Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
545.1.1
{ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΕΚΤΗ}. Ὅπως καὶ ἐκ ποίων τῶν αἰτιῶν τὰ κατὰ τὸν Αἷμον καὶ αὖθις παρε κινοῦντο. Βασιλεῖ δὲ καὶ αὖθις φροντίδων ἦρξε τὰ κατὰ τὸν Αἷμον κινούμενα. Αἱ γὰρ συνθεσίαι τοῦ Κωνσταντίνου καὶ ἐπὶ τῷ κήδει σπονδαὶ συνεχέοντο ἤδη, τῆς Μαρίας κινούσης τὸν ἄνδρα πρὸς ἔχθραν, ἐφ' οἷς καὶ παιδοποιησαμένων τὸν Μιχαήλ, ἐν ἀναβολαῖς τὰ περὶ τὴν Μεσέμβρειαν ἦσαν· καὶ δῆλος ἦν βασιλεὺς ἐκείνοις πλαττόμενος ἀφορμὰς τοῦ μὴ διδόναι ἃ καὶ καθάπαξ διδόναι οὐκ ἦν βουλομένῳ ἐκείνῳ· ἀνερρίπιζε δὲ τὸ μῖσος καὶ ἡ πρὸς βασιλέως τῆς μητρὸς ἐκείνης Εὐλογίας παρόρασις. Τὸ δ' αἴτιον ἡ περὶ τῶν γεγονότων τῇ ἐκκλησίᾳ διαφορά, ὡς καὶ εἰς ἐχθρὰν λογίζεσθαι τῷ κρατοῦντι μὴ ὅπως αὐτὴν σχιζομένην τῆς πρὸς τὴν ἐκκλησίαν κοινωνίας, ἀλλὰ καὶ πολλοὺς τῶν σχιζομένων περιποιοῦσαν καὶ περιθάλπουσαν. Ταῦθ' ἡ Μαρία πυνθανομένη τῶν ὁσημέραι παρ' αὐτὴν φοιτώντων ἦσαν γὰρ καὶ τῶν μοναχῶν οὐκ ὀλίγοι τὴν εἰς ἐκείνην στέρξαντες ἱκε τείαν, δεινὰ ἐμελέτα κατὰ τοῦ θείου, στυγοῦσα μὲν καὶ τὴν πρᾶξιν, ὡς πρὸς τοὺς ἱκετεύοντας ἔλεγεν, ἐν δεινῷ δὲ ποιουμένη καὶ τὴν τῆς μητρὸς πρὸς βασιλέως ἀπέχθειαν. Ὅθεν καὶ πρὸς ἶσα δεικνῦσα τὸ ἔχθος, πειρᾶται πράττειν καὶ μεῖζον ἢ κατὰ γυναῖκας· τὸν γὰρ Ἰωσὴφ σὺν ἄλλοις, ὃν δὴ καὶ Καθαρὸν ὠνόμαζον, πέμπει πρὸς Παλαιστίνην, ἅμα μὲν τῷ τῆς Αἰλίας πατριάρχῃ τὰ πραχθέντα διασαφήσοντα, ἅμα δὲ καὶ τὸν σουλτὰν κατὰ βασιλέως ὡς ἐνὸν ἐκείνῳ παρακινήσοντα, ὥσθ' ἅμα ἐκεῖνον μὲν ἔνθεν, Βουλγάρους δ' ἐντεῦθεν συνελθόντας τὴν χώραν τοῦ βασιλέως κακοῦν· εἶναι γὰρ καὶ τῷ θείῳ ἀπηχθημένον τὸν βασιλέα, ὡς παραβάντα τὴν πρὸς ἐκεῖνον θρησκείαν, οὐδὲν δ' ἄλλο εἶναι τὸ κινοῦν Θεὸν ἐπ' ἀνθρώπους ἢ τὸ παραβῆναι 547 σφᾶς τὴν πρὸς ἐκεῖνον νομιζομένην δόξαν ἀρχῆθεν. Τῷ μὲν οὖν πατριάρχῃ οἱ παρὰ τῆς Μαρίας πεμφθέντες πιστὰ λέγειν ἐδόκουν, καὶ παρ' ἄλλων μαθόντι τὰ γεγονότα· ὅθεν καὶ παρὰ μόνον τὸ μεγεθύνειν προστιθέντας τὸ πρᾶγμα, ἀληθινοὺς πρέσβεις εἶχε καὶ οὐκ ἐπολυπραγμόνει τὸν πέμψαντα, ἐπίστευε δὲ τοὺς περὶ τὸν Ἀλεξανδρείας Ἀθανάσιον καί γε τὸν Ἀντιοχείας Εὐθύμιον ἐκεῖνο πράττειν ὃ καὶ μόνος ἠξιοῦτο ποιεῖν. Τῷ δέ γε σουλτὰν παρ' ἐλπισμὸν ἦν πάντα ἡ ἐκείνων πρεσβεία, ὡς μηδέποτ' ἄλλοτε γενομένη τοῖς πρὸ αὐτοῦ τῆς Αἰγύπτου ἄρχουσι· προσέτι δὲ καὶ τὸ ἔθνος τῶν Βουλγάρων μὴ περιφανὲς ὂν ὥστε καὶ εἰς ἀρχὴν ἀνάγεσθαι, ἐν ὑπονοίαις τὴν πρεσβείαν ἐποίει καὶ σιγηλῶς ἀπέπεμπε. Τὸ μέντοι γε δοκοῦν τῷ τῆς Αἰλίας πατριαρχεύοντι Γρηγορίῳ καὶ λίαν ἀληθινὸν ἦν. Ὁ γὰρ Ἀντιοχείας καὶ προεπεδήμησε τῇ Κωνσταντίνου, ῥυσθεὶς τῶν τοῦ ῥηγὸς Ἀρμενίας χειρῶν· ἐκεῖνος γάρ, ἔχθος τῷ πατριάρχῃ τηρῶν καὶ θέλων ἐκποδὼν ποιῆσαι, ἐπεὶ ἀνὰ χεῖρας εἶχε τὸν ἄνδρα, ἐκδίδωσι τοῖς ἀπάξουσιν ᾗ δὴ καὶ ἀπολλύναι ἐκ τοῦ παραχρῆμα ξυμβαίη· καὶ οἳ λαβόντες ἀμφιάλῳ κατεπίστευον πέτρᾳ, ἐρήμῳ οὔσῃ καὶ ἀπανθρώπῳ τὰ ἐς παράκλησιν. Ἀλλ' ἐκεῖνος, ῥυσθείς, ὡς ἔλεγε, ταῖς θαυματουργοῦ Νικολάου ἐπιστασίαις, βασιλεῖ προστρέχει, καταχθεὶς εἰς πόλιν. Ὁ δέ γ' Ἀλεξανδρείας, καὶ αὐτὸς ὕστερος τῶν πραχθέντων γεγονώς, ἀναλύειν μὲν οὐκ εἶχε τὸ γεγονός, ὅμως δ' εἰρήνευεν, ἐμποδὼν ἔχων τὴν ξενιτείαν τοῦ ταῦτα ζητεῖν. Οὐ γὰρ προσκέ κλητο ἐπὶ τούτῳ, ἀλλ' αὐτὸς κατὰ παραμυθίαν ὧν ἔπασχε λυπηρῶν, ἐν τοῖς ἀθέοις διάγων, ὡς ἐπὶ λιμένα εἰς τὸν βασιλέα κατέφευγε καί, ἐπιτετελεσμένοις ἐπιστάς, ἔκρινε δεῖν ἡσυχάζειν, τοῦ μὲν συμπρᾶξαι παμπληθὲς ἀπέχων, τὸ δ' ἀνακινεῖν καθεστῶτα ἡγούμενος ἄκαιρον.
