Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
475.1.1
οἱ ἐνθύμιονἤκουστο γὰρ ἐκείνῳ καὶ τὰ τῶν τοῦ βασιλέως μηνυμάτων πρὸς πάπαν, ὡς τὴν εἰρήνην τῶν ἐκκλησιῶν αἱροῖτοπέμψαι πρὸς τὸν βασιλέα καὶ φιλικῶς μὲν τὰ πρῶτα ἐκεῖνον ἀσπάσασθαι, ἅμα δὲ καὶ δηλῶσαι τὴν κλῆσιν, καὶ ὡς τῆς εἰρήνης ἐκτόπως τῶν ἐκκλησιῶν ὀρέγοιτο, κἂν βούλοιτο τοῦτο καὶ βασιλεύς, οὐκ ἂν ἐν ἄλλῳ γενέσθαι κάλλιον ἢ αὐτοῦ γε τὴν παπικὴν ἀξίαν κατέχοντος. Ταῦτα τοῦ Γρηγορίου διὰ φρερίων διαμηνυσαμένου, δῆλον ἦν ὡς ὁ μὲν κρατῶν κατὰ δειλίαν τὴν πρὸς τὸν Κάρουλον τὴν εἰρήνην ἐζήτει, ὡς, αὐτῆς γε μὴ οὔσης, μηδ' εἰς νοῦν φέρειν ἐκείνην πώποτε, οἱ δὲ περὶ τὸν Γρηγόριον δι' αὐτὸ τοῦτο τὸ τῆς εἰρήνης καλὸν καὶ τὴν τῶν ἐκκλησιῶν ἕνωσιν· μηδὲ γὰρ δίκαιον μηδ' ὅλως εὔλογον ἔθνη τοιαῦτα ἐπὶ μικροῖς τισι διαφέρεσθαι, ἀλλ' ἤ, ἀποδυόμενον τὰς αἰτίας, τὸν αἰτιώμενον εἰρηνεύειν παρέχειν τοῖς ἀδελφοῖς, ἢ μήν, ἐν τοῖς ἰδίοις ὀφφικίοις εἴτ' οὖν προνομίοις ὄνθ' ἑκάτερον, μὴ οὕτως διαφόρως ἔχειν καὶ ἀκηρύκτως ἀλλήλοις διαπεχθάνεσθαι· ἀρκεῖν γὰρ ἀμφοτέροις τοὺς ἐχθροὺς τοῦ σταυροῦ, ὧν τὸ τέλος ἀπώλεια, καὶ ἀγαπητὸν ἀποχρώντως, φέροντας ὄνομα τοῦ Χριστοῦ, πρὸς ἐκείνους μάχεσθαι, ὅπου καὶ τὸ νικᾶν ἐπαινετὸν καὶ τὸ ἀποτυγχάνειν σωτήριον ἔργῳ τὴν προθυμίαν δείξασιν. Οὕτω μὲν οὖν πρὸς ἀλλήλους ἔχοντες βασιλεὺς καὶ Γρηγόριος, ὁ μὲν ἤιεν εἰς τὸ πρόσω, τὴν χειροτονίαν δεξόμενος, βασιλεὺς δὲ πολὺς ἦν ἐντεῦθεν τῇ συνόδῳ ἐπέχων καὶ τὸν πατριάρχην θωπευτικῶς ὑπερχόμενος ὑποκλίνειν καὶ ἀνύειν τὸ σπουδαζόμενον· εἶναι γὰρ καὶ ἄνδρα τῆς εἰρήνης τὸν πάπαν καὶ ἐπιθυμίας τῆς κρείττονος. Μετ' οὐ πολὺ δέ, καταστάντος τοῦ Γρηγορίου, πρέσβεις ἐκεῖθεν καταλαμβάνουσι τὸ Βυζάντιον, καὶ οἱ πρέσβεις φρέριοι, ὧν εἷς ἦν Ἰωάννης Παράστρων ὠνομασμένος, πολίτης ἀρχῆθεν καὶ ξυνετὸς τὰ ἐς γλῶσσαν Ἕλληνα, ᾧ δὴ καὶ ζῆλος ἦν ὑπὲρ τῆς τῶν ἐκκλησιῶν ἑνώσεως, ὡς ἐκεῖνος λέγων παρίστα, ὥστε καὶ πολλάκις κατεύχεσθαι ἑαυτοῦ αὐτίκα θάνατον, ἢν μόνον προβαίη τὰ τῆς εἰρήνης· ὃ δὴ καὶ γίνεται ὕστερον. Ταῦτ' ἔλεγε καὶ ταῖς ἀληθείαις σπουδαστὴς ἦν τῆς εἰρήνης θερμότατος, ὥστε πολλάκις καὶ παραβάλλων πατριάρχῃ τε καὶ τῇ συνόδῳ κατελιπάρει καὶ ταύτην ἐπέσπευδε, τὰ μὲν καθ' ἡμᾶς ἐκθειάζων, ὥστ' ἐνίοτε καὶ ὅτε ὁ πατριάρχης λειτουργοίη, αὐτὸν ἀποτιθέμενον τὴν καλύπτραν, οὐ μὴν δὲ 477 ἀλλὰ καὶ τοὺς μετ' αὐτοῦ συλλαμβάνοντα, εἰσέρχεσθαι τὰ ἄδυτα καί, παρὰ τὸν τυχόντα ἀρχιερέα ἱστάμενον, τὰς μυστικὰς συναναγινώσκειν εὐχὰς μετὰ πάσης ἐνθουσιότητος. Τοῖς μὲν οὖν ἡμετέροις οὕτω κοσμίως καὶ εὐλαβῶς προσεφέρετο, πρὸς δ' Ἰταλοὺς ἀφορῶν, καλὸν εἶναι καὶ ἀσφαλὲς ἔλεγεν, ἀφεμένους τῆς προσθήκης, εἰς σκάνδαλον προκειμένης τοῖς ἀδελφοῖς, οὕτως εἰρηνεύειν· εἰ δ' οὖν, καὶ αὐτοὺς ἀπολογουμένους ἐπὶ τῇ προσθήκῃ δίκαιον δέχεσθαι, ὥστε καὶ τοὺς μὲν λέγοντας ἐκ Πατρὸς Υἱοῦ τε, ὑμᾶς δὲ ἐκ Πατρὸς δι' Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, παραπληκτίζειν καὶ ἄμφω, εἰς Θεοῦ μυστήρια παρακύπτοντας. Ἐκεῖνος μὲν οὖν ταῦτ' ἔλεγε, συσκιάζων τὸ ἐπὶ τῷ συμβόλῳ τόλμημα, πρέσβις ὢν καὶ προὔργου μᾶλλον παντὸς τὸ πρεσβευόμενον θέλων ἀνύτειν. Οἱ δὲ τῆς ἐκκλησίας καλὸν μὲν ἔλεγον τὴν εἰρήνην εἶναικαὶ πῶς γὰρ οὔ;, καὶ μᾶλλον ἐκκλησίαις τοιαύταις, κεφαλῆς λόγον ἐχούσαις τοῖς ὁπουδήποτε τοῦ εἰρηνάρχου Χριστοῦ μαθηταῖς, πλὴν μετ' ἀσφαλείας καὶ οὐχ ὡς ἔτυχεν· εἶναι γὰρ τὸν κίνδυνον μέγαν τοῖς τοῦ ὀρθοῦ ὁπωσοῦν ἁμαρτάνουσι. «Καὶ τοῦτο οὐχ ἡμῖν ἄρτι ξυνέβη πεπρᾶχθαι, ὡς καὶ αἰτίαν ἔχειν τοῦ τε καινοτομεῖν ἃ οὐδεὶς πρότερον καὶ τοῦ μὴ θέλειν μεταβάλλειν πάλιν εἰς ὃ καὶ πρὶν ἦμεν· ἀλλ' ἄνδρες μεγάλοι τὴν ἀρετὴν καὶ σοφοὶ τὴν γνῶσιν, περὶ τούτων λαλήσαντες, διηνέχθησαν καὶ δόξαν ἐκείνοις διέστησαν. Τὸ δὲ καὶ εἰς πλέον τὴν ἔριν ἐκτείνεσθαι οὔτ' ἐκείνοις ἦν θελητόν, καὶ τοῖς πλεονάζουσιν ἀμαθὲς ἄλλως καὶ τολμηρὸν ὁ πλεονασμός. Πλὴν τὸ καὶ ἡμᾶς τὴν προσθήκην προφέρειν ὑμῖν τότ' ἂν χώραν εἶχε καὶ δικαίως ὀνειδι ζοίμεθα, εἰ δυσσεβείας ὑμᾶς ἢ ἀσεβείας, τὸ χείριστον, διὰ τὴν πρόσθεσιν ἐγραφόμεθα, ὡς ὁμοίως καὶ ἡμῶν ἀσεβούντων διὰ τὴν προσθήκην τὰ ὅμοια. Ἐπεὶ δὲ τὴν ἐπὶ τῷ συμβόλῳ προσθήκην ἀποτρεπόμεθα, ὡς μὴ καλὸν ἄλλως ὂν μηδ' ἀσφαλὲς τὸ σύνολον κατησφαλισμένοις ἐπεγχειρεῖν, κἂν ἐντὸς λέγοιεν τοῦ ὀρθοῦ, ποῦ δίκαιον ἡμῖν προτείνειν τὰ ὅμοια; Τίς γὰρ ἡμῶν ἐτόλμησε πώποτε οὕτως ὡς λέγεις μετὰ προσθήκης ὁμολογεῖν; Καλὸν οὖν καὶ συμφέρον τὴν εἰρήνην σε σπεύδοντα τῶν ἐκκλησιῶν οὕτω πειρᾶσθαι συνιστᾶν ταύτην, σοφῶς οἰκονομοῦντα παρ' Ἰταλοῖς τὴν τοῦ 479 σκανδάλου ἀφαίρεσιν, κἂν ἡμεῖς ὦμεν οἱ αἰτιώμενοι τοῦ σκανδάλου, δικαίως ἡμῖν ἐπιπλήττοντα, ὡς ἑτοίμοις οὖσι δέχεσθαι τὴν ἐπίπληξιν. Εἰ δὲ παρ' ἐκείνοις τὸ σκάνδαλον ἔβλαστεν, ἀνάγκη, πνευματικὸν ὄντα καὶ πρεσβευτὴν τῆς εἰρήνης, ἐκείνοις ὠθεῖν πειρᾶσθαι τὸ ἐπὶ τῇ καινοτομίᾳ τοῦ συμβόλου ἁμάρτημα.» Οὕτως ἔλεγον οἱ τῆς ἐκκλησίας καὶ οὕτως εἶχον ὡς οὐδὲν ἀκουσόμενοι βασιλέως, εἰ προστάσσοι ἐν τούτοις καί γε τὰ μέγιστα ἀπειλοῖ. Ἀλλ' ὁ βασιλεύς, ἅπαξ τοῦ τοιοῦδε σκοποῦ γενόμενος, οὐκ οἶδα ἢ θέλων ἢ καὶ προσβιαζόμενος, ὃ δὴ κἀκείνοις μὲν ὑπεκρύπτετο, ἡμῖν δ' ἐνεφάνιζε, φόβους παραπλέκων καὶ πολέμους καὶ χεθησόμενα αἵματα, ἀμεταθέτως εἶχε, κἂν ὅ τί τις ἔλεγε.
475.2.1
Ὅπως ὁ βασιλεὺς τοὺς τῆς ἐκκλησίας κατηνάγκαζε διὰ τὴν εἰρήνην. Μιᾶς γοῦν συνιόντων περὶ τὸν βασιλέα τοῦ τε πατριάρχου καὶ τῶν ἀρχιερέων καί τινων ἐκ τοῦ κλήρου, ἐμβριθέστερον σφίσι περὶ τῶν προκει μένων ὁ κρατῶν διελέγετο, συνείρων μὲν καὶ τοὺς φόβους συνήθως, οὐ μὴν δὲ ἀλλ' οὐδὲ πάμπαν ἐπισφαλὲς ἐδείκνυ τὸ γενησόμενον. Εἶχε γὰρ καὶ τοὺς ὑποβάλλοντας, τοὺς ἀμφὶ τὸν ἀρχιδιάκονον λέγω Μελιτηνιώτην, τοὺς ἀμφὶ τὸν πρωτοαποστολάριον Γεώργιον τὸν Κύπριον καὶ τρίτον, εἰ καὶ μὴ οὕτως ὡς τούτους, ἀλλ' οὖν ἀφωσιωμένως καὶ ἐπιπολαίως, τὸν ῥήτορα τῆς ἐκκλη σίας Ὁλόβωλον. Καί γε λαμβάνων καὶ ἀπ' ἐκείνων τὰς ἐκ τῶν ἱστοριῶν συνάρσεις, προὐβάλλετο μὲν τὸν Δούκαν Ἰωάννην καὶ βασιλέα καὶ τοὺς ἀμφ' ἐκεῖνον ἀρχιερεῖς