Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
505.1.1
τοῖς ἐκείνων διαχωρήμασι, τὸν ῥήτορα δὲ διαφερόντως καὶ ἥπασι προβάτων κατὰ στόμα κελεύει τύπτεσθαι συνεχέστερον, καί, οὕτως ἀνὰ τὴν πόλιν ἅπασαν θριαμβευομένους, κύκλῳ τῆς ἐκκλησίας περιαγαγεῖν, ἀτιμοῦντας ἐκεῖσε πλέον εἰς φόβου καὶ ἀπειλῆς τοῖς κληρικοῖς ἔνδειξιν. Ἐπράττετο μὲν οὖν ταῦτα ἐλαφηβολιῶνος ἕκτῃ μηνὸς τοῦ ἐπιόντος ἔτους, τοῦ πατριάρχου Ἀρσενίου πρότερον ἢ ταῦτα γενέσθαι ἡμερῶν ἓξ κατὰ τὴν νῆσον μεταλλά ξαντος, εἴτ' οὖν τριακοστῇ γαμηλιῶνος μηνός. Οἱ δὲ τοῦ κλήρου, τὸν κίνδυνον σφίσιν αἰωρούμενον βλέποντες, καθικέ τευον τὸν κρατοῦντα ἀνεῖναι αὐτοὺς τῆς ὀργῆς, ἐφ' ᾧ ἡσύχως καθῆσθαι, μέχρις ἂν ἐκ Ῥώμης οἱ πρέσβεις ἐπαναζεύξωσιν· ἀλλ' οὐ πεῖθον πολλὰ λιπαροῦντες, ἀλλ' ἄντικρυς ἐκρίνοντο τῆς πρὸς βασιλέα καθοσιώσεως, ἢν μή γε τὰ τῆς ὑπογραφῆς τελοῖεν. Ὡς δέ τινες εἰς φόβον κατέφευγον τοῦ μή τι καὶ πλέον προσβιασθῆναι, ὁ βασιλεὺς αὐτίκα προστάσσει, καὶ λόγος ἐκτίθεται χρυσοβούλλειος, πλήρης μὲν φρικωδεστάτων ἀρῶν, πλήρης δὲ καὶ ὅρκων παλαμναιοτάτων, ἦ μὴν μὴ ἐκβιάσασθαι πλέον, μὴ διαπράξασθαι, μὴ παρεγχειρῆσαι, μηδ' εἰς νοῦν βαλεῖν μέχρι καὶ ἐς κεραίαν μίαν καὶ ἰῶτα τὰ τοῦ συμβόλου παραγαγεῖν, μὴ πλέον τῶν τριῶν κεφαλαίων, πρωτείου καὶ ἐκκλήτου καὶ μνημοσύνου, καὶ τούτων ἐπὶ ψιλοῖς ὀνόμασι κατ' οἰκονο μίαν, ζητῆσαι· εἰ δ' οὖν, ἐξώλη τε καὶ προώλη γενέσθαι καὶ τὰ φοβερώτατα ὑποσχεῖν. Ταῦτα γράψας καὶ ὑπογράψας, προσέτι δὲ καὶ βούλλῃ χρυσῇ κατασφαλισάμενος, πέμπει τῇ ἐκκλησίᾳ διὰ τοῦ πρωτασηκρῆτις Νεοκαι σαρείτου Μιχαήλ· ᾧ δὴ καὶ βεβαιωθέντες, καθυπογράφουσιν, ἄνευ καὶ τότε τινῶν, οἳ δὴ καὶ ἐξορισθέντες, μετὰ καιρὸν συγκαταθέμενοι, κατά γονται καὶ ἑνοῦνται τῇ ἐκκλησίᾳ, οὐδενὸς τῶν τοῦ κλήρου ἐλλείψαντος. 507
505.2.1
Ὅπως οἱ πρέσβεις τοῦ βασιλέως κατὰ θάλασσαν ἐκινδύνευσαν. Ἀλλὰ ῥητέον καὶ τὰ τῶν πρέσβεων. Ἐκεῖνοι γὰρ παρὰ καιρὸν πλεύσαντες κρονίου γὰρ ἀρχομένου μηνὸς ταῖς ναυσὶν ἐμβάντες ἀπέπλεον, πρὸς αὐτῷ τῷ Μαλέᾳ, ὃν καὶ Ξυλοφάγον καλεῖν εἰώθασι, λήγοντος τοῦ μηνός, γίνονται καὶ τῇ ἐνισταμένῃ τότε μεγάλῃ πέμπτῃ ἑσπέρας ναυαγίῳ χρῶνται δεινῷ. Αὐτίκα γὰρ ὤδινε μὲν ἡ θάλασσα, καὶ κατέβαινεν Ἑλλησποντίας λαμπρός, σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον· καὶ νὺξ μὲν οὐκ οὐρανόθεν ὀρώρει, ἀλλ' ἦν ταῖς ἀληθείαις νὺξ ἡ σκιὰ γῆς καὶ συνήθης, πλὴν ἀσέληνός τε καὶ ἀλαμπὴς ἐξ ἀστέρων. Ἡ δὲ τοῦ ἀέρος ἀκαταστασία καὶ σύγχυσις τὸ δεινὸν ἐπηύξανε τῆς θαλάσσης, καὶ δεινὸς ἐφῆπται τοῖς πλέουσι κίνδυνος. Πρῶτον μὲν οὖν διέσχεν ὁ κλύδων τὰς ναῦς ἀπ' ἀλλήλων, καὶ οἱ ἐν αὐταῖς οὐκ εἶχον εἰδέναι ποῦ προΐασιν ἄρα ἑκάτεροι· ἐνέδοσαν γὰρ τῷ κύματι σφοδρῶς πλημμυροῦντι, ὅπου προσαράσσων ἀγρίως καὶ φέροι. Ὅθεν καὶ οἱ περὶ τὸν Γερμανὸν καὶ τὸν μέγαν λογοθέτην ἀνώθουν τε πρὸς πέλαγος τὴν τριήρη καὶ ἐξουρίαζον, τῷ πελάγει πιστεύσαντες, σοφώτερον δρῶντες ἢ κατὰ τοὺς λοιπούς. Ἐκεῖνοι γάρ, μικροψυχήσαντες πρὸς τὸν κίνδυνον καὶ τῇ ξηρᾷ, ἐγγὺς οὔσῃ, ἐλπίζοντες σωθήσεσθαι, εἰ λιμένι ἐντύ χοιεν, τὴν γῆν μὲν ἐφυλάσσοντο, τὸν ἀπὸ ταύτης δεδιότες κίνδυνον, πλὴν δ' ἀλλ' οὐδὲ πάλιν τῷ πελάγει ἐπίστευον. Ὅθεν καὶ κατὰ μικρὸν τῆς φορᾶς τῶν κυμάτων ἡττωμένου τοῦ κυβερνήτου, ἀφανῶς ταῖς ἀκταῖς προσπαίουσι καὶ οὕτως αὐτόνεῳ καταδύονται, δῶρα ἐκεῖνα βασιλικὰ καὶ τὴν τῆς ἐκκλησίας πολύτιμον ἐνδυτὴν αὐτοῖς ἀνδράσι συγκαταδύσαντες, ἑνὸς καὶ μόνου δια σωθέντος, ὃς δὴ καὶ ἄγγελος ἐγεγόνει τῆς συμφορᾶς. Καὶ οὕτω μὲν οἱ ἀμφὶ τοὺς ἄρχοντας ἐξαπολωλότες ἠγγέλλοντο· οἱ δὲ περὶ τοὺς τῆς ἐκκλησίας καὶ τὸν μέγαν λογοθέτην, τὴν νύκτα πᾶσαν πρός τε κῦμα πρός τε θάλασσαν διαναυμαχοῦντες καὶ πολλάκις ἐγγὺς ἐλθόντες τοῦ καταδῦναι, μόλις καὶ σὺν πολλῇ βίᾳ, ὑπαυγαζούσης ἡμέρας, πρὸς Μεθώνην γίνονται, μόγις ἀποδράσαντες παρ' ἐλπίδα πᾶσαν τὸν ἐφεστῶτα 509 κίνδυνον. Ἐκεῖσε δ' ἀνέσαντες ἡμέρας πλείους, ἐφ' ᾧ μαθεῖν τὰ τῆς ἄλλης τριήρεως, εἴ που τοῦ κλύδωνος διαγένοιτο, ἐν εἰδήσει γίνονται τῆς πικρᾶς ἀγγελίας μετ' οὐ πολύ· οἳ δὴ καὶ μόνοι λειφθέντες, ἐπεὶ οὐκ ἦν ὑποστρέφειν, τοῖς πρόσω ἐπιβαλλόμενοι, πρὸς τὴν Ῥώμην ἀπέπλεον. Καὶ δι' ὀλίγων ἡμερῶν καταλαβόντες τὸν πάπαν, τὰ τῆς πρεσβείας ἐπλήρουν, ἀσμένως ὑποδεξαμένου τοῦ πάπα τοὺς πρέσβεις, ὥστε καὶ τιμῆσαι σφᾶς τιάραις τε καὶ μίτραις καὶ δακτυλίοις, ὡς ἡ ἐκείνων ἔχει ἐπ' ἀρχιερεῦσι συνήθεια. Ἔαρ οὖν καὶ θέρος ἐκεῖσε διαγαγόντες καὶ τὰ εἰκότα φιλοφρονηθέντες παρὰ τοῦ πάπα, τὰ τῆς πρεσβείας διευθετοῦσι καί, φθινοπώρου λήγοντος, συνάμα πρέσβεσι τὴν πόλιν καταλαμβάνουσιν.
