Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
387.1.1
ἐπεὶ ἔδει πρὸς τὴν λαχοῦσαν ἐκεῖνον ἀποδημεῖν, εἰς τοῦτο παρασκευαζο μένου, ὑποθήκας ἐμπιστεύει οἱ δι' ἀπορρήτων ὁ βασιλεύς, ἐφ' ᾧ ἢ αὐτο προσώπως ἐντυχεῖν τῷ πατριαρχοῦντι καὶ τὰ αὐτὰ τῷ Ἰωσὴφ εἰπεῖν πρὸς ἐκεῖνον, ἢ καὶ γράψαι καὶ ἐπιστεῖλαι, μᾶλλον ἐκ Χαλκηδόνος, ἐξορμῶντα πρὸς τὴν ἀνατολήν. Καὶ τὸ σκέμμα ὡς βαθύ τε καὶ εὐπρεπέςτό τε γὰρ ὑψίθρονον παρὰ τοὺς ἄλλους λέγειν πρὸς ἐκεῖνον τοιαῦτα ἐδίδου, καὶ τὸ χειροτονίας ὄντα τὸν Σάρδεων ἣν ὁ Ἀρσένιος οὐκ ἐδέχετο τοιαῦτα τῷ πατριάρχῃ παραινεῖν, δέον ὂν παρ' αὐτοῦ δεχθεὶς ἀγαπᾶνδεικνύντος ἂν εἴη ὡς, ἄλλο τι βαθύτερον ὑπορύσσων, τοιαῦτα λέγει τε καὶ συμβουλεύει οἱ ἀφεῖναι τὸν θρόνον. Εἰ γὰρ μή τι ἄλλο, ἀλλ' οὖν τὸ τῆς μεταθέσεως ἂν καὶ παρ' ἄλλοις ὡς ἔγκλημα τῷ μετατιθεμένῳ ἰσχυρὸν ἐδόκει, ὥστε καὶ ἐκχωρεῖν ἀναγκάζεσθαι· ἀλλ' οὖν ἐκείνῳ, παρὰ τοιούτου τοῦ ἀπ' Ἐφέσου Νικηφόρου τὴν ἀρχιερωσύνην λαβόντι, προσίστατο ἂν τὰ μεγάλα, ὡς οὐ μᾶλλον ἐκεῖνον καταδικάζειν ἢ ἑαυτόν, τοιαῦτα λέγοντι. Ἃ δὴ καὶ τὸν πατριαρχοῦντα, τότε λαβόντα τὰ παρ' ἐκείνου γράμματα, ἐπειδὴ τὸν Θρᾳκικὸν ἐκεῖνος περαιωθεὶς Βόσπορον, ἅμ' ἀπέβαινε τῆς νεὼς καὶ ἅμα τοιαῦτ' ἄττα κινητικὰ πρὸς παραίτησιν ἔγραφεν, εἰς οὐκ ἀγαθὰς ὑπονοίας ἐνῆγε καὶ ὡς οὐκ ἂν ἐκεῖνος τολμῴη τοιαῦτα γράφειν καὶ τὸν πρῶτον αὐτοῦ καθυβρίζειν, εἰ μή γε ἄλλοθεν εἶχε τὸ ἐγχωροῦν. Τέως δὲ πείρᾳ τὸ πρᾶγμα διδούς, παραυτὰ πρὸς τὸν βασιλέα πέμπειν ὡς εἶχεν ἔγνω τὸ γράμμα, μαρτύριον τὸ ἐκεῖθεν ἐκβησόμενον τῶν παρόντων θέμενος ἀψευδέστατον, ὡς, εἰ μὲν ἐπαλγήσει τοῖς γραφεῖσιν ὁ βασιλεὺς κἀν δεινῷ θήσει τὸ πρᾶγμα, ὥστε καὶ ἀποστέλλειν καὶ ὑποστρέφειν κατα ναγκάζειν τὸν γράψαντα, ἐφ' ᾧπερ κριθείη, τοιαῦτα πρὸς τὸν πρῶτον ἐκθέμενος, δῆλον εἶναι ὡς, οὐκ εἰδότος τοῦ βασιλέως, προέβη ταῦτα καὶ ἀσφαλῶς ἔχειν ἐντεῦθεν εἶναι τῆς καταστάσεως· εἰ δὲ μαθὼν παρ' οὐδὲν θήσει τὰ γεγραμμένα, ἀλλὰ προφάσεσιν ἐπιλύει καὶ ἀναρτᾷ, ὡς κατὰ καιρὸν ἴσως ζητήσων, ἢ καὶ ἄλλως πως ἐπιστείλειεν, ὡς δῆθεν καταπαύων καὶ ἡμερῶν, τοὐντεῦθεν μὴ εἶναι πλέον εἰς τὸ μαθεῖν ὡς ὁ βασιλεὺς περὶ αὐτὸν ἡψικόρησε καὶ βουλῇ τούτου τὰ τοιαῦτα γέγραπται. Ταῦτ' ἐν νῷ θέμενος, 389 προσθεὶς ἐκ μηνυμάτων καὶ ἀλγεινά, ὡς λυποῖτο τὰ πλεῖστα, ἐκπέμπει τὸν τὸ γράμμα διακομίσοντα. Ὁ δέ, λαβών τε καὶ ἀναγνούς, οὐχ ὅπως τοῖς γεγραμμένοις ἐπήλγησεν, ἀλλ' οἷον ἑαυτὸν ἐπαλαστήσας, εἰ οὕτω ταῖς τῶν κοινῶν σειραῖς συσφιγγόμενος, καὶ περὶ τοῦ πατριάρχου φροντίζειν ἐπαναγκάζοιτο, αὐτίκα μηδὲν μελλήσας μηνύει ὡς· «Ἐν χερσὶν αὐτὸς ἔχεις τὸν ἄνδρα, οὕτω τῶν κανόνων διδόντων, καὶ οἱ περὶ σὲ πολλοὶ τῶν τοιούτων κριταί, καί σοι τὰ περὶ τούτων ζητεῖν ἐφειμένον, ποίει ὡς βούλει· βασιλεῖ γὰρ οὐ μετὸν τούτων, ἀλλὰ πραγμάτων καὶ θορύβων τῶν κατ' αὐτήν, πολλῶν ὄντων καὶ ταῦτα καὶ ἀναγκαίων.» Ταῦτ' ἀντιμαθὼν ἀκούσας, ὁ πατριάρχης ἔγνω τὴν σκέψιν καί, ἀντιλέγειν ὅλως οὐκ ἔχωνμηδὲ γὰρ ἐριστὰ τὰ πρὸς βασιλέα εἶναι ἐκείνῳ, ἐξίστασθαι τοῦ πατριαρχείου παρεσκευάζετο.
387.2.1
Ὅπως ἐξῆλθε τοῦ πατριαρχείου ὁ Γερμανός. Μὴν μὲν ἐφειστήκει τότε γαμηλιών, ἤγετο δὲ ἡ τοῦ Τιμίου Σταυροῦ ἑορτή, ἣν καὶ Ὕψωσιν ὀνομάζομεν. Ἐν ταύτῃ γοῦν τὰ ὕστατα στολισάμενος καὶ τελέσας ἅμα μὲν τὴν Ὕψωσιν τοῦ σταυροῦ, ἅμα δὲ καὶ τὴν θείαν ἱερουργίαν, τῆς αὐτῆς ἡμέρας, ὀψίας δείλης, ἀποχωρεῖ καί, πρὸς τὰ ἐν τοῖς Μαγγάνοις αὐτοῦ κελλία τὰ πρὸς θάλασσαν ᾠκοδομημένα ἐλθών, ἡσύχως διάγειν ἐκεῖ τὸν βίον ᾑρεῖτο. Ἀλλ' ἅμα ἕῳ φωσκούσῃ καὶ ὁ βασιλεὺς ἀκούσας εὐθὺς ἐφίσταται ἅμα μὲν συγκλήτῳ, ἅμα δ' ἀρχιερεῦσι καὶ παντὶ τῷ τῆς ἐκκλησίας πληρώματι, καὶ τὸν λυπούμενον προσποιεῖται καὶ ἀξιοῖ καὶ ἀπειλεῖ προσβιάζεσθαι, ἢν μή γε ἀκούοι, καὶ οὐδὲν ἐλλείπει προθυμίας τε καὶ θελήσεως τοῦ μὴ ἀνάγειν καὶ πάλιν αὐτόν· πρὸς Κρῆτα δ' ἐκρήτιζε πάντως. Ταῦτ' ἄρα κἀκεῖνος τὸν μὲν ἀγνοοῦντα προσεποιεῖτο καὶ χάριν τῆς εὐμενείας λέγειν καὶ εἰς τὸ ἑξῆς εἰδήσειν οὐκ ὤκνει, αὐτὸν δ' εἶναι γήρᾳ κατειργασμένον καὶ ἀσθενείᾳ καὶ πρὸς τὸ διδόναι καὶ παραίτησιν τοῦ τῆς Κωνσταντινουπόλεως θρόνου καὶ λίαν ἀσμένως ἔχοντα, ἣν καὶ δέχεσθαι ἀντηξίου καὶ βασιλέα καὶ τοὺς παρόντας ἀρχιερεῖς, ἅμ' ἐκβαλὼν καὶ δεικνὺς τὸ γράμμα· μηδὲ γὰρ ἂν τοῦ λοιποῦ, κἂν εἴ τι συμβαίη, τὴν προστασίαν λαμβάνειν, κἂν αὐτὸς ἀναγκάζοι ὁ βασιλεύς. 391 Τότε τοιγαροῦν ὁ κρατῶν, ἔχων ἐν χερσὶ φανερῶς ὃ ἐν ἀδήλῳ ἠβούλετο, τοῦ μὲν αὐτὸν καὶ πάλιν προσαναγκάζειν ἀνῆκε, σχῆμα δεικνὺς ἀπειπόντος, τὸ δ' ἀγάλλειν ἄλλως καὶ τιμᾶν ᾑρεῖτο. Καὶ τὰ πρῶτα μὲν τὰ δοκοῦντά οἱ περὶ πατριάρχου ἐκεῖνον ἠρώτα, τῷ σύμβουλον ἀξιοῦσθαι ἐπ' ἄλλῳ προ στησομένῳ ἐξημερῶν τὰ τῆς αὐτοῦ παραιτήσεως. Εἶτα καὶ τὸ πατέρα ἔχειν αὐτὸν καὶ γράφειν προσεφιλοτιμεῖτο, ὃν ἐκεῖνος, ὡς λέγεται, πρῶτος τῶν ἄλλων νέον Κωνσταντῖνον προσεπευφήμει· τί δὲ μεῖζον εἶναι τοῦ εἰς πατέρα τετάχθαι τῷ νέῳ Κωνσταντίνῳ καὶ βασιλεῖ; Τὰ γὰρ περὶ τούτου πλατικῶς εἰπεῖν, ἔταξε μὲν Γερμανὸς πρῶτος, τῷ βασιλεῖ χαριζόμενος, οἷος ἐκεῖνος τὴν πρὸς τοὺς ἄρχοντας θεραπείαν, ὑπεραπεδέξατο δὲ βασι λεύς, ὡς οὐχ ἁπλῶς συμβάντος, ἀλλ' ὅτι ποτὲ νηπιόθεν Κωνσταντῖνος παρὰ πατέρων, ὡς ἔλεγεν, ἤκουε. Οἱ δὲ Μανουὴλ λέγουσιν· ὃ καὶ ἀληθι νώτερον, οἶμαι, διὰ τὸ παρ' αὐτὸ προφοίβασμα ἰσαριθμήσοι τὰ μέτρα τὰ τοῦ βίου, τῆς κλήσεώς τέ φημι καὶ τοὐπωνύμου. Ὃ δὴ καί τινας ἔσφαλε ἱστῶντας τοὺς χρόνους ἐν δεκαεπτά· τὸ γὰρ Παλαιολόγος Μιχαὴλ στοιχεῖα ιζʹ. φέρει· προσκείμενον δὲ τὸ Μανουὴλ τὸν εἰκοσιτέταρτον τῆς βασιλείας χρόνον ἐδήλωσεν ἄντικρυς. Τότε γοῦν καὶ περὶ τῆς κατ' ἐκεῖνον προσκοποῦντος προνοίας καί γε οὐκ ὀλίγα προσεπαγγελλομένου, ἐκεῖνον εἰπεῖν περὶ μὲν τοῦ τῆς ἐκκλησίας προστησομένου· «Ὄψεται Θεὸς τὸν εἰς τὸ ποιμαίνειν αὐτάρκη, πρὸς δὲ καὶ συνεπιλήψεταί οἱ τῶν ἱερῶν μεριμνῶν. Τὸ δὲ εἰς πατέρα τετάχθαι τῷ βασιλεῖ μέγα μὲν καὶ ἄλλως σεμνόν· πλὴν ὃν καὶ Θεὸς εἰς υἱοθεσίαν προσεπελάβετο, τίς ἱκανὸς εἰς πατέρα κεκλῆσθαι τούτῳ, εἰ μὴ ὃν ἐκεῖνος καὶ μόνος ἄξιον εἰς τὴν ἐπιτροπείαν κρινεῖ; Τὸ μέντοι γε καὶ τῶν ἀναγκαίων προμηθεύεσθαί τε καὶ προνοεῖν περιττὸν ἄλλως καὶ οὐκ ἀναγκαῖον τοῖς καὶ τὸν τοὺς νεοσσοὺς τῶν κοράκων τρέφοντα ἔχουσι. Πλὴν ἀλλὰ καὶ ἡ ἐμὴ ἐκκλησίαἐδήλου δὲ τὴν Ἀδριανούπολιν, τὸν ἐμὸν ἀρχιερέα πλου τοῦσα, ἔχει τρέφειν καὶ ἄμφω συνάμα καὶ Θεῷ χορηγοῦντι.» Ταῦτα μὲν οὖν τότε ὁ Γερμανὸς ἐπὶ πᾶσι τοῖς προβληθεῖσι παραιτούμενος ἔλεγεν. 393
