Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
487.1.1
ἀποδύσεταί τις πρὸς τὰ γραφέντατὸν γὰρ χαρτοφύλακα ἐν ἀφύκτοις εἶχεν, ἐν ᾧ σαλεύειν ἐδόκει τὰ πάντα, νικήσειν ἐκ λόγων ᾤετο. Ἀλλ' ὁ πατριάρ χης σὺν τῇ συνόδῳ, περὶ τοῦ τόμου διασκεψάμενοι, πέμψαντες συνῆγον τοὺς μετ' αὐτῶν εἶναι δοκοῦντας. Ἦσαν οὖν καὶ ὅσον τὸ τῆς ἐκκλησίας ἔκκριτον· ἦσαν δὲ καὶ οἱ περὶ τὸν Τορνικόπουλον Ἰωαννίκιον, σχιζόμενοι μὲν τοῦ πατριάρχου περιφανῶς, ὅμως δέ, τῆς χρείας καλούσης, τὰ τῆς μικροψυχίας ἐκείνης χώραν οὐκ εἶχον· παρῆν δὲ σὺν τούτοις καὶ ἡ τοῦ βασιλέως αὐτα δέλφη Εὐλογία καὶ πᾶν ὅσον ἦν μετ' αὐτῆς ἐν μοναχοῖς καὶ λογίοις ἐξεταζόμενον, οἷς σκοπὸς εἷς ἦν πρὸς τὸν τόμον ἀπολογεῖσθαι τῷ βασιλεῖ. Καὶ δὴ ἀνεγινώσκετο μὲν ὁ τόμος, ἄλλος δ' ἄλλο τι πρὸς τὸ παρεστὸς τοῖς προκειμένοις ἀντέλεγεν. Ἐπεὶ δὲ καὶ χρεία ἦν συμφρασθῆναι τοὺς λόγους καὶ εἰς ἕνα συντεθήσεσθαι τόμον καὶ ἐζητεῖτο ὁ συνθησόμενος, ἀνεδέχετο μὲν τὸ ἔργον ὁ Ἰασίτης Ἰώβ, εἶχε δὲ καὶ ἄλλους, καὶ μᾶλλον τὸν συγγραφέα τῶν τοιούτων ἐμέ, τῶν ἐννοιῶν συλλήπτορας. Καὶ μετ' οὐ πολὺ ὁ τόμος ἐξείργαστο· ὃν δὴ καὶ κοινῶς ἀναγνωσθέντα πάλιν τοῖς ὅλοις καὶ ὅσον ἦν πρὸς τὸ εὐσχημονέστερον μεταπλασθέντα, ὡς μὴ λυποίη σκληρῶς ἔν τισιν ἔχων τὸν ἄνακτα, μετ' αὐτοῦ δὴ τοῦ Ἀρσενίου πέμπουσιν. Ὁ μέντοι γε βασιλεύς, δεξάμενος τὸν ἀπόλογον καὶ ἀκριβῶς διελθών, ἐπεὶ ἔγνω πολλῷ λελειμμένος τοῖς λόγοις καί, εἴπερ ἐμφανισθείη, αἴτιος αἰσχύνης ἑαυτῷ γενησόμενος, τῷ δοκεῖν ὑπὸ περιφρονήσεως καὶ οὐ κατὰ δειλίαν, ὡς ἦν ἀληθές, περιορᾶν ὑπερηφάνει καὶ ἀνεβάλλετο τὴν ἀνάγνωσιν. Οὕτως οὖν ἐκκρουσθέντες οἱ περὶ τὸν βασιλέα τῆς ἐγχειρήσεως, ἄλλως ἔγνωσαν ὑπελθεῖν τὸν Βέκκον ἐν φυλακαῖς.
