἐξ ὄρθρου λιτανεία τελεῖται, αὐτὸς πέμψας πλεῖστα ἐξ ἀργύρου καὶ χαλκοῦ νομίσματα πρὸς τοῦ κρατοῦντος ἐλάμβανε καί, ἁρπεδόσιν ἐνδεῖσθαι παρασκευάσας τὰ συνήθως λεγόμενα ἐπικόμπια καὶ αὐτὸς μέχρι καὶ ἐς τῶν Τεσσαράκοντα Μαρτύρων τὴν λιτὴν κατατείνων, ῥιπτεῖν ἐκέλευε τῷ λαῷ. Καὶ τοιαῦτ' ἦσαν τὰ πρὸς ἐκεῖνον τοῦ βασιλέως ἐπικαλύμματα, ἐφ' ᾧ μὴ γνωσθείη μηδ' ἀμη γέπη τὴν ἐκείνου θέλων ἐξέλευσιν.
305.20.1
Περὶ Ὑακίνθου ὅστις καὶ ὅθεν, καὶ τῶν περὶ αὐτόν. Οὐ χεῖρον δὲ λέγειν καὶ τὰ περὶ Ὑακίνθου καὶ αὐτῆς δὴ Θεοδοσίας καὶ Ἰωάννου καὶ τῆς αὐτῶν ἑτεροθαλοῦς τῆς Νοστογγονίσσης. Ὁ μὲν οὖν Ὑάκινθος μοναχὸς ἦν ἐκ δύσεως καί γε Νικαίαθι γεγονώς, ἔν τινι τοῦ Ἀρχιστρατήγου ναῷ ἐγγὺς τοῦ ἐκεῖσε πατριαρχείου προσκαθίσας, ξένος τε καὶ ἀγνὼς τὰ πλεῖστα, παῖδάς τε ἐπισυνάγει καί, τούτους ἀνάγων τὰ εἰς προπαίδειαν, ἐπορίζετο τὰς τροφάς. Ἀλλὰ τῷ πατριάρχῃ προσαγγέλλεται, ὡς δῆθεν ἀτακτῶν μοναχὸς παῖδας ἐκδιδάσκων· καὶ ὃς προσεκαλεῖτο καὶ ἀνηρώτα καί, ἐπεὶ δεξιὸν ἑώρα τὸν ἄνδρα καὶ ἄλλως ἀδεῆ τε καὶ εἰς παρρησίαν ἕτοιμον, ἦν δ' ὡς ἔλεγε καὶ τῶν ἱερωμένων, προσλαμβάνει τε τοῦτον καὶ ὡς οἰκείῳ ἐχρᾶτο. Εἶτα συμβάντων τῶν κατὰ πατριάρχην, ἐπεὶ καὶ αὐτὸς δόκιμος ἐφάνη ὑπὲρ τῶν ἐκείνου ζηλῶν, ἔτι μᾶλλον τὰ εἰς φιλίαν ἐκείνῳ συνήπτετο. Καὶ ἐπεὶ ἐν τῇ Κωνσταντίνου πάλιν ὁ πατριάρχης ἀνήγετο, συνῆν ἐκείνῳ πιστότατος τῶν οἰκείων, συνάμα καὶ Ἰγνατίῳ Ῥοδίῳ, ἀνδρὶ καὶ αὐτῷ εὐλαβείας πλήρει καὶ μοναχικῆς καταστάσεως. Συνῄτην οὖν ἄμφω τῷ πατριάρχῃ, κοινωνοὶ καὶ τῶν θλίψεων καὶ τῶν βουλευμάτων, καὶ μᾶλλον ἐδεικνυέτην ζηλοῦντε ὑπὲρ ὧν καὶ ὁ πατριάρχης ζηλῶν ἠγωνίζετο. Ἐπεὶ δ' ἐκεῖνος ἐξεβέβλητο τῆς πατριαρχίας, κἀκεῖνοι, ὡς εἶχον παρεισδύντες γωνιῶν ἀφανείᾳοὐ γὰρ εἰῶντο τῷ πατριάρχῃ συνοπαδεῖν, τὰ τῆς ἀνάγκης ἀλγεινῶς μέν, ἀλλ' ἀναγκαίως διέφερον. Καὶ ὁ μὲν φθάνει