387.3.1
Περὶ τοῦ Ἀδριανουπόλεως Βασιλείου, εἴτ' οὖν Βαρλαάμ. Ἦν δ' ὃν ἔλεγεν ἑαυτοῦ, τῇ Ἀδριανουπόλει ἐπικηρυχθέντα μετ' αὐτὸν παρ' αὐτοῦ, ὁ ἀνεψιὸς ἐκείνου Βαρλαάμ, εἴτ' οὖν Βασίλειος, ὃς πρὸς μὲν τὰ εἰς πνευματικὴν πολιτείαν καὶ λίαν ἀμελῶς εἶχεν, ἄλλως δέ, φιλόκοσμος ὤν, ἵπποις ἐχρᾶτο, ἔστι δ' ὅτε καὶ ὅπλοις, καὶ προσεφιλοτιμεῖτο ὁμόσε τοῖς πολεμίοις χωρῶν. Ταῦτ' ἄρα καὶ ζῶντος μὲν τοῦ θείου, ἐν καταγνώσει ταῦτα πράττων συνεγινώσκετο· ὕστερον δὲ καὶ ἄλλων προστριβέντων αὐτῷ κατηγορημάτων, τοῦ γέροντος μεταλλάξαντος, ἐπεί, εἰς κρίσιν καλούμενος, ἐπὶ πολλαῖς ἡμέραις τὸν ἐπίληπτον ὑπεκρίνετο, ὡς προσποιεῖσθαι μηδὲν τῶν καθ' αὑτὸν εἰδέναι, τέλος ὑφίστατο τὴν ἀπὸ τῆς συνόδου καθαίρεσιν. Καὶ εὐθὺς μεθ' ἡμέρας ὁ ἐκστὰς δῆθεν ἔμφρων καὶ ὁ μηδὲ περὶ ἑαυτοῦ εἰδὼς ὅ τι ποιοίη καὶ ὅ τι πάσχοι, περὶ ὧν ἐκείνῳ λόγος οὐδεὶς διετείνετο, καὶ τὸν βασιλέα λιπαρῶς ἠξίου ἐφεῖναί οἱ χρᾶσθαι τῇ ἕξει καὶ στρατηγεῖν, ὡς οἵῳ τ' ὄντι ὁμόσε τοῖς ἐχθροῖς ἰέναι καὶ συχνὰ τἀκείνων ἱστᾶν τρόπαια. Τὸ δ' ἄρ' ἦν, τοῦ βασιλέως ἀκούσαντος, εἰς ὑποψίαν ἐκείνῳ κακίστην, εἶτα καὶ κίνδυνον. Συννοήσας γὰρ ὁ κρατῶν ὡς ὁ ταῦτα λέγων δυνατὸς ἐσεῖται καὶ πρᾶξαιἥ τε γὰρ ἡλικία καὶ τὸ τοῦ σώματος ἰσχυρὸν καὶ τρίτον ἡ περὶ ταῦτα πεῖρα πιστὴν ἡγεῖσθαι τὴν ὑποψίαν ἐδίδουκαί γ' ἐπειλημμένος ἀνέσεως οὐχ ὑπὲρ ἡμῶν μᾶλλον κατ' ἐκείνων, ἀλλὰ καθ' ἡμῶν μετ' ἐκείνων τῷ ἀποδρᾶναι καὶ μελετήσει ἴσως καὶ διαπράξεται, ἐν φυλακαῖς δέσμιον κατασχὼν ἐτήρει, μὴ καὶ φθάσοι, φησί, καθ' ἡμῶν ἐκτελέσας ἃ κατὰ τῶν ἐχθρῶν ἐπηγγείλατο. Εἶτα τῆς περὶ ἐκεῖνον φροντίδος ἀνεῖσθαι θέλων, προστάσσει τῷ Τζυκανδήλῃ, ὀτρηρῷ γε ὄντι πρὸς ταῦτα, ἀπαγαγόντι πρὸς Νίκαιαν αὐτόν τε καὶ σὺν αὐτῷ Βούλγαρον, καὶ αὐτὸν ὄντα ἐν ὑποψίᾳ τοῦ ἀποδρᾶναι, Τζουίλαν λεγόμενον, πρὸ τοῦ εἰς τὸ κάστρον εἰσαγαγεῖν, ἄμφω στερῆσαι τῶν ὀφθαλμῶν· ὃ δὴ καὶ γέγονε μετὰ ταῦτα.
387.4.1
Ὅπως εἰς πατριάρχην ψηφίζεται παρὰ τῶν ἀρχιερέων Ἰωσήφ. Ὁ μέντοι γε βασιλεύς, τὸν Γερμανὸν ἀποσκευασάμενος, περὶ πατριάρχου συνεσκόπει τοῖς ἱερεῦσιν, ὡς μηδὲν εἰδὼς δῆθεν, οὐδ' ἕτοιμον ἔχων ὃν καὶ ἐν καρδίᾳ προὐκατεβάλετο. Οἷς γοῦν οὐκ ἐν ἐπιστάσει τὰ τούτων, τούτοις 395 ἐπιπολαίως λογιζομένοις, ἔνθεν μὲν τοῦτον, ἔνθεν δ' ἐκεῖνον οἱ τῆς καρδίας ὑπέγραφον λογισμοί· ὅσοι δὲ καὶ εἰς νοῦν ἔβαπτον τοῦ κρατοῦντος καὶ κατηυστόχουν τῶν ἐννοιῶν, ἐκείνοις εἶς καὶ μόνος ἐδόκει ὁ εἰς τὴν προστα σίαν ἐπιτήδειος, ὁ καὶ θυμήρης τῷ βασιλεῖ. Κοινῶς γοῦν συνδιασκεψάμενοι, τὸν Γαλησίου Ἰωσὴφ ἐψηφίζοντο, ἄνδρα πνευματικόν τε καὶ ἀγαθόν, ἁπλοϊκὸν καὶ εὐήθη τοὺς τρόπους, φέροντα δέ τινα καὶ ἐκ τῶν ἀνακτόρων, ἐπεί, γυναικὶ συζῶν, τῷ τῆς μακαρίτιδος δεσποίνης Εἰρήνης συνετάττετο κλήρῳ καὶ κατ' ἀναγνώστας ἐξυπηρέτει, καὶ ἐλευθερίας ἱκανὰ δείγματα. Ἠγάπα δὲ καὶ τὸ τῶν εἰς χεῖρας πεσόντων μεταδιδόναι τοῖς ἄλλοις, ὅσα καὶ ἀσφαλῶς ἀποφήνασθαι, ὡς ἄλλοι δὴ τὸ γλισχρεύεσθαι. Τὸ δὲ ξένον ὅτι καὶ τῇ μοναχικῇ πολιτείᾳ ἐνασμενίζων ἐν ψαλμῳδίαις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις πολλάκις, ἐν ὑδροποσίαις ὅτ' ἔδει, ἐν πραότητι καὶ δικαιοσύνῃ καὶ ἤθει χρηστῷ καὶ ἁπλότητι καὶ συνόλως ἀκαταγνώστῳ διαγωγῇ, οὐδὲ τῆς κατ' ἄνθρωπον ἀρετῆς ἠμέλει, τοῦ καὶ προεντυχεῖν τινι καὶ προσπτύξασθαι καὶ τὰ φιλικὰ συλλαλῆσαι καὶ μειδιᾶσαι καὶ διαχεθῆναι πρὸς γέλωτα, εἴ που ἐλέχθη παρά τινος κατ' ἄνεσιν ἢ καὶ ἐπράχθη εὔχαρι, καὶ ὑπελθεῖν ἄρχουσι δυναμένοις καὶ ζητεῖν ὑπὲρ ἄλλων καὶ ἁβραῖς τραπέζαις σὺν διαφόροις οἴνοις τε καὶ τραγήμασι τοὺς πολλοὺς ἑστιᾶν, καὶ μᾶλλον ὅσοις ὁ βίος ἄπορος καὶ ἀπάλαμνος καὶ τῆς καθ' αὑτοὺς ἀναδοχῆς ἔχρῃζον. Τοῦ γοῦν τοιούτου καταδεξαμένου τὴν ψῆφον, ὁ βασιλεὺς εἰς πατριάρχην τοῦτον προβάλλεται, μηνὸς σκιροφοριῶνος εἰκοστῇ ὀγδόῃ τῆς δεκάτης ἐπινεμήσεως τοῦ# 22 ψοεʹ ἔτους· ἑκατομβαιῶνος δὲ νουμηνίᾳ χειροτονηθεὶς εἰς ἀρχιερέας τετέλεσται. Περὶ δέ γε τὴν χειροτονίαν καὶ τοιοῦτόν τι γίνεται.
387.5.1
Ὅπως, παρευδοκιμηθέντος τοῦ Ἡρακλείας Πινακᾶ ὡς ὄντος ἐκ τῆς χειροτονίας τοῦ Γερμανοῦ, ὁ Μιτυλήνης Γρηγόριος χειροτονεῖ τὸν Ἰωσήφ. Ὁ γὰρ Πινακᾶς μοναχός, παρὰ Γερμανοῦ τὴν χειροτονίαν δεξάμενος, Ἡρακλείας τῆς κατὰ Θρᾴκην ἦν ἀρχιποίμην, ᾧ δὴ καὶ προνόμιόν ἐστιν 397 ἐκ παλαιοῦ, δικαιουμένῳ ἐκ Βυζαντίου ὡς ἀνέκαθεν τελοῦντος ὑπὸ τὴν Ἡράκλειαν, τὸν πατριάρχην χειροτονεῖν. Ἀπεπροσποιεῖτο γοῦν τὴν ἀπ' ἐκείνου χειροτονίαν ὁ Ἰωσήφ. Καὶ ὁ κρατῶν, σοφόν τι ποιῶν, ἐκεῖνον τότε προσκαλεῖται πρὸς τὰ ἀνάκτορα, ἐν τῷ κατ' ἐκεῖνα ναῷ λειτουργή σοντα· καὶ δὴ ἐκεῖνος μὲν ὑπὸ πολλῷ μισθῷ τὴν λειτουργίαν ἐπλήρου, ὁ δέ γε Μιτυλήνης Γρηγόριος, ἐκ παλαιοῦ φέρων τὴν χειροτονίαν, χειροτονεῖν τὸν πατριάρχην ἐκλέγεται. Ὅλου γοῦν τοῦ μηνὸς ἐκείνου ὁ βασιλεύς, ἐπεὶ οὐκ ἦν ἐκείνῳ τῆς τοῦ ἀφορισμοῦ λύσεως προὐργιαίτερον, ἐδίδου τῷ πατριάρχῃ καιρὸν σὺν τοῖς ἀρχιερεῦσι σκέπτεσθαι πῶς ἂν καὶ κατὰ τρόπον γένηται, προλαμβάνων αὐτὸς ἑκάστης διὰ τοῦ πάντ' ἐκπληροῦν ῥᾳδίως, περὶ ὅσων ὁ πατριάρχης ἐκεῖνον ἠξίου, εὔοδα ποιεῖν τὰ τῆς λύσεως. Ἐς τοσοῦτον γὰρ ἡδέως αὐτοῦ λέγοντος ἤκουεν ὥστε καί, δι' ὁρισμῶν πεμπομένων ἑκασταχοῦ τῆς τῶν Ῥωμαίων ἐπικρατείας, προσέταττεν αὐτὰς δὴ τὰς τοῦ πατριάρχου γραφὰς ἀντὶ προσταγμάτων ἰδίων δέχεσθαι τοὺς ἐπ' ἐξουσίας, προσαπειλουμένων καὶ κολάσεων τοῖς μὴ κατὰ τὰ ἐπιτεταγμένα, ὑπὲρ ὅτου ἂν καὶ γράψοι, τελέσουσιν. Ἤνοιξε μέντοι καὶ φυλακὰς καὶ πολλοὺς τῶν ἐγκεκλεισμένων ἐξείλετο τῶν δεσμῶν, καταδίκους συμπαθείας ἠξίωσεν, ἐξωρισμένους ἀνεκα λέσατο καὶ οἷς ἀπεχθῶς εἶχε κἀκείνοις ἐξιλεοῦτο, τοῦ πατριάρχου μεσι τεύοντος.
387.6.1
Ὅπως ἐλύθη τοῦ ἀφορισμοῦ ὁ βασιλεὺς παρὰ τοῦ Ἰωσήφ. Ἐπέστη γοῦν ἡ μηνὸς ληναιῶνος δευτέρα, καθ' ἣν καὶ ἡ ἐκκλησία ἄγει τὴν τῆς Ὑπαπαντῆς ἑορτήν· καὶ ὁ πατριάρχης συνάμα πᾶσιν ἀρχιερεῦσιν, ὑπὸ πολλῷ τῷ τῶν λαμπάδων φωτὶ καὶ ὕμνοις τῇ ἑορτῇ πρέπουσιν, ἔτι δὲ καὶ ταῖς ὑπὲρ βασιλέως πρὸς Θεὸν ἱκετείαις, ὡς ἔδει καὶ περιφανῶς παννυ χεύσας, τὴν ἱερὰν λειτουργίαν ἐπιτελεῖ. Καὶ ἤδη ὡς ἤνυστο πᾶσα, τοῦ βασιλέως ἐν βασιλικαῖς ἱσταμένου δορυφορίαις συνάμα συγκλήτῳ πάσῃ 399 καὶ πολιτείᾳ, προσιὼν τοῖς ἁγίοις προσεγγίζει θυρίοις, τῶν ἀρχιερέων ἔνδον τοῦ βήματος ἱσταμένων. Ἀποθέμενος οὖν τὴν ἐπὶ τῆς κεφαλῆς καλύπτραν, ἀκαλύφῳ τῇ κεφαλῇ προσπίπτει Θεῷ καὶ ποσὶ προηγουμένως τοῦ πατριάρχου καὶ μεθ' ὅτι θερμῆς τῆς προθέσεως τὴν συγχώρησιν ἐξαιτεῖ, ὁμολογῶν μεγαλοφώνως τὸ τόλμημα. Καὶ δὴ ἐπ' ἐδάφους κειμένου τοῦ βασιλέως, ὁ πατριάρχης, χάρτην ἀνὰ χεῖρας ἔχων, ᾧπερ ἡ συγχώρησις ἐνεγέγραπτο, διεξιὼν καὶ ῥητῶς τὸ πλημμέλημα λέγων, τὸ ἐπὶ τῷ τοῦ βασιλέως παιδὶ δηλαδὴ Ἰωάννῃ, συνεχώρει τρανῷ τῷ στόματι, καὶ μετ' αὐτὸν ἄλλος καὶ μετ' ἐκεῖνον ἕτερος καὶ καθεξῆς οἱ πάντες· ὧν ἐφ' ἑκάστῳ προσπίπτοντος καὶ τὴν συγχώρησιν αἰτουμένου, ἐκεῖνοι καθ' ἕνα, τὸν χάρτην ἔχοντες ἀνὰ χεῖρας, τὸν αὐτὸν τῷ πατριάρχῃ συνεχώρουν τρόπον, πολλῶν χεομένων δακρύων, καὶ μᾶλλον τῶν ἐκ τῆς συγκλήτου, πρὸς ἐξιλέωσιν. Καὶ τέλος ἀναστὰς καὶ τρύφους ἱεροῦ μετασχὼν καὶ ὡς εἰκὸς προσκυνήσας καὶ συνταξάμενος, ἐχώρει πρὸς τὰ ἀνάκτορα. Ἀπέταξε δὲ καὶ τῷ ἐγκεκλεισμένῳ κατὰ τὸ τῆς Δακιβύζης φρούριον Ἰωάννῃ εἰς τροφῆς οἰκονομίαν καὶ ἐνδυμά των τὰ ἱκανά, πολυωρῶν ἐκεῖνον συχνάκις τοῖς ἀναγκαίοις καὶ σχεδὸν καθ' ἑκάστην φιλοφρονούμενος. Ἐντεῦθεν καὶ πρὸς τὴν διεξαγωγὴν τῶν κοινῶν σπουδαιότερον τρέπεται.
387.7.1
Περὶ τοῦ κήδους τοῦ τε Ταρχανειώτου Ἀνδρονίκου καὶ υἱοῦ τῆς τοῦ βασιλέως ἀδελφῆς Μάρθας καὶ τῆς θυγατρὸς τοῦ δυτικοῦ Ἰωάννου. Καὶ ἐπεὶ πάλιν ἀνοιδαίνειν ὥρμων τὰ δυτικά, τοῦ δεσπότου Μιχαὴλ ἐξ ἀνθρώπων γεγονότος καὶ τὸν μὲν Νικηφόρον ἐπὶ τῇ ἰδίᾳ ἀρχῇ καταλεί ψαντος, τῷ δέ γε νόθῳ Ἰωάννῃ χώραν οὐκ ὀλίγην διανενεμηκότος ἰδίᾳ, καὶ ὁ μὲν Νικηφόρος ἠγάπα κατέχων τὰ ἑαυτοῦ, ὁ δὲ Ἰωάννης καὶ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὠρέγετο καί, τῶν τοῦ ἀδελφοῦ ἀποσχόμενος, τῶν ἡμετέ ρων προσήπτετο, σκυλεύων τὸ προστυχόν, πολέμῳ μὲν ἐκεῖνον ὁ βασιλεὺς μετιέναι οὐκ ἐδοκίμαζε, θερμουργὸν ὄντα καὶ νέον ἀρχῆς ἁψάμενον, δι' 401 εἰρήνης δ' ὑπελθεῖν καὶ κατὰ κῆδος σπένδεσθαι πολλῷ κρεῖττον ἡγεῖτο τοῦ πολεμεῖν. Ὅθεν καὶ πρεσβείαις μὲν τὸ σκληρὸν ἐκείνου μαλάσσει καὶ αὔθα δες· ἐπεὶ δ' ἐκεῖνος καὶ ὡραίαν γάμου ἔτρεφε θυγατέρα, ἠβούλετο διὰ κήδους βεβαιώσασθαι τὴν εἰρήνην. Ἦν γὰρ καὶ ἄλλως ὁ Ἰωάννης δραστήριος, ὡς καὶ τῇ τῶν ἐπιτηδευμάτων ταχυτῆτι σὺν τῇ περὶ τὰς μάχας συνέσει καὶ λίαν ἀριστουργεῖν, καὶ εἰς δέος τὸν δεσπότην πολλάκις ἐτίθει, μήπως καὶ αὐτὸν ἐπιτηδευόμενος παρακρούσαιτο καὶ τῇ τῆς νίκης ἀδοξίᾳ περιβαλεῖν δυνηθείη. Διὰ ταῦτα καὶ σπεύσας ὁ βασιλεὺς λίαν σοφῶς τε καὶ ἀσφαλῶς τὴν ἐκείνου προκατελάμβανεν εὔνοιαν καὶ τὴν θυγατέρα τοῦ Ἰωάν νου τῷ ἀνεψιῷ αὐτοῦ καὶ υἱῷ τῷ τῆς Μάρθας Ἀνδρονίκῳ, πέμψας καὶ σὺν οὐκ ὀλίγῃ τιμῇ ἀγαγών, εἰς γάμον ἐδίδου, ὀνομάζων ἐξ ἀξιωμάτων τὸν μὲν γαμβρὸν μέγαν κονοσταῦλον, τὸν δὲ πενθερὸν Ἰωάννην σεβαστοκράτορα. Καὶ τῷ μὲν Ἰωάννῃ ἐσπένδετο διὰ ταῦτα, καὶ ὅσον τὸ μέρος ἐκείνου ἀνακωχὰς οὐ τὰς μικρὰς εἶχον τὰ τῶν Ῥωμαίων στρατεύματα. Οὐ μὴν δὲ καὶ τῶν λοιπῶν ἀποπεφροντίκει, ἀλλὰ πολὺς ἦν, ἔνθεν μὲν ἐκ θαλάσσης, τῷ ναυτικῷ χρώμενος, ἐκεῖθεν δὲ κατὰ γῆν, Τριβαλλοῖς τε καὶ Ἰλλυριοῖς προσεπέχων. Καὶ τὸ ναυτικὸν ἦγεν ἀνὴρ γενναῖος, ὁ Φιλαν θρωπηνός, πρωτοστράτωρ μὲν ἐξ ἀξίας, τοῦ δὲ μεγάλου δουκὸς Λάσκαρι, ἐξώρου ὄντος ἤδη καὶ μὴ οἵου τε πολέμοις ἐνασχολεῖσθαι καὶ μάχαις, τὸ γῆρας ἀνέχων καὶ τὴν ἐκείνου τάξιν ἀναπληρῶν. Καὶ ὁ μὲν Φιλανθρωπηνὸς ἐπεφέρετο τὰ πρωτεῖα καὶ τοῖς ὅλοις ἐπεστάτει, οἱ δ' ὑπ' ἐκείνῳ, πολλοί τε ὄντες καὶ μέγιστοι, εἰς λοχαγοὺς καὶ ταγματάρχας καὶ κόμητας καὶ ναυάρχους ἐτάττοντο. Ὁ γὰρ στόλος πολὺς καὶ πολλαῖς ναυσὶν ἐξηρτύετο· τὰς μέντοι γε ναῦς ἄνδρες ἐπλήρουν νεανικοὶ τὰς ὁρμὰς καὶ τὰς προθυμίας λαφυκτικοί, οἱ ἀνὰ τὴν πόλιν Γασμοῦλοι, οὓς ἂν ὁ Ῥωμαῖος διγενεῖς εἴποι, ἐκ Ῥωμαίων γυναικῶν γεννηθέντες τοῖς Ἰταλοῖς, ἄλλοι τε πλεῖστοι ἐκ τῶν Λακώνων, οὓς καὶ Τζάκωνας παραφθείροντες ἔλεγον, οὓς ἔκ τε Μορέου καὶ τῶν δυτικῶν μερῶν, ἅμα μὲν πολλούς, ἅμα δὲ καὶ μαχίμους, 403 ἅμα γυναιξὶ καὶ τέκνοις εἰς Κωνσταντινούπολιν μετῴκιζεν ὁ κρατῶν. Ἦσαν δ' αὐτοῖς καὶ εἰς ὑπηρετῶν τάξιν οἱ πανταχόθεν προσελῶντες, ὡς εἴ τις εἴποι νηῶν εἰς τὸ πρόσθεν ἐλάται, οὓς πανταχοῦ τῶν κατ' αἰγιαλοὺς χωρῶν, καλούς τε καὶ πλείστους, ἀπέταξεν ὁ κρατῶν· οὐ γὰρ ἦν ἀσφαλῶς κατέχειν τὴν πόλιν τοὺς Ῥωμαίους, ὡς αὐτὸς ἔλεγε, μὴ τὸ πᾶν θαλασσο κρατοῦντας.
