Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
499.1.1
Τότε τοίνυν ἐρωτωμένων, ὁ μὲν ἀπέλεγε καὶ τὰ τρία· μηδὲ γὰρ κατα λαβεῖν ὅλως τὴν ἐκκλησίαν ἑνὶ τούτων χρησομένην καὶ μόνῳ, χρῆναι δὲ δια τηρεῖν καὶ τοῖς ὀψὲ γενησομένοις ὃ δὴ σφεῖς ἐκ τῶν προτέρων παρέλαβον· εἰ δ' ἐπισείεται κίνδυνος, αὐτοὺς μὲν μὴ χρεὼν φροντίζειν, πλὴν μὴν τοῦ εὔχεσθαι, τὸν δέ γε κρατοῦντα μὴ ἀνιέναι μηδὲν τῶν εἰς μέριμναν ἀνηκόντων, ἐφ' ᾧ ἀκινδύνως τὸν κίνδυνον ἄλλως ἐκφύγοιμεν. Ἦσαν δ' οἳ καὶ πρωτεῖον μόνον ἐδίδουν καὶ ἔκκλητον, ὡς αὐτῶν γε καὶ μόνων οἵων τ' ὄντων ὑπο κριθήσεσθαι καὶ σχῆμ' ἕξειν καὶ ὄνομα, πλὴν τοῦ πράττεσθαι· μνημοσύνου δὲ μετεῖναι τῷ πάπᾳ δοκοῦντι διαφέρεσθαι, ἐπὶ συμβόλῳ καὶ ταῦτα πίστεως, μὴ καὶ τῶν λίαν ἀπειρημένων ἦν. Ὁ δὲ Ξιφιλῖνος, μέγας ὢν οἰκονόμος τῷ τότε, τῷ γήρᾳ τε καὶ τῇ πρὸς βασιλέα συνηθείᾳ πιστεύων, καὶ προσελιπάρει, σταθεὶς καί γε τῶν γονάτων τοῦ βασιλέως ἁπτόμενος, μή, ζητῶν ἀναχαι τίζειν ἀλλότριον πόλεμον, ἴδιον καθ' ἡμᾶς αὐτοὺς προσεπινοεῖν· μηδὲ γὰρ εἰρηνεύσειν πάντας, κἂν ἡμεῖς, φησίν, εἰρηνεύσαιμεν.
499.2.1
Ὅπως, εἰς δύσνοιαν διαβαλλόμενοι, οἱ κληρικοὶ ἠνοχλοῦντο. Ἐν τούτοις τῆς ἡμέρας τελεσθείσης ἐκείνης, ἐπισχὼν ἐφ' ἡμέραις ὁ βασιλεὺς καὶ μαθὼν ὡς ἐν κλύδωνι τὰ τῆς ἐκκλησίας εἰσὶ καὶ εἷς τὸν ἕνα οὐ παραδέχεται, ὁ δῆθεν ἀνένδοτος τὸν ὑποκλιθέντα, πρῶτον μὲν σχεδιάσας τόμον, σκοπὸν τὴν πρὸς βασιλέα εὔνοιαν ἔχοντα, ἐκέλευεν ὑπογράφειν, οὐκ οἶδ' ἐπὶ ποίαν χρείαν, πλὴν τοῦ δόξαι σχεῖν τῶν τῆς ἐκκλησίας ὑπο σημάνσεις, κἂν αἱ ὑποθέσεις τὸ διάφορον εἶχον. Κἀκεῖνοι προθύμως ὑπέ γραφον τὸ πρὸς τὸν Ἀβραὰμ τοῦ Θεοῦ· Οἱ εὐλογοῦντές σε εὐλογημένοι, καὶ οἱ καταρώμενοί σε κεκατήρανται. Ἔπειτα πέμψας τοὺς ἰδίους, οἰκίαν ἑκάστου κατεψηλάφα, ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί. Καὶ ἡ πρόφασις, ὡς αὐτὸν μὲν εἶναι τὸν κατασχόντα τὴν πόλιν καὶ πρὸς τοῖς ἄλλοις αὐτοῦ καὶ μόνου καὶ τὰς οἰκίας εἶναι, ἀποχαρίζεσθαι δὲ ταύτας τοῖς εὐνοοῦσι, τοῖς δὲ κατά τι ἀφηνιάζουσι καὶ τὴν χάριν ἀνατρέπειν, δίκαιον δ' εἶναι καὶ τὰ τῶν ὄπισθεν χρόνων ἀναζητεῖν τοὺς ἐνοικοῦντας τὰ ἐποίκια. Ἀνεκεφαλαιοῦντο τοίνυν ἐπὶ χρόνοις εἰς πολὺ τὰ ἐποίκια, καὶ ἐνεχυράζοντο παραυτίκα κόσμιά τε παντοῖα καὶ ἔπιπλα καὶ πᾶν ὅ τί τις εἶχε, καὶ τὸ μεῖζον ἐκρίνοντο καὶ εἰς καθοσίωσιν. Ἡτοιμάζοντο δὲ καὶ φορτίδες τοῦ ἐξορίζεσθαι τοὺς ἤδη 501 κατακρίτους δοκοῦντας. Οὐ μὴν δὲ καὶ μέχρις ἐλπισμῶν τὰ δεινὰ ἦσαν, ἀλλὰ καὶ πείρᾳ τινὲς τῶν δεινῶν μετεῖχον, ὡς τοὺς μὲν εἰς Λῆμνον, τοὺς δ' ἐς Σκῦρον, ἄλλους δ' ἐς Κέω καὶ ἄλλους ἐς Νικαίας πόλιν περιορίζεσθαι, ἄλλους δ' αὖθις τῆς πόλεως, τοὺς μὲν ἀκουσίως, τοὺς δ' ἑκοντάς, ἐξο ρίζεσθαι, ἄλλους δὲ μέχρι Σηλυβρίας καὶ Ῥαιδεστοῦ, τινὰς δὲ καί, ἐντὸς τοῦ κατὰ τὸν Φάρον λιμένος γνωσιμαχήσαντας, ὑποκλῖναί τε καὶ ὑπο στρέψαι.
499.3.1
Τὸ κατὰ τὸν ῥήτορα τῆς ἐκκλησίας διήγημα καὶ τοῦ συγγραφέως σχετλίασις. Τούτοις προσκείσθω καὶ τὸ κατὰ τὸν ῥήτορα διήγημα, φοβερὸν ὂν ἰδεῖν, φοβερὸν δὲ καὶ παθεῖν, πλὴν οὐκ ἐπὶ τούτου τοῦ καιροῦ γεγονός, ἀλλὰ πρότερον. Συνάπτομεν δὲ τοῖς δεινοῖς τὰ δεινὰ εἰς τὴν τῆς τότε βίας παράστασιν. Αἲ αἲ ὅτι καί, τοσαῦτα παθόντες, τοῖς ὕστερον ἐλθοῦσι, μηδὲν φανεῖσι, μὴ λέξασι, μὴ παθοῦσι, μόνον δ' ἀφανείᾳ κρυβεῖσι καὶ τοῦ μηδεμιᾶς ἀξιοῦσθαι φροντίδος χάριν, ἀπηνῶς ἐκρινόμεθα, εἴπω δὲ καὶ κρινόμεθα. Ὑμεῖς, ὦ οὗτοι, τοὺς τῆς ἐκκλησίας, ποῦ στάντες ἢ ποῦ βάντες ἢ τί καὶ χρήσιμον ἐνδειξάμενοι; Ἀλλ' οὐχ ὑμῖν, τοῖς δὲ δεξαμένοις ἡ μέμψις, καὶ μᾶλλον ὅτι κἀκείνοις ἐπιτιθεμένοις ἐχρώμεθα. Ἀλλὰ τὰ μὲν περὶ τούτων ἅλις, ἡμῖν δὲ καιρὸς τὸ καινὸν διηγεῖσθαι διήγημα. Ἡμέρα ἦν ἐν τοῖς ἱεροῖς ἀνακτόροις συνάξεως, καὶ ἡ σύναξις ἱερά, καὶ ὅσον ἐν ἱερομονάχοις καὶ ἄλλως ἱερωμένοις καὶ μοναχοῖς πάνδημος· παρῆν δὲ καὶ πατριάρχης καὶ ἅπασα σύνοδος. Ἡ δὲ σκέψις περὶ τῆς κινουμένης εἰρήνης ἐκείνης. Τότε γοῦν καθεσθέντων, τιμηθέντων δ' ἐπὶ καθέδρᾳ καὶ ἀμφοῖν τούτοιν, ὡς συναγωνιζομένοιν τῷ βασιλεῖ, τοῦ τε ἀρχιδιακόνου Μελιτηνιώτου καὶ τοῦ πρωτοαποστολαρίου Κυπρίου, ὁ ῥήτωρ Ὁλόβωλος ἵστατο, προσδοκῶν τὴν ἀπὸ βασιλέως ἐκχώρησιν· ὡς δ' οὐχ ὡρίζετο ἐπὶ