καὶ τὸν πατριάρχην σφῶν Μανουήλ, ὅπως ἐνεδίδουν ἀπελθόντας ἀρχιερεῖς λειτουργεῖν τε καὶ μνημονεύειν, εἰ μόνον ὁ πάπας τῆς πρὸς τοὺς ἐν τῇ πόλει βοηθείας ἀπόσχοιτο. Καὶ ἅμα μὲν τὸ κωδίκιον τῆς ἐκκλησίας εἰς πίστιν προεκομίζετο, ἅμα δὲ καὶ τῷ βασιλεῖ τὰ τότε καὶ νῦν πράγματα συνεκρίνοντο. Προὐβάλλετο δὲ καὶ τὰς κατ' ἐκείνων ὡς δῆθεν σοφῶν γραφάς, πῶς, μὴ κατηγοροῦντες ὅλως ἀσεβείας τοὺς Ἰταλούς, ἠξίουν, παραιροῦντας τὴν προσθήκην τοῦ συμβόλου, ἐν ταῖς λοιπαῖς γραφαῖς 481 ἀνάγραπτον ἔχοντας, συνδιιέναι τοῖς πεφρασμένοις ἀναγινώσκοντας. Προὔτεινε δὲ καὶ ἐφ' ὅσοις τῶν μεγίστων μυστηρίων οὐ διαστέλλονται Γραικοὶ κοινωνεῖν Ἰταλοῖς οὐδ' ὁπωστιοῦν, ἀλλὰ καὶ τὴν ἐκείνων πρὸς τοὺς ἡμετέρους μετάβασιν ὁμοίαν εἶναι εἰ γλῶσσαν γλώσσης ἤμειβον, Ἑλληνικὴν τῆς σφετέρας· τίνα δ' ἔχει τὴν κοινωνίαν ἡ ἐπ' ἐκκλησίας ἀναφορὰ τοῦ ὀνόματος, ὅπου γε καί, μὴ πάπας ὄντας τοὺς ἄλλους, ἀνάγκη μετέχειν τῆς κοινωνίας τοῖς ἐκκλησιάζουσι συνισταμένους, λειτουργοῦντος τοῦ ἱερέως καὶ τὴν τῆς Τριάδος χάριν πᾶσι διδόντος κοινῶς; Ἀδελφὸν δὲ καλεῖν καὶ πρῶτον ἐκεῖνον μείων αἰτία, ὅπου καὶ πατέρα τὸν Ἀβραὰμ ἐκάλει ὁ ἐν τῇ φλογὶ πλούσιος, τόσον ἀπέχων τοὺς τρόπους ὅσον καὶ τὸ μέσον ἐκείνων χάσμα τῆς ἐκείνων διαστάσεως ἦν μαρτύριον· εἰ δὲ διδοῖμεν καὶ ἔκκλητον, σχολῇ τινα, τόσην τέμνοντα θάλασσαν, τῶν δικαίων ἀμφισβη τεῖν. Ταῦτα καὶ τοιαῦτα τοῦ βασιλέως λέγοντος, ὁ πατριάρχης, παρὼν ἐκεῖσε καὶ τὰ πιστὰ φέρων τῷ χαρτοφύλακι ὡς αὐτίκα ἐλέγξοντι ἐκ τῆς ἀπ' ἐκείνου βίας καὶ ἀκουσίως, ἀφορισμὸν ἐπιτίθησιν ἱσταμένῳ, ἐφ' ᾧ κατ' ἀνάγκην εἴποι τὰ εἰς κρίσιν ἰδίαν περὶ τῶν Ἰταλῶν. Ὁ δ' ἐνσχεθεὶς ἀμφοτέρωθεν, ἔνθεν μὲν τῷ τοῦ βασιλέως φόβῳ, ἐκεῖθεν δὲ τῇ τοῦ ἀφορισμοῦ εὐλαβείᾳ, μέσος ἐναπολέλειπτο καί γε ὡμολόγει τὸ πάθος, ὡς δυοῖν κρήμναται ἀμφοτέρων, φόβου καὶ εὐλαβείας. Καὶ ὅτι τὰ τοῦ πνεύματος προτιμητέα ἢ τὰ τοῦ σώματος, τότε διαιρῶν ἔλεγεν ὡς· «Οἱ μὲν ἐπί τινι καὶ εἰσὶ καὶ λέγονται, οἱ δὲ οὔτ' εἰσὶν οὔτε