387.8.1
Ὅπως καὶ ὁπόσαις δυνάμεσι στρατηγοῦντος τοῦ δεσπότου καὶ ἐπὶ τοῖς δυτικοῖς συχνάκις ἐπιχωριάζοντος, τὰ ἀνατολικὰ ἀπώλοντο. Τῶν δὲ κατὰ γῆν ὁ δεσπότης Ἰωάννης ἐξηγούμενος πολλοὺς καὶ μεγάλους εἶχεν ὑφ' αὑτῷ στρατηγούς· τὸ δὲ στρατιωτικὸν ἐν ἀλλαγίοις, ὡς αὐτοὶ φαῖεν ἂν οἱ ἐπὶ τῶν ταγμάτων κοινολογούμενοι, πλείστοις συνίστατο. Ἦν γὰρ τὸ Παφλαγονικόν, πολύ τε καὶ μέγιστον· ἦν δ' ἐξ Ἁλιζώνων πλεῖστον καὶ τὰ ἐς πόλεμον ἀγαθόν, οὓς καὶ Μεσοθινίτας ὁ κοινὸς εἴποι λόγος. Ἦσαν ἔνθεν μὲν Θρᾷκες, ἐκεῖθεν δὲ Φρύγες, ἔνθεν μὲν Μακεδόνες, ἐκεῖθεν δὲ Μυσοί, καὶ Κᾶρες ἄλλοι, καὶ πολὺ τὸ ἐκ Μαγεδῶνος καί γε τὸ Σκυθικὸν προσῆν, καὶ τὸ ξενικὸν Ἰταλικὸν πλεῖστον ἄλλο. Καὶ ἁπλῶς φάναι, τὸ ὅλον ἐν ἀνυποστάτῳ δυνάμει συνεκροτεῖτο, οὓς κινῶν ὁ δεσπότης φοβερὸς ἦν, ὅπῃπερ ἐπισταίη, καὶ μᾶλλον τοῖς δυτικοῖς. Παρ' ἣν αἰτίαν καὶ τὰ τῆς ἀνατολῆς ἐξησθένουν, τῶν Περσῶν ἐπιθαρρούν των καὶ εἰσβαλλόντων ταῖς χώραις παρὰ πᾶσαν τοῦ κωλύσοντος ἐρημίαν. Ὅθεν καὶ Μαίανδρος μὲν ἐξῳκεῖτο, οὐκ ἀνδρῶν μόνων τῶν ἐν πλείσταις τε καὶ μεγίσταις χώραις, ἀλλὰ καὶ αὐτῶν μοναχῶν· ἄλλη γὰρ Παλαιστίνη ὁ χῶρος ὁ περὶ Μαίανδρον ἦν, οὐ βοσκημάτων καὶ μόνον ἀγέλας αὐξῆσαι καὶ ποίμνια, οὐδ' ἀνδρῶν φορὰν ἐνεγκεῖν ἀγαθός, ἀλλὰ καὶ μοναχῶν οὐρανοπολιτῶν ἐπιγείων συστῆσαι πληθύας ἄριστος, παρὰ τοσοῦτον ἐπ' ἄλλοις τὰ πρωτεῖα φέρων πρὸς Παλαιστίνην παρ' ὅσον ἑνὶ καὶ μεγίστῳ ἡττᾶτο, τῷ τὰς διατριβὰς ἐκεῖσε γενέσθαι τοῦ ἐμοῦ Χριστοῦ καὶ Θεοῦ. Καὶ οὕτω μὲν κατ' ὀλίγον Μαίανδρος ἠρημοῦτο, εἰσχωρούντων ἐνδοτέρω τῶν ἐκεῖσε διὰ τὴν τῶν ἐθνῶν ἐπίθεσιν, ἅπας δὲ Ζυγὸς ἐκεῖνος τῶν 405 Νεοκάστρων, Ἄβαλά τε καὶ Καΰστρου χῶραι καὶ Μαγεδὼν καὶ ἡ περί πυστος Καρία πᾶσα τοῖς ἐχθροῖς κατετρέχοντο· ἐῶ λέγειν Τραχεῖαν καὶ Στάδια, Στρόβιλόν τε καὶ τὰ ἀντίπεραν Ῥόδου· ἃ χθὲς καὶ πρώην ὑπὸ Ῥωμαίους τελοῦντα ἐχθρῶν ἐν ὀλίγῳ χρόνῳ ἐγένοντο ὁρμητήρια. Τὰ δὲ πρὸς θατέρᾳ θαλάσσῃ φῦλα, ἵνα μὴ τὰ μέσα λέγω, ὅσα τε ἐν Μαρυανδηνοῖς τε καὶ Μόσυσι καὶ ὅσα ἐν τοῖς μεγαθύμοις Ἑνετοῖς ὄντα τῇ Ῥωμαίων ὑπήκουον, σὺν οἷς καὶ ἔτι τὰ ἔνδον μέχρι Σαγγάρεως, ἐπὶ τοσοῦτον ἠφάνιστο ὥστε καὶ Μαρυανδηνοῦ θρηνητῆρος χρῄζειν ἀξίως τἀκεῖ θρηνήσοντος. Τῶν γὰρ δυνάμεων, πολλῶν τε καὶ θαυμαστῶν οὐσῶν, συγκα τατριβομένων τοῖς δυτικοῖς καὶ κατ' ὀλίγον δαπανωμένων, τοῖς κατ' ἀνατολὴν τοσοῦτον ὁ κίνδυνος περιέστη ὥστε μηδ' εἰς αὐτὴν Ἡράκλειαν τὴν τοῦ Πόντου βαδίζειν εἶναι πεζῇ τοὺς ὁρμωμένους ἐκ πόλεως, τῶν ἐκεῖσε ὁρίων τῷ Σαγγάρει περικλεισθέντων καὶ τῶν πέραν πάντων λείας γεγονότων οὐ Μυσῶν, ἀλλά γε Περσῶν. Μόνα δὲ τὰ πρὸς θάλασσαν φρούρια κατε λείφθησαν, τὰ περί τε Κρῶμναν καὶ Ἄμαστριν καὶ Τῖον καὶ Ἡράκλειαν, τόπων ὀνόματα μόνα σῴζοντα· ἃ δή, εἰ μὴ τῇ θαλάσσῃ προσεχρῶντο, καὶ ταῦτα τῶν χωρῶν κατεχομένων τοῖς Πέρσαις, πάλαι ἂν ταῖς χώραις καὶ αὐτὰ συναπώλοντο. Ἓν δὲ τὸ συντελέσαν τῇ τούτων ἀπωλείᾳ καὶ τῶν ἄλλων μέγιστον, ὡς αὐτὸς ὁ βασιλεὺς ὕστερον ἔλεγεν, ὅτε, μικρὸν πρὸ θανάτου πατῶν τὸν τόπον, ἑώρα, σὺν οὐκ ὀλίγῳ καὶ ταῦτα στρατῷ, καὶ τὰ πλεῖστα κατῳκτίζετο, ἡ τῶν πεμπομένων ἐκεῖσε ταξιαρχῶν γλισχρότης τε καὶ φειδωλία καὶ ἡ ἐπὶ τῷ λαμβάνειν σπουδή, οὐ περιοριζομένη μέτρῳ καὶ κόρῳ, καὶ ἡ ἐκεῖθεν πρὸς τὸν κρατοῦντα ψευδολογία, μηδὲν ἐκστρατεύ οντα, ὡς ὀλίγιστόν τι ἀπώλετο, ὡς ἐπὶ μικροῖς ἡ ζημία, ὡς τὸ πᾶν ἐπὶ 407 κεφαλαίοις ἵσταται καὶ τὸ ἀφαιρεθὲν σπουδῆς ὀλίγης ἀνακαλεῖσθαι, καὶ τἆλλα οἷς συνεχέσι, ποτίμοις μὲν τῷ φαινομένῳ, ἁλμυροῖς δὲ τῇ ἀληθείᾳ, τὰς βασιλικὰς ἀκοὰς περιήντλουν καὶ γράφοντες καὶ διαμηνυόμενοι. Τὸ δὲ τῆς ἀστρατείας αἴτιον, ὡς καὶ τοῦτο αὐτὸς ὁ βασιλεὺς ὡμολόγει, τὸ συρραγὲν σχίσμα τῆς ἐκκλησίας καὶ τὸ πολὺ τῶν ἀνυποτάκτων ῥακενδυτῶν τε καὶ σακκοφόρων πλῆθος καὶ ὁ πολὺς ἐκείνων φορυτὸς τῶν εἰς αὐτὸν κατηγορημάτων καὶ ἡ πρὸς ταῦτα δειλία τοῦ βασιλέως, τὴν ἀποστασίαν ὑποπτεύοντος. Οὐ γὰρ ἦν ἡσυχάζειν αὐτούς, ἀλλ' εἰσδυομένοις τὰς τῶν ἀνθρώπων οἰκίας, σφίσιν ἦν ἐκ προχείρου συνείρειν τὰ πολλὰ κατὰ βασιλέως, ὡς τὸν κληρονόμον ἀδικήσειεν, ὡς ἐξελάσειεν τοῦ θρόνου τὸν πατριάρχην, ἀλλ' οἱ ὅρκοι, ἀλλ' αἱ συνθῆκαι, ἀλλὰ τὸ καὶ τό, οἷς ἐκεῖνοι μὲν πορίζεσθαι εἶχον, πλεῖστα τῶν ἀκουόντων ἀπολαμβάνοντες. «Ἐμὲ δέ, φησίν, οἱ φόβοι καὶ αἱ δειλίαι περιίσταντο, μὴ καί τι τῶν ἀβουλήτων νεωτερισθείη.» Ἐξ ὧν συνέβαινον ὑποψίαι, ἃς ἀνάγκη φυλαττόμενον ἀποκεκλεῖσθαι καὶ ἠρεμεῖν, τὸ καθ' αὑτὸν πολυωροῦντα καὶ τὰ τῶν πραγμάτων τοῖς τυχοῦσιν ἐπι τρέποντα. Ταῦτ' ἔλεγε μὲν ὕστερον ὁ κρατῶν πρὸς τὸν Ἀλεξανδρείας Ἀθανάσιον, ὡς αὐτὸς ἡμῖν ἀπήγγειλεν, ὅτε, συνὼν κἀκεῖνος ἐπὶ τῆς ἐκστρατείας κατὰ παραμυθίαν τῷ βασιλεῖ, ἑώρα μὲν τὰς τῶν χωρῶν πέραν τοῦ Σαγγάρεως ἐρημώσεις, κατήκουε δὲ τῶν τοιούτων, ἐποικτιζομένου τοῦ κρατοῦντος ταῖς ἐρημώσεσιν. Ἀλλὰ ταῦτα μὲν καὶ ἡμεῖς κατὰ τόπον ἐροῦμεν πλατύτερον.
387.9.1
Περὶ τοῦ κατὰ τὴν ἐκκλησίαν σχίσματος καὶ περὶ τῶν Παντεποπτηνῶν μοναχῶν. Τότε δὲ καὶ ταῖς ἀληθείαις τὸ σχίσμα τῆς ἐκκλησίας ηὐξάνετο, ὡς καὶ κατ' οἰκίας τοὺς ἐντὸς διῃρῆσθαι καὶ ἄλλως μὲν πατέρα διάγειν, ἄλλως δ' υἱόν, καὶ μητέρα καὶ θυγατέρα, καὶ νύμφην καὶ πενθεράν. Ἦσαν δὲ πλείους καὶ οἱ περὶ τὸν Ὑάκινθον μοναχοί, ἄστατοί τινες καὶ εἰς τόπους 409 ἐκ τόπων πλανώμενοι, ὑπὲρ τοῦ πατριάρχου ζηλοῦντες ἐξορισθέντος. Ἄλλοι δέ γε καὶ εἰς ἀρετὴν διαβεβοημένοι ἔκ τε τοῦ Γαλησίου καὶ ἑτέρων μονῶν, ὡς οἱ τότε τῇ τοῦ Παντεπόπτου μονῇ προσκαθήμενοι, ἀπορραγέντες τῆς ποίμνης ἕκαστος τῆς ἰδίας, καθ' ἑαυτοὺς διέζων, μηδ' ὁπωστιοῦν τὸν Ἰωσὴφ εἰς κοινωνίαν δεχόμενοι, τοῦτο μὲν ὡς καὶ αὐτοῦ ἐπιβάντος δῆθεν τοῦ θρόνου ἐπὶ τῷ πτερνίσαι τὸν Γερμανόν, τοῦτο δὲ καὶ ὡς αὐτοῦ, τὸ πρῶτον ὑπὲρ τοῦ πατριάρχου ζηλοῦντος, καὶ τὴν τοῦ Γερμανοῦ κοινωνίαν ἀποτρεπομένου καὶ τοῖς ἄλλοις προτρέποντος. Ἔγκλημα δ' εἶχε καὶ οὗτος ἴδιον, μεῖζον τοῦ προλαβόντος· ἐκεῖνος μὲν γὰρ τῇ μεταθέσει προσέκρουεν, ὁ δ' Ἰωσὴφ τῷ ἀπὸ τοῦ πατριάρχου ἀφορισμῷ, ὃν ἀφωρίσθαι ἔλεγον ἐπὶ τῷ μὴ τὸν βασιλέα εἰς πνευματικὴν υἱότητα δέχεσθαι. Οἱ δ' ἐπὶ τῆς τοῦ Παντεπόπτου μονῆς μοναχοὶ καὶ ἀπεθάρρουν καὶ παρρησιαστικώτερον ἔβαλλον, ἅμα μὲν καὶ ὡς ἐπιβήτορι, ἅμα δὲ καὶ ὡς ἀφωρισμένῳ τῷ πατριαρχοῦντι ἐπέχοντες. Ἐντεῦθεν γὰρ καὶ μέγα τι συνελογίζοντο τὸ καὶ λύειν ἄλυτα, καὶ μᾶλλον εἰς κρῖμα καὶ εἰς ἐπίτασιν, οὐχ ὅπως ἀμετόχως, ἀλλὰ καὶ τοῖς αὐτοῖς ἐνεχόμενον λύοντα. Πολλὴν δὲ καὶ τὴν ἐκ λόγων ἐπέφερον πιθανότητα ἅμα μὲν τῷ τῶν προσώπων σφῶν σεβασμίῳ, ἅμα δὲ καὶ τῷ συζηλοῦν ἐκείνοις ὑπὲρ τοῦ πατριάρχου τὸν Ἰωσήφ, ὃν καί, ὡς ὀστράκου μεταπεσόντος, ἐπὶ τοῦ πατριαρχικοῦ θρόνου ἤκουον ἐφιζάνοντα. Τούτους περὶ πλείστου ποιούμενος ἢ πείθειν ἢ ποιεῖν ἐκποδώνὀξεῖαι γὰρ ἀκίδες κατὰ ψυχὴν εὐσυνειδητοῦσαν οἱ ἔλεγχοι, εὐπροσώπως χρᾶται τῷ βασιλεῖ, καί, ἐπειδὴ τὸ πείθειν οὐκ ἦνποῦ γάρ; ἄνδρας ἀμειλίκτους τὴν ἔνστασιν, κολάζειν ᾑροῦντο. Ἀνατίθεται τοίνυν τὰ περὶ τούτων τῷ Ἀκροπολίτῃ Γεωργίῳ καὶ εἰς λογοθέτας μεγάλῳ καὶ σοφῷ τὰ μάλιστα, πλὴν κατημελημένως τῶν εἰς συνείδησιν ἔχοντι. Καὶ δὴ ἐπ' οἰκίας ἀπαγαγὼν χαλεπῶς ᾐκίζετο, δαίρων, κρεμαννύων, μαστίζων, τοὺς δέ γε κρείττους ἐκείνων καὶ ἀτιμῶν τῷ δι' ἀγορᾶς θριαμβεύειν ἀτίμως ἐπ' αἰτίαις κακίσταις καὶ πεπλασμέναις, ἄνδρας πολὺ τὸ ἀξιοπρεπὲς ἔχοντας ἐκ τοῦ βίου καὶ τῆς σφῶν καταστάσεως, οὓς καὶ μετὰ τὸ πικρῶς 411 ὡς οἷόν τε μετελθεῖν ἐξορίαις ἐδίδου, τοὺς καθάπαξ τῆς γῆς καὶ τῶν γηΐνων ἐξωρισμένους. Καὶ τότε πρώτως πολλοῖς ἐπέκλασε τὰς συνειδήσεις ὁ Ἰωσήφ, καὶ τῇ τούτων παραθέσει ὁ προλαβὼν τὸ κρεῖττον ἐφέρετο, ὡς μηδὲν μηδενὶ ἐνοχλήσας, καθ' ὅ τι καὶ λέγοιεν· ᾧ δὴ καὶ ὁ κρατῶν καὶ αὖθις ἐχρᾶτο καὶ πατέρα ὠνόμαζε καὶ εἰς βουλὴν εἶχε καὶ εἰς πολλὰ ἐχρᾶτο συλλήπτορι καὶ ἡδέως ἤκουε μεσιτεύοντος. Ἦν γὰρ ὁ ἄνθρωπος καὶ τῷ κόσμῳ σύντροφος καὶ δεινὸς ὑπελθεῖν ἄρχουσι καὶ πεῖσαι, ὅτε καιρός, καὶ θυμὸν μαλάξαι καὶ ἀγριᾶναι· εἶχε δὲ σὺν τῇ γνώμῃ καὶ τοῦ σώματος ἰσχυρῶς, ὡς πολλάκις τοῦ μηνὸς ἢ καὶ τῆς ἑβδομάδος ἐνίοτε πρόσοδον ποιεῖσθαι πρὸς βασιλέα, τοῦτο μὲν καὶ ἀφ' ἑαυτοῦ, τοῦτο δὲ καὶ καλούμενος.
