Chronicon i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
569.1.1
κατὰ γένος συνήπτετο, συνιδὼν τὴν παρακίνησιν ὁ Ἀσὰν καὶ δείσας μὴ προλαβόντες ἐκρήξαιεν τὸ δεινὸν καὶ οὐ φευκτὰ ἔσοιτό οἱ τὰ τοῦ κινδύνου, τὴν φυγὴν εὐσχημόνως ποιεῖσθαι προὐνόει καὶ μετὰ κέρδους, ὃ δὴ καὶ ἐνεχώρει κερδαίνειν. Τὰ γὰρ τῆς βασιλείας τῶν Βουλγάρων πράγματα, ἃ δὴ καὶ μάλιστ' εἶχον ἐκ Ῥωμαίων λαβόντες, ἡσσημένων τὸ πάλαι, στρατηγοῦντος τοῦ βασιλέως Ἰσαακίου, καί γ' ἐνέκειντο τεθησαυρισμένα κατ' αὔχημα μᾶλλον ἢ κατὰ χρείαν, ταῦτα δὴ καὶ ὅσον ἦν ἄλλο φόρτος εὐκόμιστος ἐν ἀφανεῖ περισχόντες σάκκοις καὶ τῆς πόλεως ἐκβαλόντες νυκτός, αὐτοί, τοὺς εἰς ἄνεσιν καὶ τρυφὴν τῶν ἔξω που τῆς πόλεως ἐξιόντας σχηματισάμενοι, ἀνὰ κράτος εὐθὺ τῆς μεγαλοπόλεως ἔφευγον. Καὶ πρῶτον εἰς Μεσέμβρειαν ὑπὸ βασιλικῷ κόμπῳ καὶ τρυφῇ φθάσαντες, ὡς μὴ φωραθεῖεν φεύγοντες, οὕτω θαλάσσῃ χρῶνται καὶ πλῷ πρὸς τὴν πόλιν. Καὶ δὴ καταχθέντας τῇ κατὰ τὸν Ἀνάπλουν τοῦ Ἀρχιστρατήγου μονῇ ἐφ' ἡμέραις ὁ κρατῶν οὐκ ἐδέχετο, ἐν ὀργῇ παντοίᾳ τὴν ἀποφυγὴν ποιούμενος καὶ τὸ πᾶν δειλίᾳ καὶ κακανδρίᾳ ἐκείνων κρίνων πολλῶν πόνων καὶ ἐξόδων ἀπώλειαν ἐν βραχεῖ. Ὡς δ' οὐκ ἦν τὸ γεγο νὸς ἀναλύεσθαι, ἐκείνοις μὲν ἐκχωρεῖται, τὴν πόλιν εἰσελθόντας, τῷ βασιλεῖ ἐμφανίζεσθαι, ὁ δέ γε Τερτερῆς ἐρήμης βασιλείας, θελόντων καὶ τῶν Βουλγάρων, ἐπιλαμβάνεται. Καὶ ἐν ὀλίγῳ ἅμ' ἠκούετο βασιλείας ἐπιβαίνων καὶ ἅμα, ταινιούμενος κατὰ βασιλέας, ἐγκρατὴς τῶν πραγμάτων ἦν. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον, τὰ δ' ἐντεῦθεν ἐσαῦθις ἐροῦμεν.
569.2.1
Ὅπως κατηγορίαι συνεσκευάσθησαν κατὰ τοῦ πατριάρχου Βέκκου. Ἤδη δὲ χρόνων παρῳχηκότων τεττάρων τῷ Ἰωάννῃ τὰ τῆς πατριαρχίας διαφέροντι, κατὰ μῆνα ληναιῶνα τῆς ἑβδόμης ἰνδικτιῶνος, δειναὶ κατηγορίαι τούτῳ παρά τινων τῶν τοῦ κλήρου συρράπτονται, ψευδεῖς μὲν καὶ διακενῆς τὸ παράπαν, οὐ μὴν δὲ καὶ δυσχερεῖς τῷ κρατοῦντι δέχεσθαι. Ἦν γὰρ ἐκείνῳ διὰ σπουδῆς ὅτι πλείστης ὑποχαλᾶν τὸν τόνον τοῦ ζήλου τῷ πατριάρχῃ, καὶ μᾶλλον τά οἱ πραχθέντα ἐξ ὑπογύου ἔχοντα, περὶ ὧν ἀνω τέρω ἐρρέθη· ταῦτα γὰρ καὶ ἄλλ' ἄττα πλεῖστα ἐπισυμβαίνοντα ἀνῆπτε 571 μὲν τὴν βασιλέως ὀργήν, οὐ μὴν δ' εἶχεν ὅπως τῆς ὁρμῆς ἐπίσχῃ τὸν ἄνδρα, καὶ ἄλλως ὁρμητίαν ὄντα καὶ θερμουργόν, πλὴν οὐ τὰ καθ' αὑτόντούτων γὰρ καὶ ἀπεριμερίμνως εἶχεν, ἀλλὰ τὰ καθ' ἑτέρους συνοίσοντα. Ζητοῦντι γοῦν τρόπον καθ' ὃν ἂν ὑποκλίνοι τὸν λέοντα, χρήσιμ' ἦσαν τὰ κατηγορημένα, ἄλλως οὐκ ἀληθῆ δοκοῦντα οὐδ' εὐπαράδεκτα. Ῥοπῆς γὰρ εἰς πορνείαν κἂν Πηλεὺς ὦφλεν ἂν ἢ ἐκεῖνος· ἱεροσυλίας δὲ ἔγκλημ' ἂν ἀπηνέγκατο καὶ ὁ ἐπ' ἀνθρώποις ἀδωρότατος Ἀριστείδης μᾶλλον ἢ ἐκείνῳ δικαίως προσήπτετο· τὸ δέ γε εἰς βασιλέα ὡς καταρῷτο αὐτόθεν τὴν συκοφαντίαν προΐσχετο ἀκουόμενον. Ἐκεῖνος γάρ, πάλαι πρεσβεύων εἰς βασιλέα ὑπέρ τινος τῶν χρῃζόντων ἐλέους, πολλάκις μὲν κατὰ πεῖραν προὔτεινε τά οἱ δοκοῦντα συνοίσειν, τοσαυτάκις δὲ προσβάλλων οὐκ ἤνυτε τὸ παράπαν. Τριῶν οὖν ὁ μὲν ἐδέετο συνεχέστερον, ὁ δὲ προσέκειτο καρτερώτερον, βασιλεὺς δὲ τρίτος ὑπερετίθετό τε καὶ ἀνεβάλλετο. Καὶ ὁ μὲν ἐδέετο προσανα φέρειν καὶ πάλιν, ὁ δέ, πείρᾳ γνοὺς οὐκ ἀνύσωνᾔδει γὰρ καὶ παροργίσων, εἰ αὖθις λέγοι, τὸ καθ' αὑτὸν οἷον πρὸς τὸν ἱκέτην ἀπολογούμενος ὡς οὐ καταρρᾳθυμήσας τῷ βασιλεῖ προτείνοι τὰ τούτου δίκαια, Θεὸν παρεισῆγε τῆς σπουδῆς μάρτυρα καί· «Θεὸς ὁρᾷ τὰ περὶ ὧν καὶ προβάλλῃ», ἔλεγεν. Ὁ δ' ἐκεῖσε παρών, συκοφαντήσας τὸν λόγον, συμπλάττει τὸ ψεῦδος, ὡς Θεὸν δῆθεν κατὰ βασιλέως ἐκκαλουμένου τοῦ ἱερέως εἰς τὴν τῶν ἀδικουμένων ἐκδίκησιν. Τούτοις, ὡσπερεί τισιν ἰσχυροῖς κατασείσταις, ὑποχαλᾶν τὸν πύργον τῆς ἐκείνου ψυχῆς ᾤοντο. Ἦν δ' ὁ τὰς ὁρμὰς σφίσιν ὑπανάπτων ὁ τῆς Ἐφέσου Ἰσαάκ, εἰς πατέρα μὲν τεταγμένος τῷ βασιλεῖ, οὐδεμίαν δ' ἔχων αἰτίαν ἀπεχθείας τῷ πατριάρχῃ παρ' ὅσον τὸ τὰ δοκοῦντα ξυμπράττειν αἱρεῖσθαι τῷ βασιλεῖ· ἢ γοῦν τοῦτο μόνον ἢ καὶ δεύτερον, τὸ τὰ κατ' ἀνατολὴν πατριαρχικὰ ὑφ' αὑτῷ θέλειν ποιεῖσθαι, μηδὲν ἀξιῶν πλέον ἔχειν τὸν πατριάρχην εἰς ἐνορίαν ἢ τὰ κατὰ μόνην Κωνσταντινούπολιν περιοριζόμενα, τὰ δ' ἔξω ταύτης ὑπὸ τοὺς ἐπισκόπους γίνεσθαι, ὧν δήπου καὶ αἱ ἐνορίαι εἰσί. Ταῦτ' ἔσπευδε καὶ κατώρθου οὐκ ἄλλῳ τῳ μηχανήματι ἢ τῷ διιστᾶν βασιλέως τὸν ἱερέα· ὃ δὴ καὶ ἐποίει τοὺς κατηγοροῦντας δεχόμενος καί γε κατὰ τὸ δυνατὸν ὑποθάλπων. 573
569.3.1
Ὅπως βασιλικὴ νεαρὰ προβαίνει ἐπὶ τοῖς σταυροπηγίοις. Προβαίνει γὰρ νεαρὰ βασίλειος ἄλλ' ἄττα πλεῖστα διοριζομένη καὶ τάττουσα καὶ τὸ τὰ ὁπουδηποτοῦν πατριαρχικά, ὅσα ἐν χώραις τε καὶ μοναῖς, ὑπὸ τοὺς ἐπισκόπους ὧν αἱ ἐνορίαι τελεῖν· ἔγκλημα γὰρ ἐφαίνετο καὶ παρὰ κανόνας τό, ἐκ παλαιοῦ γινόμενον, ὑπερόριον κεκτῆσθαι τὸν Κωνσταντινουπό λεως δίκαιον, μηδὲ τοῦτ' εἰδότος τοῦ λέγοντος ὡς κολούει τῷ πατριάρχῃ τὸ οἰκουμενικὸν ὁ ἐντὸς αὐτὸν περιορίζων τῆς Κωνσταντίνου, μηδ' ἐνορίαν ὅσα καὶ τοῦ τυχόντος ἐπισκόπου προσνέμων. Ἀλλ' ὁ Ἰσαάκ, τότε τὸν καιρὸν τῆς ἀπεχθείας ἁρπάσας ὡς ἕρμαιον, περιεποίει τοῖς ἐπισκόποις αὐτοῦ, ταὐτὸν δὲ καὶ ἑαυτῷ λέγειν, τὰ τῆς Κωνσταντινουπόλεως δίκαια. Τὸν