505.3.1
Ὅπως ὁ πάπας ἐμνημονεύετο, ἀργήσαντος τοῦ πατριάρχου. Ἦν οὖν ἀπεντεῦθεν ἀργῆσαι μὲν τὸν πατριάρχην κατὰ τὰ συγκείμενα τέλεον, μνημονεύεσθαι δὲ τὸν πάπαν, καὶ εἶθ' οὕτως καὶ τὸν εἰς πατριάρχην ἀνάγεσθαι μέλλοντα ψηφίζεσθαί τε καὶ καθιστᾶν. Τὸ μὲν οὖν τὸν πατριάρχην παρακινεῖσθαι ἐργῶδες ἦν, ἐπεὶ οὐκ αὐτόθεν ἐκεῖνος παρῃτεῖτο τὴν προ στασίαν. Ὡς γοῦν οὐκ ἦν παραιτεῖσθαι, μάρτυρας τῶν πρὸς βασιλέα λόγων ἐκείνου ὡς ἦν παραστήσαντεςοἱ δ' ἦσαν οἱ περὶ τὸν δικαιοφύλακα Σκουταριώτην, ὡς ὑπισχνουμένου δῆθεν τοῦ πατριάρχου τὴν ἑκουσίαν ἐκχώρησιν, εἰ εὐοδοῖτο τὸ ἔργον, ταύτην τὴν φωνὴν ὡς παραίτησιν τελείαν, προσέτι δὲ καὶ τὸν ὅρκον, ἔκρινον οἱ ἀρχιερεῖς, τὴν μὲν ὡς ὑπόσχεσιν, τὸν δὲ ὡς κωλύμην ἄντικρυς. Τὸ γὰρ ἔνθεν μὲν μὴ καταδέχεσθαι τὴν πρᾶξιν ὀμνύοντα, ἐκεῖθεν δὲ γεγονυίας ἐκχωρεῖν ὑπισχνούμενον, δηλοῦντος ἦν πάντως, προχωρούσης τῆς πράξεως, τὴν ἰδίαν παραίτησιν· ἐπὶ τί γὰρ καὶ ἐπὶ τῶν τῆς ἐκκλησίας πραγμάτων εἶναι, τῆς πράξεως ἀποβάσης, ἧς 511 χάριν καὶ ὅρκους ἐτίθει τοῦ μὴ δέξασθαι καὶ ὑποσχέσεις τοῦ ἐκχωρεῖν αὐτίκα προβάσης; Διά τοι ταῦτα καὶ ἀργίαν ἐκείνου καταψηφίζονται, καί γε μηνὸς ἑκατομβαιῶνος ἐννάτῃ παύεται τὸ τούτου μνημόσυνον, καὶ πρὸς τὴν κατὰ τὸν Ἀνάπλουν Λαύραν ἐκ τῆς Περιβλέπτου μεταφοιτᾷ. Τοῦ δ' αὐτοῦ μηνὸς ἕκτῃ καὶ δεκάτῃ, τοῦ Χαλκηδόνος Νικολάου ἱερουργοῦντος κατὰ τὰ ἀνάκτορα, ἀναγινώσκεται μὲν διττῶς, τῶν πρέσβεων συνάμα τῷ βασιλεῖ ἐκεῖσε παρόντων, ὁ ἀπόστολος, εἴτ' οὖν ἡ περικοπὴ τῆς τῶν Πράξεων βίβλου Πέτρου γὰρ τοῦ κορυφαίου τῶν ἀποστόλων ἤγετο ἑορτή, ἣν ἑορτάζει ἡ ἐκκλησία ἐπὶ τῇ καταθέσει τῶν θείων ἁλύσεων, ἀναγινώσκεται δὲ ὡσαύτως καὶ τὸ θεῖον εὐαγγέλιον Γραικικῶς τε ὁμοῦ καὶ Ῥωμαϊκῶς, καὶ οὕτως κατὰ τόπον οἰκεῖον καὶ ὁ πάπας παρὰ τοῦ διακόνου ἐμνημονεύετο· ὁ δ' ἦν ὁ Γρηγόριος, ἄκρος ἀρχιερεὺς τῆς ἀποστολικῆς ἐκκλησίας καὶ οἰκου μενικὸς πάπας μνημονευόμενος.
505.4.1
Περὶ τοῦ σχίσματος καθόλου τῆς ἐκκλησίας. Ἐντεῦθεν τὰ τῆς ἐκκλησίας ἐνόσει, καὶ διεστέλλοντο ἀπ' ἀλλήλων ἄνθρωποι, καὶ ὁ μὲν ἐκοινώνει τῷδε τῶν θείων συνάξεων, οἱ δὲ μὴ ἅψῃ, μὴ θίγῃς μέχρι καὶ ἐκπωμάτων αὐτῶν καὶ προσφωνημάτων ἀπακριβούμενοι. Ἤρετο δὲ τὸ σχίσμα μεῖζον, καὶ ὁ χθὲς ἐπὶ τῷδε πληροφορούμενος σήμερον ἀπεστρέφετο. Καὶ ὥσπερ εἴ τις κακοσπλάγχνως ἔχων, ἐπισυμβάντος καὶ ἄλλου νοσήματος, διπλοῦν ἔχει τὸ ἄλγος, καὶ τὸ πρότερον αὔξεται τῇ τοῦ ἐπιγενομένου προσκρούσει, ἐκεῖνα δ' αὖθις πρὸς ἄλληλα διαφέρετον, ὥστε τὸ εἰς θεραπείαν τούτου καὶ συστολὴν εἰς αὔξην θατέρου γίνεσθαι καὶ ἀπαγο ρεύειν τὸν κάμνοντα, τὸν αὐτὸν τρόπον καὶ τότε τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ συνέ βαινε. Προόντος γὰρ ἀποχρώντως τοῦ κατὰ τὸν Ἀρσένιον σχίσματος, ἐπισυμπίπτει καὶ δεύτερον τόδε, ὥστ' εἶναι μὲν καὶ ἄμφω τὰ μέγιστα ἀρρωστήματα καὶ τὸ μέγα τῆς ἐκκλησίας σῶμα καὶ ἀστασίαστον οἷά τε 513 διαλυμαίνεσθαι, καθ' αὑτὰ δὲ καὶ λίαν ἀξύμβατα, αὐτοὺς δ' αὖθις τοὺς ἑκατέρας μερίδος πρὸς ἀλλήλους διαφωνεῖν καὶ τοὺς μὲν οὕτως, τοὺς δ' ἄλλως, καὶ τοὺς μὲν ἁπλῶς, τοὺς δ' ἀκριβέστερον, ἐπὶ τῷ σχίσματι δια κεῖσθαι. Τίς ἂν τὰ τότε ἀξίως θρηνήσοι, ὅπου γε καὶ πᾶν καὶ τῶν ἀπειρημέ νων πλημμέλημα οὐδὲν ἐδόκει καὶ εἰς συγκρίσεως λόγον τοῦ κοινωνεῖν ἀνεκτότερον; Οὐδὲ γὰρ ὅσον καὶ πέπρακτο ἐπὶ τοῖς ἔξω διεφημίζετο, ἀλλὰ προσετίθουν πλείω καὶ χείριστα, ἐπιδαψιλευόμενοι τοῖς κακίστοις, ὡς ἂν ὑπαγάγοιεν καὶ τὸν ποσῶς ἡσυχάζοντα. Τό τε γὰρ τῶν λεγόντων κακοῦργον καὶ τὸ τῶν ἀκουόντων ἰδιωτικὸν καὶ ἀγροῖκον ἐπῆγε πίστιν τοῖς λεγομένοις. Σῶφρον μὲν οὖν τὸν ἀγροῖκον μὴ πολυπραγμονεῖν, ἀλλ' ἀπραγμόνως ἐᾶσθαι σῴζεσθαι. Εἰ δέ τις κινοίη καὶ διεγείροι πρὸς τὸ δῆθεν ἀσφαλίζεσθαι τὰ ἐς πίστιν, φεῦ τῆς κορύζης ὁπόση· ὅ τι δ' ἄν τις ἐκεῖνον καὶ πείσειε λέγων, μετριάζειν πρὸς ταῦτα, ὡς μηδὲν πλέον εἰδότα μακέλλης τε καὶ σκαπάνης καὶ βιοτῆς ἀπράγμονος. Τοιούτους πολλοὶ τοὺς πολλοὺς εὑρόντεςοὐδὲ γὰρ πάντων ὁ λόγος ἅπτεται, οἷς δὴ καὶ λόγος τῆς διαφορᾶς προειστήκει καὶ ἱστορίαι μέλημα ἧν καὶ γραφαῖς προσεῖχον καὶ τὸ τῆς αἰτιάσεως ὁπόσον ἦν διεγίνωσκον καὶ οὐχ ἧττον μετρίως ἢ ἀσφαλῶς ἐχρῶντο τοῖς πράγμασι, μεῖζον ἐποίουν ἢ ὅσον ἔδει τὸ σχίσμα. Ἐχρῆν γὰρ ἴσως ὁπόσον ἦν χθὲς τὸ πρὸς τοὺς Ἰταλοὺς ἐκείνοις διάφορον, τοσοῦτον καὶ πρὸς τοὺς ἰδίους ἔχειν, ὅπου γέ τινες, καὶ αὐτοῖς δὴ τότε κατὰ χρείαν κοινωνοῦντες, καθ' ὅ τί τις εἴπειε, τῶν ἰδίων ἀδελφῶν ὡς ἐναγεστάτων διίσταντο. Ἀλλὰ τὰ μὲν ἐκείνων οὕτω, καὶ ὁ λόγος παρενήνεκται τοῦ εἰκότος, τοῦ πάθους κινήσαντος· οὐδὲ γὰρ ἐγκαλεῖν, ἀλλ' ἱστορεῖν, προεθέμεθα. Ὅθεν καὶ ὁ μὲν λόγος ψιλὰ τὰ πραχθέντα τίθησιν, ἐξέσται δὲ κρίνειν τῷ βουλομένῳ.