387.10.1
Ὅπως ἀποστέλλεται εἰς Παιονίαν μετὰ τοῦ μεγάλου δουκὸς τοῦ Λάσκαρι ὁ προπατριαρχεύσας Γερμανὸς κἀκεῖθεν ἤγαγε νύμφην τῷ τοῦ βασιλέως υἱῷ καὶ ὅπως ἐστέφθησαν. Ἐπεὶ δὲ καὶ ὁ υἱὸς τῷ βασιλεῖ ἤνδρωτο ὁ Ἀνδρόνικος, ὃν καὶ εἰς τὴν βασιλείαν διάδοχον ὡς καὶ τῶν ἄλλων πρότερον προητοίμαζε, καὶ ἔδει συναρμόττειν αὐτὸν τῇ πρεπούσῃ συζύγῳ, τὸ μὲν πρὸς τοὺς Ἰταλοὺς πρεσβεύεσθαι εὐόδως οὐκ εἶχε, τοῦ Καρούλου μεταξὺ κειμένου κατὰ τὴν Πούλειαν, ὃν καὶ ἐχθρὸν ἀκήρυκτον ἑαυτοῦ καὶ Ῥωμαίων ἐγίνωσκε διὰ τὴν πόλιν καὶ τὸ μετὰ τοῦ Βαλδουίνου ἐπὶ τοῖς παισὶν αὐτῶν κῆδος· ἤδη γὰρ τὸν Μαφρὲ καταλύσας, ἐμεγαλύνετο ῥὴξ ὁ πρότερον κόντος, ὡς τοῦ ῥηγὸς Φραγγίας αὐτάδελφος· τοῦτο γάρ οἱ καὶ συμπεφωνημένος μισθὸς ἦν παρὰ τῆς ἐκκλησίας τῆς ἐπὶ τῷ Μαφρὲ ἀποστατοῦντι ὁρμῆς, ἂν εἰς τέλος νικῴη. Ἐπεὶ ταῦτα, ἔγνω πρὸς Παίονας τὴν πρεσβείαν στεῖλαι· ὁ γὰρ ῥὴξ ἐκείνων υἱὸς ἦν Ῥωμογενής, ἐκ μητρὸς τῷ ῥηγὶ γεννηθείς, τῆς τοῦ παλαιοῦ Λάσκαρι θυγατρός. Τρεῖς γὰρ ἐκείνῳ βασιλεύοντι τηνικάδε θυγατέρες 413 ἦσαν· αὕτη μία καὶ ἡ θαυμαστὴ Εἰρήνη δευτέρα, ἣν ὁ Ἰωάννης σχὼν ἐβασίλευσε, τὸν πενθερὸν διαδεξάμενος, καὶ τρίτη ἡ τῷ μεγάλῳ κυρίῳ κατὰ τὴν πόλιν ἐκδοθεῖσα Εὐδοκία. Ἐξ ἐκείνης γοῦν τῆς προτέρας ὁ τῆς Παιονίας ῥήξ, τῷ ῥηγὶ καὶ πατρὶ γεννηθείς, γυναῖκα πάνυ ὡραίαν ἐκ Κομάνων καὶ αἰχμάλωτον, ὡς λέγουσιν, διὰ τὸ κάλλος ἑαυτῷ ἁρμοσάμενος, θυγατέρα γεννᾷ. Ταύτην ὡς εὐγενῆ καὶ ἐκ τῶν Λασκαρίων καταγομένην συναρμόττειν ὁ βασιλεὺς ἐβούλετο τῷ υἱῷ. Καὶ δὴ εἰς πρεσβείαν ἐκλέγεται περὶ τούτων τὸν ἀπὸ πατριαρχῶν τοῦτον δὴ τὸν Γερμανὸν καὶ τὸν μέγαν δοῦκα τὸν Λάσκαριν, ἔξωρον ἤδη ὄντα, διὰ τὸ πρὸς ἐκεῖνον αὐτοῦ συγγενές· τοῦ γὰρ πάππου τὸν τόπον τῷ ῥηγὶ ἐπλήρου, ὅσα καὶ ἀδελφὸς τοῦ Λάσκαρι βασιλέως. Οἳ δὴ καὶ ἀπελθόντες πεζῇ τὰ τῆς πρεσβείας ἐπλήρουν καὶ τὴν τοῦ ῥηγὸς θυγατέρα τῷ υἱεῖ τοῦ βασιλέως καὶ βασιλεῖ νύμφην φέρουσιν, ᾗ δὴ καὶ Ἄνναν ὄνομα τίθησιν ὁ κρατῶν· καὶ περιφανεῖς τοὺς γάμους τελεῖ αὐτῇ τε καὶ τῷ υἱῷ ἐπὶ τοῦ θείου καὶ μεγάλου τεμένους τῆς τοῦ Θεοῦ Λόγου Σοφίας, τοῦ πατριάρχου Ἰωσὴφ εὐλογήσαντος. Καὶ αὖθις τοῦ ἐπιόντος ἔτους, μηνὸς μουνυχιῶνος ὀγδόῃ, βασιλικῶς αὐτοὺς σὺν τῷ πατριαρχοῦντι ὁ βασιλεὺς καὶ πατὴρ ταινιοῖ καί οἱ ὡς βασιλεῖ τὰ τῆς θεραπείας πρὸς τὸ μεγαλειότερον ἀποτάττει. Τάττει δὲ τούτῳ καὶ τρία τῶν ὀφφικίων ἰδίως ὡς ἀναγκαῖα· καὶ τὸν μὲν Λιβαδάριον πιγκέρνην ἀποκαθίστησι, τὸν δέ γε Βρυέννιον ἐπὶ τῆς τραπέζης τιμᾷ καὶ τρίτον τὸν ἐκ Χριστουπόλεως Τζαμπλάκωνα τατᾶν τῆς αὐλῆς αὐτοῦ ἐγκαθίστησιν. Ηὐτρέπιστο μέντοι τούτῳ καὶ βακτηρία βασιλικὴ χρυσῆ ὑπόξυλος, ἐς ὃ κρατεῖν ταύτην ἐπὶ τῶν θείων ὕμνων, ὡς ἔθος, σὺν τῷ πατρί. Καὶ ἐπράχθη καὶ τόδε, ἅπαξ ἢ 415 καὶ δεύτερον ἢ καὶ πλέον ἡμῶν ἰδόντων κρατοῦντα. Ἔπειτα δόξαν τῷ βασιλεῖμίαν γὰρ εἶναι τὴν ἀρχήν, βακτηρία δὲ τῆς ἀρχῆς σύμβολον, χρῆναι δὲ καὶ ταύτην μίαν εἶναι, διὰ ταῦτα ἠθέτητο τοῦτο. Ἐδόθη δὲ καὶ προστάσσειν καὶ ὑπογράφειν βασιλικῶς, πλὴν οὐ μηνολογεῖν, ὡς ἔθος τοῖς βασιλεῦσιν, ἀλλὰ διεξοδικῶς γράφειν δι' ἐρυθρῶν οἰκείᾳ χειρί· Ἀνδρόνικος Χριστοῦ χάριτι βασιλεὺς Ῥωμαίων. Οἱ δὲ πρὸς τὸν πατέρα οἱ ὅρκοι καὶ βασιλέα, μετὰ τὴν εἰς Θεὸν καὶ τὴν ἐκκλησίαν ἐγγράφως ἀσφάλειαν, ὡς μὴ ἐπιβουλεύοι, ἀλλ' ὑποτάττοιτο, καὶ λίαν ἀσφαλεῖς προέβαινον· ἐφ' οἷς οἱ τοῦ λαοῦ πρὸς αὐτὸν ὅρκοι καὶ οἱ τῆς ἐκκλησίας ἐγίνοντο. Ἐτομογράφουν δὲ καὶ οἱ ἀρχιερεῖς, ὑπ' ἀφορισμὸν ποιοῦντες τὸν ὃς καὶ ἐπανασταίη τῷ βασιλεῖ· εἶχε γὰρ εἰς ὑποψίαν τοὺς ἀδελφοὺς ἔτι, καὶ μᾶλλον τὸν δεσπότην Ἰωάννην, πολὺ τὸ θερμὸν παρ' ἐκείνῳ βλέπων εἰς μάχας καὶ τὴν παρὰ πάντων πρὸς ἐκεῖνον διὰ τὸ εὐεργετικὸν καὶ πρὸς τὰς δόσεις πρόχειρον τοῖς αἰτοῦσιν ἀγαθοθέλειαν· οὐδὲν γὰρ οὕτω δουλοῖ τὰς ψυχὰς τοῖς ἀνθρώποις ὡς ἡ μετὰ χάριτος εὐποιία. Κἂν ἀφέλοιο τὸ εὐεργετικὸν τῶν ἀρχόντων, εὑρήσεις ἐκείνους ἀλαλάζοντα τύμπανα, ἃ κτύπον ἔχουσι ἐν τῷ μᾶλλον εἶναι κενά. Οὕτω καὶ λόγος παρ' ἄρχουσιν ἄπρακτος, κρεῖττον ὂν τὸν δυνάμενον εὖ ποιεῖν πρᾶξιν ἔχειν τὸν λόγον ἤ, λέγοντα μόνον, τὸν ἄρχοντα ψεύδεσθαι· καὶ μαρτύριον ἀληθὲς αἱ ὠφελοῦσαι βοτάναι καὶ τῷ βίῳ τῶν ἀνθρώπων χρήσιμοι, αἳ δὴ σιγηλῶς τὸ ὠφελοῦν προΐσχονται. Εἰ δέ τινας μικρολόγως ἡ τῶν χρημάτων ἀπουσία λυπεῖ, δειξά τωσαν ἐκεῖνοι τὴν παρουσίαν τί πρὸς ἡδονὴν συμβάλλεται· καὶ εἰ ἡδονὴν ζητοῖεν, πολλῷ κάλλιον τήν τ' ἐνεστῶσαν ἔχειν καὶ τὴν μέλλουσαν ἐλπίζειν, ἁπάντων μὲν εὐφημούντων τὸν εὐεργέτην, Θεοῦ δ' ὑπισχνουμένου τὸ μέλλον. Ἴστωσαν δ' ὅτι Πτολεμαίου μὲν καὶ Ἀλεξάνδρου καὶ τοῦ τὴν βασιλείαν τῇ εὐεργεσίᾳ ὁρίζοντοςοὐ γὰρ ἔχω λέγειν τοὔνομα, οἶμαι δέ, Τίτος ἦν ταῦτα τὰ χρήματα, δι' ὧν ἑαυτοῖς προσποιήσαντες τὴν ἀθάνατον εὔκλειαν, ἡμῖν καὶ αὖθις ἀφῆκαν, μηδὲν δαπανήσαντες. Καὶ οὕτως ἐστὶν ἀδαπάνητος 417 πλοῦτος ἡ εὐποιία, ἣν ἐκεῖνος ἔχων πρὸς πάντας καὶ ὑπὲρ βασιλεῖς ἐκλεΐζετο. Ταῦτ' ἄρα καὶ ὑποπτευόμενος πολλὰ παρῃρεῖτο τῶν ὄντων· τὴν γὰρ ἀρχὴν ἐνεχωρεῖτο τούτῳ μὴ ὅτι βαρδαρειώτας καὶ κορτιναρίους μόνον καὶ τοὺς ἐπὶ τοῦ κοιτῶνος ἔχειν καί γε τοὺς ἐπὶ τῆς εἰσαγωγῆς, οὓς δὴ καὶ ἑται ρειάρχους λέγουσιν, ἀλλά τι καὶ πλέον τῶν τῆς βασιλικῆς θεραπείας συνεπιφέρεσθαι. Ἀλλ' εἰς τὸ πρόσθεν ἰὼν ἐξησθένει, τὰ μὲν ἑκών, τὰ δ' ἄκων προσαφαιρούμενος. Καὶ γὰρ καὶ τὸ πολὺ τῆς οἰκονομίας ἀφῄρητο· νῆσοι γὰρ πᾶσαι τὸ πρότερον, Μιτυλήνη λέγω καὶ Ῥόδος, καὶ κατὰ γῆν πλεῖστά τε καὶ μέγιστά οἱ εἰς αὐτάρκη πρόνοιαν ἦσαν. Τότε δὲ καὶ τὴν δουλείαν ἐμφαίνων πρὸς τὸν νεωστὶ βασιλεύοντα, εἴ πού τι καὶ εἰς φιλοτιμίας λόγον χλαμύδα παρὰ βασιλέως ἐλάμβανε, μέγας ὤν, μικροῖς ἱματίοις καὶ ἐς γόνυ μόλις περιεστέλλετο, καὶ ὁ ἥρως ἐκεῖνος ἐπὶ τῶν ἀνακτόρων πολὺ πλέον ταῖς παιδικαῖς ἀμπεχόναις ἐνηγλαΐζετο ἢ τοῖς ἰδίοις καὶ κατὰ τρόπον τοῦ σώματος ἔχουσιν. Οὕτως ἐκεῖνος, ἐκ τῶν ἔξω καὶ οἷς ἐποίει, τὴν ἔνδον διάθεσιν καὶ ἃ ἐλογίζετο παρενέφαινεν, ὅπου καὶ αὐτὴν δὴ τὴν διὰ μαργάρων καλύπτραν καὶ τὰ ὀξύλευκα παράσημα ἀπεβάλετο, κατὰ τρόπον ὃς καὶ μετ' οὐ πολὺ ῥηθήσεται, τὸ ταπεινὸν ἑαυτῷ προνοῶν διὰ τὸ ἐκεῖθεν ἀσφαλὲς καὶ πάσης καχυποψίας ἀνώτερον.