μέντοι γε πατριάρχην οὐκ ἀνίει παρ' ὅλους δύο μῆνας ὁ βασιλεύς, ποτὲ μὲν εἰς κρίσεις ἐγκαθιστῶν, ποτὲ δὲ καὶ ὑπὲρ ἐκείνου ἱστάμενος καὶ τῶν ἐγκλημάτων ἀπολύων, ὡς συκοφαντούντων τῶν κατηγόρων ἄντικρυς. Ἦν δὲ διττὰ στρέφων, τοῖς μὲν κατηγόροις κατὰ πρόσωπον ἐγκαλεῖν ἐφιεὶς καὶ δῆθεν ἐλέγχειν, ἐκεῖνον δ' αὖθις τὸ μέρος καταψῶν τε καὶ περιποιούμενος τῷ γ' ἐπικρίνειν ὡς πικρῶς συκοφαντοῖεν οἱ λέγοντες καί, εἰ ἤθελεν οὗτος λέγειν, οὐκ ἂν συκοφαντίας ἠνοίγοντο στόματα. Ἦν δ' ἐμφανὴς ἐντεῦθεν προσ ονειδίζων τῷ πατριάρχῃ τὸ πρὸς ἐκεῖνον φίλερι· ἔριν γὰρ τὸν ζῆλον καὶ τὸ ὑπὲρ τῶν ἀδικουμένων λέγειν ἐνοχλεῖν ἔκρινε.
569.4.1
Τὰ συμβάντα τῷ πατριάρχῃ διὰ τὴν τῶν κολύβων ἀποστολήν. Οὐ χεῖρον δὲ καὶ τὸ ἐν ἀρχῇ τῶν κατηγορημάτων συμβὰν ὡς χάριεν ἱστορῆσαι καὶ δεῖξαι ὁπόσα πονηρία, προσλαβοῦσα καιρόν, ἀνύει. Σύνηθες μὲν οὖν ἦν περιφανῶς τελεῖσθαι τῇ ἐκκλησίᾳ τὴν τῆς Ὑπαπαντῆς ἑορτήν, ἅτε κατ' ἐκείνην τυχόντος παρ' Ἰωσὴφ τοῦ κρατοῦντος τῆς συγχωρήσεως· ἦν δὲ καὶ ἑφθῷ σίτῳ συνάμα καρποῖς ὀπωρῶν ποικιλλομένας τὰς τῶν ἐκπωμάτων πλατείας εἰς εὐλογίαν προτίθεσθαι, ὧν ὡς ἀπαρχή τις ἡ 575 κρείττων τῷ βασιλεῖ προσήγετο ἐπιδόρπιος. Ἐπεὶ δ' εἰκὸς τὰς χαλκᾶς ἐκείνας πλατείας ὑποδοχάς, πλείστας οὔσας, ἔξωθεν ἐρανίζεσθαι, σὺν ταῖς ἄλλαις ἦν μία δοκοῦσα καὶ πρωτεύειν τῷ κάλλει καὶ ἀξία τῷ βασιλεῖ προσ άγεσθαι, ἣ δὴ καὶ γράμμασιν Αἰγυπτίοις ὡς ποικίλμασί τισιν ἐνεσκεύαστο· εἴθισται γάρ, ὡς ἐλέγετο, Αἰγυπτίοις ἀντ' ἄλλων τινῶν ποικιλμάτων ἔν τε πέπλοις καὶ φωταγωγοῖς καὶ σκεύεσι παντοίοις τοῖς γράμμασι χρῆσθαι. Ἔτυχον δὲ τὰ γράμματα τοῦ καταράτου Μαχούμετ, ταὐτὸν δ' εἰπεῖν καὶ Μωάμεθ, ὄνομα φέρειν εἰς ἔπαινον· τοῦτο κύκλῳ τῇ πλατείᾳ ἐγγεγραμμένον τοὺς κατηγοροῦντας οὐκ ἔλαθε. Καὶ δὴ ἔξω κειμένης ἔτι, πρὶν ἂν εἰσαχθείη τῷ βασιλεῖ, οὗτοι πέμψαντες ἀναγγέλλουσιν ὡς οὐκ εἰσιτά γε τὰ τῆς πλατείας εἰς βασιλέα, φερούσης ἐξάγιστον ὄνομα, καὶ ὡς ὁ πατριάρχης ἐπίτηδες ἐνσκευάσαιτο ἐκείνην πεμφθῆναι τῷ βασιλεῖ, ᾗπερ μὴ μόνον οὐκ εὐλογίας μετὸν διὰ τὸ τῆς γραφῆς μυσαρόν, ἀλλὰ καὶ μύσους τὰ μέγιστα προσετρίβετο. Ταῦτα πυθόμενος ὁ βασιλεύς, πείρᾳ θέλων γνωρίσαι τὰ ἀγγελθέντα, ἐξ αὐτῆς πέμπει τὸν τοῦ κοιτῶνος παρακοιμώμενον τὸν Βασιλικὸν Βασίλειον, ξυνετὸν ὄντα γραμμάτων Ἀγαρηνῶν· καὶ ὃς ἀνεγίνωσκέ τε καὶ τὸ ἀληθὲς προσεμαρτύρει τοῖς ἀπαγγείλασιν. Ἡ μὲν οὖν πλατεῖα οὐκ εἰσήγετο διὰ τὴν συνείδησιν, τὴν ἀποστολικὴν παραίνεσιν τοῦ βασιλέως τηρήσαντος· τὸ δὲ τῇ ἑξῆς ὡς ἔγκλημα καὶ τοῦτο προὐτίθετο μέγιστον.