545.2.1
Ὅπως ἡ Μαρία κατεσοφίσατο τὸν Ὀσφεντίσθλαβον. Ἡ μέντοι γε Μαρία, Μιχαὴλ τὸν παῖδα καὶ παρὰ τὴν ἡλικίαν στέψασα, βασιλικῶς ἔτρεφε καὶ ἀνῆγε, τὴν εὐφημίαν μετὰ πατέρας τῷ παιδὶ παρέ χουσα. Ὑπόπτως δὲ τῷ Ὀσφεντισθλάβῳ καὶ λίαν ἔχουσα, δεσπότῃ γε ὄντι, 549 ὑποποιεῖται δολίως ἐκεῖνον· τὰ γὰρ τοῦ Κωνσταντίνου ἀσθενῶς ἔχοντος ἐποίει τοιαῦτα κατασκευάζειν, περὶ τῷ παιδὶ δειλιῶσαν. Πέμψασα γοῦν, ὅρκοις τοῦ μὴ ἐπιβουλεῦσαί οἱ, πείθει παραγενέσθαι τὸν Ὀσφεντίσθλαβον παρ' αὐτήν. Ὁ δέ, τοῖς ὅρκοις θαρρήσας, εἰς Τέρνοβον ἧκε καὶ ἤδη παρηβηκότα υἱοποιεῖσθαι ἠξίου. Καὶ δὴ ἐπ' ἐκκλησίας περιφανῶς τῇ Μαρίᾳ ἐκεῖνος υἱοπεποίητο· μετὰ γὰρ τὰς τοῦ ἱερέως ἐντεύξεις καὶ τὰ ἐπ' αὐταῖς φῶτα, διασχοῦσα τὸν ἐπενδύτην, ἄμφω Μιχαὴλ καὶ Ὀσφεντίσθλαβον παρ' ἑκάτερα τῶν αὐτῆς ἀγκαλῶν ἐτίθει· καὶ συνθεσιῶν γενομένων, ἀπελύετο ἐπ' οἴκου υἱὸς κεκλημένος τῆς τῶν Βουλγάρων δεσποίνης μετὰ Μιχαὴλ Ὀσφεν τίσθλαβος. Οὔπω πολὺς χρόνος τὴν υἱοποιίαν παρεμέτρει, καὶ δολιευσαμένη κτείνει ἡ δῆθεν μήτηρ τὸν υἱοποιεῖσθαι πιστεύσαντα. Ἀλλ' ἡ Δίκη οὐχ ὥσπερ ἔθος αὐτῇ τὰ πολλὰ κατημέλει, ἀλλ' ἀνιστᾷ τὸν ἐκζητήσοντα τὸ αἷμα τοῦ ἀδίκως πεφονευμένου. Καὶ ὁ λόγος ἄνωθεν βούλεται μετελθεῖν τὰ τῆς διηγήσεως.
545.3.1
Τὰ κατὰ τὸν Λαχανᾶν ἀρχῆθεν καὶ ὅπως τὸν Κωνσταντῖνον πεφόνευκεν. Ἦν ἀγρότης ἐκεῖσε μισθοῦ βόσκων χοίρους, Κορδόκουβας κεκλημένος· τὸ δ' ὄνομα ἡ Ἑλλήνων γλῶσσα εἰς λάχανον ἐκλαμβάνει, καὶ Λαχανᾶς ἐντεῦθεν φημίζεται. Οὗτος, τῶν χοίρων ἐπιμελῶς ἔχων, ἑαυτοῦ κατημέλει, οὔτ' ἐπὶ τροφαῖς οὔτ' ἐπ' ἐνδύμασιν ἀσχολούμενος, μόνῳ δ' ἄρτῳ ἀποζῶν καὶ ἀγρίοις λαχάνοις, ἀπερίττως εἶχε καὶ ἀφελῶς καὶ πρὸς τοὺς ἑταίρους, καὶ αὐτοὺς κατ' ἐκεῖνον ὄντας, οἷς διεξῄει πολλάκις, δῆλος ἦν περὶ ἑαυτοῦ μεγάλα τινὰ φανταζόμενος. Οἱ δὲ οὐχ ἧττον κατεγέλων ἢ μὴν ἐπίστευον. Ἐντεῦθεν ἐκεῖνος, τοιαύταις οὐκ οἶδ' ὁπόθεν ἐλπίσι μετεωρίσας, τὸν νοῦν ἑαυτῷ προσεῖχε καὶ εὐχὰς ἀπεδίδου Θεῷ, ὡς ἔχων ἔτυχε· ποῦ γὰρ ἐκείνῳ μετὸν καὶ θείων λογίων, κἂν ἐπὶ νοῦν, ἐν τοῖς ἀγροῖς ὅσα καὶ τοῖς παρ' αὐτοῦ βοσκομένοις χοίροις τὸ παράπαν ἐκδεδιῃτημένῳ καὶ ἀφελῶς ἔχοντι; Σύννους οὖν τὰ πολλὰ διάγων καὶ οὐδὲν προὔργου τιθέμενος τῆς πρὸς ἀρχήν τινα καταστάσεως, πολλάκις τὰ αὐτὰ διεξῄει τοῖς ἀγρόταις ἐκείνοις καὶ συφορβοῖς, ἁγίων τινὰς ἐντυχίας λέγων καὶ παρακινήσεις τὰς παρ' ἐκείνων 551 εἰς ὃ κινηθῆναι καὶ ἔθνους ἄρξαι. Ταῦτα πολλάκις διεξιὼν ἐπιστεύετο. Καὶ ἤδη ἄλλως προσεῖχον αὐτῷ ἢ ὡς ἐδόκει· τὴν γὰρ προθεσμίαν ἐγγὺς ἐδήλου τοῦ κινηθῆναι. Μιᾶς οὖν τὸ τῆς ὁρμῆς σύνθημα λέγων λαβεῖν, αὐτίκ' ἐκείνους ἐφέλκεται πρὸς τὴν ἑαυτοῦ θεραπείαν, κἀκείνῳ ἕπονται, ὡς μέγα τι ἐλπίζοντες πράξειν. Ἀπέρχονται γοῦν εἰς χώραν καὶ τὸ τοῦ συφορβοῦ κηρύτ τουσιν ὄνομα, ὡς θεόθεν ἧκέ οἱ τοῦ ἄρξαι σύνθημα. Καὶ ἅμα λέγοντες ἔπειθον καὶ προσεπετίθεντο πλείους ἑκάστης. Κἀκεῖνος πρὸς τὸ εὐσταλέστερον μετεβάλλετο, ἀμπεχόνην τ' ἐνεδιδύσκετο καὶ σπάθην περιεζώννυτο, ἵππου