387.11.1
Τοῦ μεγάλου κονοσταύλου τοῦ Ταρχανειώτου πρὸς τὸν πενθερὸν αὐτοῦ Ἰωάννην αὐτομόλησις. Ἀλλὰ πρότερον ἢ τοῦτο ῥηθῆναι, τὸ κατὰ τὸν μέγαν κονοσταῦλον τὸν Ταρχανειώτην Ἀνδρόνικον καὶ ἀνεψιὸν τοῦ κρατοῦντος λεγέσθω. Ἔφθασεμὲν ὁ λόγος καὶ γαμβρὸν ἀπέδειξε τοῦτον τοῦ Δούκα Ἰωάννου καὶ ἐξ ἀξιωμάτων σεβαστοκράτορος. Τούτῳ τοίνυν τὰ κατὰ τὴν Ὀρεστιάδα τε καὶ τὰ ἐνδότερα τοῦ Αἵμου ἐπιτετράφατο, καὶ ἦν αὐτῷ συνάμα τῇ γυναικὶ κάθισμα ἡ Ἀδριανούπολις. Ὡς γοῦν ἐκεῖσε ὄντι χρόνος ἐτρίβετο πλεῖστος, 419 οὐκ οἶδ' ὅ τι παθών, ὡς δ' ὁ τῶν πολλῶν λόγος ἔχει, τῷ ἀδελφῷ Μιχαήλ, ὑστέρῳ γε ὄντι αὐτοῦ, εἰς μέγαν δομέστικον καταστάντι, ἐγκοτῶν ἐκτόπως, δι' αὐτὸν δὲ καὶ τῷ τιμήσαντι, βουλὴν βουλεύεται λίαν αἰσχρὰν καὶ τοῦ γένους ἀναξίαν· εἰς νοῦν γὰρ βαλλόμενος αὐτομολεῖν πρὸς τὸν πενθερόν, ἐπεί, ἐν καταστάσει τῶν ἐκεῖ πραγμάτων ὄντων, οὐκ ἀνυστά οἱ τὰ τῆς αὐτομολίας διέγνω γίγνεσθαι, τὴν ἐπὶ τῆς πέτρας σηπίην μιμεῖται. Ἐκείνη γάρκαὶ σιωπῶ τὸν φυσικὸν λόγον οὐχ ὡς ἐξέρασμα τὸ μέλαν δεχόμενον, ἀλλ' ἀκούσιον διαχώρημα, ῥυὲν ἐξαίφνης τῷ φόβῳ, συστελλομένης τῆς καθεκτικῆς δυνάμεως, ᾧ δὴ καὶ συμβεβηκότως τὸ ζῷον εἰς βοήθειαν χρᾶται καὶ ἀποφυγὴν τῶν δεινῶν, ἐκείνη τοίνυν, θέλουσα φεύγειν τοὺς θηρατάς, ἐξεμεῖ τὸ μέλαν καὶ τὸν πόντον συγχέει καὶ οὕτως ῥᾳδίᾳ τῇ φυγαδείᾳ χρῆται. Κἀκεῖνος, συγχεῖν θέλων τὰ πράγματα, ὡς βοηθησόμενος πρὸς τὴν φυγὴν τῇ συγχύσει, Τοχάρων ἐξελθεῖν γένος παρασκευάζει, οἳ καὶ φανέντες τὴν γῆν πᾶσαν ἐκείνην ἐπέθεον, ὡς ἐπὶ κέρδει συγκληθέντες. Ἃ τοίνυν ἐκεῖνοι τὸ τηνικάδε τοὺς ἀνθρώπους ἔδρασαν, ἰδίαν ἀπαιτεῖ σχολὴν πρὸς τὴν τῶν δεινῶν ἐξαγγελίαν, οὐ γράμμασιν, ἀλλὰ δάκρυσι γνωριούμενα· πλὴν ὡς ἂν ἀσφαλῶς εἴποι τις, οὐχ ἥττω ταῦτα τῶν μετὰ τοῦ Κωνσταντίνου προτέρων σφαγῶν. Αὐτὸς δὲ τῇ τότε συγχύσει προσβοηθούμενος, ἅμα γυναικὶ αὐτομολεῖ πρὸς τὸν πενθερόν. Ὁποίας γοῦν τῆς ἀναδοχῆς ἐκεῖθεν εὐμοίρησε, περιττὸν ἴσως καὶ λέγειν, ὅμως δὲ ὕλην ἐδίδου τὴν μάχην ἀνάπτεσθαι. Καὶ τέως ὁ Δούκας, τοῖς ἰδίοις ἀρκούμενος, ἡσύχαζεν ἀναμένων, ἔστι δ' οὗ καὶ τὸν ἴδιον τρόπον κατασκευάζων ἐπὶ τὰ τοῦ βασιλέως ἐπιτειχίσματα καὶ τὰ περὶ τὰ Ἰωάννινα παρασπῶν. Ἠρεμεῖν δ' οὐκ ἦν ὅλως ἐκείνῳ, ἀνδρὶ μάχαις χαίροντι καὶ πολέμοις, ἐξ ὧν κερδαίνειν ἀεί ποτ' ἤλπιζεν. Ἡ γὰρ τοῦ ἐνεργοῦ σχολὴ καὶ ὑπὲρ τὴν τοῦ ἀργοῦ ἀσχολίαν τὰ μέγιστα κατεργάζεται· ὡς γὰρ ἀργῆς ψυχῆς καὶ κατερρᾳθυμημένης τὸ ἐνευκαιρεῖν ἐν κενοῖς, οὕτω θερμῆς καὶ σπουδαίας τὸ χωρεῖν ὁμόσε τοῖς πράγμασιν. Οὕτως ἦν ἐκεῖνος τῷ τότε, τῆς αὐτοῦ πείρας καὶ στρατηγίας ὕλῃ τοῖς παρεμπίπτουσι χρώμενος, οὐ πολεμῶν ὅτε δόξοι τοῖς ἐναντίοις, ἀλλὰ μᾶλλον τῷ ἐνεργεῖν διεγείρων καὶ τὸν ἀπάλαμνον. 421
387.12.1
Ἐκστρατεία τοῦ δεσπότου Ἰωάννου συνάμα χιλιάσι στρατοῦ πρὸς τὸν Ἰωάννην καὶ τὰ τῆς ἀνδραγαθίας τοῦ Ἰωάννου. Ταῦτ' ἄρα καὶ βασιλεύς, δεινοπαθῶν ἐπὶ τούτοις, δυνάμεις παρασκευάζεται πλείους, πλῆθος ὡσεὶ τεσσαράκοντα σὺν τῷ ναυτικῷ χιλιάδων, ὡς λέγεται, καί, παραδοὺς τῷ δεσπότῃ, πέμπει διὰ ταχέων ἐπὶ τὸν Ἰωάννην. Συνεκπέμπει δ' ἐκείνῳ καὶ ἄλλους πλείους τῶν λοχαγῶν καὶ ἐκ μεγιστάνων, ὧν εἷς ἦν καὶ ὃν εἶχε δομέστικον τῆς τραπέζης· ὁ δ' ἦν ὁ Καβαλλάριος Ἀλέξιος, ἀνὴρ γεννάδας καὶ ἀνδρικός, ὃς καὶ παραπήλαυσεν ὕστερον τοῦ πολέμου, τοξευ θεὶς ἐν τῇ μάχῃ παρά του· κἀκείνῳ μὲν κλέος, ἑαυτῷ δὲ τὸ πεσεῖν εὐκλεῶς παρέσχεν, οὗ κάλλιστον τοῖς νέοις πίπτειν πεσών. Ὡς γοῦν τὰς δυνάμεις παραλαβὼν ὁ δεσπότης πρὸς δύσιν ἤλαυνεν, θαρρῶν ταῖς παρα σκευαῖς, ὡς καὶ αὐτὸ κινήσων τὸ ἔδαφος, ὁ βασιλεὺς καὶ λαὸν διὰ θαλάσσης ὁπλίζει καί, στόλον ἐξαρτυσάμενος ἱκανὸν ἔκ τε πόλεως καὶ τῶν ὁπουδήποτε χωρῶν τε καὶ νεωρίων, ὡς εἶναι τὰς πάσας ναῦς μακράς τε ἅμα καὶ ταχυναυτούσας τρεῖς πρὸς τοῖς ἑβδομήκοντα, παραδοὺς ταύτας τῷ πρωτο στράτορι Φιλανθρωπηνῷ, καὶ αὐτὸν ἐκπέμπει, ταῖς Λατινικαῖς χώραις προστάσσων, εἴ ποι παρείκοι, προσβάλλειν· οὕτω γὰρ μᾶλλον εὐοδεῖν τὸν κατὰ γῆν πόλεμον ᾤετο, εἰ ἔχοντες καθ' αὑτοὺς οἱ Λατῖνοι τὸν περὶ σφίσι φόβον τῆς πρὸς τὸν Ἰωάννην βοηθείας ἀπόσχοιντο. Καὶ δὴ τὴν ταχίστην τῷ τόπῳ τῶν Νέων Πατρῶν ἐπιστάντος τοῦ δεσπότου, ἔκπληξις κατεῖχε πάντας καὶ ταραχή, ὡς προσχωρεῖν μὲν ἐντεῦθεν ἐκείνῳ τὰς χώρας, γνωσιμαχεῖν δὲ τὰ φρούρια, ὡς μικρὸν ἀντισχόντα, ὅσον ἀφοσιώσασθαι τὴν πίστιν τῷ Ἰωάννῃ, προδοῦναι, μὴ ἐνεγκόντα τὴν ἔφοδον· ποῦ γὰρ ἄν τις καὶ ἤλπισεν ἐξ ἄλλου τινὸς τρόπου καὶ μηχανῆς σῴζεσθαι; Ὁ μέντοι γε Ἰωάννης, τοὺς περὶ αὑτὸν καὶ μόνους ἔχων, τῷ πλήθει κατὰ πολὺ λειπόμενος, ταῖς ἐπινοίαις ἐπεχείρει σῴζεσθαι· ὅθεν καί, νῦν μὲν ἔνθα, νῦν δ' ἐκεῖσε προ βαίνων, ὡς οἷόν τε ἦν, κατησφαλίζετο τὰ αὑτοῦ· τὸ γὰρ χωρεῖν εἰς μάχην ἕν τι τῶν ἀδυνάτων ἐδόκει. Ἀλλ' οἱ τοῦ δεσπότου, ἰχνηλατοῦντες οἷον 423 ἐκεῖνον, ἐπέτρεχον συνεχέστερον, προκαταλαμβάνοντες τόπους οἷς αὐτὸν ᾤοντο σῴζεσθαι· ὅθεν καὶ τῷ ἀποχωρεῖν μὲν προσῆγεν ἐκείνους, τῷ δέ γε δειλίαν ἐμφαίνειν θαρραλεωτέρους ἐποίει προσβάλλειν· τῷ γὰρ πλήθει περιῆσαν καὶ κατημέλουν διώκοντες. Ὡς δὲ κόρον ἐκεῖνος ἐλάμβανε τῆς ἀποφυγῆς καὶ τὰ ἔξω προσυπώπτευεν, ἤδη τῶν ἁπάντων καταληφθέντων, ἔγνω φρουρίῳ ἑαυτὸν πιστεῦσαι καὶ φέρων ἑαυτὸν ταῖς Πάτραις, ὀχυρᾷ πόλει καὶ ἐκ νέου συστάσῃ, δίδωσι καὶ πιστεύει φυλαχθησόμενος. Καὶ ὁ μὲν καταφυγὴν ὀχυρὰν εὗρε τὰς Πάτρας, οἱ δ' ἀμφὶ τὸν δεσπότην, μαθόντες ὡς ἀποκέκλειστο καὶ ἤδη ὅσον οὔπω τὸ θήραμα ἔχειν ἐλπίζοντες ἐν χερσίν, ἐλθόντες τὴν πόλιν κύκλῳ περικα θίζουσι. Καὶ συχναὶ πρὸς τοὺς ἐντὸς διαμηνύσεις ἐγένοντο τοῦ δεσπότου, ἑαυτοῖς μὲν προνοεῖν τῶν βελτίστων, ἐκεῖνον δὲ παραδόντας σῴζεσθαι· μὴ γὰρ ἀποχωρεῖν ἐκεῖθεν, μὴ ἄλλοθί