569.5.1
Ὅπως παρῃτήσατο τὸν θρόνον ὁ πατριαρχεύων Ἰωάννης. Ὡς τοίνυν τὰ κατὰ τὸν πατριάρχην ἐπὶ μησὶ δυοῖν ἐτρίβετο καὶ οὐδὲν ἠνύετο, μόνον δ' ὕθλος καὶ λοιδορία καὶ πᾶν ὅ τι κάκιστον ἦνκαὶ τί γάρ, ὅπου καὶ κλίμακα κατὰ φιάλης ἐνσκευασθεῖσαν τῷ πατριάρχῃ, κατά τινα ἄνεσιν, δένδρων ἐκεῖσε καταφυτευθέντων παντοίων, ὕλην εἶχον καὶ ταύτην τῆς κατ' ἐκείνου συκοφαντίας, παρ' ἣν αἰτίαν καὶ μόνην ἀκούσας κατασπᾶν ἐκέλευε καί γ' ἀφανίζειν τέλεον;, ὡς γοῦν οὐδὲν ἄλλο ἢ λοιδορία ἠνύετο, σκοπὸς δ' ἦν ἐκεῖνον, ἀπειρηκότα πρὸς τὰς ἐπιφορὰς τῶν ὕβρεων, παραιτεῖ σθαι τὸν θρόνον, μηνὸς κρονίου, μεσούσης νηστείας, λίβελλον γράφειν τῷ συγγραφεῖ παραιτήσεως ἐπιτάττει καί γ' ἐπιδοὺς βασιλεῖ, προσποιουμένῳ 577 μὴ δέχεσθαι, ἀπηλλάττετο καὶ φέρων τῇ τῆς Παναχράντου μονῇ ἑαυτὸν δίδωσιν. Ἦν οὖν ἡ ἐκκλησία ποιμένος κεχηρωμένη, μήτ' ἐκείνου παρόντος, καὶ ἄλλον ἀντεισάγεσθαι οὐκ ἦν ὅλως τῷ βασιλεῖ θελητόν· ἐν τῷ μεταξὺ γάρ, πέμπων καὶ αὐτὸν δὴ τὸν υἱὸν αὐτοῦ τὸν βασιλέα Ἀνδρόνικον, ἐπειρᾶτο μαλάττειν. ιδʹ. Τὰ κατὰ τοὺς πρέσβεις τοῦ πάπα καὶ τὸν πατριάρχην Ἰωάννην. Ἐν τοσούτῳ δὲ καὶ πρέσβεις ἐκ Ῥώμης παρὰ τοῦ πάπα ἐφίστανται ἔξω που πόλεως τῆς Ἀδριανοῦ ἐπανήκοντι βασιλεῖ. Καὶ ὅς, θέλων συσκιάζειν σφίσι τὰ κατὰ τὸν πατριάρχην, ἐκείνοις μὲν αἰτίας πλαττόμενος, ὡς ἀπειρηκώς, ἔλεγε, πρὸς τοὺς πόνους ὁ πατριάρχης καὶ ἀνεθῆναι θέλων ἐπ' οὐ πολὺ ἐκχωρεῖ πρὸς καιρὸν τοῦ πατριαρχείου, καί γε μέλλειν ἐντυχεῖν σφᾶς ἐκείνῳ παρά τισι τῶν κατὰ τὴν πόλιν μονῶν, ἐκεῖνον δὲ πέμψας ἠξίου ἀποθέσθαι μὲν τὰ τῆς μικροψυχίας, ὡς ὄντα καιροῦ μᾶλλον ἢ βουλήσεως, ἀπελθεῖν δὲ πρὸς τὴν τῶν Μαγγάνων μονὴν κἀκεῖ τοῖς πρέσβεσιν ἐντυχεῖν παραγεγονόσι, μηδὲν τῶν προτέρων σημήναντα. Οὕτως ἔλεγε καὶ ἅμ' ἐκείνοις τὴν πόλιν εἰσήρχετο. Πρὶν δ' ἐντυχεῖν ἐκείνους συνόδῳ καὶ πατριάρχῃ, ὁ βασιλεύς, γνοὺς τὸ τῆς πρεσβείας κεφάλαιοντὸ δ' ἦν μὴ λόγοις εἶναι τὴν τῶν ἐκκλησιῶν εἰρήνην καὶ μόνοις, ἀλλ' ἔργῳ δεικνύντων τῷ καὶ σφᾶς κατ' ἐκείνους τὴν πίστιν ὁμολογεῖν καὶ οὕτω πληροφορεῖν τὴν ἕνωσιν· παρωτρύ νοντο γὰρ κἀν τούτῳ παρὰ τῶν ἡμετέρων, ὡς ἔλεγον, σχιζομένων, οἳ δὴ καί, πολλοῖς τῶν ἐν ἐκείνοις φρερίων μιγνύντες, χλεύην ἔλεγον τὴν