τ' ἐπέβαινε καὶ ἀνεθάρρει πρὸς ἔργα μείζω ἢ κατ' αὐτόν. Τοῦ γοῦν Κωνσταντίνου ἀσθενῶς τοῦ σώματος ἔχοντοςτὸ γὰρ σκέλος κατεαγὸς ἔχων, ἀκίνητος ἦν, κἄν που καὶ ἀπελθεῖν ἔδει, ἐφ' ἁμάξης ἐφέρετο φόρτος κενός, πολλοὶ κατωλιγώρουν, καὶ μᾶλλον οἱ πρόσοικοι Τόχαροι, ἐκδρομὰς ἑκάστης ποιοῦντες καὶ Μυσῶν ὄντως λείαν τὰ Μυσῶν τιθέντες. Φάλαγγι γοῦν Τοχάρων προσκρούσας, ὁ Λαχανᾶς ἐμπίπτει σφίσι μεθ' ὧν ἐπεφέρετο καὶ κατὰ κράτος νικᾷ καὶ αὖθις ἄλλῃ καὶ οὕτως πρὸς τὸ μεγαλειό τερον ἐπ' οὐ πολλαῖς ἡμέραις καθίστατο. Χῶραι τοίνυν προσετίθεντό οἱ καὶ ἐπ' αὐτῷ πολὺν τὸν τοῦ εὖ πράξειν ἐλπισμὸν ἀραρότως εἶχον, καὶ ὁ Λαχανᾶς πολὺς ἦν φημιζόμενος πανταχοῦ· οὐδὲ γὰρ ἡμέρα ἐφίστατο καθ' ἣν οὐ πλείους τῶν προτέρων εἶχε καὶ ἠνδραγάθει προσβάλλων. Τοῦτο ἐθορύβησε μὲν καὶ τὸν Κωνσταντῖνον τὰ πλεῖστα, ἀγγελθὲν δὲ παρὰ δόξαν καὶ αὐτὸν θορυβεῖ βασιλέα· τὸ γὰρ οὕτως ἐπελθὸν παρ' ἀξίαν οὐκ ἂν ἐπελθεῖν εἰ μὴ ἐπὶ μεγίστοις τισὶν ᾤοντο. Ὁ μὲν οὖν Κωνσταντῖνος, μόνον ταράξας τὰ κατὰ τὸν Ζυγόν, μετήνεγκε τὸν νοῦν πρὸς τὸ ἀπροσδοκήτως φανὲν καὶ ὡς οὐκ ἂν μὴ ὅτι γ' οὗτος, ἀλλ' οὐδ' ἄλλος τις ᾠήθη ποτέ. Ὁ δὲ βασιλεύς, τοῦτο μὲν καὶ τἀκεῖ καταστῆσαι θέλων, τοῦτο δὲ καὶ πρὸς τὰ ἀκουσθέντα διαταραχθείς, προλαβεῖν ἠπείγετο καὶ τὰς ἄκρας κατοχυροῦν· καὶ δὴ ἐξελθὼν τῆς Κων σταντίνου, ἐπ' Ὀρεστιάδος ἤλαυνεν ὅλῳ ῥυτῆρι. Χειμῶνος δ' ἐξελθὼν καὶ πάγοις ἐπιών, πάσχει τι καὶ τῶν ἀνηκέστων· συμποδίζεται γὰρ ὁ ἵππος ἐπὶ πάγων βαίνων τῷ βασιλεῖ, καὶ συμπεσὼν ἐκείνῳ ὁ ἐποχούμενος πτῶμα 553 δεινὸν χεῖράς τε καὶ πρόσωπον δρύπτεται οὕτω χαλεπῶς ὡς μηδ' ἀρκέσαι τὸν τῆς ἐκστρατείας ὅλον χρόνον ἀπαλεῖψαι τὰ τραύματα, ἀλλ' ἔτι λείψανα τῶν πληγῶν ἐμμένειν ἐπανελθόντι τῷ βασιλεῖ. Ἅμα γοῦν ἐπέβη ὁ κρατῶν τῆς Ἀδριανοῦ, καὶ ἅμα ἡ σφαγὴ τοῦ Κωνσταντίνου ἀγγέλλεται. Ὡς γὰρ ηὐξάνετο καθ' ἡμέραν ὁ Λαχανᾶς καὶ πολλοὶ προσεχώρουν ἐκείνῳ, κατολιγωροῦντες τοῦ σφῶν βασιλέως, ἐκποδὼν δ' ἦν ἤδη καὶ Ὀσφεντίσθλαβος, τῶν δόλων ἀπονάμενος τῆς Μαρίας, οἱ δέ γε προσῳκειωμένοι τῷ Κωνσταντίνῳ, οἱ μὲν ἐξ ἀνθρώπων ἦσαν, ταῖς τῆς Μαρίας κακεντρεχείαις κατειργασμένοι, ὅσοι δὲ καὶ περιῆσαν, οἱ μὲν παρ' ἐκείνων ἐπὶ δυσνοίαις ὑπωπτεύοντο, οἱ δὲ καὶ ταῖς ἀληθείαις ἐδυσνόουν, μόνος ἢ μετ' ὀλίγων ἐγκαταλειφθείς, Κωνσταντῖνος ὁρμᾷ μετελθεῖν τὸν ἤδη καὶ αὐτοῦ κατολιγωροῦντα. Καὶ δὴ συνταξάμενος τὰς δυνάμεις, ὁ μὲν ἐφ' ἁμάξης ἐφέρετο, οἱ δὲ οἷς ἐκεῖνος ἐπίστευε τὰς ὑπὲρ ἐκείνου ὁρμὰς κατεκλῶντο. Ὁ δὲ Λαχανᾶς, ὁμόσε χωρήσας ἐκείνῳ, ἅμα φανεὶς ἐπεισπίπτει καὶ κατὰ κράτος αἱρεῖ· κἀκεῖνον μέν, μηδὲν κατὰ πόλεμον πράξαντα βασι λείας ἄξιον, δίκην ἱερείου κατασφάττει· τινὰς δὲ τῶν ἐκείνου καταγωνι σάμενος, τοῖς λοιποῖς ὡς σφετέροις ἐχρᾶτο. Καὶ ἤδη βεβαίως ἐπισχὼν τὴν χώραν, καὶ πόλεων ἥπτετο καί γ' αὐτὰς αἱρῶν οὐκ ἀνίει ὡς ἄρχων καὶ βασι λεὺς φημιζόμενος. Ἀλλὰ τὰ μὲν κατ' ἐκεῖνον οὕτω, καὶ οὕτως ὁσημέραι πλέον ἐμεγαλύνετο καὶ εὐοδούμενος ἐπεδίδου.