505.5.1
Περὶ τῆς ἐκλογῆς τοῦ χαρτοφύλακος Βέκκου εἰς τὸ πατριαρχεῖον. Τότε τοίνυν τοῦ μὲν Ἰωσὴφ ἀργήσαντος, ὡς προλέλεκται, τῆς δ' ἐκκλησίας ζητούσης τὸν προστησόμενον, πολλοὶ μὲν ἐνεκρίνοντο τῶν δοκούντων ἀπό τε τῶν μοναχῶν καὶ τῶν ἄλλως ἱερωμένων, ἔρρεπε δὲ πλέον ἡ ψῆφος τῷ Πρίγκιπι, ἀνδρὶ εὐγενεῖ μὲν τὰ εἰς γένος, ἐκ πριγκίπων δὲ τῶν κατὰ Πελο πόνησον κατάγοντι τὸ ἀνέκαθεν, ὁπόθεν νέος ξενιτεύσας, κατ' ἀρετῆς λόγους 515 καὶ πολιτείας ἀκριβεστάτης, ἔν τινι τῶν κατὰ τὴν ἀνατολὴν μονῶν τοῦ Μέλανος ὄρους, ὅπου γε καὶ τὸν ἀπὸ πατριαρχῶν Γερμανὸν ἀσκεῖν ἐλέγομεν, φέρων ἑαυτὸν ἐγκλείει. Ἐκεῖθεν δὲ μετὰ χρόνους τῷ βασιλεῖ προσχωρεῖ καί, τὴν τοῦ Παντοκράτορος μονὴν πιστευθείς, καταστὰς εἰς ἀρχιμανδρίτην, εἶτα καὶ τὰ πρὸς τοὺς ἀνατολικοὺς Τοχάρους διαπρεσβεύσας, τὴν νόθον Μαρίαν τοῦ βασιλέως εἰς νύμφην ἀγαγὼν ἐκεῖσε τῷ Ἀπαγᾷ, πρός τινι κελλίῳ τῆς τῶν Ὁδηγῶν μονῆς ἐπανελθὼν ἡσύχαζεν· ὕστερον δὲ κἀν τῇ τῆς Ἀντιοχείας ἐκκλησίᾳ εἰς πατριάρχην καθίσταται. Τότε δὲ καθ' αὑτὸν ὄντι καὶ ἡσυχάζοντι ἡ ψῆφος ἔρρεπε τῶν λοιπῶν πλέον, ἐς ὃ τῆς κατὰ τὴν Κωνσταντινούπολιν ἐκκλησίας προστήσεσθαι· κἂν ἐγεγόνει τοῦτο, ἢν μή γέ τινες τῶν ἀρχιερέων εὐδόκουν ἐπὶ τῷ Βέκκῳ, ἅμα μὲν χαρτοφύλακι ὄντι, ἅμα δὲ καὶ μεγάλῳ σκευοφύλακι, καὶ κλέος ἔχοντι μέγιστον. Ἀνατεθέντων δ' ἐπὶ τῷ βασιλεῖ τῶν κατὰ τὰς ψήφους, ὁ Βέκκος ἐδέδοκτο ἀξιώτερος τά τε ἄλλα καὶ ὅτι λόγιος ὁ ἀνὴρ καὶ καταστέλλειν ἔχοι τὸ σχίσμα τῇ ἐπὶ τῆς ἐκκλησίας πολυχρονίῳ πείρᾳ καὶ λογιότητι. Ὅθεν καὶ συναχθέντες οἱ ἀρχιερεῖς ἐν ταὐτῷ ἐπὶ τοῦ θείου καὶ μεγάλου τεμένους ἕνα καὶ τὸν αὐτὸν καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον ψηφίζονται. Καὶ ὁ Βέκκος εἰκοστῇ μὲν ἕκτῃ πυαντιῶνος μηνός, κατὰ τὴν ἑορτὴν τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ, πατριάρχης προβέβληται, δευτέρᾳ δὲ μαιμακτηριῶνος, τῇ ἐπιούσῃ κυριακῇ, ἐν ἐπισήμῳ ἡμέρᾳ τοῦ Πνεύματος, τὰ τοῦ Πνεύματος δέχεται καὶ τελειοῦται ἀρχιερεύς. Ὁ μέντοι γε βασιλεύς, ἐπ' ἐκείνῳ μικρὸν σχολάσας τὸν νοῦν, ὡς ἄν γε καὶ κατασταίη πρὸς τὴν πνευματικὴν ἐκείνην ἀρχήν, τὸ λοιπὸν κοσμικαῖς ἐνεδίδου φροντίσιν, εἰδὼς ἱκανὸν ἐκεῖνον ὄντα τὰ τῆς ἐκκλησίας ἰθύνειν μετ' αὐτάρκους πείρας καὶ τῆς περὶ ταῦτα παμπόλλης συνέσεως. Συλλήψεσθαι δέ οἱ ἐς ὅ τι καὶ δέοιτο παρεῖχεν ἕτοιμον ἑαυτόν, ἐλπίζων παρ' ἐκείνου καὶ αὐτὸς τὰ ὅμοια ἔχειν. Ἐδίδου δέ οἱ καὶ παρρησίας χώραν ἐντυγχάνειν ὑπὲρ ἀνθρώπων τὰ πρέποντα καί γε ἀνύτειν, ὡς οὐ παρὰ τὸ δέον ἐντευξόμενον. 517 Διένεμε γὰρ ἑαυτὸν δίχα, τοῖς τε δεομένοις ἐξ ἐλέους εὖ πάσχειν, τοῖς τε φερομένοις καί τι πρὸς ἀποφυγὴν τῶν ἐγκλημάτων δικαίωμα. Καὶ τοῖς μέν, τὰς ἀφ' ἑαυτοῦ προσωποποιῶν Λιτὰς χωλάς τε ῥυσσάς τε παραβλῶπάς τ' ὀφθαλμώ, ἐθήρα τὸν ἐκ τοῦ βασιλέως ἔλεον, ὁμολογῶν μὲν αὐτὸς ὑπὲρ ἐκείνων τὸ πταῖσμα, δεόμενος δὲ ἀφεθῆναι τοῦ προστιμωμένου τῷ πταί σματι· τῶν δέ, καὶ θαρραλεώτερον ὑπερμαχῶν τῷ κρατοῦντι, ὡς ἀδικου μένων ἐζήτει τὴν λύσιν. Οὐ γὰρ ἑρμηνέως ἔχρῃζεν ἐς ὅ τι μάθοι τὰ τοῦ δεομένου πῶς ἂν ἔχοιεν, ἀλλ' αὐτὸς ἀκούων, μόνον ἀξιῶν ἀληθεύειν τὸν λέγοντα, ὡς ἀνοισθησομένων τῶν λόγων τῷ βασιλεῖ, αὐτὸς διακρίνων, τὰς ἀναδοχὰς ἐποιεῖτο κατὰ τὰς κρίσεις. Εἵποντο δὲ καὶ οἱ πρὸς τὸν κρατοῦντα λόγοι κατὰ τὰς ἀναδοχάς· προῳκονόμει γὰρ πρὸς τὸ χρήσιμον καὶ τὰς περὶ ἑκάστου ἀναφοράς, ὡς τὴν μὲν προτάττεσθαι, τὴν δ' ὑποτάττεσθαι, καὶ τὴν μὲν πρωτολογησομένην, τὴν δ' ὑστερήσουσαν, ὥστε καὶ πολλάκις μετεγ γράφεσθαι τὸ τῆς ἀναφορᾶς γραμμάτιον συμβεβήκει, ὡς δευτέρου ἢ καὶ τρίτου ἢ καὶ ὑστάτου τεθησομένου τοῦ παροξυσμὸν ἐκ τῶν εἰκότων κινῆσαι βασιλέως ὑφορωμένου, πρώτου δέ γε τοῦ ἢ ῥᾳδίως ἀνυσθησομένου ἢ καὶ εἰς χαριεντι σμόν τινα δόξοντος. Ὑπ' αὐτῷ γὰρ καὶ τῶν πολλῶν ἐθάρσουν αἱ τόλμαι, ὡς μέχρι βασιλέως ἀναχθησόμεναι, καὶ ἔνδοξος ἦν ὁ τολμῶν αὐτίκα περὶ τῶν σφετέρων δικαίων λέγειν, ὡς ἀληθῆ δόξων λέγειν δι' ἐκείνου πρὸς τὸν κρατοῦντα. Οὕτως ἦν πρὸς τὰς ἀναδοχὰς τῶν ἀνθρώπων ὁ ἀνὴρ δοκιμώτατος ὤστε καὶ προλαβεῖν οὐ χεῖρόν τινα τῶν αὐτοῦ εἰς δεῖγμ' ἀκριβοῦς παρρησίας καὶ τῆς περὶ τὸ δίκαιον ἀντιλήψεως. Θέρους ἀκμὴ ἦν, καὶ ὁ κρατῶν περὶ τὸ τῆς μεσημβρίας σταθερώτατον, μετὰ τὸν μετ' ἄριστον ὕπνον, κατὰ τὰ Ὠάτου μέσα καθήμενος ἐναιθρίαζε. Συνεδριάζων δ' ἦν ἐκείνῳ καὶ πατριάρχης, ἐγγύθεν ἐκ τῆς Χώρας ἔχων, ἡνίκα καὶ βασιλεὺς ἐξ ὕπνου ἀνέγροιτο, ἐκ τοῦ ῥᾷστα παραγίνεσθαι. Ἐνετύγχανε τοίνυν, καὶ ἡ ἐντυχία ἀξίωσις ὑπὲρ ἀνθρώπου ἦν ὃν ἠδικῆσθαι 519 μὲν ὁ ἱερεὺς διεγίνωσκεν, οὐ καλῶς δ' ἔχων ὁ βασιλεὺς περὶ ἐκεῖνον οὐ κατένευε σῴζεσθαι· καὶ ἡ ἔνστασις ἀμφοτέρωθεν ἱκανὴ ἦν θορυβῆσαι καὶ τὸν ἀκούοντα. Τοῖς δ' οὐκ ἔληγεν ἔτι, ἀλλὰ τῷ μέν, ὡς ὑπὲρ δικαίου λέγοντι, ὁ ζῆλος ἀνέζει καὶ παρρησιαστικώτερον ἔπληττε, βασιλεῖ δέ, τὸ ἐπὶ τῷ διαπρεσβευομένῳ ἔχθος πρὸς τὴν κατὰ τοῦ πρεσβεύοντος βαρύτητα τρέψαντι, ξυνέβαινε παροξύνεσθαι. Καὶ ὁ μὲν ἐδέετο, ὁ δ' ἀνένευεν· ὁ μὲν καὶ δρα στικώτερον ἠντιβόλει, ὁ δ' ἠγρίαινε. Τέλος ἀλλ' ἀδικεῖσθαι τὸν ἄνθρωπον ἔλεγεν, ὁ δ' οὐκ ἐφρόντιζεν. Ὡς δὲ καὶ δῆλος ἦν πράξων παραβολώτερον, ἢν μή γ' ἀκούοι, ὁ δὲ ἀλλ' οὐκ ἐδίδου τὸ παράπαν τὴν λύσιν, κἂν ὅ τι καὶ πράξοι. Καὶ εὐθὺς ζῆλος εἰσέδυ τὸν ἱερέα, καί· «Τί δέ, φησί, καὶ ἀπὸ τίνων ἀρχιερεῖς εἶναι ἄξιον ἢ μαγείρους καὶ στράτωρας, οὓς ὑποκλίνειν ἀνάγκη, κἂν ὅ τι θέλοιτε;» Ταῦτά τε εἰπεῖν καὶ ἀθρόον τὸ τῆς πατριαρχίας σύμβολον ῥῖψαι, τὴν βακτηρίαν, τὴν δ' ἐπιρροιζῆσαι, πρὸ ποδῶν τῷ βασιλεῖ πεσοῦσαν, τὸν δ' ἅμ' ἀναστάντα, ᾗ ποδῶν εἶχεν, ἔξω χωρεῖν. Καὶ τὸν μὲν βασιλέα, ἐν αἰσχύνῃ ποιοῦντα τὸ πρᾶγμα, ἐννεὸν ἀνίστασθαι, ἐκεῖνον δὲ πολλῶν ἐπεχόντων καί γε τῶν ἐκ βασιλέως συχνῶν πεμπομένων καὶ ὑποστρέ ψαι παρακαλούντων, ὡς εἰς λύπην τῷ βασιλεῖ γενησομένης τῆς ἐκχωρήσεως, τὸν δὲ μηδ' ὅλως ἀκοῦσαι, ἀλλὰ πεζῇ διελθεῖν καὶ τὴν μονὴν τῆς Χώρας καταλαβεῖν, ἔργῳ δείξαντα τὴν τοῦ ζήλου φύσιν ὁποία καὶ ὡς οὐ λαμβάνει πρόσωπον, ἂν κατὰ Θεὸν γίνηται. Ἄλλοτε δὲ πάλινπροτρέχει γὰρ καὶ τοῦτο ῥηθῆναιὑπὲρ ἀνθρώπου δέησις ἦν δοκοῦντος ἔχειν τὸ δίκαιον ἐφ' οἷς καὶ βασιλέως δέεται, ἀλλὰ πολ λάκις εἰπὼν οὐκ ἠκούσθη, καὶ ὑπερήμερος ἐφαίνετο ἡ βοήθεια. Δράττεται τοίνυν ὁ πρεσβεύων καιροῦ, καὶ ὁ καιρὸς ἑορτὴ ἦν τοῦ ἐν μάρτυσι περιφανοῦς Γεωργίου καὶ σύναξις ἀνδρῶν οὐκ ὀλίγων ἀνὰ τὴν τῶν Μαγγάνων μονήν. Καὶ ὁ μὲν ἱερεὺς τὴν ἀναίμακτον ἐτέλει θυσίαν, ὁ δὲ βασιλεὺς ἱστάμενος ἐτελεῖτο. Ἐπεὶ δ' ἐτελεύτα ἡ τῶν δώρων ἀναφορὰ καὶ ἔδει τὸν βασιλέα νιψάμενον προσελθεῖν, ἐφ' ᾧ τε μετασχεῖν ἀντιδώρου καὶ εὐλογίαν παρὰ τοῦ 521 λειτουργήσαντος δέξασθαι, ἀνοίγνυνται τὰ πρόσθεν τῶν ἀδύτων θυρία, ἐμφανίζεται ὁ τὴν εὐχὴν τελέσων τῷ βασιλεῖ, πρόσεισι βασιλεύς, ἐκτείνει τὰς χεῖρας τοῦ θείου ἄρτου ληψόμενος, ἐπέχει τὴν δεξιὰν ὁ ἱερεύς, τὸ τοῦ ἱεροῦ ἄρτου κλάσμα κατέχουσαν. Καὶ οὕτω τῶν μὲν χειρῶν ἐκτεταμένων τῷ βασιλεῖ, τῆς δὲ δεξιᾶς τῷ ἱερεῖ ἀτρεμούσης, ἡ γλῶσσα φέρει τὴν ἱκεσίαν καὶ τῷ λυπουμένῳ ζητεῖ τὴν λύσιν. Εἶδες ἂν τότε γενναῖον παράστημα τῆς ψυχῆς, τοῦ μὲν ἱκετεύοντος δοῦναι τὸ κλάσμα, τοῦ δ' ἱκετεύοντος δοῦναι τὴν λύσιν, καὶ τοῦ μὲν εἰς καιρὸν ἀναρτῶντος, ὡς μὴ ὄντος ἐκείνου καιροῦ λύσεως, τοῦ δὲ καὶ μᾶλλον ἐξαναγκάζοντος, ὡς ὄντος ἐκείνου καιροῦ ἅμα μὲν ἁγιασμοῦ ἐκ Θεοῦ, ἅμα δὲ καὶ συμπαθείας πρὸς ἄνθρωπον. Τέλος ἀντιβολεῖ βασιλεὺς τὸ κλάσμα λαμβάνειν, οὐ κατὰ χρείαν μᾶλλον, ὡς ἔδειξεν, ἤ, εἴ γε κενὸς ὑποστρέψοι, τὸν λαὸν αἰσχυνόμενος. Ὡς δ' οὐκ ἐδίδου, εἰς κρῖμα λέγων λαμβάνειν, εἰ μὴ λύοι τῷ διακενῆς λυπουμένῳ τὴν λύπην, μεταβαλεῖν τε τὸν βασιλέα τὸ ἱλαρὸν εἰς ὀργὴν καί, μηδὲν προσθέντα τοῦ «ἀνέορτα» εἰπεῖν «ἑορτάσαμεν», χωρῆσαι πρὸς τὸ παλάτιον.
505.6.1
Ὅπως μὴ φέρων ὁ βασιλεὺς τὴν παρὰ τοῦ πατριάρχου ἐνόχλησιν τὴν τρίτην ἔταττεν. Ἐπὶ τούτοις ὁ βασιλεύς, αἰδεσθεὶς τὸν ἄνδρα, ὠρέγετο μὲν ἔκποθεν αἰτίαν σχεδιασθῆναι τοῦ ὅπως ταπεινωθείη τὸ τοῦ ἀνδρὸς ἀκατάπληκτον, τῷ δέ γε τέως, τοῖς περὶ αὐτὸν ἀπολογούμενος ὅπως πολλάκις ἀντιβαίνει καὶ οὐ πείθεται μεσιτεύοντος, τὴν συνεχῆ προσεδρείαν ᾐτιᾶτο τῆς ἀπειθείας καὶ ὡς, συνεχῶς ἐνοχλούμενος, ταὐτόν τι πάσχει τοῖς ἁψικόροις, πολλῶν παρα τιθεμένων βρωμάτων· ἐκείνους γάρ, ἢν μή τις ἀποσκευάζηται τὰ τεθέντα, ὀργίζεσθαι, καὶ αὐτόν, πολλῶν καθ' ἑκάστην ἐπαντλουμένων τῶν ὑποθέσεων, καὶ ταῦτ' οὐκ ἐκ μηνυμάτων, ἀλλ' αὐτοπροσώπως, ὁπότε καὶ ἡ ἀντιλογία καιρὸν ἔχει πρὸς ἕκαστον διὰ τὸ ἀξίωμα, ἀγανακτεῖν καὶ δυσκολαίνειν πρὸς τὴν κατάνευσιν, πολλῶν ἐπεισρεόντων ἄλλοθεν ἄλλων καὶ μεθελκόντων ἑκάστου πρὸς ἑαυτὸ τὸν νοῦν τὸν βασίλειον. Καὶ τὸν μαθεῖν καὶ ζητῆσαι καιρὸν ἐντυχίας ἴδιον, μιᾶς ἡμέρας εἰς τοῦτο τῶν ἑπτὰ ἐκλεγείσης· καὶ ἐκλεγῆναι τὴν τρίτην, ὡς εἶναι μόνην ταύτην τῆς ἑβδομάδος ἁπάσης καιρὸν ἐντυχίας ὑπὲρ ἀνθρώπων τοῦ πατριάρχου πρὸς βασιλέα, ταχθῆναί τε καὶ γραμματικὸν ἴδιον τὸν Ξιφιλῖνον Μιχαήλ, ἐφ' ᾧ τὰς λύσεις τῶν ἀναφορῶν ἀναδεχόμενον γράφειν. Οὕτως ἦν ἡ τρίτη ἀφωρισμένη Θεῷ ἐλέους καὶ παρα κλήσεως. Ὡς ἂν δὲ μὴ ἀφαιροῖτο ἡ ἡμέρα τοῦ προνομίου, ἀσχοληθέντος ἐπ' 523 ἄλλοις κατ' ἀνάγκην τοῦ ἄνακτος, τόπος ἀναπαύσεως τοῖς περὶ τὸν πατρι άρχην ἡ τῆς Χώρας ἐτάχθη μονή, εἰς ἣν καὶ ὑποστρέφων ἐνίοτε, ἤν τι πρωΐαθεν μὴ ἀνύσειεν, ἐξ ἀναγκαίας ἀσχολίας ἐπεισπεσούσης τῷ βασιλεῖ, ἡ δείλη ὀψία μέχρι καὶ ἐς ὀψὲ τῶν νυκτῶν ἀνεπλήρου τὸ ἐλλειφθέν. Καὶ πολλῶν καλῶν ἐκ τῆς περὶ ταῦτα τοῦ πατριάρχου σπουδῆς ἀπώναντο ἄνθρωποι. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον, ἃ δὴ καί, καθ' εἱρμὸν προλαβών, ὁ λόγος ὑπέμνησεν.
505.7.1
Ὅπως καὶ αὖθις πρὸς τὸν πάπαν πρέσβεις ἐστέλλοντο. Ὁ μέντοι γε βασιλεὺς πρέσβεις εὐτρεπίσας ἀποστέλλει πρὸς πάπαν, ἅμα μὲν δηλώσοντας τὸν τῆς πράξεως ἐπιτελεσμόν, ἅμα δὲ καὶ τὰ κατὰ τὸν Κάρουλον μαθησείοντας, εἰ καθυφῆκε τῆς ὁρμῆς ἐκείνης καὶ πρὸς τὸ ταπεινότερον ὑπεκλίθη. Οἱ δὲ παραγενόμενοι, τὰ μὲν τῆς εἰρήνης δηλώσαντες, ἀπεδέχθησαν, καταλαμβάνουσι δ' ἐκεῖσε τὸν Κάρουλον, ὅλον θυμοῦ πνέοντα καὶ λιπαρῶς τῷ πάπᾳ προσκείμενον καὶ προσλιπαροῦντα ἐφεῖναι τούτῳ τὴν ἐπὶ τὴν πόλιν ἐπέλευσιν. Ἑώρων οὖν ἐκεῖνον ὁσημέραι τῶν ποδῶν τοῦ πάπα προκυλινδούμενον καὶ ἐς τοσοῦτον ταῖς μανίαις συνισχημένον ὥστε καὶ τὸ ἀνὰ χεῖρας σκῆπτρον, ὃ σύνηθες κρατεῖν τοῖς τῶν Ἰταλῶν μεγιστᾶσιν, ὀδοῦσιν ἐκ μανίας καταφαγεῖν, ἐπειδή, λιτανεύων καὶ τὴν πρὸς ἀπαρτισμὸν ἔξοδον προβαλλόμενος καὶ προτείνων τὰ αὐτοῦ δίκαια, οὐδ' ὅλως τὸν πάπαν ἔπειθεν ἀπολύειν, ἀλλ' ἦν παρὰ κωφῷ λέγων. Ἀντεπῆγε γὰρ καὶ ὁ πάπας τὰ ὑπὲρ τῶν Γραικῶν δίκαια, ὡς ἐκείνων οὖσα ἡ μεγαλόπολις ἐκείνοις πάλιν καὶ προσεγένετο καὶ ὅτι νόμος ἀνθρώποις ταῦτα, καὶ δῶρα πολέμου καὶ πόλεις καὶ χρήματα, τὸ δὲ μεῖζον ὅτι κἀκεῖνοι τῆς ἐκκλησίας υἱοὶ καὶ χριστιανοί· χριστιανοῖς δὲ κατὰ χριστιανῶν ἐφεῖναι, μὴ καὶ εἰς παροργισμὸν τοῦ θείου πράττοιμεν. 525
505.8.1
Ὅπως Ἰκάριος, προσχωρήσας τῷ βασιλεῖ, καθίσταται ἐπὶ τοῦ στόλου. Οὕτως ἀναχαιτιζομένου τοῦ Καρούλου, ὁ βασιλεύς, τῶν ἐξ ἐκείνου φροντίδων ἀπολυθείς, ἐπεβάλλετο τοῖς ἐγγὺς κραταιότερον. Καὶ Ἰκάριον προσχωρήσαντα δέχεται, ἄνδρα πολλὴν μὲν τὴν ἐς μάχας πεῖραν ἔχοντα, κατάρχοντα δὲ καὶ νήσου μεγίστης, ἣν Ἀνεμοπύλας ἔθος τοῖς ἐκεῖ λέγειν, συμβάματι δὲ τύχης ἐκεῖθεν φυγόντα. Τὴν γοῦν νῆσον προσκυροῖ βασιλεῖ καὶ αὐτὸς τοῖς τοῦ βασιλέως οἰκείοις ἐγγράφεται. Βασιλεὺς δ' ἀποβαλὼν πρὸ ὀλίγου μὲν σεβαστοκράτορα, ἀποβαλὼν δὲ καὶ δεσπότην, τοὺς αὐτα δέλφους, ἔτι δὲ πρὸ τούτων καὶ ἄλλον σεβαστοκράτορα καὶ καίσαρα καὶ πρωτοβεστιάριον καὶ μέγαν δοῦκα καὶ ἁπλῶς τοὺς ἐν τοῖς μεγίστοις ἀξιώμα σιν, ἄλλους ἀνάγκην εἶχεν ἱστάναι. Καὶ δὴ τοῦτον μὲν τὸν Ἰκάριον καὶ ἔτι ἐν ἰδιώταις εἶχε καί, ἅμα δυνάμεσι πεζικαῖς ἐμβιβάσας ναυσίν, ἐκεῖνον ἐπ' Εὐρίπου πέμπει τῷ μεγάλῳ κυρίῳ Ἰωάννῃ συμμίξοντα. Καὶ δὴ ἐπεὶ ὁ στρατὸς τῶν νηῶν ἀπέβαινε περί που τοὺς Σωρεούς, ὁ Ἰωάννης, πυθόμενος τὴν ἐκείνων ἀπόβασιν καί γ' ὡς εἶχε, ποδαλγὸς ὤν, τῆς πρὸς ἐκείνους οὐκ ἀπέσχετο μάχης, ἀλλ' αὐτόθεν συνταξάμενος καὶ τὸ Λατινικὸν εὐτρεπίσας, εὐθὺ τῶν ἀκουσθέντων ἤιε. Καὶ μάχην κρατερὰν συμμίξας, ἀκοντισθεὶς πίπτει· τὸ γὰρ τῶν ποδῶν ἄλγημα οὐ παρεῖχε στερρῶς ἀντιβαίνειν ταῖς ἐφ' ἑκάτερα τῆς ἐφεστρίδος κλίμαξιν, ἀλλ' ἅμ' ἠκοντίζετο καὶ παρευθὺς ἔπιπτε καὶ ἡλίσκετο. Καὶ σὺν αὐτῷ ἄλλοι τε πλεῖστοι συμποδίζονται καὶ δὴ καὶ ὁ τοῦ Ἰκαρίου αὐτάδελφος. 527 Ἐν τούτῳ δὲ καὶ στρατὸς ἀπὸ ξηρᾶς εἰσβάλλει, οὓς ὁ μέγας στρατοπε δάρχης ὁ Συναδηνὸς Ἰωάννης ἦγεν καὶ ὁ μέγας κονοσταῦλος ὁ Καβαλλάριος Μιχαήλ. Καὶ δὴ ὁρμήσαντες ἐπὶ Φάρσαλα φρούριον, ὃ Φθίαν ὁ παλαιὸς ἔχει λόγος, ἐφ' ᾧ σιταρκοῖεν τοὺς ἐν τῷ φρουρίῳ, προσπίπτουσι τῷ ἐκ νοθείας Ἰωάννῃ, ὃς δὴ καί, σφίσι συρράξας πόλεμον γενναῖον καὶ ἀνδρικόν, αἱρεῖ μὲν καὶ ἄλλους πλείστους, αἱρεῖ δὲ καὶ τὸν Συναδηνὸν καὶ μέγαν στρα τοπεδάρχην. Τὸν μέντοι γε μέγαν κονοσταῦλον ὁ ὑπ' ἐκείνῳ λαὸς Ἰταλὸς διώκων καταλαβεῖν οὐκ ἴσχυσεν, ἀλλ' ὅλαις ἡνίαις ἐκεῖνος ἐνδούς, εἰς φυγὴν ἤλαυνε καὶ τοὺς μὲν διώκοντας, πολὺ προθέων, ἐξήλυξε, τὸ δέ γε μοιρίδιον ἀλύξαι οὐκ ἦν ἐκείνῳ, κἂν πάντ' ἔπραττεν. Ἀτακτότερον γὰρ ἐλαύνων τὸν ἵππον, τοὺς ὄπισθεν οἰόμενος φθάνειν καὶ πρὸς ἐκείνοις μόνοις ἔχων τὸν νοῦν, ὅπως ἐκφύγοι, προσπταίει δένδρῳ μεθ' ὅλης τῆς τοῦ ἵππου φορᾶς καὶ κατὰ στῆθος συνθλᾶται. Μόλις δέ τινες τὸν ἵππον στήσαντεςοὐ γὰρ ἦν ἐκείνῳ μέλον τοῦ ἵππου, ἀλλά γε τῆς πληγῆς τε καὶ τοῦ θανάτου, ἡμιθνῆτα καταβιβάζουσι καί, ὡς εἶχον πρὸς Θεσσαλονίκην ἀπαγαγόντες, ἐκεῖ θάπτουσι τελευτήσαντα. Τοῖς δὲ περὶ τὸν Ἰωάννην ἀνέδην ἦν κτείνειν τὸν προστυχόντα καὶ πολέμου γέρα σκυλεύειν. Ἔγνωσαν δὲ καὶ τότε Ῥωμαῖοι λειφθέντες μάχῃ τοῦ Ἰωάννου· οὐ γὰρ ἐξ ἐμφανοῦς ὥρμα παραταξάμενος, ἀλλ' ἐκ λόχου προσβαλών, οἷος ἐκεῖνος τὰ τοιαῦτα, κατέπληξε θεαθείς· καὶ λαὸν ἔκκριτον καὶ ἐπιεικῶς μαχῶν ἔμπειρον τῷ παρ' ἐλπίδα πταίσματι ἀνδρικῶς καταγωνισάμενος, δόξαν εὐκλείας ἀποφέρεται τῆς μεγίστης. Τὸ δέ γε ναυτικὸν καὶ ὅσον ἀνὰ ταῖς ναυσὶν ἦν, ἀζήμιοι διατηρηθέντες ἢ μᾶλλον καὶ γέρα μάχης ἀπενεγκάμενοι τοὺς περὶ τὸν μέγαν κύριον Ἰωάννην, εὐθύμῳ καρδίᾳ πρὸς τὸν κρατοῦντα γίνονται. Καὶ οἱ μὲν ἀμφὶ τὸν μέγαν κύριον ὑπὸ δεσμοῖς φρουρᾷ δίδονται, τιμᾶται δὲ ὁ Ἰκάριος ἀντίποινα τῶν ἀγώνων τῷ τοῦ μεγάλου κονοσταύλου ἀξιώματι. Ὁ μέντοι γε τῶν Θηβῶν λαὸς τὸν ἀδελφὸν Ἰωάννου Γουλίελμον μέγαν κύριον ἀντικαθιστᾶσιν. Ἐκεῖνον δ' ἀγήλας ὁ βασιλεὺς καὶ δοκιμάσας λαμβάνειν γαμβρὸν ὑφ' 529 ὅρκοις ἀσφαλέσιν ἀπέλυε· μετέωροι δ' ἦσαν οἱ γάμοι καθ' ὑποσχέσεις καὶ μόνας. Ἀλλ' ἐκεῖνος ἅμ' ἐπιβὰς τῆς πατρίδος καὶ ἅμα νόσῳ περιπεσὼν τελευτᾷ· διαδέχεται δὲ ὁ ἀδελφὸς ἐκείνου Γουλίελμος, ὃν καὶ γαμβρὸν Ἰωάννου ὁ λόγος παρίστα, ὁλοτελῶς τὴν τοῦ τεθνηκότος κυριότητα. Καὶ ἦν πρὸς Ῥωμαίους ἀντιφερόμενος, εἰ καὶ κατ' ἔτος ὁ στόλος, ἐκεῖσε προσβάλ λων, ἐκάκου τἀκείνου καὶ οὐδὲν εἴα ἀνύειν, περιζωσαμένου τὴν τοῦ μεγάλου δουκὸς ἀξίαν τοῦ Ἰκαρίου καὶ τὸν στόλον ἄγοντος.
