Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
435.1.1
{ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΠΕΜΠΤΗ}. Ὅπως μεταξὺ λύπης καὶ ἡδονῆς ἐγένετο ὁ κρατῶν διὰ τὰ συμβάντα ἐν τῇ δύσει. Οὕτω μὲν οὖν τῶν κατὰ τὴν δύσιν ξυμπεσόντων καὶ τοῦ κατὰ γῆν σφάλματος ἀντισηκωθέντος τῷ κατὰ θάλασσαν εὐτυχήματι, λύπης ὁ βασιλεὺς μεταξὺ καὶ ἡδονῆς ἦν. Ὅμως δὲ τοῖς λογισμοῖς ἐπιτρέπων τὰ πράγματα, τὸ μὲν δυστύχημα κλαπεῖσιν ἐτίθει, τὸ δ' εὐτύχημα περιφανῶς ἀριστεύσασι· καὶ τὸ μὲν χλεύην οἷον ἡγεῖτο τοῦ ἀποστάτου, ἐργολαβοῦντος τὰ παρὰ δύναμιν, τὸ δὲ πολέμου κατόρθωμα καὶ τρόπαιον ἄντικρυς. Ὅθεν καὶ τὰ τῆς ἡδονῆς ἐνίκα, νῆας ἐκείνας ἐννοοῦντος τῶν πολεμίων καὶ ἄνδρας ἐν αὐταῖς πλείστους, τὰς μὲν καταχθείσας τῷ νεωρίῳ, τοὺς δὲ ταῖς εἱρκταῖς ἐκδοθέντας σιδηροδέτους καὶ μόνῃ θέᾳ τὸ κατ' αὐτῶν δεικνύντας τρόπαιον. Ἐλύπει δέ γε τὸν βασιλέα καὶ ὁ ταῖς κοπίσι κατάκοπος στρατηγός, ὡς ἐγγὺς δοκεῖν εἶναι διὰ τὰς πληγὰς τοῦ θανάτου· πρὸς γὰρ ταῖς ἄλλαις καὶ μίαν τὴν κατὰ νεφρῶν εἶχε καιρίαν, ἀπειλοῦσαν θάνατον. Ὅθεν καὶ ἰατροῖς ἐπιμεληθεὶς καὶ μόλις πρὸς τὸ ὑγιεινότερον κλίνας, τὸ περὶ αὑτοῦ δεδοικέναι τοὺς πολλοὺς ἀφῃρεῖτο. Ἐπεὶ δὲ καὶ ἀγάλλειν ἔδει τοῦτον τὸν βασιλέα ἀντίποινα τῶν δεινῶν ὧν ἐκαρτέρησε, τῷ τοῦ μεγάλου δουκὸς τιμᾷ ἀξιώματι. Ὁ μέντοι γε ἀδελφὸς τοῦ κρατοῦντος ὁ Ἰωάννης, τὴν αἰτίαν ἀπαιτηθεὶς παρ' ἣν καὶ τὰ τῆς δεσποτείας ἀπέβαλε σύμβολα καί γ' ἀποκριθεὶς τὰ ἐς χάριν, ὡς, υἱῶν ἐκείνου ἀνδρωθέντων ἤδη, μὴ ἂν δίκαιον εἶναι δεσποτείας ὄνομα φέρειν τοὺς ἔξωθεν, καὶ προσαπεδέχθη. Ὅθεν καὶ κοινὴν ἄλλως ἐκ χρυσοσύρματος καλύπτραν ἐνθέμενος, μελαμβαφέσι δὲ πεδίλοις καὶ τοῖς καθ' ἵππον στολισμοῖς χρώμενος, μόνον τὸ δεσπότης κεκλῆσθαι ἀναφαίρετον εἶχε. 437
435.2.1