487.2.1
Ὅπως ὁ Βέκκος, εἰς φυλακὴν εἱργμένος, ὅμως βιαζόμενος κατετίθετο. Τεμμάχια γὰρ ἐκ βίβλων συλλέγοντες ἱερῶν, ἐπεὶ καὶ λογίῳ ἀντικα θίσταντο καὶ λόγοις ἦν ἀνάγκη πείθειν, λόγους γοῦν ἁγίων, ὅσοι καὶ ὑπὲρ Ἰταλῶν ἐδόκουν εἶναι, προὔτεινον ἐκείνῳ, κατὰ φυλακὴν καθημένῳ. Ὁ δέ, 489 λαμβάνων καὶ διερχόμενος, ἠρέμα πως εἰς εἰρήνην συγκατεκλίνετο. Καί γ' ἁπλοῦς ὢν καὶ φιλαλήθης εἰς ἅπαν, τῷ μὲν ἁπλῷ ταῖς γραφαῖς καθυπήγετο, ταὐτό γε πάσχων τοῖς ἀποροῦσιν, εἰ μετρίως ἀποροῖεν ἀπροσδοκήτως, τὸ πᾶν οἰομένοις ἔχειν· τῷ δ' αὖ φιλαλήθει οὐκ ἠδόξει ὁμολογεῖν μὴ εἰδέναι μήτε μὴν ἐντυχεῖν· καὶ ἡ αἰτία τὸ ἐφ' Ἑλληνικαῖς σχολάζοντι μὴ θείαις γραφαῖς ἐγγενέσθαι οἱ ἐμμελετῆσαι· θέλειν μέντοι καὶ ἰδεῖν τὰς βίβλους καὶ ἀναγνῶναι ἐπιμελέστερον, ἐφ' ᾧ τῷ νῷ τῶν γραφῶν προσέξειν, καὶ οὕτως ἢ πεισθέντα ἀνάγειν ἔχειν ἐπ' ἐκείναις τὸ θάρρος καὶ παγίως ἵστασθαι ἐς ὅ τι καὶ κλίνοι, ἢ μὴ πεισθέντα τὰς αἰτίας ἐμφανεῖς παριστᾶν δι' ἃς μὴ πείθοιτο. Ταῦτ' ἔλεγε, καὶ ὁ βασιλεὺς κατένευεν, ἐξαγαγών τε τῆς φυλακῆς, τὰς βίβλους εἰς ἀνάγνωσιν παρεῖχεν ἐπὶ σχολῆς.
487.3.1
Ὅπως ὁ πατριάρχης, γνωματεύων ἐγγράφως, ὤμνυε μὴ καταδέχεσθαι τὴν εἰρήνην. Τῷ μέντοι γε πατριάρχῃ μέλον ἦν ἐφ' ἑκάστῳ τῶν πρὸς βασιλέα ἀποκρί σεων, μειζόνως ἤδη ἐπιτιθέμενον καί γ' ἠρεμεῖν μὴ ἐῶντα. Ταῦθ' ὁρῶν ὁ μοναχὸς Ἰὼβ Ἰασίτης καὶ περὶ τῇ γνώμῃ ὀρρωδήσας τοῦ πατριάρχου, μὴ καθυφείη τῆς ἐνστάσεως ἀπειπών, μηχανᾶταί τι τοιοῦτον ἐπὶ τῷ τὴν γνώμην τοῦ πατριάρχου στηρίξαι· ὑποτίθεται γὰρ γνώμην γράφειν καὶ πέμπειν τοῖς ὁπουδήποτε εὐλαβέσιν ἀνδράσιν, εἰς πληροφορίαν δῆθεν προστι θέντα καὶ ὅρκον, ἐφ' ᾧ μὴ κλονοῖντο, ἀλλ' ἀραρότως ἔχειν, ὡς οὐ καθυφείη πιστεύοντας, καὶ οὕτως ἕλξειν ἐκείνους πρὸς τὸ εὐμενέστερον, ὥστε καὶ σχιζομένους τὸ πρῶτον δέχεσθαι. Τούτοις τοῖς λόγοις ὁ ἱεράρχης πεισθεὶς ἐγχωρεῖ οἱ ἐκτιθέναι τὴν γνώμην, καὶ ἐξετίθετο τὴν ταχίστην· πρὶν δὲ πεμφθῆναι, ἔδοξε τῶν ἀρχιερέων ἀποπειρᾶσθαι, ὡς μάθοι εἰ εἰς τέλος ἀντίσχοιεν. Συναχθέντων τοίνυν, ὑπανεγινώσκετο μὲν ἡ γνώμη τοῦ πατριάρ χου, ἠρωτῶντο δὲ εἴ γε καὶ αὐτοὶ ἐμμένειν ἔχοιεν κατὰ ταύτην. Καὶ ὡμολόγουν αὐτίκα, καὶ τὴν γνώμην ἕκαστος ἰδίᾳ ὑπογραφῇ, πλὴν τῶν προ νοεστέρων, ἐβεβαίου τε καὶ κατησφαλίζετο. Ὡς γοῦν ἐπέμφθη μὲν ἡ γνώμη, ἐν ἀφύκτοις δ' ἦν ὁ πατριάρχης τοῦ μηδ' εἴ τι καὶ γένοιτο μεταβάλλειν τοῖς γὰρ ὅρκοις συνείληπτο, δῆλος ἦν καὶ πρὸς βασιλέα λέγων ὡς οὐ ποιήσων οὐδὲ καταπραξόμενος τὴν ἐγχείρησιν. 491 Ὁ μέντοι γε βασιλεύς, ἀπογνοὺς οἷον ἐντεῦθεν τῆς ἐκείνου κατανεύσεως δεινοὶ γὰρ οἱ ὅρκοι κωλύειν, ἐν δεινῷ μὲν τὸ συμβὰν ἡγεῖτοἐπ' ἴσης γὰρ ἦν αὐτῷ βουλητὸν τὸ προβῆναι τὴν πρᾶξιν εἰς τέλος τῷ μετὰ τοῦ πατριάρχου προβῆναι, ὅμως δ' ἀποκρουσθεὶς ἐκείνου, τοὺς ἀρχιερεῖς μετήρχετο ἐμβριθέστερον. Ἐν τούτῳ δὲ καὶ ὁ Βέκκος, ἐνσχολάσας ταῖς βίβλοις καὶ συνορῶν πολλὴν ἐντεῦθεν ἐπὶ τῇ πράξει βοήθειαν, ὡς μηδὲν πλέον τολμησάντων τῶν Ἰταλῶν ἴσως ἢ τὸ ἐπὶ τῷ συμβόλῳ προσθεῖναι, καὶ τὴν τοῦ θαυμαστοῦ Κυρίλλου λέξιν παρῆγεν, ἡμᾶς τε κἀκείνους κατὰ τὸ ἐγχωροῦν συμβιβάζουσαν, τὴν τὸ ἐξ ἀμφοῖν οὐσιωδῶς ὑπάρχον, τουτέστιν ἐκ Πατρὸς δι' Υἱοῦ, ὡς ἐκείνων μὲν ἐχόντων τὴν ἐκ, ἡμῶν δὲ τὴν διὰ, καὶ ἀμφοῖν τούτων ἐκεῖνον συμβιβαστὴν γίνεσθαι. Ταῦτα καὶ πολλὰ τῶν τοιούτων ἰδὼν καὶ πρὸς τούτοις τὸν μέγαν Μάξιμον εὑρὼν μαρτυροῦντα, ἐν μιᾷ τῶν ἐπιστολῶν πρὸς Ῥουφῖνον ῥητῶς μετὰ πολλὰ οὕτω λέγοντα· ἐξ ὧν οὐκ αἰτίαν σφᾶς τὸν Μονογενῆ τοῦ Πνεύματος ἀπέδειξαν λέγειν, ἀλλ' ἵνα τὸ δι' αὐτοῦ προϊέναι δηλώσωσι καὶ ταύτῃ τὸ συναφὲς καὶ ἀπαράλλακτον τῆς οὐσίας παραστήσωσι, ἀδύνατον δ' εἶναικαὶ τοῦ μεγάλου Ἀθανασίου κατή κουενἐν τῇ τῆς Τριάδος τάξει τὸ Πνεῦμα γινώσκεσθαι μὴ προοδικῶς ὂν ἐκ Θεοῦ δι' Υἱοῦ, ἀλλὰ ποιητικῶς, ὡς λέγουσι, τούτοις τε καὶ τοῖς τοιού τοις συγκροτηθεὶς οἷον ὁ Βέκκος, ἐφ' ᾧ τὴν ἰδίαν θεραπεῦσαι συνείδησιν, ὑπεκλίνετο πρὸς εἰρήνην. Καὶ ὁ βασιλεὺς πολλὴν ἐντεῦθεν ἐλάμβανε τὴν ῥοπήν, πολέμους μὲν τοὺς ἐφεστῶτας καὶ αἵματα ἐκχυθησόμενα προβαλλό μενος, ὅμως δὲ τὸ ἐν ἀσφαλεῖ μένειν πράξαντα παρὰ τῶν ἀμφ' αὑτὸν λογίων λαμβάνων. Ὅθεν καὶ τοῖς ἀρχιερεῦσι πολὺς ἦν ἐμπίπτων καὶ καταναγκάζων τὴν πρᾶξιν, ἐγχρονιζόντων καὶ μᾶλλον τῶν πρέσβεων.
487.4.1
Περὶ τῶν ἀποκρισιαρίων τοῦ βασιλέως καὶ τῆς τοῦ πατριάρχου ἀπο χωρήσεως. Ὡς γοῦν καὶ ἔτι ἀνήρτηντο τὰ τοῦ πράγματος καὶ ἦν ἀνάγκη πρέσβεις πέμπεσθαι, ἐφ' ᾧπερ καὶ παρ' ἐκείνων τὸ ἀσφαλὲς γενέσθαι, ὡς ἐντεῦθεν μὴ ὑποπτεύειν τὸν κίνδυνον, ὑποταγέντας τῇ τῶν ἐκκλησιῶν πρωτίστῃ καὶ ἤδη γνησίους ἐκείνης νομιζομένους, ἐξελέγοντο μὲν οἱ πρέσβεις· οἱ δ' ἦσαν ὁ 493 προπατριαρχεύσας Γερμανὸς καὶ δὴ καὶ ὁ Νικαίας Θεοφάνης, καὶ τῶν συγκλητικῶν ὁ μέγας λογοθέτης Ἀκροπολίτης, ὁ προκαθήμενος τοῦ βεστια ρίου Πανάρετος καὶ ὁ μέγας διερμηνευτὴς Βερροιώτης· οἳ δὴ καὶ ἀνὰ μίαν τριήρη, ἐντεῦθεν μὲν οἱ τῆς ἐκκλησίας, ἐκεῖθεν δὲ πλὴν τοῦ μεγάλου λογο θέτου οἱ ἐκ τοῦ βασιλέως λαβόντες, ἀνήγοντο, ἐπιφερόμενοι καὶ πολλὰ τῶν ἱερῶν δώρων, στολὰς λέγω καὶ κατάχρυσα εἰκονίσματα καὶ σύνθετα πολύ τιμα θυμιάματα, πρὸς δὲ καὶ τὴν τῆς ἐκκλησίας ἐνδυτὴν ἐκ χρυσοπάστου ὀξείας διὰ μαργάρων, ἣν ὁ βασιλεύς, προσενεγκὼν τῷ θείῳ τεμένει, δῶρον ὄντως ἐπάξιον, συγχωρούμενος, ἐπεὶ οὐκ ἔφθασεν ἑτέραν εὐτρεπισθῆναι τῷ μεγάλῳ τῶν Κορυφαίων ναῷ, ἀνταλλαγὴν τοῦ γινομένου πρὸς τὸ ὂν οἷον ποιούμενος, λαβὼν ἀπέστελλε καὶ αὐτήν. Οἱ μὲν οὖν οὕτως ἀναχθέντες ἀπέπλεον. Ὁ δὲ βασιλεύς, ἐπεὶ οὐκ εἶχε ῥᾷον ἀποσχέσθαι τοῦ πατριάρχουἀντεί χετο γὰρ ὡς λεπὰς πέτρας ἐκείνου διά τε τὴν ἀπ' ἐκείνου συγχώρησιν καὶ τὴν πρὸς ἐκεῖνον πληροφορίαν, ὡς ὑπ' αὐτῷ σωθησόμενος, συνθήκας ποι εῖται μετὰ τοῦ πατριάρχουοἱ γὰρ ἀρχιερεῖς καὶ μόγις καθυπεκλίθησαν οὕτως ἐχούσας· αὐτὸν μέν, ἐξελθόντα τοῦ πατριαρχείου, ἐν τῇ τῆς Περιβλέπτου καθῆσθαι μονῇ, σῳζομένων τῶν προνομίων αὐτῷ καί γε μνημονευομέ νου κατὰ τὸ σύνηθες· ἀπελθόντων δὲ τῶν πρέσβεων, εἰ μὲν ἡ πρᾶξις ὁπωσδήποτε διακωλυθείη, αὐτὸν καὶ πάλιν εἶναι τὸν πατριάρχην, εἰς τὸ πατριαρχεῖον ἀνελθόντα, καί γε μετὰ τῶν ἀρχιερέων εἰρηνεύειν, μηδὲν τῶν συμβάντων ὑπολογιζόμενον· εἰ δὲ προβαίη καὶ εὐοδοῖτο εἰς τέλος τὸ προτεθέν, αὐτὸν μὲν ἐντεῦθεν ἀργῆσαι πάμπαν, ἄλλον δὲ ἀντ' αὐτοῦ ἐπιστῆναι τῇ ἐκκλησίᾳ, ὡς μὴ χωροῦν ἐκεῖνον εἶναι, τοῖς ὅρκοις προκατειλημ μένον. Ταῦτα πρὸς ἀλλήλους συνθεμένων, ὁ μὲν πατριάρχης, κατελθών, εἰς τὴν τῆς Περιβλέπτου μονὴν προσκαθίζει ἑνδεκάτῃ μηνὸς ἑκατομβαιῶνος 495 δευτέρας ἐπινεμήσεως τοῦ# 22 ψπβʹ ἔτους, κατέχων καὶ τὰ αὐτοῦ προνόμια ἀναφαίρετα· τὰ δὲ τῆς ἐκκλησίας ἔτι ἐν γαλήνῃ ἦσαν, πλὴν τῶν τῆς ἐκκλησίας τεταγμένων εἰς ἄρχοντας.
487.5.1
Περὶ τῆς τοῦ βασιλέως πρὸς τοὺς κληρικοὺς ἀνάγκης. Ἐκείνοις γὰρ καὶ λίαν ὑπόπτως ὁ κρατῶν εἶχεν, ὡς οὐ συνθησομένοις ῥᾳδίως, καὶ μᾶλλον, πολλάκις αὐτοῖς τοῦ Βέκκου διαλεγομένου καὶ προ βαλλομένου τὰ τῶν ἁγίων ῥητά, μὴ πειθομένοις πάμπαν, ἀλλὰ δήλοις οὖσι μὴ καταδεξομένοις, εἰ προβαίη, τὴν πρᾶξιν. Ὅθεν καὶ αἰτίας σφίσιν ὁ κρατῶν ἐπλάττετο, ὡς πρὸς τὴν πρὸς αὐτὸν δουλείαν ἀφηνιάζουσι καὶ ὡς ὀνειδίζουσι μὲν ἀρχιερεῦσιν ὑποκλιθεῖσι, καταρωμένοις δὲ βασιλεῖ, τοιαῦτ' ἀναγκάζοντι γίνεσθαι. Ἀμέλει τοι καὶ πρῶτον σφᾶς θωπείαις ὑπελθεῖν ἔγνω καὶ προσεκαλεῖτο καὶ τιμητικῶς προσεφέρετο, κύκλῳ καθίσας καὶ τὰ συνήθη προβαλλόμενος· μηδὲ γὰρ χάριν ἄλλου πραγμα τεύεσθαι τὴν εἰρήνην ἢ τοῦ δεινοὺς πολέμους ἀνακοπῆναι καὶ Ῥωμαίων αἵματα περιποιηθῆναι, ἐκχυθήσεσθαι κινδυνεύοντα· μένειν δὲ καὶ πάλιν τὴν ἐκκλησίαν ἀκαινοτόμητον, μηδὲ τοῦ τυχόντος παροφθησομένου· τρισὶ δὲ κεφαλαίοις καὶ μόνοις τὸ πρὸς τὴν τῶν Ῥωμαίων ἐκκλησίαν πραττόμενον περιστήσεσθαι, πρωτείῳ, ἐκκλήτῳ καὶ μνημοσύνῳ, ὧν ἕκαστον, εἴ τις ἀκριβῶς σκοποίη, κενὸν εἶναι ἀνάγκη. «Πότε γὰρ καὶ παρουσιάσας ὁ πάπας προκαθίσει τῶν ἄλλων; Πότε δέ τισι καὶ ἐπέλθοι δίκην ἔχουσι θάλασσαν τοσαύτην ταμέσθαι καὶ τόσον ἀναμετρῆσαι πέλαγος, ἐφ' ᾧ τῶν νομιζομένων δικαίων τυχεῖν; Τὸ δ' ἐπὶ τῇ ἡμετέρᾳ καὶ μόνῃ ἐκκλησίᾳ καὶ δευτέρᾳ τῇ καθ' ὑμᾶς καὶ μεγάλῃ τὸν πάπαν μνημονεύεσθαι, τοῦ πατρι άρχου λειτουργοῦντος, τί ἂν τῷ ὀρθῷ προσσταίη; Πόσαις οἰκονομίαις οἱ πατέρες πρὸς ὅ τι γενέσθαι συμφέρον ἐχρήσαντο; Καὶ αὐτὸ δὲ τὸ τὸν Θεὸν γενέσθαι ἄνθρωπον καὶ σταυρὸν ὑπομεῖναι καὶ θάνατον καταδέξασθαι, ἄλλως ὄντα Θεῷ ἀπρεπῆ ἢ μὴν καὶ Θεῷ συνειλημμένῳ σώματι, ἀλλ' οὖν κατ' οἰκονομίαν τὴν ἀνωτάτω γέγονε καί, τῶν μὴ πρεπόντων Θεῷ σαρκο φόρῳ γενομένων, πᾶσα ἡ οἰκουμένη σέσωσται. Οὕτω χρῆμα θαυμαστὸν ἡ οἰκονομία. Καί γ' ἡμεῖς, εἴπερ οἰκονομικῶς τὸν ἐπηρτημένον κίνδυνον φύγοιμεν, οὐχ ὅπως εἰς ἁμαρτίαν λογισθήσεται, ἀλλὰ καὶ προσαποδέξονται 497 οἱ γνώσεως ἀρίστης ἐπήβολοι. Ὑμεῖς δέ, ἀλλ' ὡς ἀκούω, καὶ ἀρχιερεῖς, εἰς τοῦτο συγκατανεύσαντας, ἀποστρέφεσθε καὶ τὴν ἐκκλησίαν πειρᾶσθε σχίζειν καὶ ἡμῖν, ὡς ἤκουσται, καταρᾶσθε. Τὰ μὲν οὖν περὶ τούτων ἐστὶ καιρὸς εὐθετεῖν καὶ πληροφορεῖν καὶ ἀνὰ μέρος πληροφορεῖσθαι· οὔτε γὰρ ἡμῖν εὐπρεπὲς τοιαῦτ' ἀκούειν, οὔθ' ὑμῖν ἀσφαλὲς τοιαῦτα λέγειν καὶ φόβον ἐμβάλλειν πολλοῖς ὡς οὐ στησόμεθα ἡμεῖς