505.9.1
Ἔτι τὰ κατὰ τὸν πατριαρχεύσαντα Ἰωσὴφ καὶ τὸν Βέκκον. Τοῦ Ἰωσὴφ δὲ καθημένου ἐν τῇ κατὰ τὸν Ἀνάπλουν μονῇ, νόσος ἐπεισπίπτει τῷ Ἰωάννῃ πατριαρχοῦντι δεινή· ἦν δ' οὗτος ὁ Βέκκος ὁ καὶ πρότερον χαρτοφύλαξ. Καὶ δὴ πολλὰ παθὼν καὶ ῥαΐσας, τοῖς ἰατροῖς δόξαν, ἐν σχολῆς τόπῳ μεταχθέντα, τὸν ἀρρωστοῦντα κατ' ἰδίαν θεραπεύεσθαι, μὴ καὶ ἡ ἀσχολία τριβὴν ἐμποιοίη τῇ νόσῳ, ἐπεὶ καὶ ῥαΐσας πρὸς τῷ καὶ πόμα καθαρτικὸν προσφέρεσθαι ἦν, ὁ τῆς Λαύρας πρὸς ταῦτα τόπος ἐκρίνετο χρήσιμος. Καὶ ὁ μὲν βασιλεὺς διὰ ταῦτα μεταθεῖναι τὸν Ἰωσὴφ ἐβούλετο, ὡς οὐκ εὐπρεπὲς ἄλλως ὂν ἐν μιᾷ μονῇ διατρίβειν τόν τε ἀργὸν ἐκ πατριαρχίας καὶ τὸν ἤδη πατριαρχεύοντα. Ἀλλ' ὁ Ἰωάννης, ἅμα μὲν εἰδὼς τὸ τοῦ Ἰωσὴφἱλαρὸν καὶ ὡς, αὐτοῦ σχεδὸν ψηφισαμένου, ἐκεῖνος τὰ πηδάλια τῆς ἐκκλησίας ἐλάμβανεκαὶ γὰρ τὴν παρ' ἐκείνου βουλὴν θέλων ὁ κρατῶν λαμβάνειν περὶ προσώπου διεπυνθάνετο, κἀκεῖνος τοῦτον παρὰ τοὺς λοιποὺς ἐξελέγετο, ὡς ἄλλως λόγιον καὶ ἐπὶ τοῖς πράγμασι τρίβωνα, ἅμα μὲν οὖν διὰ ταῦτα, ἅμα δὲ καὶ τῷ τῆς σφετέρας γνώμης πιστεύων εἰρηνικῷ, διεκώλυσε μὲν τὸν Ἰωσὴφ μετατίθεσθαι, οὕτω δ' ὄντος ἐκεῖσε, καὶ αὐτὸς τῇ μονῇ ἐνδημεῖ καὶ ἦν τὸ ἀπὸ τοῦδε καὶ προσαποστέλλων πρὸς Ἰωσὴφ καὶ τὰς ἀπ' ἐκείνου ἀπο κρίσεις φιλοφρόνως καὶ μετὰ προσηνείας πάσης δεχόμενος. Ἦν γὰρ ὁ ἀνὴρ ἐκεῖνος εἰρηνικός τε καὶ ἱλαρὸς καὶ ἐπὶ τοσοῦτον τῇ τῆς ἐκκλησίας πράξει ἀπήχθετο ὥστε μηδ' αἰσχύνεσθαι πολλάκις ὁμολογεῖν τὸν ὅρκον γενέσθαι κωλύμην τοῦ καὶ αὐτὸν ἐν τούτοις εἶναι, ἐπεὶ πλέον οὐκ ἦν γενέσθαι τῶν πραχθέντων, ὡς ὑπελάμβανεν. Ἐν τούτοις διάγων, ὁ Ἰωάννης πολλὰ μὲν γραμμάτια εἰς χεῖρας εἶχε λαμβάνων, ἃ δὴ καὶ οἱ σχιζόμενοι ἐξετίθουν, δεικνύντες τὴν πρᾶξιν ὡς σφαλερὰν καὶ Θεοῦ πόρρω βάλλουσαν, ἅμα δὲ καὶ τοὺς Ἰταλοὺς ἐνόχους 531 αἱρέσεσιν, οὐ συνεσκιασμέναις ἄλλως καὶ ἀμφιβόλοις, ἀλλ' ἐμφανέσι τε καὶ λαμπραῖς. Εἶχον δὲ καὶ ἀπὸ γραφῶν ὡς δῆθεν τὰς ἀποδείξεις, ἃς καὶ κατεστρώννυον συνεχέστερον, κἄν πού τι καὶ ἁγίοις ἐρρέθη θεληματικόν, εἴποι τις, καὶ τὸ κατὰ σφᾶς παραστὰν ἰδίως, ὡς περὶ εἰρήνης οἷον, ὡς εἰρη νευτέον μὲν ὅπου μὴ Θεὸν ζημιούμεθα καὶ πολεμητέον αὖθις ὅπου ζημιοῦσθαι Θεὸν κινδυνεύομεν· ταῦτ' ἐκεῖνοι πρὸς τὸ καθολικώτερον μεταφέροντες καὶ ἄλλα πλεῖστα τοιαῦτα παρενείροντες ταῖς σφῶν συγγραφαῖς, παρίστων τὴν πρᾶξιν ὡς σφαλεράν. Ἦν δὲ τὸ ἑπόμενον ἐξ ἀνάγκης γράφειν κἀκεῖνον καὶ ἀπολογεῖσθαι ἐφ' ἑκάστῳ τῶν λεγομένων· ἀλλ' εἰδὼς αἰρόμενα σκάνδαλα, ὡς λόγων λόγοις μαχομένων, ἐξ ὧν οὐκ ἔστι διαδιδράσκειν ἢ οὖσαν ἢ δοκοῦσαν κατηγορίαν ἐπὶ παραβάσει τῶν μειζόνων τὸν γράφοντα, ἔμενεν ἠρεμῶν καί γε τῷ Ξιφιλίνῳ, ἀνδρὶ γεραρῷ καὶ μεγάλῳ οἰκονόμῳ τῆς ἐκκλησίας ὄντι, καθυ πισχνεῖτο μὴ ἂν καὶ γράψαι ποτὲ εἰς ἀντίρρησιν δῆθεν· «Μὴ καὶ δόξωμεν, φησί, τοῖς κειμένοις παρεγχειροῦντες, κἂν εἴ τι λέγοιμεν. Ἐκείνοις μὲν δοκοῦσι νεωτερισμῷ τινι ἐπὶ τοῖς ἐκκλησιαστικοῖς ὁμόσε χωρεῖν καὶ ἀνέχειν πειρᾶσθαι, κἂν εἴ τι φαῖεν, κἂν φανερῶς καὶ τοῖς κειμένοις προσκρούοιεν δόγμασιν, αὐτάρκης ἀποφυγὴ τὸ ὑπὲρ τῆς ἐκκλησίας δῆθεν ἵστασθαι, καὶ τὴν τῆς ἐργολαβείας πεῖραν ῥᾷον ἐκκλίνοιεν ἄν. Ἡμῖν δέ, κἂν τὰ φανότατα λέγοιμεν, ἀγαπητὸν εἰ μὴ προσεχοίμεθα μόνον, ἀλλὰ καὶ μὴ περιτροπῆς τῶν κειμένων φεύγοιμεν.» Ταῦτ' ἔλεγεν ἐκεῖνος τότε, τὰς τῶν σχιζομένων λαμβάνων ἀνὰ χεῖρας γραφάς, αἷς πολὺ τὸ σαθρὸν ἐχούσαις ἐπὶ πολλοῖς οἷς ἔλεγον ἐβούλετο μὲν ἀντιλέγειν, ἐπείχετο δέ, κἂν εἰς τέλος τὴν πεῖραν οὐ διέδρα· ὅθεν δὴ καὶ πολλοῖς περιπεπτώκει τοῖς χαλεποῖς. Τότε δ' ἐφ' ἡμέραις τῇ Λαύρᾳ προσκαρτερήσας καὶ καθαρῶς ὑγιάνας, εἰς Κωνσταντινούπολιν ἐπανέστρεφε, τῷ Ἰωσὴφ μεθ' ἱλαρότητος συνταξάμενος. κθʹ. Ἔτι τὰ κατὰ τὸν πατριάρχην Ἰωσήφ. Οὐκ ἦν δέ τινας ἠρεμεῖν ἐντεῦθεν, ὥστε καὶ τὸν Ἰωσὴφ ἐκεῖσε καθήμενον ἀναπαύεσθαι, ἀλλ' ὁσημέραι προσφοιτῶντες ἠνώχλουν τὸν ἄνδρα καὶ συχναῖς περιέβαλλον ἀσχολίαις, τὸν αὐτοῦ ζῆλονκαὶ γὰρ κατ' ὀλίγον κατέψυκτο τῇ τῶν τρόπων ἁπλότητιἀναζωπυροῦντες οἷον καὶ πρὸς τὸ θερμότερον 533 διεγείροντες. Ἦν γὰρ ὁ ἀνὴρ ἐπὶ τοσοῦτον ἱλαρὸς καὶ μέτριος ὥστε καί, εἴπερ χρεία γεγόνει τινὰς τῶν τῇ ἐκκλησίᾳ κοινωνούντων προσφοιτᾶν ἐκείνῳ, οἱ δ' ἤθελον εὐλογεῖσθαι, μόνον ἦν ἐκείνους προσπίπτειν καὶ τὴν εὐλογίαν ἐπιζητεῖν, καὶ αὐτὸν εὐθέως κοινωνεῖν ἐκείνοις τῶν χαρισμάτων τοῦ Πνεύ ματος· ὃ καὶ τοῖς περὶ ἐκεῖνον καὶ λοιποῖς ἄλλοις οὐκ οἰστὸν ἦν. Διὰ τοῦτο καὶ ὁσημέραι προσφοιτῶντες ἀνεθάρρυνον πλέον πρὸς τὸ τελέως σχίζεσθαι. Τοῦτ' ἀκουσθὲν τῷ κρατοῦντι, ὁ δέ, πληροφορίαν τὴν εἰς ἐκεῖνον ἐκείνην ἀφείς, καὶ τὸ ἐπὶ πολλοῖς συγκεχωρηκὸς ἐκ διαθέσεως οὐ πάνυ μετρίας, ὡς οὐ δίκαια πάσχων, κατεμέμφετο, εἰ αὐτὸς μὲν συνήδεταί οἱ ταῖς ἀναπαύσεσιν, ὡς εἰκὸς προσαποδεχόμενος, ἐκεῖνος δ' ἀνδράσι προσφέρεται εὐμενῶς καὶ οἰκείως πάνυ πολὺ τὸ πρὸς αὐτὸν διεστηκὸς ἔχουσιν, ὥστε καὶ τὸ σῶμα κατατέμνειν τῆς ἐκκλησίας· χρῆναι δ' ἐκείνους αὐτῷ, καὶ μὴ αὐτὸν σφίσιν ἕπεσθαι, ἐχθροῖς ἀριδήλως οὖσι καὶ ἐπὶ τοῖς μεγίστοις διαφερομένοις. Προὔπεμπε τοίνυν τοὺς ἀπεροῦντας μὴ δέχεσθαι σφᾶς, ἢν μέλοι οἱ τοῦ καθ' ἡσυχίαν καθῆσθαι. Ἰωσὴφ δ' ἀπεκρίνετο, ἢν αὐτόν τε περιορίζειν ἐθέλοι καὶ τοὺς ἀμφ' αὐτόν, οὕτω καὶ ἀναγκαίως μὴ τοὺς προσιόντας δέχεσθαι, πρότερον δ' οὐ καλῶς ἔχειν κατηγορεῖσθαι, ἤν τινας προσιόντας καὶ δέχοιτο· ἀνάγκην γὰρ εἶναι προσφοιτᾶν σφίσι καὶ τῶν ἀγνώτων, μὴ ὅτι γε τῶν γνωρίμων, συχνοὺς εἰς παράκλησιν· ἢ γοῦν περιορίζειν, εἰ θέλοι, ἤ, ἄνετον ἀφέντα, ἀκαταιτιάτῳ μὴ μέμφεσθαι. Ταῦτα μὲν Ἰωσὴφ ἀπεκρίνατο, οὐ τῷ πλέον εἰς κακουχίαν τῶν παρόντων ἐθέλειν, ἀλλὰ πιστεύων τῇ διαθέσει, ἅμα κιρνὰς τοῖς λόγοις καὶ τῆς βαρύτητος οὐκ ὀλίγον, εἰ, τῆς τιμῆς ἐξοστρακίσας, ποιεῖν ἐθέλοι καὶ τῆς ἀπὸ τῶν ἀνθρώπων παρακλήσεως ἔρημον. Ὁ δὲ βασιλεύς, οἷον ἐκ τῶν λόγων λαβὼν τό οἱ συνοῖσον καί, ὅτι κατῆρξεν ὁ πεισόμενος λέγων οὗ αὐτός, βουλόμενος ἴσως ποιεῖν, κατὰ τὴν πρὸς ἐκεῖνον δυσωπίαν ἀπέσχετο, εὐπρόσωπον οἷον ἐντεῦθεν τὸν περιορισμὸν ἐκείνου θέμενος, ὡς ἐκείνου πρώτως μνησθέντος, πέμψας ἐξάγει τε τῆς Λαύρας κἀν τῇ Χηλῇφρούριον δ' αὕτη ἐπινησίδιον πρὸς τοῖς ἄκροις τῆς Εὐξείνου θαλάσσηςπεριορίζει, εὐχερεῖ μὲν ἐνεαρίζειν, δυσχερεῖ δὲ πάμπαν διαχειμάζειν, ὡς κατὰ στόμ' ἀπαντῶντος τῇ νήσῳ βορέου καὶ τὴν πικρίαν ἐκπνέοντος τῆς ψυχρότητος. Τινὰς δὲ καὶ τῶν μονα χῶν, οἳ δὴ κἀκείνῳ προσέκειντο, ἄλλον μὲν ἀλλαχοῦ ἐξορίζει καὶ νήσοις ταῖς 535 κατ' Αἰγαῖον περιορίζει· τὸν δέ γε μοναχὸν Ἰασίτην Ἰὼβ ἐν Καβείᾳφρούριον δ' αὕτη πρὸς τῷ Σαγγάρει κείμενον ποταμῷὑπ' ἀσφαλείᾳ πέμψας περιορίζει. λʹ. Ὅπως τοὺς κατὰ τὴν πόλιν Γεννουίτας ἐταπείνου ὁ βασιλεύς. Τότε μὲν οὖν καὶ ὁ βασιλεύς, ἐκστρατεύειν ἐπ' Ὀρεστιάδος παρασκευαζό μενος, τοὺς Γεννουίτας, παρακινουμένους ἐξ ἀναιδείας, ταπεινοῦν ἠβούλετο. Πρότερον μὲν γὰρ πολλῷ προεῖχον σφῶν Βενετικοὶ καὶ τὸ κατὰ σφᾶς συνέδριον πλούτῳ τε καὶ ἅρμασι καὶ παρασκευαῖς ἁπάσαις, ἅτε καὶ τῇ θαλάσσῃ προσχρωμένους πλέον ἐκείνων καὶ μακραῖς ναυσὶ τὰ πελάγη διαπε ραιουμένους, καὶ προσκτᾶσθαι πλείονα κέρδη συνέβαινεν ὧν οἱ Γεννουῖται προσεκτῶντο πραγματειῶν μετακομίσεσι καὶ κινήσεσιν. Ἐξ ὅτου δὲ τοῦ Εὐξείνου πελάγους ἐγκρατεῖς ἐγένοντο Γεννουῖται, βασιλέως διδόντος, ἐν ἐλευθερίᾳ πάσῃ καὶ ἀτελείᾳ καὶ κατετόλμων αὐτοῦ καὶ μέσου χειμῶνος ἐν συστελλομέναις κατὰ μῆκος ναυσίν, ἃς ἐκεῖνοι ταρίτας λέγουσι, πλέοντες, μὴ μόνον Ῥωμαίοις ἀπέκλεισαν τὰς κατὰ θάλασσαν κελεύθους καὶ πραγμα τείας, ἀλλὰ καὶ τῶν Βενετικῶν πλούτῳ τε καὶ παρασκευαῖς ὑπερέσχον. Διὰ τοῦτο ξυνέβαινε σφίσι καὶ καταλαζονεύεσθαι μὴ μόνον τῶν τοῦ γένους ἐκείνων, ἀλλὰ καὶ Ῥωμαίων αὐτῶν. Προσπεφιλοτίμηται μὲν οὖν βασιλεὺς ἰδίως καί τινι εὐγενεῖ Γεννουίτῃ, Μανουὴλ λεγομένῳ τοῦ Ζαχαρίου, τὰ τῆς κατ' ἀνατολὴν Φωκαίας ὀρεινά, μέταλλον στύψεως ἔχοντα, ἐφ' ὧν δὴ καὶ κατοικήσας συνάμα τῷ ἰδίῳ λαῷ εἰργάζετο. Καὶ πολλὰ τῆς ἐργασίας ἀπονάμενος, καὶ πλέον ἤθελεν ἔχειν ἐκ τῆς τοῦ κρατοῦντος πρὸς ἐκεῖνον εὐμενείας καὶ διαθέσεως. Ἠξίου γοῦν μὴ 537 ἀνεῖσθαι Γεννουίταις ἐκ τῶν ἄνω μερῶν διὰ θαλάσσης Εὐξείνου κατάγειν στυπτηρίας μέταλλον, ἐπεὶ πολλῇ τινι χρῶνται ταύτῃ τὰ ἐξ ἐρίων ὑφάσματα μιαίνοντες χρώμασι διαφόροις, ὡς ὁρᾶν ἔξεστι. Καὶ ὁ βασιλεὺς κατανεύων ἐπέταττεν. Οἱ μὲν οὖν ἐν τῇ πόλει Γεννουῖται, ἅμα μὲν αἰδούμενοι τὴν βασιλικὴν πρόσταξιν, ἅμα δὲ καὶ ὡς εἰς τὴν πόλιν τὴν ἐσχάτην ἀπόβασιν ἔχοντες, ἔμενον ἐπὶ τρόπου τοῦ τὰ ἐπεσταλμένα πληροῦν· ἄλλοι δέ τινες ἐκ Γεννούας, παρ' οὐδὲν τὴν πρόσταξιν θέμενοι, ναυπηγησάμενοι μακρὰς ναῦς κατά τινα λῃστρικὴν πεῖραν, ταχυναυτοῦντες ἐξέπλεον τῆς σφετέρας καὶ δή, τῷ Θρᾳκικῷ προσοκείλαντες Βοσπόρῳ, διέπλεον τὰ στενὰ τοῦ Πόντου, ἀφροντίστως ἔχοντες καὶ βασιλέως καὶ τοῦ κατὰ σφᾶς συνήθους· μηδὲ γὰρ εἶναι τὸν προσίσχοντα τοῖς ἐνταῦθα ἐκ Γεννούας, πρὶν ἄν, πρὸς ταῖς Βλαχέρναις γενόμενον, βασιλέα τε εὐφημεῖν τὰ εἰκότα καὶ προσκυνεῖν, ἑτέ ρωθι τρέπεσθαι. Τότε τοίνυν ἐκεῖνοι, καὶ αὐτῶν συνθεσιῶν τῶν κατὰ σφᾶς ἀμε λήσαντες, οὐρίῳ χρησάμενοι τῷ ἐκ τοῦ νότου πνεύματι, ἀνήγοντο ἀφροντίστως καί, τὸ στόμα διεκβάντες τὸ τοῦ Πόντου, πρὸς τοῖς βορείοις τῆς θαλάσσης λιμέσιν ἐνώρμουν. Κἀκεῖνοι μὲν τὰ πολλὰ ἐπὶ χρόνον πειρατεύοντες διετέ λουν. Ὕστερον καὶ φορταγωγοῦσαν ληϊσάμενοι ναῦν, οὐκ ὀλίγον μέρος τοῦ φόρτου καὶ στυπτηρίαν ἔχουσαν, ἐν ταύτῃ τὰ πάντα νηησάμενοι κατ' ἀσφά λειαν, θαρρούντως κατέπλεον. Βασιλεὺς δέ, πυθόμενος τὴν διάβασιν, ἐν δεινῷ τὴν καταφρόνησιν ἐποιεῖτο καὶ ἐπὶ λογισμῶν ἔστρεφε πῶς ἂν ἐγγένοιτο ἐν χερσὶ τοὺς καταφρονήσαντας περισχεῖν· ἀλλ' οὐδ' ἐκείνοις ἠγνόητο τὸ παράπαν ἡ τοῦ βασιλέως θέλησις. Ἀμέλει τοι καὶ διὰ μερίμνης ἐποιοῦντο τῆς οὐ τυχούσης τὸν πλοῦν εὐοδῆσαι σφίσι καὶ αὐτοὺς διαδρᾶναι τὸν κίνδυνον, ὃν ἐπυνθάνοντο ἐπηρτῆσθαι τούτοις παρὰ βασιλέως. Ὡς γοῦν ἐκεῖθεν πλέουσι τὰ τῆς ἀνατολῆς κατε φαίνοντο ὄρη καὶ ἦν αὐτοῖς ποτὲ μὲν ἐξ οὐρίων πλέειν, ποτὲ δὲ καὶ λεχρίους πρὸς τὸν ἐμπίπτοντα ἄνεμον, ὅπως ἂν σφίσι ῥέποι τὸ πνεῦμα, ἐν ἄλλοις μὲν 539 αὔταρκες ἦν τὸ τοιοῦτον καὶ σφίσιν ἀποχρώντως εἶχε πρὸς εὔπλοιαν, τῇ Φάρῳ δὲ προσίσχουσιν ἓν καὶ μόνον ἐδοκιμάζετο πνεῦμα χρησιμεῦσον, τὸ τοῦ βορρᾶ, πλὴν οὐκ ἀνειμένον καὶ κατερρᾳθυμημένως ἄον, ὡς καὶ εἰς νηνεμίαν ἀμφιβάλλεσθαι τὸ τοῦ ἀέρος κατάστημα ἐκ τοῦ τὰ λαίφη καὶ μόνον ψαίρειν, ἀλλ' ὃν ἄρα καὶ ταναΐτην ὀνομάσειέ τις τῶν ναυτικῶν· τούτῳ γὰρ καὶ μόνῳ εἶχον ἰσχυρίζεσθαι, ἀπηλπικότες τῶν ἄλλων, πρὸς τὸν ἀπὸ τοῦ βασιλέως λόχον ταῖς πορείαις αὐτῶν ἐφιζάνοντα. Καί γ' ἐφ' ἡμέραις προσδο κῶσιν ἀσμένοις σφίσιν ἐπέστη καὶ λαμπρὸς ἔπνει, καὶ ἐξ οὐρίων τὸ πνεῦμα ἵστατο τῇ νηΐ· ᾧ δὴ θαρρήσαντες, τὰς τόλμας ἐθάρρυνον τὰς ἰδίας καί, τοὺς φώσσωνας αὐτίκα διαπετάσαντες ὅλους, κατὰ ῥοῦν ἐφέροντο· πίσυνοι μὲν καὶ τῇ τοῦ πνεύματος σφοδρότητι, οὐ μὴν δὲ ἀλλὰ καὶ τὰ πλευρὰ τῆς νηὸς βόαις αὔαις ἐξήρτυον καὶ ὅπλοις κατεκοσμοῦντο, ὡς ἀποχρώντως ἀνθεξούσης μὲν πρὸς πῦρ καὶ πᾶν τὸ βαλλόμενον τῆς νεώς, πολεμησόντων δὲ καὶ αὐτῶν, εἴ τινες ἐκ βασιλέως ἐπίθοιντο. Τὰ μὲν οὖν περὶ τούτων ὁ βασιλεὺς πυθόμενος ἀποστέλλων προσέταττε τοῖς κατὰ τὴν Περαίαν Γεννουίταις πέμπειν τοὺς κωλύσοντας· οἳ καί, συχνοὺς πέμποντες τοὺς ἀπεροῦντας μὴ πλεῖν προσωτέρω, οὐκ εἶχον πείθειν. Οἱ δ' ἀπεστύγουν μὲν πρὸς τὴν ἔνστασιν, ὅμως, τὸ ἐφ' ἑαυτῶν προορώμενοι μόνον εἴς τε τὸ πρὸς βασιλέα εὔνουν καὶ εἰς τὴν πρὸς τὸ γένος ἐπιστροφήν, ἠφίουν τὸ πᾶν ἐπ' ἐκείνῳ. Ὁ μέντοι γε βασιλεύς, ἐσχάτην περιφρόνησιν ἡγησάμενος καί γ' εἰς ἀτιμίας μείζονος λόγον, εἰ καθυφεικότος ἐκπλεύσειαν, ἐπαγείρει μὲν τὰς κατὰ τὴν πόλιν εὑρεθείσας ὁλκάδας, περισυνάγει δὲ καί, καθώς τις ἐπακτὴρ κύνας, τὸ ἀνὰ τὴν πόλιν Γασμουλικόν, ἐφιστᾷ δὲ τούτοις τὸν βεστιαρίου Ἀλέξιον τὸν Ἀλυάτην. Κἀκεῖνος, ἅμα τοῖς περὶ αὐτὸν τὸν Βόσπορον ὡς εἶχε διαπεραιωθείς, δεινὰ ἐποίει προστάσσων καί, εἰ μὴ 541 τούτους καταγωνίσονται, ἶσον ἐτίθει καὶ τῷ τῆς ἀρχῆς στέρεσθαι. Συνταξά μενοι τοιγαροῦν οἱ ἐπὶ τῶν νηῶν, οἱ δὲ καὶ ἐπὶ τοῦ αἰγιαλοῦ παραταξάμενοι, τὴν φορτηγὸν κατιοῦσαν ἐδέχοντο. Καὶ οἱ μέν, προσπίπτοντες καί γε κύκλῳ περιπτυσσόμενοι, μαχητῶν ἔργον ἐπλήρουν, ἀλλ' οὐκ ἤνυον τὸ παράπαν· ἥ τε γὰρ ἐξ οὐρίας ὁρμὴ καὶ τὸ ὑπερανεστηκὸς τῆς νεὼς ἐκείνοις ἐς ὅτι μάλιστα ἐβοήθει, καὶ μάταιος τοῖς ἀνθισταμένοις ἦν ἡ σπουδή. Καὶ οἱ μὲν ἐπεῖχον, ὁρμῶντες ἐφέξειν, οἱ δ' ἐπὶ τῆς νηὸς κατημέλουν, ὡς μηδὲν ἀνυσόντων· συχνῶν γὰρ ὀϊστευόντων τοὺς φώσσωνας καὶ πολυωποὺς ποιούντων, τὸ στερρὸν ἐνίκα τοῦ πνεύματος, καὶ προσεχώρει μεῖζον ἢ ὥστ' ἐπισχεθῆναι τοῖς κάτωθεν ἐμποδίζουσι καί, κατ' ὀλίγον διολισθαίνουσα, διεφύγγανε τοὺς ἐπιτιθεμένους κύκλῳ, πολλοὺς πρὸς ὀλίγους ὄντας. Ὁ δὲ βασιλεύς, ἔξω που καθήμενος, ἔσφυζε τὰς ὁρμάς, ἐνορῶν τὰς ἀποφυγάς, καὶ συχνοὺς ἔπεμπεν ἄλλους καὶ ἐπεθάρρυνε κελεύων καὶ προσα πειλούμενος. Αἱ σπουδαὶ δ' ἦσαν ἀνόνητοι, καὶ τῶν σπευδόντων τὰς χεῖρας τῷ οὐρίῳ τοῦ πνεύματος ἡ ναῦς ἀπεδίδρασκεν. Ὡς γοῦν ἐκεῖνοι μὲν ἐν ἀπόροις ἦσαν, ὁ βασιλεὺς δ' ἐν ἀθυμίᾳ δεινῇ, χλεύην τὸ πρᾶγμα οἰόμενος καὶ ἄντικρυς γέλωτα, εἰσάγει τις τῶν ἀμφ' αὐτὸν βουλὴν δοκοῦσαν συνοίσειν· ἡ δ' ἦν· χρησαμένους παρὰ Κατελάνων τὴν σφῶν ναῦν, μεγίστην τῶν ἄλλων οὖσαν, ἐπιβῆναι τοὺς αὐτάρκεις πολεμάρχους καὶ οὕτως, ἐπεμβαλόντας τοὺς ἐκείνης φώσσωνας, τῷ προσαράσσοντι πνεύματι ὡς πρώτως μετέχοντας, τοὺς τέως ὠργυιωμένους ἐπιτειχίσαι, ὥστε καὶ ἀπνοεῖν καὶ οὕτως τῆς ὁρμῆς καθυφεῖσαν ἐπ' ἐκείνην ὁρμᾶν τοὺς ἐπὶ θατέρας ὄντας. Τοῦτο γοῦν βουλευ θέν, ἅμα τῷ λόγῳ τὸ ἔργον ἠνύετο· καὶ δὴ τὴν ταχίστην ἐμβάντες, ἐκ πρύμνης γίνονται τῆς καταγομένης· ἔτυχε γὰρ καὶ ἡ ναῦς ἐγγὺς καὶ εὐχερὴς ἦν μετενεχθῆναι πρὸς τὰ προηγούμενα. Κἀκείνης πεσούσης πρόσθεν, αἱ τῆς δευτέρας πνοαὶ ἐμπαίουσι τῇ προτέρᾳ, καὶ τὸ πολὺ φύσημα τῶν φωσσώνων τῆς πολεμίας, εἰς ὀλίγον περιστὰν αὐτίκα, ἀκίνητον τὴν ναῦν ἐνειργάζετο. Ἐμπιπτουσῶν τοιγαροῦν ἀμφοῖν, ἐκθορόντες ἐκ θατέρας εἰς ἐκείνην, προσβοηθουσῶν καὶ τῶν κάτωθεν, μεγίσταις προθυμίαις ἔβαλλον. Καὶ οὕτως ἐπ' αὐτοῖς ἄλλοι καὶ ἐπ' ἐκείνοις ἕτεροι ἐπεμβαίνοντες, τοῦ βασιλέως παραθαρρύνοντος ἔξωθεν, κρατερᾷ μάχῃ, ἐπὶ πολὺ τῆς θαλάσσης 543 προελθοῦσαν, αἱροῦσι τὴν φορτηγόν. Καὶ ταύτην μὲν πρὸς τῷ βασιλικῷ νεωρίῳ ἱστᾶσι κατάξαντες, αὐτοὺς δέ, ταῖς ἀξίαις δίκαις ὑποβάλλοντες, ἐτιμώρουν· πολλοῖς δ' ἐκείνων καὶ τοὺς ὀφθαλμοὺς ἐξώρυττον τοῖς προστυ χοῦσι πασσάλοις, ἀντίποινα τῆς πρὸς βασιλέα καταφρονήσεως. Παρεοικὸς τούτῳ ξυμπίπτει καὶ ἄλλοτε, καὶ τοῖς Γεννουίταις προστρί βεται ἔγκλημα. Τινὸς γὰρ ἐκείνων ὑπερηφανευσαμένου προσελῶντι καὶ εἰπόντος ὡς ἡ πόλις καὶ πάλιν ἔσται τοῖς ἡμετέροις, ζηλώσας ἐκεῖνος βάλλει κατὰ κόρρης καὶ τὸν ὀφθαλμὸν ἀχρειοῖ τῷ Λατίνῳ, καὶ εὐθὺς τῷ πλήξαντι ὁ διὰ μαχαίρας ἐσχεδιάζετο θάνατος. Τοῦτο μαθών, βασιλεὺς δεινὰ ἐποίει καὶ τὸν ἴδιον προσερέτην οὐκ ἀνίει ζητῶν. Ὡς δ' οὐκ ἐδίδουν οὐδὲ γὰρ ἦν, εὐθὺς θυμὸς αἴρεται κατ' ἐκείνων, καὶ τῷ Μουζάλωνι Μανουὴλ αὐτίκα προστάσσει τὸ γένος ἐξαναστατοῦν ἅπαν, μηδὲν μελ λήσαντα. Συνῆκτο τοίνυν ἐν ἀκαρεῖ τὸ στρατιωτικόν, ὅσον ἦν ἐν τῇ πόλει καὶ ὅσον ἔξωθεν προσεγένετο. Καὶ ἅμα φοβεροὶ μὲν ἰδεῖν, φοβερώτεροι δ' ἐπιθέσθαι, τὰς ἁπάντων οἰκίας κυκλοῦσι καὶ πρὸς τὸ ἐγχειρεῖν ἦσαν, τὴν ἀπὸ τοῦ βασιλέως ἀναμένοντες κέλευσιν. Οἱ δέ, τῷ φοβερῷ ἐκπλαγέντες καὶ καθ' ὅσον οἷόν τε συστείλαντες τὸ ἔμφυτον τοῦ θυμοῦ, ἀπηνεοῦντο πρὸς τὰ πραττόμενα, καὶ τῆς κατὰ σφᾶς ἰσχύος ἀμείνους τῇ ὑποκλίσει καὶ τῷ ταπεινῷ σχήματι κατεφάνησαν· καὶ δὴ πρὸς ἱκεσίας ἐτράποντο καὶ προσε λιπάρουν, τῶν ἰδίων τραχήλων ἐκδήσαντες ἑαυτούς, ἐς ὅ τι καὶ βούλεται ὁ κρατῶν χρήσασθαι, ὁμολογοῦντες ἥττους εἶναι τῆς βασιλικῆς ἐξουσίας, κἂν ὅ τι προστάσσοι, εὐπειθεῖν ὑπισχνούμενοι, μηδ' ἀναφυγὴν εἶναι σφίσι, πλὴν τὴν ἀπὸ τοῦ βασιλέως συμπάθειαν. Οὕτω ταπεινωθέντες τῷ φόβῳ, πλῆθος ἀθροῦν πρὸς τὸ κελευόμενον ἐνεδίδουν καί, πολλῷ χρυσίῳ προστιμηθέντες, τὴν βασιλικὴν ὀργὴν μόλις καταμαλάττουσι, πολλῷ τῆς σφῶν κορύζης ἐκείνην ἀνυσιμωτέραν γνωρίσαντες. Καὶ ταῦτα μὲν ἐν τούτοις.

Intertext edge

Open linked passage

Note