Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
443.1.1
ἀδελφιδῆν ἑαυτοῦ Μαρίαν, τὴν τῶν θυγατέρων τῆς Εὐλογίας δευτέραν, ᾗ δὴ συνῴκει πρότερον ὁ Φιλῆς Ἀλέξιος καὶ μέγας δομέστικος. Καὶ δὴ τῶν ὅρκων προβάντων, ὡς συλλαμβάνεσθαι τούτοις καὶ Μεσέμβρειαν καὶ Ἀγχίαλον ἐκείνου γὰρ οὔσας κατασχεῖν βασιλέα, καὶ αὖθις ἄξιον εἶναι τὸν πρὶν ἔχοντα λαμβάνειν αὐτὰς ἐπὶ τῷ γενησομένῳ ὡς προῖκα κήδει, ὁ μὲν βασιλεὺς τὰ μὲν τοῦ κήδους ἐπλήρου ὡς λίαν φιλοτίμως καὶ βασιλικῶς· συνεξῄει γὰρ τῇ νυμφευθησομένῃ αὐτὸς βασιλεὺς καὶ ὁ πατριάρχης κἀν Σηλυβρίᾳ γενόμενοι, ἐκεῖσε δεσποινικῶς μετασκευασάμενοι τὴν εἰς γάμον πεμπομένην τῷ Κωνσταντίνῳ, ἐκείνην μὲν ὑπὸ πλείστῃ δορυφορίᾳ πρὸς ἐκεῖνον ἀπέλυον, αὐτοὶ δ' ὑπέστρεφον. Καὶ τὰ μὲν τοῦ κήδους οὕτως ὁ βασιλεὺς ἐξεπλήρου· τὰ δὲ περὶ τὰς πόλεις ἀνεβάλλετο, ταῖς μὲν ἀληθείαις εἰδὼς ἐντεῦθεν παραιρεθησομένην τὴν Ῥωμαΐδα τὰ κράτιστα, τῷ δὲ Κωνσταντίνῳ προφάσεις ἐπλάττετο πιθανάς, ἄλλας τε καὶ τὸ μὴ ἔχειν εὐθέως δοῦναι, μὴ τῶν ἐποίκων καταδεχομένων τῶν πόλεων· Ῥωμανίας γὰρ εἶναι μέρος ἐκείνας καὶ Ῥωμαίους αὐτούς, μὴ εἶναι δ' εὔλογον Ῥωμαίους ὑπὸ Βουλγάρους τελεῖν. Οὐ μὴν δ' εἰς τέλος ἀπέλεγε τὴν δόσιν ὁ βασιλεύς, ἀλλὰ προσανήρτα καιρόν, τὸν τῆς τεκνογονίας δῆθεν, ὡς ἂν καὶ κληρονόμου τούτῳ φανέντος ἐκ γένους Ῥωμαϊκοῦ, εὐπροσωποῖτο καὶ ἡ ἀπόδοσις. Τὰ δ' ἦσαν γέλως ἄντικρυς καὶ συνειρόμενον ψεῦδος τῷ χρόνῳ συγκρύπτοντος. Ὅμως δέ γε καὶ ἄκων ὁ Κωνσταντῖνος ὑπέμενε καὶ ἐσπένδετο, εἰ καὶ ἡ δοθεῖσά οἱ οὐ τοσοῦτον βοηθὸς ἐκείνῳ ὅσον τῇ Ῥωμαΐδι. Ἐπεὶ δ' ἐξ ἐκείνου παιδίον ἑώρα τὸν Μιχαὴλ ἑαυτῇ, δεινὰ ἐποίει καὶ τὸν σύζυγον κατηνάγκαζε τὰς σπονδάς τε διαλύειν καὶ πολεμεῖν, τὰς πόλεις προσαπαιτοῦντα. Κἀντεῦθεν καὶ δεινὰ οὐκ ὀλίγα ξυνέβαινε, καὶ ξυμβεβήκει ἂν πλεῖστα, εἰ μή γε ὁ βασιλεύς, κῆδος πρὸς τὸν Νογᾶν ἐπὶ νόθῳ τῇ Εὐφροσύνῃ φθάσας ποιῆσαι, ἀνεῖχέ τε τὰς ὁρμὰς ἐκείνου τῇ πρὸς τὸν 445 Νογᾶν δεξιώσει καὶ διέλυε τὰ βουλεύματα, ὡς αὐτίκα κατόπιν ἐπιδρα μουμένων τῶν Τοχάρων, ἢν αὐτὸς ἐπίῃ τοῖς βασιλέως.
443.2.1
Τὰ περὶ τοῦ Νογᾶ καὶ Τοχάρων, ὅπως εἶχον τὸ πρίν, καὶ περὶ τοῦ πρώτου βασιλέως καὶ νομοθέτου αὐτῶν. Ὁ δὲ Νογᾶς οὗτος κράτιστος ἦν ἀνὴρ τῶν Τοχάρων, εἰς στρατηγίαν τε ξυνετὸς καὶ τρίβων τοῖς πράγμασιν, ὃς ἅμα πλείσταις δυνάμεσιν ἐξ ὁμογενῶν Τοχάρων, οὓς αὐτοὶ Μουγουλίους λέγουσιν, ἐξαποσταλεὶς ἐκ τῶν κατὰ τὰς Κασπίας ἀρχόντων τοῦ γένους, οὓς κάνιδας ὀνομάζουσιν, εἰσβάλλει τοῖς ἀνὰ τὸν Εὔξεινον βορείοις ἔθνεσιν, ἃ δὴ τὸ πάλαι τοῖς Ῥωμαίοις ὑπήκουε, τῆς πόλεως δ' ἁλούσης καὶ τῶν πραγμάτων εἰς στενὸν καταστάντων Ῥωμαίοις, τῶν κυρίων ἀπολειφθέντα, αὐτόνομα ἦν. Ταῦτ' ἄρα καὶ ἀκονιτὶ φανεὶς προσελάμβανε καὶ κατεδουλοῦτο. Ἰδὼν δὲ χώρας ἀρετώσας καὶ ἔθνη εἰς ἀρχὴν κατὰ σφᾶς αὐτάρκη, ἀφηνιάζει μὲν τῶν πεμψάντων καὶ ἑαυτῷ τὰ ἔθνη προσκτᾶται. Ὡς δὲ χρόνου τριβομένου, ἐπιμιγνύντες σφίσιν οἱ περὶ τὴν μεσόγαιον κατῳκημένοι, Ἀλανοὶ λέγω, Ζίκχοι, Γότθοι καὶ Ῥὼς καὶ τὰ προσοικοῦντα τούτοις διάφορα γένη, ἔθη τε τὰ ἐκείνων μανθάνουσι καὶ γλῶτταν τῷ ἔθει μεταλαμβάνουσι καὶ στολήν, καὶ εἰς συμμάχους αὐτοῖς γίνονται. Καὶ μετ' οὐ πολὺ εἰς πλῆθος ἀριθμοῦ κρεῖττον ὁ ἐπελθὼν τῶν Τοχάρων λαὸς ἐνδίδωσι, καὶ ἀνυπόστατοι, ὅπου ἴοιεν, γίνονται ταῖς δυνάμεσιν, ὡς καί τινας τῶν ἄνω κυρίων, πολέμου νόμῳ ἐπ' αὐτοὺς ὡς ἀποστάντας ἰόντας, οὐχ ὅπως περιγενέσθαι, ἀλλὰ καὶ σφαλῆναι, τὰ πλεῖστα πεσόντας. Ἔστι δὲ τὸ ἔθνος ἁπλότητι μὲν χαῖρον καὶ φιλαλληλίᾳ, πονηρόν τε καὶ ὀξὺ πρὸς πολέμους καὶ τὴν ζωὴν αὔταρκες καί γε τὰ κατὰ τὸν βίον ἀνεπι νόητόν τε καὶ ἀπρομήθευτον. Ἐχρήσαντο γὰρ ἀνέκαθεν νομοθέτῃ οὐ Σόλωνι ἢ Λυκούργῳ ἢ Δράκοντιοὗτοι γὰρ Ἀθηναίοις καὶ Λακεδαιμονίοις καί τισιν ἄλλοις οἱ νομοθέται σοφοὶ σοφοῖς καὶ συνετοῖς τὰ ἐς λόγον λόγιοι, ἀλλ' ἀνδρὶ ἀγνῶτι καὶ τὸ πᾶν πονηρῷ, χαλκεῖ μὲν τὸ πρῶτον, εἶτα δὲ καὶ εἰς 447 κάνινἄρχοντά τις εἴποικαταστάντι, ὃς καὶ ἐκ Κασπίων πυλώνων ἀνιστῶν τὸ ἔθνος ἐξελθεῖν θαρρῆσαν, καὶ σφίσιν ἀεὶ τὸ νικᾶν ὑπετίθει, εἰ τοῖς ἰδίοις νόμοις προσέχοιεν. Οἱ δ' ἦσαν τοῖς ἁβροῖς ἀπέχθεσθαι, τοῖς τυχοῦσιν ἀρκεῖσθαι, τὸ φιλάλληλον ἔχειν, τὸ αὐτόνομον ἀποστρέφεσθαι, τὸ κοινωνικὸν ἀσπάζεσθαι, τὸ μηδὲν περὶ βίου σπεύδειν, τὸ πάσαις χρᾶσθαι τροφαῖς, μηδὲν τῶν βεβήλων ἔχοντας, τὸ γυναιξὶ ξυνοικεῖν πλείσταις καὶ ταύταις προσανατιθέναι τὸν τῶν ἀναγκαίων προσπορισμόν, ὡς ἅμα μὲν τὸ γένος πληθύ νεσθαι, ἅμα δ' ἔχειν καὶ ὧν δέοιντο, τὸ μηδὲν τῶν καθ' ὑπόστασιν κτημάτων προσκτᾶσθαι, μηδ' ἐμμένειν κτίσμασιν οἴκων, ἀλλὰ μεταβαίνειν καὶ μετα φοιτᾶν πρὸς τὸ χρήσιμον, κἂν χρεία τροφῆς εἴη τῳ, ἢ ὀϊστῷ χρωμένους θηρᾶν ἢ καί, τὸν ἵππον ἐκκεντοῦντας, ἐκροφᾶν αἵματος, εἰ δέ τῳ καὶ στεγανωτέρας προσδέοι τροφῆς, ἐγκάτῳ οἰὸς τὸ αἷμα συγκλείοντας, ὑπὸ τὴν ἐφεστρίδα τιθέναι, ὡς ἐντεῦθεν μικρὸν συσταθὲν ἐκ τῆς ἐκεῖθεν θερμότητος, δεῖπνον προστίθεσθαι, κἄν τί που ῥάκος ἐντυχών τις εὕροι, ἐπιρράπτειν τῇ ἀμπεχόνῃ, κἂν οἷον ἐκεῖνο καὶ ᾖ, κἂν ἡ ἀμπεχόνη μὴ δέοιτοὁ δὲ σκοπός, ὡς ἂν καὶ ἄνευ χρείας τοῦτο ποιοῦντες, ἐπὶ τῆς χρείας ποιεῖν ἀναγκαζόμενοι, μὴ αἰσχύνοιντο τοῖς παλαιοῖς τὰ νέα προσεπεμβάλλοντες, καὶ οὕτως αὐτοὺς μὲν ἐν ἀνέσει παντοίᾳ ζῆν, σάριτταν καὶ ἐφεστρίδα καὶ ἔνδυμα καὶ αὐτὴν ζωὴν παρὰ τῶν τῆς γυναικωνίτιδος ἔχοντας, αὐτοὺς δὲ πολεμοῦντας τὰ τῶν ἄλλων ἔχειν, μηδὲν πολυπραγμονήσαντας. Ταῦτα τὰ τοῦ νομοθέτου Τζιγκίσκανινῦν γὰρ ἀνεμνήσθην τοὔνομαπαραγγέλματα ἐν ἀσφαλεῖ ἔχοντες, ἀλήθειάν τε ἐν λόγοις ἀσκοῦσι καὶ δικαιοσύνην ἐν πράξεσι, τὸ μὲν ἐλευθερίᾳ προσῆκον ψυχῆς, τὸ δ' εὐθύτητι γνώμης, ὡς ἀνεξαπάτητον μὲν εἶναι οἷς ἂν ἀκούοι τις ἑτέρου λέγοντος, ἀνεπιβούλευτον δὲ οἷς πράττοι ἂν πρὸς ἐκεῖνον ἕτερος. Ἀλλὰ Νογᾶν μὲν κηδεύσας ὁ βασιλεὺς τηνικάδε, τὸν ἐκείνων ἄρχοντα, πέμπων οὐκ ἀνίει πλεῖστα, ὅσα τε πρὸς ἐνδυμάτων χρῆσιν καὶ ὅσα πρὸς τροφῶν ποικιλίαν, πρὸς δὲ καὶ ἀνθοσμιῶν οἴνων ὅλας πιθάκνας φιλοτιμούμε νος. Ὁ δὲ τὰ μὲν εἰς βρῶσιν καὶ πόσιν μαθὼν ἠγάπα λαμβάνων καὶ χρυσὸν δὲ καὶ ἄργυρον ἐν ἐκπώμασι προσεδέχετο· τὰ δὲ ποικίλα ἢ πρὸς καλύπτρας ἢ πρὸς ἐνδύματαἐφιλοτιμεῖτο γὰρ καὶ ταῦτα προσαποστέλλων ὁ βασι λεύςἁφώμενος ταῖς χερσίν, ἀνηρώτα τὸν διακομισάμενον εἰ χρησιμεύοι 449 πρὸς κεφαλὴν ἐπὶ τῷ ἄπονον εἶναι καὶ ἀνάλγητον ἡ καλύπτρα, εἰ ὁ ἐπανεσπαρμένος μάργαρος ἀμύνειν ἔχοι ταύτῃ τὰς ἀστραπάς, εἰ εἰς βροντῶν κτύπους, ὥστε μὴ ἐμβρόντητον γίνεσθαι τὸν φοροῦντα, ὁ λίθος συναίροιτο, εἰ τὰ πολυτελῆ αὖθις ἐνδύματα εἰς ἀπονίαν μελῶν συλλαμβάνοι. Εἰ μὲν οὐκ ἔλεγον, παρερρίπτει, ἢ καὶ ἐνδυθεὶς ἐπ' ὀλίγον, ὅσον τὰς φιλίας ἀφο σιώσασθαι, ἀπεκδυόμενος παραυτίκα, μετελάμβανε κυνῆν ἢ προβατῆν τὴν συνήθη καὶ φορῶν ἐκυδροῦτο πλέον ἢ ὅσον ταῖς πολυτελέσι στολαῖς. Ὡσαύτως καὶ ἐπὶ ταῖς καλύπτραις ἐποίει, τὰ πρὸς χρῆσιν ἀναγκαῖα τῶν περιττῶν, κἂν ἦν τῶν πολυτελῶν, ἀνθαιρούμενος. Εἰ δ' ἐκεῖνος πλαττόμενος ὄνησιν φέρειν ἔλεγε τῷ φοροῦντι τὸ κτέρας τὴν οἱανοῦν τε καὶ ὁπουδήποτε, εὐθὺς πιστεύων ἐφόρει, οὐ λίθοις οὐδὲ μαργάροις, ἀλλ' ὠφελείᾳ προσέχων. Τοῦτον τοιγαροῦν ἔχων ὁ βασιλεὺς ἕτοιμον τοῦ Κωνσταντίνου καταδρα μεῖσθαι καὶ τὴν ἐκείνου σκυλεύειν χώραν, εἰ τοῖς τοῦ βασιλέως ἐκεῖνος ἐπίοι, οὐ Μεσεμβρείας μόνον στερρῶς ἀντείχετο καὶ τῆς Ἀγχιάλου, ἀλλὰ καὶ Σωζόπολιν καὶ Ἀγαθούπολιν καὶ Κανστρίτζιον καὶ ἄλλ' ἄττα φρούρια, ἅπερ οἱ τοῦ βασιλέως ἐπισκευασάμενοι προσεκτῶντο τῷ βασιλεῖ, καὶ λίαν ἐν χεροῖν εἶχε, μηδὲ φρουρίου σκιὰν προϊέμενος. Μεσέμβρειαν γὰρ καὶ ἐκ δικαίου πάλαι ποτ' εἶχε, λαβὼν παρὰ τοῦ Μυτζῆ.