εἰρήνην εἶναι καὶ δεῖν δοκιμάζειν εἰ καὶ αὐτοὶ τὸ σύμβολον οὕτω λέγοιεν, οἰομένων ἐντεῦθεν εἰς μερίμνας ἄγειν τὸν βασιλέα, ὡς δυοῖν ἐξ ἀνάγκης γενέσθαι θάτερον, ἢ μὴ καθυποκλιθέντος τὴν εἰρήνην συγχέεσθαι, ἢ καί τι τῶν κειμέ νων παραβάντα μειζόνως ἁμαρτεῖν, καὶ σφᾶς ἰσχυρίζεσθαι φεύγειν ἔτι δικαίως τὴν ἕνωσιν, ὡς ἄντικρυς παραβάντων, γνοὺς ταῦτα τοίνυν ὁ βασιλεὺς καὶ εἰδώς, ἐξαπιναίως ἀκούσαντας, θορυβηθησομένους καὶ τοὺς τέως εἰρήνην ἄγοντας, πέμψας μετακαλεῖται καὶ ἀρχιερεῖς καὶ κλῆρον ἅπαντα καί, σφᾶς κατ' ἰδίαν λαβώνκοσμικοῖς γὰρ ἀπείρητο μὴ παρεῖ ναι... 579
569.6.1
Πληροφορία βασιλέως πρὸς τοὺς τῆς ἐκκλησίας διὰ τὰς παραλόγους ἀπαιτήσεις τῶν πρέσβεων. «Τὰ μὲν τῶν παρόντων, εἶπεν, ὅπως καὶ κατεπράχθη καὶ μεθ' ὅσης τῆς δυσχερείας ἠνύσθη, οἴδατε πάντως, ἐπεὶ οὐδ' ἐμοὶ τόσον ἀναλγήτως ἔχοντι τάδ' ἐφῆπται. Οἶδα γὰρ καὶ πατριάρχην ἐντεῦθεν παριδών, τὸν Ἰωσὴφ λέγω, ὃν δὴ ἶσα καὶ τὸν γεννησάμενον ἔστεργον, μᾶλλον δὲ καὶ ἔτι πλέον, ἐπεὶ ἐκεῖνος μὲν τῆς εἰς φῶς προόδου, οὗτος δὲ τῆς εἰς τὸ κρεῖττον ἐπανελεύσεως αἴτιος γέγονεν. Οἶδα καὶ πολλοὺς βιασάμενος καὶ τοὺς φίλους σκανδαλίσας, πρὸς δὲ καὶ τοὺς ἡμετέρους λυπήσας. Καὶ μαρτυρήσουσιν οἱ ἐν φυλακαῖς προσγενεῖς, οἷς παρ' οὐδὲν ἄλλο ἢ τὸ πρὸς τοὺς Ἰταλοὺς πραγματευθὲν καὶ μόνον ἥ τε πρὸς ἡμᾶς ὀλιγωρία ξυνέβη καὶ ἡ ἀφ' ἡμῶν αὖθις σφίσιν ὀργή. Εἶχον μὲν οὖν ἐπὶ λογισμῶν ἀνύσαι τὸ πᾶν ἐντεῦθεν, ὡς μηδὲν πλέον ζητησόντων τῶν Ἰταλῶν· οὕτω γὰρ καὶ πρὸς ὑμᾶς ἐποιούμην τὰς συνθεσίας, καὶ ὁ ἐν τῇ ἐκκλησίᾳ χρυσοβούλλειος λόγος τοῖς λόγοις μου μαρτυρήσει. Ἐπεὶ δὲ τῶν ἡμετέρων τινές, ὡς πέπυσμαι, καὶ μᾶλλον οἷς ἁνδάνει τὸ σχίζεσθαι, οὐκ οἶδ' ὅ τι παθόντες, εἰ μή τις πεῖράν θ' ἡμῶν ταῦτ' εἴποι καὶ μεριμνῶν ἐπανάστασιν, φρερίοις ἐντυχόντες κατά που τὴν Περαίαν, χλεύην τὴν εἰρήνην εἶπον καὶ ἀπάτην εἶναι καὶ προὐβίβασαν ζητεῖν σφᾶς τὸ πλέον κατά τινα δοκιμήνκαὶ τοῦτό ἐστι τὸ τῆς ἐπιστάσης πρεσβείας κεφά λαιον, βούλομαι προλαβὼν μικρὰ πρὸς ὑμᾶς εἰπεῖν καὶ πληροφορῆσαι, ὡς ἂν μή, ἐξαπιναίως ἀκούσαντες, ταραχθείητε, μηδέ τι πάλιν ἡμῶν τὸ πρὸς σφᾶς κυβερνητικὸν ἰδόντες, ὑποψίαις ταῖς οὐ καλαῖς περὶ ἡμῶν βληθείητε. Ἐγὼ γάρ, καὶ ὁ συνίστωρ εἴη Θεός, ὑπὲρ τοῦ μή τι παραλυθῆναι τῶν ἡμετέρων μέχρι καὶ αὐτῆς κεραίας ἢ μὴν ἰῶτα, αὐτὸς ἐγὼ καθυπισχνοῦμαι αὐτὸ τὸ θεῖον σύμβολον τῶν πατέρων ἐνθεῖναι σημαίᾳ καὶ πολεμῆσαι μὴ ὅτι γε Ἰταλοῖς, ἀλλὰ καὶ παντὶ ἔθνει ὑπὲρ τούτων ἀμφισβητοῦντι. Καὶ αὕτη μέν ἐστιν ἡ πληροφορία ἣν δίδωμι πρὸς ὑμᾶς· ἄλλως δὲ κυβερνῆσαι καὶ μετ' εἰρήνης ἀποπέμψαι τοὺς πρέσβεις οὔτ' ἐμοὶ νέμεσις πάντως οὔθ' ὑμῖν ἀδικία τὸ σύνολον. Ἀξιῶ γοῦν καὶ προσπτύσσεσθαι σφᾶς φιλικῶς καὶ ἀσπάζεσθαι εὐμενῶς, μήπως καὶ τὴν θήραν, ὃ δή φασιν, ἀνασοβήσωμεν, καὶ 581 μᾶλλον πάπα γεγονότος νέου καὶ οὐ κατὰ τὸν Γρηγόριον ὄντος εὐμενοῦς οὕτω τοῖς ἡμετέροις πράγμασι. Τὸ δ' ἐντεῦθεν ἐμοὶ μελήσει, μηδὲ διωρίαν λαβόντι βουλῆς, τῆς πρὸς αὐτοὺς ἀποκρίσεως.» Ταῦτα τοῦ βασιλέως εἰπόντος, ὁ μὲν πατριάρχης ἐφίσταται τῇ τῶν Μαγγάνων μονῇ, καὶ οὕτω τὰ καθ' αὑτὸν διασκευάζεται ὡς μηδεμίαν τῶν εἰς αὐτὸν πραχθέντων γνῶσιν παρασχεῖν σφίσι· τῶν δ' ἀρχιερέων τε καὶ τῶν ἐκκρίτων τοῦ κλήρου ἀμφ' αὐτὸν συναχθέντων, παραγίνονται καὶ οἱ πρέσβεις. Καὶ τὰ τῆς πρεσβείας κινοῦντες, δῆλοι ἦσαν ἐκεῖνα προτείνοντες ἃ δὴ φθάσας ὁ βασιλεὺς προεδήλου· παρ' ἣν αἰτίαν καὶ προενηχηθέντες εὐμενῶς ἤκουον ἃ δή, μὴ προμαθόντες, καὶ λίαν δυσχερῶς ἂν ἠνωτίζοντο.
569.7.1
Ὅπως ἀπεστάλησαν οἱ πρέσβεις ἰδεῖν τοὺς ἀποκλείστους ἐν φυλακαῖς. Ταῦτ' ἄρα καὶ βασιλεύς, ὡς οὐ χλεύην εἶναι τὴν εἰρήνην πληροφορῶν, τὸν Ἐφέσου Ἰσαὰκ σὺν πρέσβεσιν ἀποστείλας, καθειργμένους ἐδείκνυ τοὺς προσγενεῖς ἐν ταῖς φυλακαῖς. Οἱ δ' ἦσαν ὁ πρωτοστράτωρ Παλαιολόγος Ἀνδρόνικος, ὁ πιγκέρνης Ῥαοὺλ Μανουήλ, ὁ ἀδελφὸς αὐτοῦ Ἰσαάκιος καὶτέταρτος ὁ τοῦ πρωτοστράτορος αὐτανέψιος Παλαιολόγος Ἰωάννης· οἳ δὴ καί, τέτραχα κοσμηθέντες, εἴποι τις ποιητής, βαρείαις ἁλύσεσι, φυλακῆς τετραγώνου γωνίαν ἐπεῖχεν ἕκαστος. Τότε καὶ ὁ πιγκέρνης Ῥαούλ, ἰδὼν τὸν Ἐφέσου καὶ οἷον ὑπερπαθήσας, εἰ αὐτὸς μὲν ἐν ἀνέσει ζῇ, ἐκεῖνοι δὲ προσ ταλαιπωροῦνται τῇ φυλακῇ, ὑπὲρ ὧν ἐκεῖνον μᾶλλον ἢ αὐτοὺς ἔδει μάχεσθαι, συνάγει τε λεληθότως τὴν ἅλυσιν ἣν ἐφόρει, προάγων ὅσον ἦν ἐγγυτέρω, καί, φάκελλον ποιήσας τὸ πτύγμα, κατ' ἐκείνου ῥιπτεῖ ὡς πλήξων, κἂν ἀπετύγχανεν, εἰς ἑαυτὸν τοῦ τραχήλου τὴν ἅλυσιν ἕλκοντος.