545.4.1
Ὅπως ὁ βασιλεὺς τῇ θυγατρὶ Εἰρήνῃ τὸν Ἀσὰν εἰς γάμον ἥρμοσεν. Ὁ δὲ βασιλεύς, τῷ μὲν παρὰ δόξαν συμβάντι ὡς εἰκὸς ἐπαλγήσας, τὰ δὲ καθ' αὑτὸν ὡς ἐνῆν κατασφαλιζόμενος, ὅσον ἀσφαλῶς εἶχεν ἐκ Κων σταντίνου πεσόντος, ἐπαύξειν ἤθελε ταῖς πρὸς τὸν Λαχανᾶν ἀγχιστείαις. Καὶ πέμψας μὲν ἀπεπειρᾶτο τοῦ βαρβάρου, ἐφ' ᾧ καὶ γνῶναι εἰ ἱκανῶς ἔχοι καὶ πρὸς τὸ πρόσω χωρεῖν, οὕτως ἀρξάμενος μὲν ἀπερίττως, τὰ μέγιστα δ' εὐτυχηκὼς ἐκ τοῦ ῥᾷστα. Καί γε καὶ γαμβρὸν ἐπὶ θυγατρὶ διενοεῖτο ποιεῖν, εἰ σφίσι δόξειεν ἐνικανωμένος καὶ πρὸς αὐτὴν τὴν τῶν Βουλγάρων ἀρχήν. Ὅμως δ' ἐνορῶν τὸ τῆς τύχης ἄστατον, ὡς ἅμα μὲν χαρίζεσθαι καὶ τὰ μέγιστα, ἅμα δὲ καὶ τὰ ἀρχαῖα προσαφαιρεῖσθαι, κλίνουσαν τὰ ζυγά, ἀρετῇ δὲ καὶ τὸ προσγενόμενον οἰκεῖον καὶ τὸ ἀπογενόμενον οὐκ ἀνέλπιστον, ὑπώπτευε τὰ πολλὰ τὴν τύχην, μή, δοῦσα μεγάλα ἐξαίφνης, τὸ πᾶν ταχέως ἀφέληται καί, ἀρετῆς μὴ οὔσης μηδὲ βραχύ, καὶ τὸ παρ' ἐκείνης διδόμενον 555 ἀμαυρῷτο, ὡς μὴ φθάνειν ἐπιτυγχάνοντα θαυμάζεσθαι καὶ ἐλεεῖσθαι ἀποτυγχάνοντα. Διὰ τοῦτο καὶ ταῦτα στρέφων ἐπὶ λογισμῶν, βουλὴν συνέλεγε, τοὺς ἀμφ' αὑτὸν συγκαλῶν. Ἔβλεπε γὰρ τὴν τῶν Βουλγάρων ἀρχὴν τοῦ προστα τήσοντος χρῄζουσαν ἐξ ἀνάγκης, παρετίθει δὲ καὶ τῷ Λαχανᾷ τὸν ἐκ τοῦ Μυτζῆ Ἰωάννην· καὶ τῷ μὲν τύχην καὶ θράσος καὶ τὸ ἐπὶ τῶν πραγμάτων εἶναι εἰς πρόσβασιν τῆς ἀρχῆς διεγίνωσκε συντελέσοντα, Ἰωάννην δὲ τὸ γένος καὶ τὴν ἀφ' αὑτοῦ σύναρσιν κατοχυροῦν εἰς ἀρχὴν οἷά τ' ὄντα καὶ μᾶλλον διέκρινε. Καὶ πολλοῖς γε ἤρεσκεν ἡ βουλή· τὸν τοῦ Μυτζῆ υἱὸν εἰς γαμβρὸν γενέσθαι τῷ βασιλεῖ, καί, οὕτως ἐπὶ τῇ πατρόθεν βασιλείᾳ καταστάντα, συνεργηθῆναι καὶ ἀπ' αὐτοῦ βασιλέως πρὸς ταύτην, ἐπικλῖναί τε θᾶττον πρὸς ταῦτα καὶ τοὺς Βουλγάρους, ἅμα μὲν διὰ τὸ προσὸν τῷ Μυτζῆ δίκαιον καὶ τὸ ἀπὸ τῶν πατέρων αὐτοῦ πρὸς σφᾶς ἱλαρόν, ἅμα δὲ καὶ διὰ τὴν τοῦ βασιλέως πρὸς αὐτὸν κηδεμονίαν, ὅσα καὶ πενθεροῦ πρὸς γαμβρόν· εἰκὸς δὲ καὶ τὸν Λαχανᾶν, ἐξαίφνης ἐκ τύχης φυσηθέντα, ὑπο χαλάσαντα τὰς ὁρμάς, φανεισῶν Ῥωμαϊκῶν ἐκεῖσε δυνάμεων, ἢ πρὸς δουλείαν ὑποπεσεῖν ἢ μὴν καί που κρυβῆναι φεύγοντα, μὴ ἔχοντα ὅπῃ ἄρα καὶ ἰσχυρίσαιτο· Μαρίαν δὲ καὶ παῖδα ταύτης ῥᾷον τοὺς Τερνοβίτας προδοῦναι· τὰ γὰρ πρὸς αὐτοὺς ἐκείνης κακὰ οὐ τοσοῦτον μικρὰ ὥστε καὶ λήθῃ δοθῆναι.
545.5.1
Ὅπως ὁ βασιλεὺς ἐπὶ τούτῳ πέμψας ἐζήτει βουλὴν καὶ παρὰ τοῦ πατριάρχου. Ταῦτα βουλευσαμένων, ὁ βασιλεὺς καὶ τὴν ἀπὸ τοῦ πατριάρχου βουλὴν πέμψας ἐν ἀπορρήτοις ἐζήτει. Καὶ ὃς τὰ πολλὰ πρὸς τὸν Μυτζῆ ἔρρεπε καὶ γράφων τὴν ἐπὶ τῇ βουλῇ ῥοπὴν ἐδίδου. Τοῦτο καὶ Πρίγκιψ ὁ ἱερομόναχος Θεοδόσιος, ἀξιωθεὶς καὶ οὗτος πρὸς συμβουλὴν τὴν περὶ τούτων, ἔγραφεν, ἤδη εἰς ψῆφον ὢν πατριαρχείου· ὁ γὰρ Εὐθύμιος ἐτεθνήκει τῆς Θεου πόλεως. Τὸ δ' ὅπως οὐ χεῖρον εἰπεῖν. Κεχήρωτο μὲν οὖν τὸ πατριαρχεῖον, καὶ πολλοὶ τῶν τῆς ἀνατολῆς ἐπισκόπων παρῆσαν, οἱ μὲν ἐκεῖθεν ἰόντες, οἱ δὲ καὶ ἐνταῦθα ταῖς ἐκείνου προτροπαῖς γενόμενοι· ἤρεσκε γὰρ ἐπὶ τούτοις καὶ ἡ τοῦ Ἀναζάρβου Θεοδωρήτου βουλή, εἰς νόσον ἤδη κλιθέντος τοῦ 557 πατριάρχου, τοὺς ἱκανοὺς ἐκ προτροπῆς ἐκείνου γίνεσθαι, ἐφ' ᾧ τὸν μετ' ἐκεῖνον προσκληθησόμενον ἀνεπιλήπτως καὶ ἱκανῶς ψηφίζοιντο. Ὡς γοῦν ἐζητεῖτο ὁ χρησιμεύσων καὶ οὐδεὶς τοῦ Πρίγκιπος ἀπεγίνωσκεν, ἦν οὖν εὐθὺς καὶ ψηφίζεσθαι καὶ προσκαλεῖσθαι τὸν ἄνδρα. Ἀλλ' ὁ βασιλεύς, σοφόν τι συνορῶν ἐπὶ τούτοις, ὑπώπτευε τὴν χλεύην καὶ τὸν κρεμάμενον ἐκ τῆς ὑποψίας κατάγελων μήπως