που τραπέσθαι, μὴ φροντίσαι τὰ πέριξ καίοντα καὶ ἀγροὺς κατασκάπτοντα καὶ ἀμπελῶνας τέμνοντα καὶ τέλος, καὶ αὐτοῖς ὡς πολεμίοις χρώμενον, τέλεον ἀφανίζειν, κἂν ὅπῃ καὶ ὁ χρόνος προβαίη. Ταῦτα τοῦ δεσπότου διαμηνύοντος, ἐκεῖνοι, ἢ ταῖς ἀληθείαις, ἢ καὶ παρ' ἐκείνου προβιβαζόμενοι ἔνδον ὄντος, ἠπίως τε ἀπε λογοῦντο καὶ προσελιπάρουν σφᾶς τῶν ὁρμῶν ἀνεῖναι, μετ' οὐ πολὺ προδοῦναι καὶ τὸν Ἰωάννην καθυπισχνούμενοι. Ὡς γοῦν μεταξὺ χρόνος ἐτρίβετο καὶ οἱ μὲν ἀναβολαῖς ἐναιώρουν τὴν προδοσίαν, οἱ δὲ ὅσον οὔπω ἀνύσαι τὸ πᾶν ἤλπιζον, ἐπιχειρεῖν τι τῶν συνήθων ὁ Ἰωάννης ἔγνω. Καὶ σκοπητέον ὡς ἄριστα· νυκτὸς γὰρ ἑαυτὸν σχοίνοις διὰ τοῦ τείχους κατα χαλάσας, ὡς μὴ φωραθείη διὰ στρατοπέδου βαδίζων, εὐθύς τε μετασχη ματίζεται καὶ χλαῖναν μὲν μέλαιναν περιτίθεται, κρατεῖ δ' ἀνὰ χεῖρας ἵππου ῥυτῆρα καί, κατὰ θεράποντα μετασκευασάμενος, καθευδόντων περὶ μέσας νύκτας, ἅπαν τὸ στρατόπεδον διεξῄει, ἐρωτηματικῶς ἐκφωνῶν συχνάκις περὶ ἵππου δῆθεν ἀπολωλότος· καὶ οἱ μὲν κατημέλουν, οἱ δὲ καὶ ἀπελογοῦντο ἔνδοθεν τῶν σκηνῶν μὴ ἰδεῖν τὸ σύνολον, ἐκείνου καὶ τὰ εἰς εὕρεσιν δαψιλῆ καθυπισχνουμένου. Καὶ οὕτω, λαθὼν τὰς ἁπάντων γνώσεις, ἀπολύεται μὲν τοῦ Ῥωμαϊκοῦ στρατοπέδου, ἐνσκευασθεὶς δὲ ἅμ' ἕῳ καὶ δι' ἀδήλων τὰς Θήβας ἐν ἡμέραις μετρίαις καταλαβών, μηδενὸς τῶν αὐτοῦ εἰδότοςοὐδὲ γὰρ οἱ ἔνδον Πατρῶν, πλὴν τῶν οἰκείων καὶ οἷς ἐπίστευεν, ᾔδεσαν, οἳ δὴ καὶ ἐφ' ἡμέραις 425 ἔμελλον συσκιάζειν τὸ δρᾶμα τοῖς ἐν τῇ πόλει, μὴ φαινομένου τοῦ Ἰωάννου, ἐκεῖσε τοίνυν τὸν μέγαν κύριον καταλαμβάνει, ὁμωνυμοῦντά οἱΣυριωάννης γὰρ κατὰ γλῶτταν ἐλέγετο, καὶ δὴ προσλιπαρεῖ βοηθεῖν, εἰς πίστιν δὲ τῶν σπονδῶν ἑαυτοῖς καὶ κῆδος ἐτίθει γενέσθαι, ὡς λαβεῖν ἐκεῖνον γαμβρὸν ἐπὶ θυγατρί. Ὁ δὲ μέγας κύριος Ἰωάννης τὰ καθ' αὑτὸν μὲν παρῃτεῖτο, ὡς μηδ' εἶναί οἱ δυνατὸν ἐπὶ συζυγίᾳ καταληφθῆ ναι, ἀσθενεῖ γε ὄντι καὶ ποδάγρᾳ δεινῇ προσπαλαίοντι, ἀδελφὸν δέ οἱ εἶναι τὸν παῖδα Γουλίελμον, ὃν καὶ εἰς κῆδος οἷον ἐκεῖνος προὔτεινε καὶ λίαν χρήσιμον παρεδείκνυ. Ἀλλὰ τὰ μὲν τοῦ κήδους καὶ ὕστερον ἔλεγε τελεσθή σεσθαι, τῶν συναλλαγμάτων κειμένων· ὃ δὴ καὶ γέγονε. Τότε δὲ τριακοσίους καβαλλαρίους δοὺς αὐτῷ ἢ καὶ πλείους, ὡς λέγεται, ἐξ αὐτῆς ἀποπέμπει, ἄνδρας ἀρεϊκοὺς καὶ πολλῶν τινων καθυπερτεροῦντας· οὓς λαβὼν καὶ τοῖς αὑτοῦ προσμίξας διὰ ταχέων, ὡς μηδενὶ φωραθείη, καιρὸν ἐπιτηρήσας, ἐμπίπτει τῶν πραχθέντων μὴ αἰσθανομένοις μηδέ τι προσδοκῶσιν, ἀλλ' ἐν ἀνέσει παντοίᾳ διάγουσι λογισμῶν, ὡς ἔνδον ἐγκεκλεισμένου. Τέως δέ, ὡς εἰσβάλλει ποτὲ στρατὸς ἐκ τοῦ σχεδὸν ἀκούσαντες, ἐταράχθησαν, ἀγνοοῦντες τὸ δρᾶμα. Τότε τοίνυν συμμίξαντες, ἔνθεν μὲν οἱ περὶ τὸν Ῥιμψᾶν Πέρσαι, πολὺ δὲ τὸ Ῥωμαϊκὸν καὶ οἱ περὶ τὸν δεσπότην κράτιστοι, ἐκεῖθεν δὲ οἱ περὶ τὸν Ἰωάννην Ἰταλοὶ καὶ οἱ αὐτοῦ, πολλοί γε ὄντες καὶ μάχιμοι, συνερρήγνυντο. Καὶ συμπεσόντες ὀλίγοι πλείους ἐνίκων. Οἱ μὲν γάρ, τῇ καθ' αὑτοὺς συντάξει θαρροῦντες, ἀκμῆτες ὄντες καὶ ἐξ αὐτῆς ἕτοιμοι προσβαλεῖν, κατὰ τρόπον ἐνέπιπτον· οἱ δέ, τοῦτο μὲν τῷ ἀπροσδοκήτῳ καταπλαγέντες, τοῦτο δὲ καὶ πλῆθος σύμμικτον ὄντες, ἐν οἷς ἀνάγκη καί τινας καὶ παρὰ τὸ χρεὼν ὀρρωδεῖν, ἀτάκτως καὶ ὡς οὐ σφίσι θαρροῦντες ἐμάχοντο. Καὶ τέλος, τῆς πρώτης φάλαγγος ἐκλυθείσης, αἱ κατόπιν ἐν οὐ προσηκούσαις δειλίαις ἦσαν καὶ συνεταράσσοντο, καθ' αὑτοὺς θορυβούμενοι, καί, μικρὸν ὀπισθοποδοῦντες, τέλος εἰς φυγὴν ἔβλεψαν· καὶ τὸν πρότερον ὁ ἐπιὼν κατεσπόδει, κἀκείνῳ ἄλλος προσέπαιε· καὶ οὕτως συγχυθέντες ἀπεδύοντο μὲν τὰ ὅπλα, ἀπέλυον δὲ τοὺς ἵππους καὶ μόνοις ποσὶν ἐθάρρουν τὸ σῴζεσθαι, πολλὰ τοῦ δεσπότου τὸ μὲν συνιστῶντος εἰς θάρρος, τὸ δ' ἀπειλοῦντος, ἔστι 427 δ' οὗ γε καὶ παροτρύνοντος. Ἐκλίνθη δ' ἡ μάχη, εἶπεν ἄν τις ποιητικός, καὶ τῶν τοῦ δεσπότου φωνῶν ἠλόγουν, περὶ ἑαυτοῦ τετρεμαίνων ἕκαστος. Ὤοντο γὰρ μὴ τριακοσίους ἢ καὶ τούτων διπλασίους ἢ καὶ πλείονας εἶναι, ἀλλὰ τῷ κατὰ σφᾶς πλήθει τὸ πλῆθος τῶν ἀντιπάλων ὥριζον, ὡς οὐκ ἂν θαρρησάντων, εἰ μή γε καὶ αὐτοὶ πλείους ὄντες τοῖς τόσοις ἐπῄεσαν. Τότε καὶ ὁ δεσπότης ἀποκαραδοκήσας τρέπει τε χαλινοὺς καί, τὸν ἵππον ἀνιείς, κατὰ κράτος φεύγει. Κἀντεῦθεν ἦν βλέπειν ἄλλους μὲν πίπτοντας, ἄλλους δὲ φεύγοντας, τοὺς δὲ θάμνοις κρυπτομένους καὶ πρὸς τὸ σῴζεσθαι ἱκετεύειν ἑτοίμους ὄντας, ἄλλους δ' ἀπορρῶγας καὶ πέτρας καταλαμβάνοντας, ἄλλους δ' αὖθις ἀπαγομένους, ὁπόσον ἡ λίχνη χεὶρ ἐκείνων καὶ πρὸς τὸ σφάττειν ἀπότομος, τῷ μεταβόλῳ τῆς τύχης μαλασσομένη, παρὰ τὸ δόξαν σφίσιν ἐφείδετο. Πᾶσιν δ' ἡ μοῖρα ἦν ὄλεθρος, σώμασι, χρήμασιν, ὅπλοις, ἵπποις, αὐτοῖς ἐνδύμασι· τὸ γὰρ ὁμογενὲς μὴ διόλου ἔπειθε σφάττειν, τὸ δὲ γυμνοῦν τὸν ἁλόντα ὡς ἐνδυμάτων πᾶσιν ἐπ' ἴσης ἦν. Τέλος φευγόντων ταῖς φορηταῖς ἐπιθέμενοι οἰκίαις τῶν μεγιστάνων καὶ αὐτοῦ γε δεσπότου, πολὺν ἐξεφόρουν τὸν πλοῦτον· ἐκπώματα γὰρ ἐκεῖνα καὶ ἔπιπλα καὶ ὅπλα καὶ ἵππους καὶ θεραπείαν ἄλλην χλιδῶσαν τρυφῆς ἐξεκένουν, μέχρι καὶ αὐτῶν τῶν ἐπιπόδων μυώπων, πλεῖστα παρακερδαίνοντες. Καὶ τηνικάδε οἱ τότε ἔδειξαν προφανῶς τὸ τοῦ Ἀντισθένους ἀληθινόν· φησὶ γὰρ ἐκεῖνος πάντ' εὔχεσθαι τὰ καλὰ τοῖς ἐχθροῖς πλὴν συνέσεως, ὡς πάνθ' οἷά τε παρὰ τούτοις γενέσθαι, ἢν σύνεσιν ἔχοιεν. Ἐδήλωσαν δὲ καὶ τὸ τῆς εὐβουλίας χρῆμα τοῖς ἀντιξοοῦσι καὶ μᾶλλον χρήσιμον· χιλιάδας γὰρ τόσας, ὡς καὶ εἰς μυριάδας ποσοῦσθαι, ἓν παρεστήσατο βούλευμα, καὶ οἱ χθὲς πλουτοῦντές τε καὶ τρυφῶντες τοῖς πλήθεσι σήμερον ταπεινοί τε καὶ πενιχροί, ἀνταγωνισαμένης τῆς εὐβουλίας. Ἄρχοντα γὰρ χρὴ πειρᾶσθαι καὶ κινδυνεύοντα, ὡς ἢ νικήσοντα ἢ εὐκλεῶς πεσούμενον. Κατὰ τί γὰρ καὶ ἄρχοι, εἰ μή γε προμηθοῖτο τῶν ἄλλων, ὧν ἄρχειν