569.8.1
Ὅπως ἀνήχθη ὁ Ἰωάννης εἰς τὸ πατριαρχεῖον τὸ δεύτερον. Ἀλλ' ὁ βασιλεύς, τὰ ἐς πίστιν ἐντεῦθεν τοῦ ἀληθῆ πράττειν τοῖς πρέσβεσιν ἀφοσιωσάμενος, προὔργου παντὸς τίθεται τὸ καὶ αὖθις τὸν πατριάρχην ἀνα 583 γαγεῖν. Οὔτε γὰρ ἐν παραδοχῇ ἦν τὰ τῆς παραιτήσεως τοῖς ἀρχιερεῦσιν, κἂν ὁ βασιλεὺς ἐδέχετο ταύτην· ἀλλ' οὖν οὐ προΐσχετο ὅλως αὕτη τὸ ἐπὶ τῶν ἱερῶν πραγμάτων ἀνάξιον, μόνον δὲ θόρυβον παρά των καὶ ταραχὴν ἄλογον, καὶ ὅτι, πληχθέντων ἐπὶ τούτοις τὰς συνειδήσεις τινῶν, οὐκ ἔκρινε δεῖν προσμένειν, μήπως, φησί, τισὶ παρὰ συνείδησιν ᾖ τὸ προσέρχεσθαι. Τοῦτο δὲ τί ἂν παραιτήσεως ἔχοι, εἰ μὴ καὶ μᾶλλον ἐλέγχου τοῖς τὴν κακίαν οἵοις τ' οὖσι κωλύειν καὶ μὴ κωλύουσιν; Ὅθεν καὶ κοινῇ σκέψει ἀξιοῦσιν ἀρχῆθεν τὸν ἄνδρα τὴν προστασίαν δέχεσθαι. Ὁ δ' οὐχ ὑπήκουε, ζητῶν τὴν ἐπὶ τοῖς συκοφάνταις ἐκδίκησιν. Τὸ δ' ἦν καὶ ἓν τῶν ἀδυνάτων τῷ βασιλεῖ, προϊσχο μένῳ συνήθειαν ἄλογον τῶν κρατούντων, καθ' ἣν τὴν μὲν συκοφαντίαν ἰᾶσθαι καὶ τὸν συκοφαντούμενον ῥύεσθαι τοῦ κινδύνου, συκοφάντην δὲ μηδ' ὁπωσοῦν τιμωρεῖσθαι, κἂν συκοφαντοίη τὰ ἔσχατα, τέτακται· μηδὲ γὰρ εἶναι τὸ ἀληθὲς τῷ βασιλεῖ μανθάνειν, ὅπου τῷ μὴ ἀποδείξοντι κίνδυνον ἐφῆφθαι ξυμβαίνοι. Ταῦτ' ἄρα καὶ μὴ ἀνύων, καὶ μᾶλλον ἀφιέναι τὸ πταῖσμα παρακαλούμενος, μίμησιν φέροντα τοῦ Χριστοῦ, τὴν πρόκλησιν δέχεται καὶ ἕκτῃ ποσειδεῶνος, ὑπὸ λαμπρᾷ τῇ δορυφορίᾳ συγκλητικῶν τε ἅμα καὶ ἐκκλησιαστικῶν, τῆς αὐτῆς ἰνδικτιῶνος ἀνάγεται. Τότε συμπλασάμενοι γράμματα τῆς πρὸς τὸν πάπαν ἀπολογίαςΟὐρβα νὸς δὲ τότ' ἦν, πολλαῖς μὲν ὑπογραφαῖς μήτ' ὄντων ἐπισκόπων μήτ' ἐπισκοπῶν οὐσῶν, μιᾷ καὶ τῇ αὐτῇ χειρὶ τοῦ γραφέως, ὡς δῆθεν πολλῶν ἱερῶν ἀνδρῶν καὶ μεγάλων, κατησφαλίζοντο· εἰ μὲν καὶ πατριάρχῃ δοκοῦν, οὐκ οἶδα, τέως δέ γε καὶ λίαν τῷ βασιλεῖ, φέρειν πίστεις προνοουμένῳ ἐπὶ τῇ τῶν ἐκκλησιῶν συμβάσει, παραδοκούντων πολλῶν καὶ κατ' ἐκείνους ἐπισκόπων· καὶ γὰρ σφίσιν οὕτω τὰ τῶν ἐπισκόπων πεπύκνωτο ὡς καὶ εἰς ἑκατοστύας ἀριθμεῖσθαι πλείστας τὴν παρ' ἐκείνοις σύνοδον. Ταῦτ' ἄρα καὶ 585 τὰ ἡμέτερα ἐξισάζειν θέλων ἐκείνοις, ταῦτ' ἔπραττε. Πολλαῖς δ' ἑτέραις γραφαῖς τῶν ἡμετέρων πατέρων, ταῖς ἐκ τοῦ Υἱοῦ δηλαδὴ προχεῖσθαι, χορηγεῖσθαι, δίδοσθαι, ἐκλάμπειν, ἐκφαίνεσθαι καὶ ταῖς ὁμοίαις, τὴν τοῦ ἐκπορεύεσθαι λέξιν ἐπείλυον, δηλοῦντες καὶ τοῦτο, ὡς καὶ τοὺς μὴ πειθομέ νους εἰρηνεύειν ταῖς ἀξίαις δίκαις καθυποβάλλομεν. Τὸ δ' ἄρ' ἦν ὄνειρος. Καὶ ἐπὶ ψεύδεσιν ἐγκληθέντες ἀπολογούμενοι, οὐ διαλύειν, ἀλλὰ συνιστᾶν τὸ ἔγκλημα τοῖς εἰδόσι διεγινώσκοντο· ἔμελλε δὲ καὶ τοῦτο τοῖς ταλαιπώροις τῆς ἐκκλησίας ἐσύστερον πρόσκομμ' εἶναι, ἐγκαλουμένοις ὡς ἐξεκηρύχθησαν οἱ ὀρθόδοξοι· καὶ αἱ πρὸς τὸν πάπαν γραφαί, φασί, μάρτυροι σοφώτατοι. Τὸ δ' ὡς ἐμὲ γοῦν εἰδέναι ἄλλως εἶχεν, εἰ καὶ πρὸς τὸν πάπαν κατά τινα θωπείαν οὕτως ἐγράφετο· ὅτι δὲ κἀκείνοις μάταια ἦσαν τὰ τῆς θωπείας, Μελέτιός τε καὶ Ἰγνάτιος ἔδειξαν.