ὀφλήσῃ προὐνόει. Τὸν γὰρ Πρίγκιπα μὴ δι όλου τῇ ἐκκλησίᾳ ἑνούμενον διὰ τὰ συμβάντα οὐδ' ὅλως ἠγνόει, τὸ δὲ συνυ ποκλίνεσθαι κατὰ τιμὴν ὑπερτάτην προτεινομένην ᾤετο μέν, οὐκ εἶχε δ' ἀραρότως πιστεύειν· εἰ γοῦν ψηφισθεὶς ἀπερεῖ, εἶναι μὲν ἐκείνῳ τὴν ὅτι καὶ ἀξιούμενος οὐχ ὑπήκουσεν αὐτάρκη τιμήν, τοὺς δέ γε καλέσαντας ἐξ ἀνάγκης ἀποφέρεσθαι τὸ ἧττον, ὅτι καὶ ἀξιοῦντες οὐ προσεδέχθησαν. Γράφει γοῦν καὶ ταῦτα ἐν ἀπορρήτοις τῷ πατριάρχῃ· πειρᾶν πρότερον, εἶθ' οὕτως καὶ ἐφιέναι ψηφίζεσθαι. Ἡ δὲ πεῖρα ἦν διὰ τοῦ συγγράφοντος τάδε· οὗτος γάρ, συνήθειαν ἔχων εἰς ἐκεῖνον τὴν μεγίστην, καὶ ἐπὶ τῇ πείρᾳ ταύτῃ τῶν ἄλλων προὐκρίνετο. Τότε γοῦν, κατὰ τὰ ἐν ἀπορρήτοις ἐπε σταλμένα μὲν πρὸς βασιλέως πατριάρχῃ, ἐπεσταλμένα δὲ παρὰ πατριάρχου τῷ συγγραφεῖ, φοιτῶν ἐκείνῳ συχνάκις καὶ τὰ περὶ τοῦ πατριαρχείου προ τεινόμενος, εἰδὼς μὴ εἰδότι τὸν νοῦν ἐθηρώμην καὶ τὴν γνώμην ἐνεχύραζον, καί γ' ἐπληροφόρουν πληροφορούμενος ὡς κληθεὶς ὑπακούσειε καὶ τὴν εἰς τὸ πατριαρχεῖον κλῆσιν προσήσεται. Γέγονε ταῦτα, καί, ὡς ὑποψηφίῳ ἐντεῦθεν προσφερόμενος, ὁ κρατῶν τὰ φιλικά τε ἐπέστελλε καί γε τῶν ἀναγκαίων κατὰ βουλὴν κοινωνὸν ἐποίει. Τότε τοίνυν, τὰς αὐτῶν δεξάμενος συμβουλὰς καὶ πρό γε τούτων τὴν τῆς δεσποίνης, ἔργῳ τὰ τῆς βουλῆς ἐπλήρου καὶ πέμψας ἄγει τε εἰς ἑαυτὸν τὸν Ἰωάννην ἐκ τῶν κατὰ Σκάμανδρον Τρωϊκῶνἐκεῖ γὰρ καὶ τὰς διατριβὰς ἐποιεῖτο, αὐτάρκως τῶν εἰς πρόνοιαν ἔχωνκαὶ μετασχηματίσας γαμβρὸν ἐκάλει καὶ βασιλέα Βουλγάρων. Μετετίθει δὲ καὶ τοὐπίκλην εἰς τὸ τοῦ πάπ που Ἀσάν, ἀνὰ πᾶσαν τὴν περὶ αὐτὸν πληθὺν θριαμβεύων τοὔνομα καὶ δίκας προστιθεὶς τὰς ἀξίας τοῖς γε μὴ οὕτω λέγουσι, κατά τινα μεμνημένοις χρείαν. Καὶ τῶν Βουλγάρων τοὺς μὲν προσχωρεῖν ἑτοίμους ἐκάλει, ὡς αὐτίκα 559 εὐεργετήσων, τοὺς δέ τι καὶ προνοοῦντας τοῦ ἀσφαλοῦς πέμπων δώροις μὲν ἤγαλλεν, ἀνερρώννυ δὲ ταῖς ἐλπίσιν ὡς εὖ πράξοντας, εἰ τὸν Ἰωάννην δέξοιντο βασιλέα, ἀποστάντες Μαρίας. Ταῦτα μὲν οὖν ἐκ τῆς Ἀδριανοῦ ᾠκονόμει καί τινας, αὐτίκα πρὸς μόνην τὴν φήμην προσχωροῦντας, εὖ ἔδρα καὶ κατεδημαγώγει Βουλγάρους ταῖς ὑποσχέσεσιν. ʹ. Ὅπως καὶ τὸν Μιχαήλ, ἐκ δύσεως ἀνελθόντα, γαμβρὸν ἐποιήσατο. Ἐπανελθόντι δ' εἰς πόλιν ἠγγέλλετο καὶ ἡ τοῦ Μιχαὴλ ἐκ τῶν δυτικῶν ὅσον οὐκ ἤδη ἄφιξις. Ὁ δ' ἦν ὁ τοῦ Μιχαὴλ δεσπότου υἱὸς ὕστατος, Δημήτριος μὲν τὸ κατ' ἀρχὰς λεγόμενος, θανόντος δὲ τοῦ πατρός, τοὔνομα κατὰ μνήμην ἐκείνου ἀνταλλαξάμενος· ᾧ δὴ καὶ μοῖρα τῶν τοῦ πατρὸς χωρῶν προσκεκληρωμένη οὐκ ἀποχρῶσα τῷ μεγέθει τῆς κατ' αὐτὸν ἀξίας, ἧς παρὰ τοῦ κρατοῦντος ἐτύγχανεν ἤδη γαμβρὸς ὑπεσχημένος γενέσθαι, οὐδαμῶς ἐδόκει. Τῷ τοι κἀκείνην ἀφείς, βασιλεῖ προσεχώρει, πιστεύων γράμμασιν ὅρκοις κατησφαλισμένοις. Ἦσαν μὲν οὖν τῷ βασιλεῖ ἑκατέρων τῶν θυγα τέρων Εἰρήνης ἅμα καὶ Ἄννηςἡ γὰρ Εὐδοκία μικρὰ ἦν καὶ ἔτιαἱ πρὸς τοὺς νυμφίους συναρμόσεις ἐμπρόθεσμοι· ἀλλ' οἱ τῆς Εἰρήνης γάμοι τῷ ἤδη βασιλεῖ φημιζομένῳ Βουλγάρων Ἀσὰν ἐτελοῦντο περιφανέστερον. Συμβόλοις γὰρ ἐχρᾶτο βασιλικοῖς, ἐξ ἐρίων μὲν κατ' ἐφεστρίδας, τοῖς δ' ἄλλοις τοῖς αὐτοῖς βασιλεῖ. Καὶ συνθεσίαι ἦσαν· εἰ μὲν εὐοδοῖντο, ἐπιβαίνειν Τερνόβου συνάμα καὶ ταῖς ἀπὸ τοῦ βασιλέως δυνάμεσιν, εἰ δ' οὖν, ἀλλὰ καὶ αὖθις εἰς δεσπότας τῆς Ῥωμαΐδος σεμνύνεσθαι. Τοῖς μὲν οὖν τετελεσμένοι ἦσαν οἱ γάμοι, καὶ βουλαὶ προὐτίθεντο συνεχεῖς, ὅπως ἂν καὶ τὰ πρόσω κατ' εὐμάρειαν προχωροῖεν. Τοῖς δὲ τοῦ Μιχαὴλ γάμοις καὶ τῆς