Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
503.1.1
καθέδρας καὶ αὐτὸν ἕζεσθαι, ἐξελθὼν καθῆστο. Ἐπεὶ δέ, λόγων κινουμένων, καὶ ὁ ῥήτωρ ἐζητεῖτο καὶ χρήσιμος ἐδόκει ἡ παρουσία ἐκείνου, ἀνεζητεῖτό τε καὶ παρίστατο, οὐ μὴν δὲ καὶ ὥστε δοκεῖν εὐμενὴς τὰ πρὸς βασιλέα διὰ τὸ ὡς δῆθεν τῆς ἀτιμίας ἐκείνης ὑπόγυον. Ὅθεν καὶ ἐρωτώμενος οὐκ ἀπεκρί νετο καί, ἐλπιζόμενος τὰ πρὸς χάριν λέγειν, ἐκεῖνος παλινῳδίαν οἷον πρὸς τὰ πρότερον ποιησάμενος, τὴν ἐναντίαν τῷ βασιλεῖ δῆλος ἦν βαδίζων, ὡς μὴ συνοίσοντος οὐδαμοῦ τοῦ εἰς ζήτησιν προκειμένου. Καὶ εὐθὺς αἴρεται μὲν τῷ βασιλεῖ ὁ θυμός, καὶ βοὴ ἦν, καὶ ὡς δύσνους ἀεὶ καὶ τῷ φρονήματι ἀλλοπρόσαλλος, καὶ ὅτι οὐ παρ' ἄλλην αἰτίαν, ἀλλ' αὐτὸ τοῦτο τὸ ἀεὶ δυσνοεῖν, καὶ τὸ ἐπὶ τῆς ῥινὸς πέπονθεν, αἰνιττομένης τῆς ποινῆς ἐντεῦθεν. Ὁ δέ, ἀκράτῳ πάθει φιλοτιμίας καὶ δόξῃ καταφρονήσεως θυμὸν ἄκαιρον μίξας, τὴν τῆς ποινῆς αἰτίαν ἐπαρρησίαζεν· ἡ δ' ἦν, ὡς ἐκεῖνον λέγειν, ἡ πρὸς τὸν παῖδα Ἰωάννην καὶ βασιλέα εὔνοια. Καὶ ὁ μὲν εἶπεν· οἱ δὲ περὶ τὸν βασιλέα, ὡς δῆθεν εὐνοοῦντες εἰς χάριν, ἄλλος ἄλλοθέν ποθεν ἐκπη δήσαντες, διασπᾶν ὥρμων, ἀλλ' ὁ βασιλεύς, ὡς δῆθεν φιλανθρωπευόμενος, διεκώλυε, καιρὸν εἰς ἐκδίκησιν θείς, ὡς ἔδειξεν ὕστερον. Ὁ μὲν οὖν ῥήτωρ, τὴν τοῦ κρατοῦντος ὀργὴν ὑποπτεύων, τῇ ἐκκλησίᾳ προστρέχει καὶ παρ' αὐτῆς ἤλπιζε σῴζεσθαι. Ὁ δέ, λαβὼν ἐκεῖθεν, περιορίζει εἰς Νίκαιαν, ὡς ἐπ' εὐμενείᾳ δῆθεν εἰς τὴν τοῦ Ὑακίνθου ἀποστέλλων μονήν. Οὔπω χρόνος τετέλεστο, καί, κινουμένων τότε τῶν ἡμετέρων, ἐπεὶ κἀκεῖνον ἤκουε τῶν δεδογμένων ἀποστατεῖν, δεξάμενος καὶ κατηγορίας μὴ προσηκούσας ἐκείνῳ μηδ' ὁπωσοῦν, ἄλλοθεν καιρὸν νομίσας, κἀκεῖνον μὲν τιμωρῆσαι, ἡμᾶς δὲ δεδίξασθαι, ἐκεῖνον εἶναι τὸν πρέποντα, πέμπων ὑπὸ δεσμοῖς ἄγει· καὶ πρῶτον μὲν ἀπηνῶς προστάσσει καὶ ἀπανθρώπως αἰκί ζεσθαι, ἔπειτα δὲ τὸν καινὸν ἐκεῖνον θρίαμβον ἀπεργάζεται. Σχοίνῳ γὰρ μακρῷ τῶν τραχήλων κελεύσας ἐκδῆσαι ἐκεῖνόν τε πρῶτον καὶ τὸν Ἰασίτην Μελίαν δεύτερον καὶ ἑξῆς ἄλλον καὶ αὖθις ἄλλον, ἕως καὶ δέκα τοῦ ἀριθμοῦ τῶν ἀνδρῶν ποσωθέντος, ὕστατον δὲ καὶ τὴν ἐκείνου ἀνεψιάν, εἰς τὴν μαγειῶν δῆθεν ἔνδειξιν, τοὺς μὲν δύο τοὺς πρώτους, ὡς καὶ ἐπὶ τῇ ὑποθέσει ἐκείνῃ μὴ κατανεύσαντας, καὶ ἐγκάτοις προβάτων ἐπιφορτίζει σὺν αὐτοῖς

Intertext edge

Open linked passage

Note