λέγονται, οἱ δὲ λέγονται μέν, οὐκ εἰσὶ δέ, οἱ δ' ἀνάπαλιν εἰσὶ μὲν, οὐ λέγονται δέ· ἐν τούτοις τακτέον καὶ Ἰταλούς, μὴ λεγομένους μέν, ἀλλ' ὄντας ἐνόχους αἱρέσει.» Τοῦτο τὸν μὲν πατριάρχην ἐθάρρυνε πλέον, βασιλεῖ δὲ δεινὸν ἔδοξε καὶ βαρύ. Λῦσε δὲ λαιψηρὴν ἀγορὴν αὐτίκα, μὴ οἷός θ' ὑπενεγκεῖν τοὺς λόγους· 483 ἀνασεσόβηται γὰρ ἐντεῦθεν ἡ θήρα τῷ βασιλεῖ, καὶ οὐκ εἶχεν ὅ τι καὶ λέξοι, ὡς ὑπ' ἀνάγκης ἀληθεύειν δοκοῦντος. Ἀλλ' οἱ ἀμφὶ τὸν ἀρχιδιάκονόν τε καὶ τὸν πρωτοαποστολάριον, δίκην σφηκῶν ὁρμήσαντες ἐνοδίων, ἐπεῖχον στερρῶς τῷ Βέκκῳ, ὡς κακῶς κρίνοντι, λογίῳ καὶ ταῦτά γε ὄντι καὶ ὑπὲρ τοὺς πολλοὺς δοκοῦντι φρονεῖν.
475.3.1
Ὅπως ὁ Χοῦμνος Ἰωάννης κατηγόρει τοῦ χαρτοφύλακος Βέκκου. Ἡμέρα παρῆλθεν ἐκείνη, καὶ ὁ χαρτοφύλαξ τῷ βασιλεῖ ἀπηχθάνετο, αἰτίας ἐργολαβοῦντι τοῦ βλάψαι. Καὶ δι' ὑπερβολὴν ὀργῆς, τὸν Χοῦμνον προστησάμενος Ἰωάννην, ὡς παραπρεσβευτήν, ἐκείνου διώκοντος, ἔκρινεν. Εἰσάγει τε τὴν κατηγορίαν ὁ Χοῦμνος ἐπὶ συνόδου, καὶ ὁ κατηγορούμενος τὴν ὑπόθεσιν παρεγράφετο καὶ τὴν κατηγορίαν ὡς ὑπερήμερον παρεκρούετο, κατηγορίαν λέγων εἶναι ταύτην καὶ μόνου τοῦ βασιλέως, αὐτὸν δ' οὐχ οἷόν τ' εἶναι μετὰ δεσπότου κρίνεσθαι. Ταῦτ' ἔλεγεν ἐπὶ συνόδου, σταθεὶς ἐπ' αὐτοῦ τοῦ τόπου οὗ τὸ πρότερον ἐκαθέζετο, τοῦ Χούμνου μέσον ἱσταμένου καὶ κατηγοροῦντος, τῶν δὲ συγκλητικῶν ἀρχόντων, τοῦ μεγάλου λογοθέτου τοῦ Ἀκροπολίτου, τοῦ λογοθέτου τῶν οἰκειακῶν τοῦ Ἰατροπούλου καὶ ἄλλων συνεδριαζόντων τῇ συνόδῳ καὶ θελόντων κρίνειν, ὡς ἐκ προσώπου τοῦ βασιλέως πεμφθέντων. Τότε τοίνυν οἱ μὲν ἀρχιερεῖς παρῃτοῦντο τὴν κρίσιν, μὴ ἔχειν κρίνειν λέγοντες κληρικὸν πατριάρχου, εἰ μὴ αὐτὸς ἐπιτρέ ψειεν· ὁ δὲ πατριάρχης οὐδ' ὅλως ἐδίδου, ἀλλ' ἅπαξ εὑρὼν συνεργόν, ὑπερμαχεῖν ἤθελεν. Ἀπραξία δ' ἐντεῦθεν κατηκολούθει καὶ συνόδῳ καὶ ἄρχουσιν, ὡς εἰπεῖν τὸν μέγαν λογοθέτην, τότε καταφερόμενον τῆς συνόδου, ὡς· «Ἀπὸ ῥινὸς ἕλκει ὁ χαρτοφύλαξ τὴν σύνοδον, καὶ τί ποιητέον οὐκ οἶδα.» Οὕτως ἀποκρουσθέντες, ὑπέστρεφόν τε πρὸς βασιλέα καὶ ἃ συμβεβήκει ἀπήγγελλον. Περὶ μέντοι τοῦ καθ' αὑτὸν ὁ χαρτοφύλαξ ὑποστελλόμενος, ὡς μὴ δοκοίη προσκρούειν τῷ βασιλεῖ, ἀπελθὼν ἠντιβόλει μή οἱ ἀκαταιτιάτῳ μηνίειν· αὐτὸς γὰρ ἕτοιμος εἶναι καὶ ὀφφίκιον ἀποθέσθαι καὶ πᾶσαν ἀφεῖναι 485 τὴν πρὸς αὐτὸν πρόσοδον, κοινωνικὸς δ' εἶναι τῇ ἐκκλησίᾳ, κἂν ὅ τι πράξοι, μὴ παραιτεῖσθαι τὴν βασιλέως χάριν, καὶ τοῦτο ὡς μὴ σχίζειν τὴν ἐκκλησίαν δοκοίη· εἰ δ' οὖν, ἀλλὰ καὶ εἰς ἐξορίαν πέμπεσθαι, εἰ θελητὸν τῷ κρατοῦντι, καὶ τοῦτ' εἶναι πρόθυμος. Ὁ μέντοι γε βασιλεύς, τὴν τῆς ὀργῆς ἀδοξίαν τῷ δῆθεν πρὸς αὐτὸν φιλανθρώπῳ συγκρύπτων, ἀπέπεμπε πρὸς τὰ οἴκοι, μηδὲν εἰπών. Ὁ δὲ καὶ εἰς ἐξορίαν προητοιμάζετο καί, τὰ αὑτοῦ τῷ σκευοφυλακίῳ τῆς ἐκκλησίας ἀνατιθείς, ἱματίων πενιχρῶν ἑαυτῷ προὐνόει καί γε τοὺς ἰδίους φέρων καὶ ἑαυτὸν τῷ μεγάλῳ ναῷ κατεπίστευεν. Ὡς γοῦν οὐκ ἀνυστὰ ἐδόκει τὰ πρὸς ἐκεῖνον τῷ βασιλεῖ, τῷ ναῷ προσφυγόντα, πέμψας βασιλικὰς συλλαβὰς ἐνσεσημασμένας τῷ ἐρυθρῷ, μεθ' ἁπάσης ἐκεῖνον μετεκαλεῖτο τιμῆς. Καὶ ὃς καθυπήκουε καί, ἐξελθὼν αὐτίκα, εὐθὺ ἄπεισι τοῦ καλοῦντος καὶ πρὶν ἐμφανισθῆναι κατέχεται καὶ εἰς φυλακὴν τὴν τοῦ Ἀνεμᾶ πύργου τοῖς Κελτοῖς σωματοφύλαξι δίδοται. Ὁ μὲν οὖν ἐν τούτοις ἦν.
475.4.1
Τὰ περὶ τοῦ τόμου ὃν ἀπέστειλε πρὸς τὴν ἐκκλησίαν ὁ βασιλεύς. Ὁ δὲ βασιλεύς, τοῖς περὶ αὐτὸν λογίοις χρησάμενος, ὧν πρῶτοι καὶ κρά τιστοι ὁ ἀρχιδιάκονος καὶ ὁ πρωτοαποστολάριος ἦσαν, συντίθησι τόμον καὶ ἀπὸ διαφόρων ἱστοριῶν τε καὶ χρήσεων ἀκαταιτίατα τὰ κατὰ τοὺς Ἰταλοὺς παριστᾷ καί, πέμψας πρὸς τὸν πατριάρχην τὸν Ἀκαπνίου Ἀρσένιον, ἄνδρα γεραρὸν μὲν καὶ τίμιον, τὰ δέ γε κατ' ἐκεῖνα τῶν πραγμάτων ἐπ' ἀμφοτέραις χωλεύοντα ταῖς ἰγνύαις, «Δέξασθε, μηνύει, τόνδε τὸν τόμον καὶ κοινὸν πρὸς ταῦτα τὸν ἀπόλογον σχεδιάσατε, πλὴν ἐξ ἱστοριῶν καὶ γραφικῶν χρήσεων. Τὸ γὰρ ἀπὸ κοιλίας φωνεῖν ἀσθενὲς μὲν ἄλλως καὶ μάταιον, πλὴν δ' ἀλλ' οὐδ' αὐτὸς δέξομαι.» Ἐκεῖνος μὲν οὕτω ταῦτα θαρρῶν, ὡς οὐκ