δευτέρας τῶν βασιλέως θυγατέρων Ἄννης προσίστατό τι τῶν τῆς ἐκκλησίας κανόνων, οὓς δὴ Σισίνιος, πάλαι θείς, ἀφορισμοῖς ἐκράτυνεν ἀσφαλέσιν. Ἡ μὲν οὖν τοῦ δεσπότου Νικηφόρου Ἄννα τῆς τοῦ βασιλέως θυγατρὸς Ἄννης αὐτανεψία ἦν, Νικηφόρος δὲ καὶ Μιχαὴλ αὐτάδελφοι πάντως. Περιισταμένου γοῦν τοῦ κατ' αὐτοὺς συνοικε σίου εἰς ἕκτον βαθμόν, τὸν ἔνθεν μὲν ἐκ τεσσάρων, ἐκεῖθεν δ' ἐκ δύο συγκεί 561 μενον, ἔδει συνόδου περὶ τούτων σκεψομένης καὶ τῆς παρ' αὐτῆς λύσεως. Ἐπεὶ δ' ἐσκέπτοντο καὶ τὰ τῶν βασιλέων συναλλάγματα, ὡς εἰς εἰρήνην γινόμενα, ἐδόκουν πλείω τὴν ἄνεσιν ἔχειν ἢ δὴ τὰ τῶν ἄλλων, ἀντισηκοῦσθαι τὸ ὡς δῆθεν παρὰ κανόνας γιγνόμενον τῷ πρὸς τοὺς δεομένους ἐλέει κοινῶς ἐδόκει· καὶ τόνδε τὸν τρόπον τοῦ προσισταμένου λυθέντος, ἐτάττετο μὲν εἰς δεσπότας ὁ Μιχαήλ, τῇ Ἄννῃ δέ, βασιλίδι οὔσῃ γε, συνεζεύγνυτο. Καὶ ἦν ἐντεῦθεν ὁ μὲν Μιχαὴλ βασιλεῦσι δοῦλος ἐν ὅρκοις, ὁ δ' Ἰωάννης ἔνσπονδος διόλου, εἰ βασιλεύσοι Βουλγάρων, Ῥωμαίοις ἐν ὅρκοις, εἰ δ' οὖν, ἀλλὰ καὶ αὐτὸς ἐν ὅρκοις πιστῶς δουλεύσων τοῖς βασιλεῦσιν, ὑπὸ τούτοις δεσπότης ταττόμενος.
545.6.1
Τὰ κατὰ τὴν Μαρίαν καὶ ὅπως τῷ Λαχανᾷ συνῴκησεν. Ἠβούλετο δὲ βασιλεὺς προλαμβάνειν Μαρίαν, μὴ καὶ φθάσῃ τὰ καθ' αὑτὴν εὖ θεμένη ἁλιώσῃ τε τὴν βασιλέως βουλήν, καὶ κατέσπευδε συχνοὺς ἐπ' ἐκείνην πέμπων, οὐ τόσον τἀκεῖ καταστρέψοντας ὅσον ἡμέρως μεταχει ριουμένους, ἐφ' ᾧ παραδοῖεν Μαρίαν καὶ τοὺς τοῦ βασιλέως δέχοιντο παῖδας. Ἡ μέντοι γε Μαρία ἐν ἀφύκτοις ἔγνω γενομένη καὶ δυοῖν μέσον ἐναπειλημ μένη κακοῖν· ἔνθεν μὲν γὰρ τὸ φανὲν ἐκ νέου κακόν, ὁ Λαχανᾶς προσκείμε νος, ἠρήμου τὴν χώραν καὶ προσεκτᾶτο τὰ πέριξ, προσβάλλων μόνον, ἐκεῖθεν δ' αἱ δυνάμεις τοῦ βασιλέως, ἐπιοῦσαι πλείονες, δῆλαι ἦσαν τὸ μὲν ταπεινὸν καὶ ὅσον ἐκτὸς ζημιοῦντες, τὸ δ' ἐντὸς καὶ περιφανὲς ἐκ παντὸς τρόπου ὑποποιούμενοι. Ὅθεν καὶ περὶ ἑαυτῇ τε καὶ τῷ παιδὶ τετρεμαινούσῃ δειναὶ φροντίδες ἐτάραττον τὴν ψυχήν, καί, πρὸς ἀμφότερα μέρη μὴ σθένουσα ἵστασθαι, θάτερον ἐξημεροῦν ἔγνω, πλὴν ὅσον καὶ ταύτην ἀπόνασθαι τῶν καθ' ἡμέρωσιν πραχθέντων τὰ μείζω. Τὸ μὲν οὖν πρὸς βασιλέα κλίνειν τῶν εἰκότων μὲν ἔκρινε καὶ ἄλλως εὐπρεπὲς ἑαυτῇ, σωζούσῃ μὲν τὰ τῆς σωφρο σύνης καὶ τὰ πρὸς τὸν ἀποιχόμενον δίκαιαδίκαια δὲ πάντως μὴ συνοικεῖν τῷ σφαγεῖ, ζητούσῃ δὲ παρ' οἰκείου σῴζεσθαι, παρ' οὗ δὴ καὶ τὴν τιμὴν ἐκτήσατο. Διὰ ταῦτα γοῦν τὸ πρὸς βασιλέα πέμπειν καὶ ἱκετεύειν τῶν 563 δικαίων ἔκρινεν. Ὅσον δὲ τὸ καθ' αὑτὴν συνοῖσον καθ' ὃ ἦν βουλομένη, καὶ λίαν ἀπᾷδον ἐγίνωσκεν· αὐτῇ μὲν γὰρ τὴν τιμὴν κατοχυροῦν αὐτῇ τε καὶ παιδὶ Μιχαὴλ διὰ σπουδῆς εἶναι, βασιλέα δὲ μηδ' ἂν ἐν ὕπνοις θελῆσαι, ἀφέντα τοὺς παῖδας, οὓς δὴ καὶ ἤρξατο καθιστᾶν, ἐκείνοις περιποιεῖν τὴν ἀρχήν. Οὕτω μὲν οὖν τῶν ἀπὸ βασιλέως καὶ μᾶλλον ἱκανῶς ἀπεγίνωσκε, τὸ δὲ πρὸς τὸν βάρβαρον πέμπειν καὶ ἀξιοῦν σπενδομένην καθ' αὑτὴν διατελεῖν τοῦ ἔθνους ἄρχουσαν, οὔτ' ἔχειν λόγον τὴν ἀξίωσιν ἔκρινε· τὸν γὰρ τῆς ἀρχῆς ταύτης ἀντιποιούμενον σπένδεσθαι πρὸς τὴν κατέχουσαν ταύτην ἀδύνατον. Καὶ τὰ ἀπὸ βασιλέως συννοοῦσαν φροντίζειν ἐποίει· μηδὲ γὰρ ἠρεμεῖν βασιλέα, ἅπαξ ὑπὲρ παίδων περὶ τῆς ἀρχῆς ἀρξάμενον διαφέρεσθαι. Ἔγνω τοίνυν παριδεῖν μὲν τὰ τοῦ ἀποιχομένου δίκαια, παριδεῖν δὲ καὶ ἀνθρώ πων νέμεσιν, εἰ, τοιαύτη τις οὖσα, τοιούτῳ ἑαυτὴν ἐκδοίη, πρὸς μόνον δὲ τὸ δοκοῦν συνοῖσον αὐτῇ τε καὶ παιδὶ κατιδεῖν. Τὸ δ' ἦν, ὡς ἐδόκει, ὅλην ἑαυτὴν ἐπιρρῖψαι τῷ συφορβῷ καὶ ὑπανοῖξαι θύρας αὐτῷ καὶ βασιλείας καὶ πόλεως, αὐτῷ τε συνεῖναι καὶ συνοικεῖν ὡς βασιλεῖ δέσποινα. Ταῦτα διανοησαμένη, αὐτίκα πέμπειοὐδὲ γὰρ ἠρεμεῖν εἴων αἱ τοῦ βασιλέως ἀποστολαίτοὺς διασαφήσοντας τῷ βαρβάρῳ τὰ τῆς βουλῆς τε καὶ ἀξιώσεως. Καὶ ὃς ἀκούσας πρῶτον μὲν καθυπερηφανεύετο δῆθεν καὶ τοῖς ἐπεσταλμένοις ἀπεσεμνύνετο, διαθρυπτόμενος οἷον, εἰ ἀρχὴν ὅσον οὔπω κτησομένην αὐτῷ σπάθῃ καὶ δυνάμει κρείττονι ἐκείνη φθάνει χαρίζεσθαι. Ὅμως καὶ τὰ τοῦ λέχους προσίετο, πονηρῶς ἄγαν καὶ βαθέως, οὐχ ὥς τις ἂν εἴποις φιλόγυνις καὶ τῆς γυναικωνίτιδος ἐραστής· τὸ γὰρ μαλάττειν τὰ ἤθη, τῶν δεξομένων καὶ λίαν ὡς καταφρονησόντων αὐτίκα, διεφυλάττετο· ἄλλως δὲ κατ' εἰρήνην καὶ τοῦ μὴ χέεσθαι ἐμφυλίοις πολέμοις αἵματα κατεδέχετο, ὡς χάριν διδούς, οὐ λαμβάνων. Ὅρκων οὖν γενομένων καὶ συνθηκῶν ἐξ ἑκατέρων, ὑπανοίγνυσί τε αὐτῷ τὰς πύλας καί, ἐντὸς δεξαμένη, τελεῖ ἑαυτῇ σὺν ἐκείνῳ τοὺς γάμους, καὶ τὰς ταινιώσεις τῆς βασιλείας καὶ αὖθις συνάμα δέχονται, καί γε παρασκευάζει τῷ βασιλεῖ ἀντίπαλον, ὡς ᾤετο, ἱκανόν. Τοῦτο συμβάν τε καὶ ἀκουσθὲν τὸν βασιλέα αὐτάρκως καὶ ὡς ἐνῆν διετάραξε. Ὑπεκρίνετό τε κἀκεῖνος μὴ ἀθυμεῖν σφαλλόμενος τῶν ἐλπίδων, ἀλλὰ στυγεῖν τῷ παρ' ἀξίαν ἐκείνης πταίσματι, ὥστε καὶ τὸ γένος καταισχῦναι καὶ τὴν ἀρχὴν προσαπολλύναι τῷ μηδενὸς ἀξίῳ κατεγχειρίσα σαν· μηδὲ γὰρ ἀνθέξειν ὅλως καὶ ὑποσχεῖν ἐκεῖνον ἐπιβρίσασαν ἐκ Τοχάρων 565 δύναμιν, ἣν εἰκὸς ἐπεισπίπτειν ἅμα μὲν πρὸς ἐχθρὸν προφανῆ, ἅμα δὲ καὶ παρὰ τῶν οἰκείων καταφρονούμενον. Ταῦτα λέγων, οὐκ ἀνίει καὶ αὖθις πέμπων τε δυνάμεις ἀγωνιουμένας καὶ τὰ πρὸς καταβολὴν Μαρίας κατασκευαζόμενος. Ὁ τοίνυν Λαχανᾶς πρὸς τὰς τῆς γυναικὸς θρύψεις καὶ ἀπήχθετο καὶ βαρβαρικῶς ἤθελε διαζῆν, τοὺς ἀμφ' αὑτὸν καὶ λίαν ὑποποιούμενος· ἔγνω γὰρ ἀμφοτέρωθεν ἐξαρτυομένους πολέμους καὶ τὰς βλακείας μηδὲν οἵας τ' οὔσας κατευνάζειν τοὺς ἐκ τῶν πολέμων κινδύνους, ὥστε καὶ πολλάκις, πρὸς ἐκείνην διαφιλονεικοῦντα, ἐντείνειν πληγάς. Αὐτὸς δέ, κρείττω πάσης ἀσχολίας τὰ κύκλῳ συνανιστά μενα κρίνων, ὑπεποιεῖτό τε τοὺς ἄρχοντας τῶν Βουλγάρων καὶ πρὸς πολέμους ἡτοιμάζετο τοὺς κατ' ἄμφω· οὐδὲ γὰρ ἦν οὔτε Τοχάροις διὰ τὰ πραχθέντα σπένδεσθαι οὔτε τοὺς τοῦ βασιλέως ὁπωσοῦν ἀναρτᾶν. Μέντοι γε καὶ καθ' ὅσον ἴσχυεν ἀντιπαρετάττετο, τὸ μὲν ἑκών, τὸ δ' ἄκων· ἀρχὴν γὰρ λαβὼν ἣν οὐκ ἤλπισεν, ἔσπευδε μὴ μόνον ἔχειν, ἀλλὰ καὶ συνιστᾶν. Ἐπιτιθεμένων δ' ἄλλως καὶ τῶν ἔξωθεν ὁσημέραι, καὶ ἄκων κατηναγκάζετο μάχεσθαι· ᾔδει γὰρ καὶ βάρβαρος ὢν πολεμήσοντα ἐξ ἀνάγκης τὸν μὴ θέλοντα πολεμεῖν. Διὰ ταῦτα γοῦν τὰ κατ' ἐκεῖνον εὐώδει παραβολώτερον συμπλεκόμενα. Οὔτε γὰρ οἱ ἀνθιστάμενοι ἴσχυον ὁρμαῖς ἀτακτούσαις ἀντίσχειν, καὶ τὸ διευτο νοῦν κατωρρώδει τὴν ἀπέντευξιν, ὡς μὴ καλῶς χρησομένου τοῦ περιγεγονό τος. Τὸ γὰρ εἰς χεῖρας γενέσθαι τῷ Λαχανᾷ ἶσα καὶ θάνατος ἦν, ἀπηνείας ἕνεκα τῆς ἐσχάτης· βάρβαρα γὰρ ἤθη τὰ ἐκ τύχης ἐλεεινὰ μαλάσσειν οὐκ οἶδεν. Ὅθεν καὶ πολλάκις, ταῖς τόλμαις περιγενόμενοι, παραυτίκα τῷ τῶν δεινῶν ἐλπισμῷ, εἰ ἁλῷεν, συστελλόμενοι, ἀπηντεύκτουν. Πολλαῖς μὲν οὖν ταῖς ἀμφὶ τὸν Ἀσὰν δυνάμεσι περιεστοιχίζετο· πλὴν οἱ ἐκεῖθεν ἐνίοτε καὶ ἄκοντες ἁλισκόμενοι ἐν καλοῖς ἦσαν διὰ τὸ προσπίπτειν αὐτίκα, ὡς δῆθεν τυράννου μὲν ἀπαλλαγέντες, βασιλεῖ δὲ προσγιγνόμενοι· τοῖς δ' ἐντεῦθεν ἀπαγομένοις ἐκεῖ πρόσχημά τι οὐκ ἦν ὑπονοηθῆναι τὸ σῷζον, ἀλλ' ὡς ἐχθροὶ ἐκολάζοντο.