443.3.1
Τὰ περὶ τοῦ Μυτζῆ καὶ ὅπως δέδωκε βασιλεῖ τὴν Μεσέμβρειαν. Ὁ δὲ Μυτζῆς οὗτος, ἵν' ἐπαναλαβὼν εὐμαθέστερον διηγήσωμαι, γαμβρὸς μὲν ἧν ἐπὶ θυγατρὶ τῷ Ἀσάν, σύγγαμβρος δὲ Θεοδώρου τοῦ Λάσκαρι. Ἀσὰν δ' οὗτος ἦν ὃν λόγος καὶ Ἰωάννῃ συνελθεῖν τῷ Δούκᾳ καὶ βασιλεῖ καί γε σὺν ἐκείνῳ τὰ κατὰ δύσιν ἐπιδραμεῖν, φιλοκαλίας πάσης ἔχοντα δείγματα. Ὡς γοῦν ἐκεῖνος ἐτελεύτα καὶ οὗτος τὴν ἀρχὴν διεδέχετο τῶν Βουλγάρων, Βούλγαρος ὤν, συνέβαινε μέν οἱ προσκρούειν καὶ βασιλεῖ, ὡς καὶ πολλάκις δι' ἔχθρας ἰέναι καὶ πολέμων τοῖς τῶν Ῥωμαίων στρατεύμασι, συνέβαινε δὲ προσκρούειν καὶ πολλοῖς ἅμα καὶ μεγιστᾶσι τῶν Βουλγάρων 451 καὶ ταραχαῖς οὐ προσηκούσαις ἐμπίπτειν. Ταῦτ' ἄρα καὶ τούτῳ διαφθονού μενοι, πρὸς τὸν Κωνσταντῖνον, ἐκ Σέρβων ἐξ ἡμισείας τὸ γένος ἔχοντα, ἀποκλίνουσιν. Ὅσον οὖν ἐνέλιπέν οἱ πρὸς τὴν ἀρχὴν ἐκ σφετέρου γένους, μηδὲν τῷ Ἀσὰν προσήκων, τὴν ἐκείνου ἐκγόνην λαβὼν εἰς γυναῖκα, τοῦ Ἰωάννου πέμψαντος, ἐπ' ἴσων εἶχε τὸ πρὸς τὴν τοῦ Ἀσὰν βασιλείαν δίκαιον τῷ Μυτζῇ. Κἀκεῖνος μὲν τὴν Τέρνοβον εἶχε καὶ τὰ τῆς βασιλείας κλέη μεγαλοπρεπῶς ἐπεφέρετο· ὁ δὲ Μυτζῆς, τὰ κύκλῳ περικρατῶν, ποτὲ μὲν ἠρκεῖτο τούτοις καὶ καθησύχαζε, ποτὲ δ' αὖθις καὶ ἀντεφιλονείκει πρὸς Κωνσταντῖνον, ὃν καί ποτε διώκων ἀπέκλεισεν εἰς Στενίμαχον, ἡμέτερον ὄν. Καὶ εἰ μὴ ταῖς τῶν Ῥωμαίων δυνάμεσιν ἐχρήσατο πρὸς βοήθειαν, τάχ' ἂν καὶ ἁλοὺς ἀπώλετο. Ἀλλ' ἡ τύχη ῥέπει τὰς πλάστιγγας, καὶ δυναμωθεὶς αὖθις ὁ Κωνσταντῖνος τὸν Μυτζῆν διώκει θαρραλεώτερον. Ὁ δέ, ἅμα τέκνοις καταλαβὼν τὴν Μεσέμβρειαν, ἐκεῖθεν ἱκετεύει τὸν βασιλέα δέχεσθαι τοῦτον καὶ λύτρα λαμβάνειν τὴν πόλιν. Στέλλει γοῦν ὁ βασιλεὺς ἐξ αὐτῆς τὸν Γλαβᾶν κουροπαλάτην καὶ μέγαν παπίαν ἐσύστερον· καὶ ὃς ἄλλοις συνάμα μετὰ καὶ αὐτάρκους στρατοῦ, καταλαβὼν τὴν Μεσέμβρειαν, ἐκείνην μὲν περιποιεῖ τοῖς Ῥωμαίοις, τὸν δέ γε Μυτζῆν διὰ τοῦ Αἵμου πεζῇ ἄγει πρὸς βασιλέα. Τὸν δὲ καὶ δέχεται πρόφρων καὶ παρηγορεῖ εὐμενῶς καί, πρὸς τῷ Σκαμάνδρῳ ἀποχρώντως προμηθευσάμενος, ἐκεῖσέ που σὺν τοῖς τέκνοις κατασκηνοῖ, συνθήκας πρὸς αὐτὸν ποιησάμενος, ὥστε καὶ τὸν πρώτιστον τῶν ἐκείνου υἱῶν Ἰωάννην συναρμόσαι τῇ θυγατρί. Ἀλλὰ τῇ μὲν τῶν θυγατέρων πρωτίστῃ Εἰρήνῃ οὕτω προὐνόει τῶν γάμων. 453 ʹ. Περὶ τοῦ πρὸς τοὺς Σέρβους κήδους τοῦ βασιλέως καὶ διὰ ταῦτα τῆς τοῦ πατριάρχου ἐπιδημίας ἐκεῖσε. Τὴν δέ γε δευτέραν Ἄνναν ᾑρεῖτο πέμπειν τῷ κραλεῖ Σερβίας Στεφάνῳ τῷ Οὔρεσι, ἐφ' ᾧ τῷ δευτέρῳ υἱῷ Μηλωτίνῳὁ γὰρ ὁμωνυμῶν τῷ πατρὶ καὶ πρῶτος τῷ ῥηγὶ Παιονίας εἰς θυγατέρα γεγάμβρευτοεἰς γάμον συνάπτειν. Καὶ δὴ τῶν πρὸς ἀλλήλους συνθεσιῶν τελεσθεισῶν, στέλλει μὲν εἰς πρεσβείαν τὸν ἱεράρχην, συνεκπέμπει δὲ καὶ τὴν κόρην ὑπὸ θεραπείᾳ μεγίστῃ βασιλικῇ. Καί γε καταλαβοῦσι τὴν Βέρροιαν σφίσι τὰ τῆς βουλῆς ἔστη πεμφθῆναι πρὸς τὸν Οὔρεσιν Στέφανον τὸν χαρτοφύλακα Βέκκον, ἅμα δὲ σὺν ἐκείνῳ καὶ τὸν Τραϊανουπόλεως Κονδουμνῆν. Ἦν δὲ καὶ πρὸς τῆς δεσποίνης ἐντεταλμένον τῷ χαρτοφύλακι αὐτὸν προαπελθεῖν καὶ γνωρίσαι τὰ κατὰ τοὺς Σέρβους τρανότερον, ὅπως μὲν σφίσιν ἐστὶν ἡ δίαιτα, ὅπως δ' ἡ τάξις τῆς ἐκείνων ἀρχῆς διιθύνεται· ἐκείνη γὰρ καὶ μεγίστην τὴν θεραπείαν τῇ θυγατρὶ προητοίμαζεν ἐπὶ χλιδῇ παντοίᾳ βασιλικῇ. Ἐκείνῳ τοίνυν προαπελθόντι γνωρίσειν καὶ σημανεῖν προσετάσ σετο, πρὶν ἂν ἐπιβῇ Σερβίας ὁ πατριάρχης. Οἱ δ' ἐπιστάντες οὐ μόνον οὐδὲν τῶν εἰς θεραπείαν εἶδον ἐκεῖσε καὶ ἀρχῆς τῆς τυχούσης ἄξιον, ἀλλὰ καὶ τὸ θεραπευτικὸν τὸ ἐν ἐκείνοις βλέπων ὁ Οὔρεσις καὶ οἰκίδιον, καὶ μᾶλλον τὸ τῶν ἡμιανδρίων, τί ἂν καὶ εἴησαν οὗτοι διεπυνθάνετο. Ὡς δ' ἤκουε παρ' ἐκείνων ὅτι τάξις ἐστὶν αὕτη βασίλειος καὶ ὡς τῇ βασιλίδι εἰς θεραπείαν