ἐτάχθη; Καὶ σκοπὸς μὲν οὐκ ἀνεύθυνος, εἰ μὴ προείποι καὶ προφυ λάξηται, ἄρχων δ' ἀνεύθυνος πάντως, εἰ μὴ προκινδυνεύοι ὧν ἐτάχθη σκοπός; Οὐμενοῦν, οὔ· πολλοῦ γε καὶ δεῖ. 429 Οὕτω μὲν οὖν παραλόγου τῆς τύχης συμβάσης καὶ τῶν ὑπολελειμμένων κατεπτηχότων, ἀνεῖσα τὸ πτερόν, ἡ φήμη, θεὸς οὖσα, ὡς λέγεται, περιαγ γέλλει τὸ δυσχερὲς ἐκεῖνο καὶ ἀπροσδόκητον σύμβαμα, πολλοῖς μὲν εἰς λύπην, ἄλλοις δὲ καὶ εἰς ἔκπληξιν, τοῖς δ' εἰς κατάγελων, οὓς δὴ καὶ καταφρονεῖν ἔπειθε τῶν μηκέτ' ὄντων καὶ τοῖς λειπομένοις προσεπιτί θεσθαι. Ἀκούσαντες γὰρ τὸ περὶ τὴν Εὔριπον ναυτικόν, οἷς δὴ καὶ εἰς τριάκοντα ναῦς ὁ στόλος ὀλίγου δέοντος ἐξηρτύετο, κατεθάρρουν τῶν ἐπὶ δὶς καὶ τρὶς πλείστων. Καὶ δὴ ἐξ αὐτῆς γε ναυστολησάμενοι κατὰ τοῦ βασιλείου στόλου ἐξώρμων, ναυλοχοῦντος περί που τὴν Δημητριάδα, ὡς αὐτίκα φανέντες αἱρήσοντες. Καὶ ἅμ' ὁρμήσαντες ἔφθασαν, τῇ παραυτίκα τόλμῃ καὶ μόνῃ ἀραρότως ἐλπίζοντες καταπλῆξαι τοῖς πρὸ τοῦ κατεπτηχότας σφάλμασιν· ἐφῆπται δ' ἄρα καὶ τούτοις παρὰ μικρὸν οὐ μικρὸς κίνδυνος. Τοῦτ' ἀγγελθὲν τῷ δεσπότῃ, διάγοντι κατὰ τὴν Δριμίανιν, ἢ καὶ μᾶλλον, τὸ ἀληθὲς εἰπεῖν, καὶ ἀλύοντι, τοσούτου συμβάντος πράγματος, ἀνέζεσέ τε τὰς τῆς ψυχῆς ὁρμὰς καὶ ὑπερεπάθησε δείσας περὶ τῷ στόλῳ, εἰ τοσούτου γεγονότος μὴ ἐμπλησθῇ τὸ μοιρίδιον, ἀλλὰ καὶ πέρα τῶν γεγονότων προέλθοι. Καὶ δὴ ἐξ αὐτῆς δυοῖν ἡμερῶν διάστημα ὅλης καὶ μόνης μιᾶς ποιεῖται νυκτὸς καί, τὰ τοῦ πεζοῦ στρατοῦ συναθροίσας ἐγκαταλείμματα, παραλαβὼν σὺν αὑτῷ, τῇ Δημητριάδι ἐφίσταται καὶ τὸν στόλον ἐν χρῷ κινδύνου κατα λαμβάνει· ἤδη γὰρ καὶ αἱ τῶν ἐχθρῶν νῆες ἐμφανεῖς ἦσαν προσβαλοῦσαι τὸ τηνικάδε. Ὡς γοῦν κατὰ στίχας ἔστησαν κἀκεῖναι μὲν ἅμα προσέβαλλον, αἱ δὲ τῶν Ῥωμαίων στιχηδὸν κατὰ δεκάδας ἐπῄεσαν, αἱ μὲν τῆς πρώτης δεκάδος τὴν πρώτην ἐδέχοντο μάχην, καὶ τῆς δεκάδος ἡ πρώτη προώρμα, ὅπου καὶ ὁ Φιλανθρωπηνὸς πρωτοστράτωρ ἦν καὶ τὸ βασιλικὸν ἀνεγήγερτο σκῆπτρον, ὡς σύνηθες, καὶ δὴ συμπεσοῦσαι μάχην ἤγειραν κρατεράν. Ἀλλ' οὐκ ἦν μίαν, ἐπεισφρησάντων πολλῶν, ἐνεγκεῖν· ὅθεν καὶ περιῆσαν, ἐπιθέμενοι μαχομένοις, σφάττοντες ἀντεχομένους, καταβάλλοντες ἀνθισταμέ νους. Τότε πολλοὶ μὲν καὶ μαχαίρας ἔργον ἐγένοντο, πολλοὶ δὲ καὶ ἐπὶ τῶν ὑδάτων ὀλισθαίνοντες ἐναπέθνῃσκον, ἄλλοι δ' αὖ τραυματίαι γεγονότες ἐς τέλος ἀντεῖχον. Τὸν δέ γε πρωτοστράτορα καὶ πολλαῖς ἔβαλλον ταῖς ἀκίσι 431 καί, ἐπεὶ καθικέσθαι οὐκ ἦν ὡπλισμένου πεσόντος, τὰς μαχαίρας ἐμβάλ λοντες τῶν ὅπλων ἐντός, ᾐκίζοντο. Τοῦτο ταῖς λοιπαῖς ναυσί, δίχα καὶ τοῦ κατ' αὐτὰς κινδύνου, εἰς δειλίαν ἀνήκεστον περιίστατο. Ὁ δέ γε δεσπότης, τοῖς αἰγιαλοῖς ἐφιστάμενος, ὤρεγε χεῖρας καὶ κατηντι βόλει τὰ μέγιστα, φωνῶν τε καὶ ποτνιώμενος, καὶ ὡς αὐτὸς ὁ δεσπότης εἴη καὶ προσεπιβοηθεῖν ἔχοι καὶ ὡς ὁ καιρὸς ἀνακληθῆναι σφίσι τὸ σφάλμα, εἰ μόνον προσέχοιεν. Ὤρεγέ τε χεῖρας ἔξωθεν τοῖς ἐντὸς καὶ προθυμίας παρεῖχε σύμβολα, ὡς ἐντεῦθεν πέμψων βοήθειαν. Οἱ δὲ καὶ παρὰ τὸ εἰκὸς ἠνδρίζοντο καὶ δίκην ἀγρίων συῶν κατεσφάττοντο. Ὁ δὲ ταῖς παρατυχούσαις ἁλιάσιν ἀκμῆτα λαὸν προσέπεμπε καὶ προσεβοήθει καὶ φωναῖς καὶ σχήμασι πρὸς ἄμυναν παρεκάλει, ἐφ' ᾧ μὴ σφαλείη καὶ τὰ ἐκεῖ. Ὡς δ' ἐπὶ ξυροῦ ἐκείνοις ὁ κίνδυνος ἵστατο, ἄλλως ἔγνω παρακαλεῖν καὶ θερμῶς ἱκετεύειν αὐτῷ δὴ τῷ ταπεινῷ σχήματι· ἐκ γὰρ τῆς δεινῆς ἑκατέρωθεν ἀντιστάσεως πολλοὶ τῶν πιπτόντων ἦσαν, καὶ θάλασσα ῥέεν αἵματι. λβʹ. Ὅπως κατὰ θάλασσαν ὁ πρωτοστράτωρ Φιλανθρωπηνὸς νικᾷ τοὺς Ἰταλοὺς κατὰ κράτος, συνεργοῦντος ἔξωθεν καὶ τοῦ δεσπότου Ἰωάννου. Ἤδη δὲ καὶ ἡ πρωτοτακτοῦσα κατεδικάζετο ναῦς καὶ ἤδη τοῖς ἐχθροῖς ἀπήγετο, ἐν ᾗ καὶ ὁ τῶν νηῶν ἔξαρχος ἦν καὶ αἱ βασιλικαὶ σημαῖαι καὶ οἱ τῶν μαχίμων ἀνδρῶν πρόκριτοι. Καὶ τότε, τὰς προθυμίας ἐκείνων ἐπαύξων, ῥιπτεῖ κατὰ γῆς τὴν καλύπτραν τῆς κεφαλῆς καὶ κόνιν πάττεται καὶ δάκρυσιν ἱκετεύει λίαν ἐλεεινῶς μὴ καταπροέσθαι τῶν συμβόλων ἀπαγο μένων. Οὕτω τὰ πολλὰ καταλιτανεύων καὶ λόγοις καὶ σχήμασι καὶ τῷ τοῦ τρόπου ταπεινῷ, πολλούς τε ὄντας προσεπιβάλλων τοὺς ἔξωθεν, ὡς ἀναπληροῦσθαι τοὺς λείποντας, ἀνήγειρέ τε τοὺς μαχομένους καὶ παρε θάρρυνε· καὶ ἀνῃσθήτουν πίπτοντες, καρτερικοί τινες καὶ παρὰ τὸ δέον φαινόμενοι, καὶ τέλος περιγίνονται τῶν ἐχθρῶν σὺν πόνῳ πολλῷ καὶ μόχθῳ· καὶ δή, δυοῖν ἢ καὶ τριῶν ἀποδρασασῶν, αἱ λοιπαὶ κατὰ κράτος ἁλίσκονται. Καὶ οἱ μέν, σφαγέντες, πεσόντες εἰς θάλασσαν, ἰχθύσι μᾶλλον ἢ ἀλόχοις καὶ τέκνοις ἦσαν φίλτατοι· οἱ δ' ἄλλοι, συγκλεισθέντες γαστέρι νηὸς ἰδίας 433 ἕκαστοι, πρὸς τὴν πόλιν ἀνήγοντο δείλαιοι, μικρὰν ὅσην παραμυθίαν ἐπὶ τοῖς προλαβοῦσι δεινοῖς τοῖς σφαλεῖσι θέμενοι. Ὁ δὲ δεσπότης καὶ οἱ σὺν αὐτῷ, γυμνοὶ τῶν ἁπάντων ὄντες, παραβαλόντες τῷ Ἀχριδῶν Κεραμέᾳ, θέα ὄντως ἐλεεινὴ καὶ δακρύων ἀξία, περιστέλλονταί τε ὡς εἰκὸς παρ' ἐκείνου τοῖς εὑρεθεῖσι καὶ ὡς οἷόν τε θεραπεύονται. Τότε δ' ὑπερπαθήσας καὶ ὁ δεσπότης καὶ περιαλγήσας τῇ συμφορᾷ, δεσπόσυνον τρόπον φεύγων ὅσον ἐκ τῶν συμβόλων, ὁ δουλείας ἐντὸς παρὰ μικρὸν κινδυνεύσας ἐλθεῖν ἢ καὶ ἐλθὼν τό γε μέρος τῶν ἄλλων καὶ τῆς συνόλης δυνάμεως, σύμβολά τε τῆς δεσποτείας ἐκεῖνα, ὅσα ἐν καλύπτρᾳ καὶ ὑπο δήμασι καί γε ἐφεστρίσιν ἵππων καὶ χαλινοῖς καὶ τῇ ἐκ πορφύρας ὑπογραφῇ, ἀποτίθεται, οὕτω δικαιώσας ὀφθῆναι τῷ βασιλεῖ, οὐκ οἶδα κατὰ λύπην σφετέραν ἢ καὶ τὴν ἐκείνου ἐκμείλιξιν. Ἄλλοις δὲ κοινοῖς καὶ καλύπτρᾳ ἐξ ἐρίων καταίτυγι στολισθείς, οὕτως ἤιεν εἰς τὸ πρόσω τῷ βασιλεῖ ἐμφανισθη σόμενος. Καί γ' ἐμφανισθεὶς τὸ πολὺ τῆς ὀργῆς καταπαύει τῇ τῶν συμβόλων μεταμφιάσει, κἀκ μόνης τῆς θέας δόξας ἐλεεινὸς τῷ πρὸ τοῦ ὠργισμένῳ τὰ μέγιστα.

Intertext edge

Open linked passage

Note