ἐπὶ τούτοις, ἀλλὰ προσβια σόμεθα ἐφ' ᾧ καὶ ἔθη ἀλλάττειν καὶ ὁμολογεῖν ὡς ἐκεῖνοι λέγουσι. Ταῦτα πληροφορεῖν ἐστι καιρός, καὶ πληροφορήσομεν. Τὸ δὲ νῦν καὶ βουλῆς τῆς ἐξ ὑμῶν χρῄζομεν, καὶ λεγέτω ἕκαστος ὅ οἱ δοκοίη· μόνον μὴ τῷ οἰκείῳ στοιχείτω θελήματι αὐταρεσκῶν ἄντικρυς, ἀλλ' ἐκκλησιαστικὸς ὤν, ἐκκλη σιαστικῶς καὶ λεγέτω. Τὸ γὰρ κατεπεῖγον ἕν ἐστι, τὸ φυγεῖν κίνδυνον ἀναγκαῖον, εἰ ταῦτα πράττοιμεν. Ὁπόσον δὲ τοῦτο καθ' αὑτὸν ἕκαστος ἐννοῶν, οὕτω προφερέτω τὴν γνώμην, ὡς ἄνευ γ' ἐκείνου οὔθ' ἡμῖν κινητέα ταῦτα καὶ ὑμῖν τὸ περὶ τούτων ὅλως σκοπεῖν ἀνόνητον.» Τούτοις καὶ τοιούτοις ἑτέροις τοῦ βασιλέως καταδημαγωγοῦντος τοὺς τῆς ἐκκλησίας προέχοντας, ἐκεῖνοι καταρᾶσθαι μὲν βασιλεῖ καὶ ἀπρεπὲς σφίσι καὶ ἄλλως κινδυνῶδες ἡγοῦντο καὶ πάμπαν ἐξ αὐτῆς ἀπηρνοῦντο καί γε σφᾶς πρὸς τιμωρίας ἑτοίμως ἐδίδοσαν, εἰ ἀληθῶς ἐλέγχοιντο. Τὸ δὲ πρὸς τοὺς ἀρχιερεῖς διαφέρεσθαι μὴ εἶναι τῶν ἀπεικότων ἔλεγον· διισταμέ νους γὰρ ταῖς πράξεσι, τοὺς λόγους ἐναντίους ποιεῖσθαι τῶν λίαν ἀκολούθων εἶναι, πλὴν οὐ κακολογοῦντας, ὡς αὐτοί φασι, καὶ τὴν κατάνευσιν ὀνειδί ζοντας σφίσι· γνώμης γὰρ ἰδίας ἕκαστον εἶναι κύριον, καὶ ὃ σήμερον οὐ δοκεῖ τινι, αὔριον ἴσως στέρξειν καὶ ἀγαπήσειν, οὐ παλίμβολόν τινα ὄντα καὶ κατὰ τὸ τυχὸν ἐκτρεπόμενον, ἀλλὰ λογισμοῖς δουλεύοντα, ἐκείνων μετα κλινομένων ἐς ὅ τι καὶ δόξοι συμφέρον καὶ αὐτοὺς πράττειν· καὶ τοῦτο εἶναι τὸ μὴ παρὰ συνείδησιν, ὡς πιστεύομεν. «Τὸ δὲ περὶ τῶν προκειμένων ἡμᾶς ἐρωτᾶσθαι, πρῶτον μὲν ὡς οὐ μετὸν ἡμῖν τῆς περὶ τούτων σκέψεως ἐκ κανόνων, ὑπ' ἀρχιερεῖ τελοῦσι καὶ ὀφείλουσιν ἕπεσθαι, τί χρὴ καὶ λέγειν; Πλὴν ἀλλ' ἕκαστος ἰδίᾳ καθ' αὑτὸν ἐρωτάσθω, καὶ ἴσως φόβος οὐδείς, τῆς σῆς βασιλείας εἰς βουλὴν προτιθείσης τὸ προκείμενον, λέγειν τὸ παριστά μενον.»