ἀκολουθήσαιεν, ἐκεῖνος ἐπαλαστήσας εὐθύς· «Αἲ αἴ, φησί, τί ταῦτα; Καὶ ἡμῖν οὐ συνήθης αὕτη ἡ δίαιτα.» Καὶ τὸν φάναι τε καὶ ἅμα τὴν νύμφην δεικνύειν πενιχρὰ φοροῦσαν καὶ ταλασίᾳ προσέχουσαν, καί· «Οὕτω, λέγειν χειρὶ δεικνύντα, ταῖς νύμφαις ἡμεῖς προσφερόμεθα.» Ἦσαν δὴ καὶ τὰ κατ' αὐτοὺς τὸ παράπαν λιτά τε καὶ εὐτελῆ, ὡς ἀποζῆν θήραις καὶ κλέπτοντας. Ὡς γοῦν ὑπέστρεφον οἱ πεμφθέντες καὶ ἀκριβῶς ἐδήλουν τῷ πατριάρχῃ ἅ τε εἶδον καὶ ἃ ἤκουσαν, ἐπέκλασάν τε τοῖς περὶ ἐκεῖνον τὴν προθυμίαν 455 καὶ περὶ ἑαυτοῖς ὠρρώδουν, μὴ καὶ ἐκ τοῦ παραχρῆμα ἐνέδραις χαλεπαῖς περιπέσοιεν· οὐ γὰρ εἶχον πιστεύειν ἀνδράσι μὴ ἐπιστρεφομένοις αἰσχύνης καὶ μέμψεως. Τέως ᾔεσαν εἰς τὸ πρόσω νωθεῖς τινες τὴν πορείαν καὶ τοῖς ὅλοις ὑπόπτως ἔχοντες. Ὡς δὲ κατέλαβον τὴν Ἀχρίδαν, τὴν μὲν βασιλίδα καὶ τὸ περὶ αὐτὴν οἰκετικὸν καὶ ὅσον εἰς θεραπείαν αὐτοῦ που διαναπαύουσιν, ἐκεῖνοι δὲ προαγγέλους πρὸς Οὔρεσιν πέμποντες, καὶ αὐτοὶ σχολαίως τοῖς πρόσω προσέβαινον. Τῇ Πολόγῳ δὲ παραγγειλάντων, ἣν δὴ ἄλσος Θεοῦ ἐκεῖ νοι κατὰ γλῶσσαν εἴπειαν, καὶ ἤδη καὶ πρὸς Λιπαίνιον ἰόντων, πέμπεται μὲν πρέσβις ἐκεῖθεν ὁ καὶ μεσάζων ἐκείνων, Γεώργιος τοὔνομα, ᾧ δὴ καὶ λόχος ἀνδρῶν ἐνεδρεύσας προσεζημίου. Τὰς δ' ἐνέδρας καὶ πρώην οἱ περὶ τὸν πατριάρχην ἀκούοντες ἐδειλίων· τότε δὲ καὶ ἀκριβῶς ἐς φόβον μέγαν καθί σταντο, μὴ καὶ νεωτερισθῇ τι σφίσι τῶν ἀνηκέστων· τοὺς γὰρ οὕτω καὶ τοῖς ἰδίοις, καὶ μᾶλλον τοῖς ἐνδόξοις καὶ ἄρχουσιν, ἐνεδρεύοντας, σχολῇ γοῦν ἀποσχέσθαι τῶν ἀλλοτρίων. Ἤκουον δὲ καὶ παρὰ Γεωργίου τὰ μὲν εἰς πρεσβείαν πάντη τῷ σκοπῷ τῶν βασιλέων ἀπῳδά τε καὶ ἄλλως σαθρά ἐκεῖνοι γὰρ καὶ ὡς ἄρξοντα μετὰ τὸν πατέρα εἰς κῆδος προσίεντο τὸν υἱόν, τοῦ προτέρου τῶν παίδων Στεφάνου τὸ σκέλος κατεαγότος καὶ βίον ζῶντος ἀπράγμονα· ὁ δέ, ἄλλ' ἄττα κύκλῳ περιβαλλόμενος, τὰ ὡμολογημένα ἐπηλυγάζετο, τὰ δ' εἰς τὴν ὁδὸν δυσχερῆ τε ἄλλως καὶ ὡς αὐτὸς ἐδείκνυ ζημιωθείς. Ἦσαν δ' ἀνὰ μέρος καὶ οἱ περὶ τὸν χαρτοφύλακααἱ γὰρ τῆς δεσποίνης παραγγελίαι καὶ ἀξιώσεις δειναὶ εἰς τὸ ποιεῖν ἐκεῖνον φροντίζειν, οὕτως ἰδόνταἐπικλῶντες τὰς προθυμίας τῷ πατριάρχῃ τε καὶ τοῖς ἄρχουσιν, ἐφ' ᾧ μὴ πλέον προβῆναι· μηδὲ γὰρ ἀνυστὰ καὶ εὔοδα τὰ τῶν συναλλαγμάτων προβαίνειν, σκολιὰ δ' ἄλλως καὶ ἐπικίνδυνα. Οὕτως ἐχόντων, γίνεταί τι καὶ ἄλλο δεινόν· ὃ δὴ καὶ εἰς ὑποψίαν ἐμβάλλει σφᾶς τοῦ καὶ πρόσθεν ἰόντας παθεῖν τὰ χείριστα. Οἱ γὰρ τὴν χώραν ἐπῳκη μένοι, κατὰ στίχας ἰόντες, ἐφίσταντο καθημένοις πολλάκις καὶ ἑώρων ὡς 457 ἄλλοθέν που ἡκότας· σφίσι δ' ἦν σκοπὸς παρατηρεῖν τὰ ἐκείνων, ἐφ' ᾧπερ καὶ νυκτὸς ἐπελθόντες συλήσειαν. Ὃ δὴ καὶ μετ' ὀλίγον λαμβάνει τέλος· νυκτὸς γὰρ ἐπιόντες ἀψόφῳ ποδί, τοὺς ἐκείνων ἵππους συλῶσι καὶ ᾗ ποδῶν εἶχον ἀφανίζουσιν ἑαυτούς. Οἱ δ' ἅμ' ἕῳ καὶ ὑπ' αὐγὰς γνωρίζουσι μὲν τὸ πραχθέν, ζητοῦσι δὲ τοὺς δεδρακότας, ἀλλὰ ζητοῦσι μάταιος ἦν ἡ σπουδή· οὔτε γὰρ εἶχον μαθεῖν παρ' ἐκείνων, τοὺς σφετέρους ἐπειλυόντων, καὶ τὸ δραστικῶς ἐξετάζειν καὶ ἀπαιτεῖν οὐ συνήνεγκε, μὴ καὶ πλέον ἐπισυμβαίη, ἀνθρώποις μὲν τὴν ἰδέαν, θηρίοις δὲ τὸν τρόπον παρεμπεσόντων. Ὅμως τοῖς ἐκείνων ἄρχουσι χρησάμενοι εἰς βοήθειανμηδὲ γὰρ ἔχειν ὅπως καὶ κινηθεῖεν, τῶν κρειττόνων ἵππων ἀπολωλότων ἀντισηκούμενοι τοῖς τῆς χώρας οὐκ ἐπ' ἴσων, ἀλλ' οὐδ' ἐγγύς, μεταναστεύειν εἰς τοὔπισθεν ἐβου λεύοντο. Καὶ δὴ δοξάσης τῆς βουλῆς ἀγαθῆς καὶ συνοισούσης πλέον ἢ μὴν βλαψούσης, πρύμναν τε κρούονται, τὸ τοῦ λόγου, καί, τοῖς ὄπισθεν ἐπεκτεινόμενοι, ἕως Ἀχρίδας ᾔεσαν. Ἐκεῖθεν δὲ συνάμα τῇ βασιλίδι Θεσσαλονίκης ἐπιβάντες, κῆδος ἐκεῖνο καὶ συνθήκας καὶ συναλλάγματα παρ' οὐδὲν θέμενοι, πρὸς βασιλέα ὑπέστρεφον.
443.4.1
Τὰ περὶ τὸ Δυρράχιον καὶ τοῦ σεισμοῦ τοῦ ἐκεῖ ἐνσκήψαντος. Τότε τοίνυν μετὰ καιρὸν καὶ τὰ περὶ τὸ Δυρράχιον συνέβη, ἐλεεινὰ καὶ πλήρη δακρύων. Κρονίου γὰρ ἐνστάντος μηνός, ἀσυνήθεις ψόφοι τὴν γῆν ἐτάρασσον συνεχῶς, οὓς δὴ βοασμοὺς κοινολογῶν εἴποι τις, καὶ δῆλοι ἦσαν σημαίνοντες ἐπιὸν ἐγγύθεν κακόν· μιᾶς γοῦν ἡμέρας καὶ συνεχέστερον ἐπήχουν οἱ κρότοι καὶ μεῖζον ἢ πρότερον. Τοῖς μὲν οὖν ἐμπεσοῦσα δειλία ἔξω που κατοικεῖν τοῦ ἄστεος ἔπειθεν, ὡς, εἰ πλέον γένηται, ἀλυξείουσιν. Ἀλλὰ νὺξ ἦν ἐπιγενομένη τοῖς ἡμερινοῖς ἐκείνοις θορύβοις, καὶ σεισμὸς ἐμπίπτει βαρὺς καὶ τῶν μνημονευομένων μείζων. Ἦν δ' ἐκεῖνος οὐ τρόμος, ὡς ἄν τις εἴποι, γῆς κατὰ τὸ λέχριον κινουμένης, ἀλλὰ κατὰ σφυγμοὺς ἀνατιναγμός, ὡς ἐν ἀκαρεῖ πᾶσαν τὴν πόλιν ἐκείνην ἐκ θεμελίων ἀνατραπῆναι καὶ πεσεῖν εἰς τοὔδαφος. Οἶκοι δ' ἐκεῖνοι καὶ ἀναστάσεις κτισμάτων, μηδὲ τὸ βραχὺ ἀντισχόντες, ἐνεδίδοσαν καὶ κατέπιπτον, ἐναπολαμβανομένων ἐντὸς τῶν ἀνθρώπων, μηδενὸς ἔχοντος ὅπου φύγοι· τὸ γὰρ τῶν οἰκοδομημάτων συνεχὲς 459 τῇ ἐκείνων φυγῇ προσίστατο, καὶ πολλῷ ἦν ῥᾷον ἐντὸς οἰκιῶν ἢ ἐξιόντας σῴζεσθαι, πλὴν κἀκείνων σωθεισῶν ἐκ μέρους· οὐδὲ γὰρ ἦν ἥτις καὶ κατὰ τὸ ἀκέραιον διεγένετο. Ἄλλη γὰρ ἐπ' ἄλλῃ συνέπιπτε, καὶ ὁ, ταύτης πεσού σης, τὸν κίνδυνον ἀποδρὰς κατά τινα τύχην, ἐπιπεσούσης ἄλλης, συνελαμβά νετο. Καὶ ἦν ἀθρόον μὲν τὸ δεινόν, δυσχερὲς δὲ ἢ ὥστε τινὰ φυγόντα σῴζεσθαι. Πολλοῖς δὲ καὶ ὄναρ ἐπέστη, οἳ καὶ πρὶν μαθεῖν τὸ συμβὰν οὐκ ἔφθανον ἀπολλύμενοι· παιδάρια δὲ καὶ βρέφη, μηδ' ἔχοντ' εἰδέναι τὸ χαλεπόν, τοῖς ἐρειπίοις συγκατεπνίγοντο. Τοσοῦτος δ' ἦν ὁ ἐξαίφνης κτύπος καὶ θόρυβος ὥστε καί, τῆς θαλάσσης ἀναβρασσομένης ἔξωθεν, τοὺς περιγεγονότας ὑπο νοεῖν οὐχ ὅπως ἀρχὴν ὠδίνων ἐκεῖνα, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ κόσμου ἐπιστῆναι συντέλειαν· τῷ γὰρ παραθαλασσίαν μὲν τὴν πόλιν ἐκείνην εἶναι, δεινὸν δὲ καὶ τιναγμὸν ἐμπεσεῖν ἐξαίφνης, τόσου μὲν θορύβου γεγονότος ἀνθρώπων, τόσου δὲ κτύπου ἐπικαταπιπτόντων ἀλλήλοις τῶν οἰκημάτων, οἱ ἔξωθεν εὑρεθέντες, μειζόνως κατασεισθέντες τὰς ἀκοάς, οὐδὲν εἶχον ὑπο νοεῖν ἕτερον ἢ τοῦ κόσμου παντὸς ἐξαφάνισιν. Ἐπ' οὐκ ὀλίγον γοῦν τοῦ σεισμοῦ κρατήσαντος, ὡς μηδὲν ἑστὸς ἐγκατα λειφθῆναι, ἀλλὰ πᾶν τὸ ἐντὸς καταπεσεῖν καὶ τοὺς ἀνθρώπους συγκαταχῶσαι, παρὰ μόνην αὐτὴν τὴν ἀκρόπολινἐκείνη γὰρ καὶ ἀντέσχε καὶ οὐχ ὑπήκουε τῷ σεισμῷ, ἡμέρας φανείσης, συντρέχουσιν εὐθὺς οἱ περίοικοι, ἅμα μακέλλαις τε καὶ δικέλλαις καὶ παντὶ τῷ προστυχόντι ὀργάνῳ πρὸς ὀρυγὴν χρώμενοι, καὶ προσπεσόντες ὤρυττον, ἵνα γοῦν καί τισι ταλαιπώροις ἔτι ζῶσιν ἀπαμύναιεν τοῦ κινδύνου, τὸ δὲ πλέον ὡς ἂν καὶ πλοῦτον παντοδαπὸν ἐκφορήσαντες, τοῖς ἐρειπίοις κατασπασθέντα, λαβόντες ἔχοιεν· τότε γὰρ τοῖς πράγμασι τῶν πεσόντων καὶ οἱ κληρονόμοι συγκατεδύοντο, καὶ ὁ λαγχάνειν τὰς ἐξούλης δίκας ἐκείνοις οὐκ ἦν. Ἐφ' ἡμέραις οὖν ἅπαν τὸ γεγονὸς εἰς ἔδαφος κατασκάψαντες καὶ χρυσοῦν ἀμήσαντες θέρος, Ἀλβανῖταί τε καὶ οἱ περίοικοι, ὡς ἄμαις χρώμενοι ταῖς δικέλλαις, τέλος ἔρημον ἀφιᾶσι τήν ποτε πόλιν ἐκείνην, γνωριζομένην σημείοις τισὶν ἀμυδροῖς, ἐν οὖσι καταλε γομένην οὐ τῷ εἶναι, ἀλλὰ μόνῳ τῷ ὀνομάζεσθαι. Ὁ δ' ἐκείνης ἀρχιερεὺς Νικήτας, εὑρεθεὶς κἀκεῖνος τῷ τότε καὶ φυλαχθεὶς μέν, ἀλλ' ἐν πολλοῖς τῶν μελῶν τὰ σύμβολα τοῦ κινδύνου φέρων, πικρὰν ἰδὼν συμφορὰν καὶ ἣν ἥκιστ' ἄν τις καὶ προσεδόκησε πώποτε, κατάφοβος φεύγει, ἀφεὶς ἔρημον 461 οὐχ ἑαυτοῦ μόνου, ἀλλὰ καὶ τῶν ταύτης ἐποίκων καὶ κάλλους κτισμάτων καὶ πραγμάτων αὐτῶν τὴν μητρόπολιν.
443.5.1
Τὰ κατὰ τὸν ῥῆγα Κάρουλον καὶ ὅπως στόλον ἐξηρτύετο. Τότε τοίνυν καὶ ὁ ῥὴξ Πουλείας Κάρουλος, ἔκπαλαι τὸν Μαφρὲ καταγω νισάμενος, ἐν ἀκμῇ ἦν τῶν καθ' αὑτὸν πραγμάτων καὶ νηῶν παρασκευαῖς πλείστων ἐμεγαλύνετο, ἔκσπονδος δὲ ὢν τῷ βασιλεῖ τὰ πλεῖστα ἐπ' αἰτίαις τῶν Βαλδουίνου συναλλαγμάτων, ὡς ἐντεῦθεν ἐπὶ τῇ πόλει οἴεσθαι δικαιοῦ σθαι. Παρεσκεύαζε μὲν καὶ τὸ ναυτικὸν πλεῖστον ὅσον καὶ σώμασι καὶ ὅπλοις καὶ χρήμασι συνεκρότει· οὐ μόνον δέ, ἀλλὰ καὶ τὸν πάπαν προσελι πάρει καὶ θερμῶς ἐδέετο ἐφεῖναί οἱ τὴν κατὰ τῆς πόλεως ἐκστρατείαν, ὡς καὶ ἄλλως δίκαιον ὂν ζητεῖν τὰ τῶν παίδων αὐτοῦ, ἐφ' οἷς σφίσι συμφωνοῦσι καὶ ἡ ἐκκλησία συνῄνει καὶ συνεργεῖν τὰ μέγιστα ὑπισχνεῖτο. Καὶ ὁ μὲν ἐν τούτοις ἦν, ἐκ πολλοῦ παρασκευαζόμενος· ὁ δὲ βασιλεύς, ἀνέριστα τὰ πρὸς ἐκεῖνον διαγινώσκων καὶ τὸ πᾶν ἀδήριτα, ὅτι καὶ πλείσταις μὲν ταῖς ναυσὶν ἐξηρτύετο, πολλῷ δὲ καὶ τῷ κατὰ γῆν πεζικῷ, διὰ Βρεντησίου περαιωθησομένῳ εἰς τὸ τοῦ Δυρραχίου ἐπίνειον, ἐρήμου ὄντος ἢ μᾶλλον καὶ παρ' ἐκείνου κατεχομένου εἰς τὸ ἀνακτισθῆναι, χρησόμενος, ὡς ἐλέγετο, δυνατὸς ἦν, κἀντεῦθεν διττὸν ᾠκονόμει τὸ στράτευμα, ἄλλως ἔγνω τὴν πρὸς ἐκεῖνον μάχην μεταχειρίσασθαι. Καὶ δὴ πολλάκις μὲν οὐκ ἰδίους πέμπων παρὰ τὸν πάπανοὐ γὰρ ἠδύνατο, ἐκείνου κατὰ θύρας ἀπαντῶντος, ἄλλως δὲ γραμματοφόρους κρυφηδὸν καὶ δὴ καὶ Ἰταλῶν ἐπιδόξους ὅσους ᾔδει φιλοῦντας καὶ τῆς ἐκείνων συμμορίας γινωσκομένους, ἔστι δ' ἐνίοτε καὶ οὓς φρερίους αὐτοὶ λέγουσιν, ἀδελφοὺς δῆθεν, ὑπερχόμενος καὶ θωπεύων, πολὺς ἦν δυσωπῶν τὸν Ῥώμης ἀρχιερέα καὶ καταποτνιώμενος μὴ ἐφεῖναι Καρούλῳ τὰ κατὰ νοῦν πράττειν, μηδὲ συγχωρεῖν χριστιανοῖς ἐπὶ χριστιανοὺς στρατεύεσθαι· εἶναι γὰρ καὶ Ῥωμαίους, οὓς αὐτοὶ Γραικοὺς ὀνομάζουσι, τοῦ αὐτοῦ Χριστοῦ καὶ τῆς αὐτῆς ἐκκλησίας τοῖς 463 Ἰταλοῖς, ἔχειν δὲ καὶ αὐτὸν τοῦτον πατέρα πνευματικὸν καὶ λογίζεσθαι ἀρχιερέων ὄντα τὸν πρώτιστον. Ἤδη δὲ καὶ ὑπισχνεῖτό οἱ τὰ χρηστότερα· τὰ δ' ἦν τὸ μίαν μάνδραν γενέσθαι τὴν ἐκκλησίαν Θεοῦ καὶ ἀρθῆναι τὸ μέσον σκάνδαλον, ἀνόνητα ἐπεισφρῆσαν ἐκ παλαιτέρου ταῖς ἐκκλησίαις· μηδὲ γὰρ εἶναι λοιπὸν ἐμποδὼν τοῦ μὴ ταῦτα γίνεσθαι, ἀποκατασταθείσης τοῖς ἐξορίστοις τῆς πόλεως. Ταῦτά τε συχνάκις διεμήνυε καί, χρυσὸν πέμπων καδδηναλίοιςστρό φιγξιν ὁ Ἕλλην εἴποι, ὡς θύρας οὔσης τοῦ πάπα κατὰ τὴν Χριστοῦ μίμησιν καὶ οἷς ἄλλοις ἐπίστευε φίλοις, εὔοδα τὰ τῆς πρὸς τὸν πάπαν ἱκετείας καθίστα, καὶ ὁ Κάρουλος ἐκωλύετο. Αὐτὸς δὲ καὶ πλέον ὁ βασιλεὺς τὴν πρὸς τὴν ἐκκλησίαν εἰρήνην ἐπισυνδέων, τοὺς μὲν ἐκεῖθεν ἐρχομένους, καὶ μᾶλλον εἰ τῆς ἐκκλησίας ἐκείνης εἶεν, φιλοφρόνως προσίετο, ὡς καί ποτε τὸν Κροτώνης ἐπίσκοπον, ἄνδρα λόγιον ὄντα καὶ διγλωσσοῦντα κατ' ἐπιστή μην τὴν θείαν, ὃν καὶ τῷ πατριάρχῃ πέμπων καὶ κυβερνῶν, μετὰ καιρὸν μετημφίαζε πρὸς τὸ Ἑλληνικώτερον· καὶ ἐκκλησίαν διδόναι οἱ τῷ λόγῳ τῆς ἐπιδόσεως, ὡς σχολάζοντι τῆς λαχούσης, ἤθελέ τε καὶ ᾠκονόμει· κἂν ἐγένετο, εἰ μή γε φωραθεὶς ἐκεῖνος εἰς δύσνοιαν καὶ τῶν ἡμετέρων βλάβην, τὸ μὲν
443.6.1
Ἕλληνας ἐστολίσθαι καὶ πάλιν εἶχε, τὴν δὲ βασιλικὴν εὐμένειαν ἀπολωλεκώς, περί που τὴν Ποντοηράκλειαν ἐξωρίζετο. Τέως δ' οὖν τῇ ἐκκλησίᾳ οὐκ ἦν ἐμποδὼν κατὰ πᾶν ἐκείνῳ συγχρᾶσθαι, οὕτως ἔχοντι. Ἄλλους δὲ καὶ πολλούς, πλείστους φρερίους, ἐδέχετο καὶ πρὸς τὴν ἐκκλησίαν ἔπεμπεν ἀρχιερεῦσι καὶ πατριάρχῃ, ἐκ τῆς πρὸς σφᾶς αὐτῶν κοινωνίας ἐν ψαλμοῖς, ἐν ταῖς ἐπὶ τῶν ἀδύτων εἰσαγωγαῖς τε καὶ στάσεσιν, ἐν μεταλήψει τοῦ θείου ἄρτου, ὃν ἀντίδωρον λέγουσιν, ἐκ πάντων ἄλλων, πλὴν μεταλήψεως οὐ γὰρ ἔχρῃζον, τὴν εἰς ἐγγύας κειμένην τῶν ἐκκλησιῶν εἰρήνην κατεμ πεδῶν τε καὶ προασφαλιζόμενος.
443.7.1
Ὅπως πρέσβεις ὁ βασιλεὺς πρὸς τὸν ῥῆγα Φραγγίας ἀπέστελλεν. Ἔπεμπε δὲ καὶ ἄνδρας ἐκκλησιαστικούς, πολὺ τὸ ἀξιοπρεπὲς ἔκ τε τοῦ τρόπου καὶ ὀφφικίων ἔχοντας, πρὸς τὸν ῥῆγα Φραγγίας, αὐτάδελφον μὲν τοῦ Καρούλου τὸ γένος ὄντα, τοὺς τρόπους δὲ ἥκιστα ἀδελφίζοντα. Οἱ 465 δ' ἦσαν ὅ τε τῆς ἐκκλησίας χαρτοφύλαξ ὁ Βέκκος καὶ ὁ τοῦ βασιλικοῦ ἀρχιδιάκονος κλήρου Μελιτηνιώτης· οἷς δὴ καὶ οὐκ ἐκχωροῦν εἰς Βρεντήσιον διαπεραιοῦσθαι καὶ γῇ χρωμένους βαδίζειν, τὴν μὲν μέχρι καὶ Αὐλῶνος ὁδόν, ἵπποις χρωμένους, ὁδεύειν παρεῖχεν, ἐκεῖθεν δέ, νηὸς ἐπιβάντας καὶ θάλασσαν τέμνοντας, τὴν ἐς τὸν ῥῆγα, ὅπου ποτ' ἂν εὑρεθείη διάγων, ποιεῖσθαι διαπεραίωσιν. Ἦν δέ οἱ ὁ τῆς πρεσβείας σκοπὸς κἀκεῖνον δώροις καὶ λόγοις ὡς δυνατὸν ἐκμειλίσσεσθαι καὶ παρασκευάζειν, εἰρηνικὸν ὄντα ταῖς φήμαις, γράφειν μὲν καὶ πρὸς τὸν ἀδελφὸν τὰ εἰκότα καὶ τὸ θράσος ἐκμαλάττειν καὶ τὰς ὁρμὰς ἐκείνου ἀνέχειν· ῥᾷον γάρ, ὡς καί τινα οἴεσθαι, πρῶτον ὄντα καὶ ῥῆγα τετιμημένον ἀρχῆθεν καὶ ἐπὶ μεγαλειότητι ἐξουσίας τιμώμενον, πρὸς δὲ καὶ τοὺς τρόπους εὐθύν, τὸν δεύτερον καὶ χθὲς εἰς ῥῆγα τετιμημένον, πρὸς δὲ καὶ τῇ ἐξουσίᾳ λειπόμενον καί γε σκολιὸν πείθειν· μηδὲ γὰρ ἀπευθύνεσθαί ποτε τὸ ὀρθὸν πρὸς τὸ σκολιόν, μηδ' ἀποσκολιοῦσθαι, ἀλλὰ τὸ σκολιὸν πρὸς τὸ εὐθύ, παρ' ὃ καὶ ἡ προσηγορία τῆς ποιότητος εἴληπται. Εἰ μὲν οὖν πείθοι· εἰ δ' οὖν, ἀλλ' οὖν ἐντυγχάνειν τῷ πάπᾳ ὑπὲρ Γραικῶν, ἀδελφῶν καὶ αὐτῶν ὄντων καὶ τοῦ αὐτοῦ ἠξιωμένων ὀνόματος, καὶ οὕτως ἐκκόπτειν πειρᾶσθαι τὰ κατὰ τῶν Ῥωμαίων τοῦ ἀδελφοῦ μηχανήματα. Ταῦτα τοῦ βασιλέως ἀναθεμένου τοῖς πρέσβεσιν, ὑπὸ μεγάλῃ θεραπείᾳ λαοῦ τε καὶ βασιλικῶν εἰκόνων καὶ ἐκπωμάτων καὶ βαρείας ἐξόδου, ὡς καὶ φανέντας μόνον ἐκπλῆξαι, ἐξῄεσαν. Ὡς δ' Αὐλῶνα φθάσαντες καὶ νηὸς ἐπιβάντες, Παχύνῳ ἄκρᾳ Σικελίας προσέσχον, μανθάνουσι πέραν πρὸς Καρχηδόνα, ἣν Τούνισιν λέγουσιν, ἀπελθόντα τὸν ῥῆγα τοῖς κατὰ Λιβύην Αἰθίοψι πολεμεῖν. Καὶ δὴ ἐφ' ἡμέραις ἐκεῖσε ναυλοχησάμενοι, ἀπαυτόθεν εὐθὺ Τουνίσεως ἤλαυνον, τὸ Σικελικὸν καταμετρούμενοι πέλαγος, ἐφ' οὗ 467 δὴ καί, ναυαγίῳ χρησάμενοι, παρ' ὀλίγον ἦλθον τοῦ βυθισθῆναι. Ὡς δὲ μόλις πολλὰ παθόντες ἀπέβαινον, τῷ μὲν ῥηγί, ἐν ἀρρωστίᾳ ὄντι χαλεπῇ, προσελθόντες, τὰ βασιλικὰ ἐνεχείριζον γράμματα· ὁ δὲ ῥήξ, μὴ ἔχων ὅ τι καὶ δρῴη, τοῦτο μὲν ἀρρωστῶν, τοῦτο δὲ καὶ πολέμοις ἐνασχολούμενος, ἀνήρτα τε τούτοις τὰ πράγματα καὶ πρὸς τῷ νοσοκομεῖσθαι ἦν. Οἱ δὲ καθ' ἡμέραν θέαμα ἑώρων ἐλεεινὸν Ἀγαρηνῶν μεταξὺ καὶ Λατίνων· ἔξω γὰρ θαλάσσης ἐπιταφρευσάμενοι, Ἰταλοὶ ὀχυρώματι ἐχρῶντο τῇ τάφρῳ, τὸ μεταξὺ κατέχοντες· Αἰθίοπες δέ, Καρχηδόνι φρουρίῳ τε καὶ ὁρμητηρίῳ χρώμενοι, εἶχον μὲν ἐν ἀσφαλεῖ καθῆσθαι, εἶχον δὲ καί, ὅπῃ παρείκοι, θαρρούντως ὁρμᾶν. Καὶ συνεχῶς καθ' ἡμέραν διεπολέμουν πρὸς ἀλλήλους, ὡς πλείστους ἀμφοτέρωθεν πίπτειν. Ἐπέκειτο δὲ καὶ λοιμὸς ἰσχυρός, ἔθνῃσκον δ' ἐπασσύτεροι, καὶ ὁ θάπτων οὐκ ἦν, πυραὶ δὲ νεκύων οὐ καίοντο κατατεθνηώτων. Ἡ τάφρος δ' ἐκείνη, εὐρεῖά τε καὶ βαθεῖα οὖσα, οὓς ζῶντας ἐτήρει, τούτους καὶ θανόντας ἐδέχετο, καὶ οὕτω πλείστους ὥστε καὶ ἀναχωματοῦσθαι κατὰ μέρη κινδυνεύειν ἀγχωμαλοῦσαν· οὕτω συχνοί, ἔνθεν μὲν τῷ πολέμῳ, ἐκεῖθεν δὲ τῷ λοιμῷ, ἔπιπτον. Ὁρμὴ δ' ἐκείνοις ἀνέζει, ὡς ὑπὲρ σταυροῦ κινδυνεύουσι. Τότε καὶ ὁ ῥήξ, ἐπεὶ χεῖρον εἶχε καί οἱ τὰ τῆς σωτηρίας ἀπέγνωστο, ὅσον ἦν χρηματίσας ἐκείνοις καὶ δείξας ῥοπὴν πρὸς εἰρήνην ἔχων καί γ' εἰ περιέσται καὶ συγκροτήσων εἰς δύναμιν, ἐκέλευεν ἀναμένοντας ἡσυχάζειν. Ἐπεὶ δὲ τῆς ἐπιούσης ἐπέστη οἱ τὸ χρεὼν καὶ ἤδη ὁ ῥὴξ ἐτελεύτα, οἱ μὲν ἀμφ' ἐκεῖνον, εὐθὺς ἐνσκευασάμενοι τὸν νεκρὸν ἐκείνου, ὡς ἐν πληροφορίᾳ ᾠκειωμένου Θεῷ, μύροις ἀλείφοντες καὶ βράσμασι λεβήτων ἐνέψοντες, τιμίοις χηλοῖς ἐναπετίθουν τὰ λείψανα, ὡς τῇ πατρίδι ἀνακομίσοντες, οἱ δέ γε πρέσβεις κεναῖς, ὃ λέγεται, τῶν ὑπεσχημένων ὑπέστρεφον ταῖς χερσίν. Ἀλλ' ὁ βασιλεὺς οὐκ ἠφίει προσμηχανᾶσθαι, ἁμαρτὼν τῶν ἐκ τοῦ ῥηγός, ἀλλὰ πολλοῖς ἑτέροις μεσολαβοῦσι πρὸς πάπανἡ γὰρ τοῦ Καρούλου ἐπί θεσις ἔπειθε, τὰ τοῦ σκοποῦ διανύειν ἐξ ἅπαντος ἐπειρᾶτο. Οὐ μὴν δὲ καὶ τῶν εἰς παρασκευὰς κατερρᾳθυμημένως εἶχε καὶ ἀμελῶς, ὡς ἐκεῖθεν μόνον προσδοκῶν ἀποχρώντως γενήσεσθαι, ἀλλὰ καὶ αὐτὸς ὡς εἶχε παρεσκευάζετο. 469
443.8.1
Ὅπως, ἀκουομένου τοῦ στόλου, τὰ κατὰ πόλιν ὁ βασιλεὺς παρεσκευάζετο. Εἰσαγαγὼν γοῦν ἔξωθεν σῖτον, ὥστε πύργους πληρῶσαι τῷ πλήθειτὸν λοιπὸν τοῖς πολίταις παρεῖχεν εἰς φυλακήν, ὡς κατὰ καιρὸν αὖθις ἀντιπα ρέξουσιν, καὶ χοίρων ὅλας ἀγέλαςκαὶ αὐτοὺς ἐπεμέριζε τοῖς πολίταις, ἀνὰ δέκα καὶ πλέον ἢ καὶ ἐλλεῖπον ἑκάστῳ διδούς, ὥστε σφάττειν καὶ αὐτούς, ἀποκερδαίνοντας τὰ ἐντόσθια, τὰ ταρίχη τῷ κοινῷ φυλάττειν, ὅπλα τε μυρία καὶ ὀϊστοὺς καὶ ὄργανα πετροβόλα, ὁπλοτέχναις καὶ μηχανικοῖς τὸ ἱκανὸν παρέχων, ἡτοίμαζε καὶ τὸ ναυτικὸν ἐξήρτυεν ἅπαν. Οἰκοδόμους τ' ἐπιστήσας πλείους καὶ ἐπιστάτας, ἐδιδύμου τὸ τεῖχος τῆς πόλεως τὸ πρὸς θάλασσαν· τὸ γὰρ πρὸς τὴν γῆν δεδίπλωτο πάντως. Καὶ λαὸν πλεῖστον καὶ μάχιμον, ὅσον ἀποχρῶντα τοιαύτῃ παρασκευῇ πολέμου ᾤετο, ἐξ αὐτῆς διέταττεν, ὡς εἰς καιρὸν εἰσαχθησομένους ἅμ' ὅπλοις καὶ δαπανήμασι. Πέμπων τε τοὺς μὲν τῶν κατ' αἰγιαλοὺς κατωχύρου καὶ νήσους, τοὺς δ' ἀνέστελλε. Καὶ τὸ ἐν Βλαχέρναις νεώριον οὐκ ἀποδεχόμενος, ὡς κατὰ πρόσωπον παρέ χον ταῖς ναυσὶ πρὸς τὰς τῶν ἐχθρῶν τὴν μάχηντὸ δὲ κατὰ πρόσωπον δυσχερὲς εἶναι ὡς ἀντιστατούσας ἰσχυρῶς μάχεσθαι, τὸν ὅμοιον τρόπον καὶ τῷ παλαιῷ νεωρίῳ προσήχθετο λέγω δὲ παλαιὸν οὐχ ᾧ χθὲς καὶ πρώην Λατῖνοι ἐχρῶντο, τῷ πρὸς τῇ μονῇ τοῦ Εὐεργέτου Χριστοῦ, ἀλλὰ τὸ πρὸς τῇ πύλῃ τοῦ Νεωρίου, ἐκεῖθεν ὠνομασμένῃ, ὡς παντὸς τοῦ κατὰ θάλασσαν Κέρατος λιμένος ὄντος καὶ ταὐτὸν ταῖς Ῥωμαίων ναυσὶν ὅσον καὶ ταῖς τῶν ἐχθρῶν διδόντος. Ἀλλ' εἰδὼς τὸ κατὰ νώτου γινομένας μάχεσθαι ὅσον θαρραλεώτερον μὲν ἀνδράσιν, ἀσφαλέστερον δὲ πράγμασι, τὸ πρὸς τῷ Βλάγκᾳ Κοντοσκέλιον ἀνοικοδομεῖν ἤθελεν, ὥστε γυρῶσαι μὲν μεγί σταις πέτραις τὸν κύκλῳ τόπον, ἐμβαθῦναι δὲ τὴν ἐντὸς θάλασσαν, ἄργυρον χυτὸν ἐμβαλόντα, ἐποικοδομῆσαί τε καὶ στέγη ταῖς ναυσὶν ἀποχρῶντα, 471 πύλας δ' ἐπιθεῖναι ἀραρυίας ἐκ σιδήρου τῇ ἐν ταῖς πέτραις εἰσίθμῃ ἔξωθεν, ὥσθ' ἅμα μὲν ἀσφαλῶς ἔχειν τὸν στόλον, ἅμα δὲ καὶ ταῖς τῶν ἐχθρῶν ἀναγομέναιςμὴ γὰρ εἶναι διὰ τὸ ῥοῶδες τῆς θαλάσσης ἵστασθαικατόπιν ἐμπίπτειν τὰς ἡμετέρας. Ἠσφαλίζετο δὲ καὶ τοὺς ἐπὶ τῆς Περαίας Γεννουίτας, ὡς μὴ συνεπιτιθῶνται, στέργοντες τὰς σπονδάς, οὐ μὴν δὲ ἀλλὰ καὶ ἄλλως φυλάττοιντο τὴν πρὸς τοὺς ἐπελευσομένους κοινωνίαν, κἂν ἀπόσχοιντο τοῦ πρὸς ἐκείνους πολέμου διὰ τὸ γένος, ἄλλως δὲ καὶ παρέσπα καὶ ἰδίους ἐποίειλιζίους εἶπεν ἄν τις ἐκείνωνταῖς εὐμενείαις. Καὶ ταῦτα πράττων καὶ κατασκευαζόμενος, πρεσβείας αὖθις συχνὰς ἀποστέλλειν οὐκ ἀπώκνει παρὰ τὸν πάπαν διὰ θαλάσσης, καὶ μᾶλλον ὅτι καὶ συνεχῶς οἱ πάπαι ἀπηλλάττοντο τῷ θανάτῳ. Καὶ τὸ τῶν πρεσβειῶν κεφάλαιον ἡ τῶν ἐκκλησιῶν ἕνωσις καὶ τοῦ παλαιοῦ σκανδάλου ἀναίρεσις. Συγκρίνων γὰρ τὸ ἐπὶ τοῦ Δούκα Ἰωάννου συνοδικῶς γεγονὸς παρ' αἰτίαν τοῦ ἀποστέλλειν ἐκεῖθεν καὶ συμμαχεῖν τοῖς ἐν τῇ πόλει ἀποσχέσθαι, ὡς ἑτοίμων τῶν ἡμετέρων ὄντων λειτουργεῖν ἐκεῖσε καὶ μνημονεύειν τοῦ πάπα, ταῦθ' ὑπισχνουμένουκαὶ ἀπεστέλλοντο ὅ τε Σάρδεων Ἀνδρόνικος καὶ ὁ Κυζίκου Γεώργιος, καὶ τάχ' ἂν ἐγεγόνει, εἰ ἐκεῖνοι κατεδέχοντο, συγκρίνων οὖν ἐκεῖνο πρὸς τοῦτο καὶ ἀναγκαστικώτερον εὑρίσκων τὸ νῦν ἢ τὸ πρότερον, ὅσῳ τότε μὲν προσλαβεῖν ἠπείγοντο τὸ μὴ παρ' αὐτοῖς ὄν, νῦν δ' ἀποβαλεῖν τὰ ἐν χερσὶ κινδυνεύουσι, τὰ αὐτὰ προὔτεινε καὶ οὗτος τοῖς πάλαι· μηδὲ γὰρ ἄλλως ἔχειν πείθειν τὸν πάπαν ὑπερμαχεῖν τῶν Γραικῶν, εἰ μὴ ταῦτα λέγοι καὶ πράττοι· προσίστατο γὰρ τὸ σκάνδαλον, καὶ τὸ λευκοὺς Ἀγαρηνοὺς εἶναι Γραικοὺς παρ' ἐκείνοις μεῖζον ᾔρετο. Ταῦτ' ἄρα 473 καὶ ᾠκονόμει διὰ μὲν τῶν τοιούτων εἰρηνικῶν σπονδῶν τὸ σκάνδαλον λύεσθαι, διὰ δὲ τῆς τοῦ σκανδάλου λύσεως ἐπισχεθῆναι τῷ Καρούλῳ τὸν στόλον, διὰ δὲ τούτου πάλιν ἀσφαλῶς τοὺς Ῥωμαίους ἔχειν καὶ μή, χθὲς καὶ πρὸ τρίτης μόγις ἰδόντας τὴν πατρίδα καὶ δυσχερῶς ἐπανασωθέντας, πάλιν ἀφέντας, ἐπανακάμπτειν, πρὸς τῷ καὶ ἄλλως ἐξῆφθαι τοῖς πλείστοις κίνδυνον. Ταῦτα διανοούμενος, πολὺς ἦν καὶ πατριάρχην πείθων καὶ σύνοδον. Οἱ δ' ἀφωσιωμένως οὕτω καὶ ἐπιπολαίως ἀκούοντες, πτερῷ, τὸ τοῦ λόγου, τὰ ὦτα κνωμένοις ἐῴκεσαν. Οὐ γὰρ ἦν αὐτοῖς ἀντιστῆναι τὸ πρῶτον καὶ ἀπολέγειν τέλεον, ἀλλὰ μένειν καὶ αὖθις ἐν τῇ κυρίᾳ τὴν ἐκκλησίαν ἡγούμενοι, καθὼς καὶ ἀρχῆθεν εἶχε, καὶ μὴ παρὰ καπήλων κινδυνεύειν κρίνεσθαι καὶ βαναύσων, πρῶτον μὲν οὐκ εἶχον εἰς νοῦν οὕτως ἐν ἀκαρεῖ τελεσθῆναι τὸ παρὰ τοῦ βασιλέως κινούμενον, ἀλλ' ὡς καὶ πολλάκις, κινησάντων βασιλέων ἄλλων, τὰ περὶ τούτων, ἀνακυπτουσῶν αἰτιῶν, ἐκωλύετο, οὕτω γενέσθαι καὶ τότε, δεύτερον δὲ ὡς, εἰ καὶ μὴ γένοιτο, μὴ ἂν οὕτως ἀρθῆναι μέγα τὸ καθ' ἡμᾶς σκάνδαλον. Ἐν τούτοις μὲν οὖν τὰ ἐκείνων ἦσαν, καὶ φρερίοις μὲν καὶ λοιποῖς Ἰταλοῖς ἀγαπητικῶς προσεφέροντο καὶ ὅσον ἦν τὸ κατὰ χριστιανοὺς οὐ διίσταντο, ἐπὶ δὲ τῷ πλέονι οὐδ' ἐγνωσιμάχουν, μαμάκουθοί τινες ὄντες ἤτί ἂν εἴποιμι; ἀναισθήτως τῶν πραττομένων ἔχοντες· ἔδει γὰρ ἀρχῆθεν ἐπέχειν καὶ ἀντισπᾶν, μὴ καταδεχομένους, κἂν ὅ τι γένοιτο, εἴπερ τῶν ἀπηγορευμένων ἐνόμιζον τὸ τελούμενον. Ἀλλ' ἐκεῖνοι, ἐν ἀσφαλεῖ τὴν ἐκκλησίαν ἔχειν οἰόμενοι, ὡς προείρηται, καθ' ὅ τι καὶ πράξοι νομισθὲν συμφέρον, ἡσύχαζον καί, κινουμένων παρὰ βασιλέως τῶν τοιούτωνἐπὶ πολὺ γὰρ ἐτρίβετο τὸ κινούμενον, κατημέλουν καὶ ὡς οὐδὲν ἐνόμιζον.
443.9.1
Ὅπως, σταθέντος πάπα τοῦ Γρηγορίου, ὁ βασιλεὺς πρὸς τὴν μετ' ἐκείνου εἰρήνην ᾠκονομεῖτο. Τέλος τοῦ κατὰ Συρίαν Γρηγορίου, ἀνδρὸς διαβεβοημένου εἰς ἀρετὴν καὶ ζηλωτοῦ τῆς ἀρχαίας τῶν ἐκκλησιῶν εἰρήνης καὶ ὁμονοίας, εἰς τὸ παπικὸν προσκληθέντος ἀξίωμα καὶ ἤδη τὴν ἐπὶ Ῥώμης ἐκ Συρίας ἀνύοντος, γίνεταί

Intertext edge

Open linked passage

Note