τὸν βίον ἐκ τοῦ πλησίον ὑπεξελθών, Ὑάκινθος δὲ σὺν τοῖς ἀμφ' ἐκεῖνον, τὸν 385 βασιλικὸν ὑφορώμενος φόβον, ἐπεὶ καὶ τὴν ἀδελφὴν ἐκείνου Μάρθαν ἑώρα τῷ πατριάρχῃ προσκειμένην τὰ μάλιστα, ἐκείνῃ δὴ προσφοιτᾷ καί που καὶ παρεισδὺς ἐκεῖθεν εἶχε τὰ εἰς τροφήν, μηδὲν τοῦ βασιλέως εἰδότος. Ἦν οὖν τῇ μοναχῇ Μάρθᾳ καὶ ὁ Ἰωάννης υἱός. Τριῶν γὰρ αὐτῇ τῶν ἀρρένων ὄντων, ὁ μὲν Μιχαήλ τε καὶ Ἀνδρόνικος συνῆσαν τῷ βασιλεῖ, καὶ μετ' οὐ πολὺ τούτων ὁ μὲν τὸ τοῦ μεγάλου πριμμικηρίου ἀξίωμα ὁ Μιχαήλ, ὕστερος ὢν τοῦ Ἀνδρονίκου, παρὰ τοῦ κρατοῦντος ἐλάμβανεν, ἅτερος δὲ ὁ Ἀνδρόνικος μέγας κονοσταῦλος προεχειρίζετο· παρ' ἣν αἰτίαν καί, ἐπὶ ταῖς τιμαῖς ζηλοῦντος τοῦ πρώτου, πλεῖστα ξυμβεβήκει, ὡς κατὰ τόπον ἐροῦμεν. Καὶ οἱ μὲν δύο οὕτως συνῄτην τῷ βασιλεῖ, μηδὲν πολυπραγ μονοῦντες· ὁ δ' Ἰωάννης, ὕστερος ὤν, τέως μὲν πρὸς τοῦ θείου καὶ δεσπότου Ἰωάννου, ἐκείνῳ καθυπηρετούμενος, ἐπαιδεύετο, τὴν δὲ μητέρα προσκειμένην βλέπων τῷ πατριάρχῃ, καὶ αὐτὸς ἐκτόπως ἐζήλου, μὴ ἅψῃ, μὴ θίγῃς μέχρι καὶ τῶν εὐτελεστάτων ὑποφωνῶν καὶ διατηρούμενος. Σὺν ἐκείνῳ ἦν καὶ ἡ ἀδελφὴ Θεοδοσία, τοῖς αὐτοῖς προσέχουσα, ἤδη κεχηρωμένη τοῦ ἀνδρὸς Βαλανιδιώτου καὶ πρὸς τὸ μοναχικὸν ἀποκλίνουσα. Συνῆν δὲ τούτοις, τὰ αὐτὰ φρονοῦσα, καὶ ἡ Νοστογγόνισσα μοναχή, ἣν ἑτεροθαλῆ ὁ λόγος ἐδείκνυ, ὅτι ἐκ προτέρας γυναικὸς τῷ Ταρχανειώτῃ γεγέννητο. Ἦσαν οὖν οὗτοι πάντες τῷ Ὑακίνθῳ συνόντες καὶ ζηλοῦντες ἐκτόπως ὑπὲρ τοῦ πατριάρχου, κακῶς, ὦ Δίκη καὶ νόμοι θεῖοι, ἐξορισθέντος. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.
305.21.1
Ὅπως καὶ διὰ τοῦ Σάρδεων Χαλαζᾶ ἐπιχειρεῖ ὁ βασιλεὺς τῷ πατριαρ χοῦντι Γερμανῷ. Ὁ δέ γε βασιλεὺς καὶ ἄλλην δευτέραν πεῖραν τῷ πατριαρχοῦντι ἀρτύει. Τοῦ γὰρ Χαλαζᾶ Σάρδεων, ἐφ' ἱκανὸν τῇ Κωνσταντίνου προσδιατρίψαντος,

Intertext edge

Open linked passage

Note