545.7.1
Ὅπως Μαρία μὲν παρεδόθη βασιλεῖ, Ἀσὰν δὲ Τερνοβίταις παρεδέχθη. Ἐτρίβοντο μὲν οὖν ἐντεῦθεν τὰ πράγματα, ἄλλην δ' ἀπαλλαγὴν τῶν κακῶν οὐκ ἦν ἐλπίζεσθαι εἰ μὴ τὴν τοῦ βαρβάρου ἀπαλλαγήν, ἧς καὶ ταχέως 567 ἐξελθόντος ἐπιστάσης· τὸ γὰρ παλίμβολον τῆς τύχης ὅσον οὔπω οὐκ ἦν ἐκφυ γεῖν οὐδ' ἐκεῖνον, καὶ μᾶλλον φυσηθέντα τὸ πᾶν ἐκ τύχης. Ὅθεν καὶ Τοχάρων ἡσσημένος ἠγγέλλετο, καὶ ταῖς ἐκεῖθεν φήμαις ἐμπίπτει Τερνοβί ταις καιρός, ὡρμημένοις πάλαι κατὰ Μαρίας· καὶ ἅμα παιδὶ προδιδόναι ταύτην ἔγνωσαν τοῖς τοῦ βασιλέως, τὸν Ἀσὰν δὲ δεσπότην ἐδέχοντο, ὅτι καὶ ἐκ παλαιοῦ οἱ προσῆκε τὰ Βουλγάρων πράγματα. Ἡ μὲν οὖν Μαρία, ἔμφορτος οὖσα τῷ ἀπὸ τοῦ βαρβάρου κυοφορήματι, ἅμα παιδὶ Μιχαὴλ πρὸς βασιλέαἐπεδήμει γὰρ τῇ Ἀδριανοῦ τὸ δεύτερονἤγετο καὶ φυλακαῖς ταῖς προσηκούσαις ἐδίδοτο· Ἀσὰν δὲ σὺν Εἰρήνῃ, οὐχ ἅμα, ἀλλὰ μετὰ τὸν Ἀσὰν ἐκείνη, βασιλέως πρὸς πόλιν ἐλθόντος, ἀνέδην ἐπέβαινον τῆς Τερνόβου καὶ βασιλεῖς ἐφημίζοντο. Ἦν δ' ἐν τοῖς μάλιστα τῶν προὐχόντων καὶ Τερτερῆς, ᾧ δὴ καὶ μεγάλως τὸ Βουλγαρικὸν προσεῖχε καὶ παρ' ἐκείνοις ἐμεγαλίζετο. Τοῦτον ἠβούλετο μὲν βασιλεὺς τῷ Ἀσὰν κατὰ γένος συνείρειν καὶ τιμᾶν ἀξιώμασι· τὸ γὰρ ὑφέρπον ἀπ' ἐκείνου πρὸς βασιλείαν πολὺ ἦν, ἐπεὶ καὶ στρατηγῶν δῆλος ἦν τοῦ μείζονος ἐφιέμενος. Ἐμποδὼν δ' ἦν τοῖς βουλευομένοις ἡ σύζυγος· τὸ γὰρ ταύτην ἔχοντα τιμᾶσθαι, μηδὲν τῷ Ἀσὰν κατὰ γένος συνάπτοντα, λαμβάνοντος μᾶλλον ἦν πρὸς τὴν τῶν ὑπονοουμένων ἄναψιν πλεῖστον ὅσον ἐμπύρευμα. Διὰ τοῦτο καὶ δεσπότην προτείνει ποιεῖν, εἰ, τῆς γυναικὸς ἀποστάς, τῇ τοῦ Ἀσὰν αὐταδέλφῃ εἰς γάμον συνάπτοιτο. Γέγονε ταῦτα, καὶ ἡ μὲν τοῦ Τερτερῆ σύζυγος, ἀχθεῖσα πρὸς βασιλέα, τῇ κατὰ Νίκαιαν ἐδίδοτο φυλακῇ σὺν υἱῷ Ὀσφεντισθλάβῳ, ἡ δὲ τοῦ Ἀσὰν αὐταδέλφη τῷ Τερτερῇ συνηρμόζετο καὶ τῷ τῆς δεσποτείας ἀξιώματι ἐσεμνύνοντο.
545.8.1
Ὅπως Ἀσὰν ἐκ Τερνόβου ἀπεχώρησεν. Εἶχε μὲν οὖν ἐντεῦθεν τῷ δοκεῖν τὰ μεγάλα πρὸς συνεργίαν Ἀσάν, καὶ χρόνος ὀλίγος αὐτῷ παρεμέτρει τὴν τῶν Βουλγάρων ἀρχήν. Ἐπεὶ δὲ ταχέως παρακεκίνηντοπρὸς γὰρ ἀπιστίαν τὸ Βουλγαρικὸν ἕτοιμον, καὶ αὔραις ἔστι πιστεύειν ἀνέμων μᾶλλον ἢ σφῶν εὐνοίαιςκαὶ τὰ τῆς ἀποστασίας δῆλοι ἦσαν ἐκ πολλῶν ὠδίνοντες, ἀνεζωπύρει δὲ τούτοις τὰς γνώμας καὶ Τερτερῆς, κρυφηδὸν βασιλειῶν ἤδη, καί, τἆλλα φανερὸς ὢν εἰς τὴν ὑποψίαν, μόνῳ τῷ πρὸς τὸν Ἀσὰν κήδει συνεκαλύπτετο, ὡς μὴ προδώσων δῆθεν ᾧ

Intertext edge

Open linked passage

Note