Ὅπως, σχιζομένων τῶν κατ' ἀνατολήν, ὁ πατριάρχης διὰ ταῦτα τοῖς ἐκεῖ ἐπιδημεῖ. Τὰ μέντοι τῆς ἐκκλησίας ἐνόσει περιφανῶς, καὶ τὸ σχίσμα εἰς μέγα ᾔρετο, τῶν Ἀρσενιατῶν ἐπὶ πλέον προστιθεμένων, ὡς μὴ μόνους ἐκείνους οἳ δὴ τῷ πατριάρχῃ Ἀρσενίῳ ἐντυχόντες εἶδον σχίζεσθαί τε καὶ ζηλοῦν ὑπὲρ ἐκείνου, ἀλλὰ καὶ τοὺς μηδ' ὅλως ἰδόντας, καθυπαγομένους τοῖς ἄλλοις. Πολὺ δὲ καὶ τὸ περὶ τοῦ Ἰωσὴφ φημιζόμενον, ὡς ἀφωρισμένος εἴη, αἰρόμενον τὰς τῶν πολλῶν ψυχάς, ἐκτόπως ἐκύμαινε, κἂν ἐκεῖνος, συχνὰ λαμβά νων παρὰ βασιλέως χρήματα, τὸ φιλόδωρον τοῖς προσκειμένοις ἐπηύξανεν οὐ γὰρ ἦν ὃ ζητήσας οὐ παρευθὺς ἐλάμβανεν, ὡς λέγειν πολλάκις τὸν βασιλέα, τοῦ ἱερατικοῦ μανδύου τὸν πατριάρχην κατέχοντα, ὡς αὐτὸ εἴη ὁ τὰς τῆς Ἐδὲμ πύλας αὐτῷ ἀνοιγνύς, ὡς ἅμ' ἐκείνῳ καὶ αὐτὸν εἰσελθεῖν πιστεύειν κατόπιν, μηδενὸς ἐμποδίσοντος. Τοὺς μὲν οὖν ἄλλους, οἳ κατὰ πόλιν διατρίβοντες ἠνώχλουν, ἀνέδην ἐκτρε πόμενοι τοῦτον, οὐδὲν ἔχων δρᾶν ἄλλο ἢ τὸ μηδὲν φροντίζειν ἐκείνων εἰς τιμῆς λόγον καὶ προστασίας, οὐχ ὅπως ἠξίου, ἀλλὰ καὶ ἠλόγει λεγόντων τὰ μάλιστα. Ἄνδρας δὲ πνευματικοὺς εἰδὼς κατ' ἀνατολὴν ἀρεταῖς ἐνιδροῦντας καὶ Θεῷ μόνῳ ζῶντας, ἀκούων καὶ περὶ ἐκείνων ὡς σκανδαλίζοιντο, ἔσπευδε κἀκείνων τὰς γνώμας προκατασχεῖν, αὐτοῖς ὄμμασι θεαθεὶς τοῖς ἐκείνων. Καὶ δὴ περὶ τούτων τῷ βασιλεῖ κοινολογησάμενος, ὑπὸ πολλῇ τῇ σπατάλῃ ἐνσκευασθείς, ἐπ' ἀνατολῆς ἤλαυνε καί, τοῖς ἀνδράσιν ἐφιστάς, ὧν δὴ καὶ ἐς τὰ μάλιστα ὁ θαυμαστὸς ἅμ' ἀρετὴν καὶ λόγον Βλεμμίδης ἦν, πολὺς ἦν τοὺς ἄνδρας ὑποποιούμενος· καὶ προσέπειθε λέγων προσκεῖσθαι μὲν καὶ αὐτὸς Ἀρσενίῳ καὶ πατριάρχην ἡγεῖσθαι, τῶν κατ' ἐκείνου συσκευασθέντων διακενῆς μηδὲ τὸ βραχὺ φροντίζων· ὅμως δ' ἀνάγκης οὔσης τὴν ἐκκλησίαν ποιμαίνεσθαι, ἀνάγκην εἶναι καί τινα τὸν ἐκείνου τόπον ἀποπληροῦν, ἐκείνου μὴ ὄντος· αὐτὸν δ' εἶναι παρὰ τοὺς ἄλλους δοκιμάσαι τὸν χρησιμεύσοντα· αὐτῷ γὰρ προσκεῖ σθαι καὶ βασιλέα πληροφορούμενον, ὥστε μὴ ὅπως ξυμβαίνειν τισὶ χαλεπὰ 439 καὶ ἀνήκεστα προσκειμένοις ἐκείνῳ, ἀλλὰ καὶ πολλοῖς ἄλλοις εὖ γίγνεσθαι διὰ τὴν πρὸς αὐτὸν τοῦ βασιλέως ἀγαθοθέλειαν. Τοῦτο καὶ πρὸς ἄλλους τῶν πνευματικῶν ἀνδρῶν ἔλεγε, τοῦτο καὶ πρὸς αὐτὸν Βλεμμίδην, καὶ παρεσύλα τὰς ἀπ' ἐκείνων εὐνοίας φιλοφρονούμενος· τῷ δέ γε Βλεμμίδῃ καὶ ἄλλο κατὰ σκοπὸν ἦν τὸ πεῖθον ἐκεῖνον δέχεσθαι. Ἐπειδὴ γὰρ ἐκεῖνος, φιλόσοφον διαζῶν βίον, ὅλος τῶν ὧδε ἐξῄρητο καὶ ἀπαθῶς εἶχε πρὸς τὰ γινόμενα, οὔτε τινὶ προσπαθῶν οὔτε μὴν ἐμπαθῶν, ἀλλ' ἦν ὁ νοῦς ἐκείνῳ ὡς εἰ μὴ σώματι ὅλως κατείχετο, ἓν ἐλογίζετο καὶ Ἀρσένιον εἶναι καὶ Ἰωσήφ, οὐ γυμνοῖς αὐτοῖς προσέχων τοῖς γιγνομένοις, ὡς τὸν μὲν κρίνειν ἀδικηθέντα, τὸν δ' ἐπιβήτοραταῦτα γὰρ χαμερποῦς τινος διανοίας καὶ μηδὲν ἐχούσης τῶν παρόντων πλέον εἰς θεωρίαν ἡγεῖτο, ἀλλ' εἰδὼς Θεοῦ μὲν τὸ εὐσταθὲς καὶ ἀκίνητον, ἀνθρώπων δὲ τὸ μηδὲν ἐν μηδενὶ ἐπὶ τοῦ αὐτοῦ κἂν βραχὺ μένειν. Εὖ γὰρ καὶ Ἡρακλείτῳ εἰρῆσθαι τὸ μὴ ἐπὶ τοῦ αὐτοῦ εἶναι δὶς βάπτειν, καὶ Κρατύλῳ μᾶλλον ὡς μηδὲ ἅπαξ· τῶν πραγμάτων δίκην ἀείρρου ῥεύματος παρατρεχόντων, μὴ καινὸν εἶναι μηδ' ἄλλως ξένον, εἰ καὶ Ἀρσένιος ἀδικοῖτο· τὸ γὰρ ἀναγκαῖον ἓν εἶναι καὶ μόνον τὸ εὐσεβές· τούτου δὲ τηρουμένου, τἆλλ' ἀπερρῖφθαι ἀνάγκῃ τοῖς αἱρουμένοις ζῆν κατὰ τρόπον. Ταῦτ' ἄρα καὶ Ἰωσὴφ ἐδέχετο, καίτοι πρὸς ἐκεῖνον οὕτως ἔχων ὡς μηδὲ τῆς κέλλης ἐξελθὼν προϋπαντῆσαι, ἀλλὰ μηδὲ προσιόντι προεξαναστῆ ναι μακρόθεν, μηδ' ἄλλο τι τῶν εἰς θωπείαν καὶ σμικροπρέπειαν εἰς χάριν αὐτῷ διαπράξασθαι. Τὸ γὰρ πρὸς φιλοσοφίαν ἐπικλινὲς καὶ τὸ πρὸς τὰ εἴδη καὶ μόνα τῶν πραγμάτων ἐπιβλητικὸν ἀμείλικτον ἐκεῖνον ἐτίθει τὰ πρὸς τὴν ὕλην, καὶ τὸ ἐφετὸν κατὰ νοῦν ἔχων παρεώρα τὸ ἐφιέμενον. Ὅθεν οὐκ ἀνθρώποις, ἀλλὰ πράγμασιν ἐπιβάλλων, ἐκείνοις μὲν ἐτήρει τὸ θαῦμα καὶ ὑπερεξεπλήττετο καὶ ἄλλως τιμᾶν ᾑρεῖτο ἢ τὴν κατ' ἀνθρώπους τιμήν, ἣ δὴ δεξιώσεις ἔχει καὶ προϋπαντήσεις καὶ δουλοπρεπεῖς καταστάσεις καὶ ἄλλ' ἄττα οἷς δὴ χαίρομεν ἄνθρωποι. Καὶ ταῖς μὲν ἕξεσιν ἐκείναις οὕτω δὴ τιμητικῶς εἶχε καὶ ὑπερεθαύμαζε, δῶρα Θεοῦ ταύτας ἡγούμενος· 441 τοῖς δ' ἔχουσι, καθὼς ἂν καὶ κατελάμβανεν, εἶχεν, ὡς οὐ παντὸς γινομένου τοῦ γινομένου κατὰ Θεὸν καὶ ἀξίως, ἀλλ' ἐνίοτε καὶ κατ' ἄνθρωπον, παρα χωροῦντος Θεοῦ. Τὴν γοῦν τοιαύτην δεισιδαιμονίαν ἀεί ποτ' ἀποτρεπόμενος, ἔδειξε καὶ τῷ Ἰωσὴφ τότε τὴν ἕξιν, οὐ προθέμενος αὐτὸν ἀτιμοῦν, ἀλλ' ἐπ' ἴσων πᾶσι τὴν κρίσιν ἔχειν αἱρούμενος. Οὕτω γὰρ καὶ τὸ φιλόσοφον φιλοσό φως ἐπλήρου τῷ μὴ λαμβάνειν πρόσωπα εἰς τὴν τοιαύτην κρίσιν, ἣν καὶ καθ' αὑτὸν κέκρικε. Πλὴν κἀκεῖνος εἰδὼς ἄνθρωπος ὢν καὶ τῷ χρεὼν λειτουργήσων, ἐπεί, τὰ καθ' αὑτὸν διαθέμενος, χάρταις ἐδίδου τὸ βούληματὸ δ' ἦν καθ' αὑτὴν τὴν μονὴν ἀεί ποτε διαμένειν, μηδὲν κατὰ μηδένα τρόπον ὑποπεσοῦσαν ἑτέρᾳ, καὶ ἅπερ εἶχεν ἐκ βασιλέων φιλοφρονήματα, ὡς συμποσοῦσθαι τὸ πᾶν τῶν νομισμάτων εἰς ἑκατὸν λιτρῶν ἀριθμόν, καὶ αὐτὰ τῇ μονῇ τοῦ Ὄντος Θεοῦ (τῷ γὰρ Ὄντι κυρίως καὶ προσανέκειτο), ἀναφαίρετα διατηρηθέντα, εἰς περιποίησίν τε καὶ τὴν τῶν ἐλλειμμάτων ἀποπλήρωσιν εἶναι, τὸν δὴ τοιοῦτον τῶν διατεταγμένων χάρτην καὶ αὐτὸν ἠξίου τὸν πατριάρχην ὑποσημαίνεσθαι καί γε βασιλέα ἐπικυροῦν λιπαρῶς ἀξιῶσαι, πρὸς τὴν πόλιν ἐπανελθόντα. Καὶ γέγονεν οὕτω, κἄν, ἀποθανόντος ἐκείνου, ὀστράκου φασὶ μεταπεσόντος, ἀνελάμβανόν τε τὰς ἐπικυρώσεις καὶ τὰ διατεταγμένα διέλυον, ὡς τὰ μὲν νομίσματα τῇ μεγάλῃ ταυτηῒ ἐκκλησίᾳ προσανατεθῆναι εἰς περιποίησιν, τὴν δὲ μονὴν ἐκείνην τῇ τοῦ Γαλησίου μονῇ ὑποτεθῆναι εἰς μετόχιον. Ὁ γοῦν ἱεράρχης Ἰωσήφ, τῇ ἀνατολῇ ἐφ' ἱκανὸν διατρίψας, ὑπέστρεφεν εἰς Βυζάντιον.
435.3.1
Ὅπως τῷ Βουλγάρων βασιλεῖ Κωνσταντίνῳ ἡ τῆς Εὐλογίας θυγάτηρ Μαρία εἰς γάμον ἐξεδόθη. Καὶ μετὰ μικρόν, τῆς τοῦ βασιλέως Βουλγάρων Κωνσταντίνου συζύγου Εἰρήνης μεταλλαξάσης, εἰς σπονδὰς ὁ κρατῶν ἐκεῖνον θέλων συνάξαι, ἐς ὃ τοῖς κατὰ τὸν Αἷμον καὶ αὐτῇ γε Μακεδονίᾳ καὶ Θρᾴκῃ ἀνακωχὴν γενέσθαι, ἐπὶ πολὺ δαπανωμένων τῶν στρατευμάτων τοῖς συνεχέσι πολέμοις, πέμψας διαπρεσβεύεται, ὑπισχνούμενος εἰς κῆδος ἐκείνῳ δοῦναι καὶ τὴν