569.9.1
Ὅπως Μελέτιος καὶ Ἰγνάτιος εἰς τὸν πάπαν ἀπεστάλησαν. Σχιζόμενοι μὲν τῆς ἐκκλησίας περιφανῶς, δίκην δὲ πρὸς βασιλέως ὑποσχόντες ἀπαχθῆναι πρὸς πάπαν, ὡς τὰ καὶ τὰ πεισόμενοι, καὶ παρεδίδοντο πρέσβεσι καὶ ἀπήγοντο. Τῷ δὲ τοσοῦτον κολάζειν ἐμέλησεν ὥστε καὶ ἐποικτίζεσθαι, εἰ ἐκκλησιῶν μεγάλων εἰρήνῃ ἐμποδὼν ἵστανται. Καὶ μεθ' ἱλαρότητος πάσης τῷ βασιλεῖ ἀντεπέμποντο, ἀξιοῦντος τοῦ πάπα καὶ βασιλέα ἀνθρώποις δοκοῦσι τοῦ ἀσφαλοῦς ἀντέχεσθαι κατ' εὐλάβειαν ἱλαρῶς καὶ αὐτὸν προσφέρεσθαι. Ἦν οὖν ὁμοίως καὶ τὰ τῶν γραμμάτων ἐκείνων θωπευτικά, ἄλλως προ βάσης, ὡς πολλοὺς εἰδέναι, τῆς ἐκκηρύξεως. Ἐπειδὴ γάρ τινες τῶν περιττῶν καὶ εὐκόλων, οἷς οὐδ' ἦν τὸ παράπαν εἰδέναι τὰ τῆς ἐκκλησίας τῶν Ἰταλῶν, οὔτε μὴν καὶ ἀκούουσι ξυνιέναι, ὡς πάλαι ποτ' ἦσαν ἐν πρώτοις ἡνωμένοι τῶν ἄλλων πλέον καί τι ξυμπεσὸν παρέλυσε τὸν δεσμόν, ὅμως δὲ πάλιν ἀπαράθραυστα μένουσιν ἡμῖν τε κἀκείνοις τὰ τοῦ χριστιανισμοῦ μυστήρια, ὡς μηδὲν παρεγχειρεῖν τολμᾶν τινας ἐπὶ τελεσμῷ βαπτίσματος καὶ ἱερωσύνῃ 587 καὶ γάμῳ καὶ τῇ μοναχικῇ καταστάσει καὶ τοῖς λοιποῖς οἷς ἄρα καὶ ἡ καθολικὴ καὶ μία ἐκκλησία τοὺς αὐτῆς ἐπιτελεῖ τροφίμους, ἀλλ' ὥσπερ ἂν ἐκ δρυὸς ἢ ἀπὸ πέτρης ἀρχῆθεν ἦσαν, μηδὲν τῶν τοῖς χριστιανοῖς ἀνη κόντων εἰδότες καὶ διὰ ταῦτα ἐκείνους ἐκτόπως ἀποστρεφόμενοι, καὶ τὰ παρὰ τοῖς ἡμετέροις ἐβδελύσσοντο ἅγια καὶ κρημνοῖς καὶ ποταμοῖς καὶ ὄρεσιν ἐδίδουν, ὡς μηδὲν ὄντα, τὰ τίμια κἀντεῦθεν ἐκόλουον τὰ τῆς πίστεως, ἀναλαμβάνει ζῆλον ὁ βασιλεὺς καὶ πάντας ἐπισκόπους προσκαλεῖται καὶ μοναχούς, ἔστι δ' οὗ καί τινας τῶν σχιζομένων, πλὴν ἐπ' ἀσφαλείᾳ, περι φανεῖς, ὧν εἷς ἦν καὶ ὁ ἐν Φρυγανοῖς Ἀκάκιος καὶ ὁ μαθητὴς αὐτοῦ Γερμανὸς καὶ οἱ λοιποὶ πλεῖστοι, καὶ μέσον αὐτῶν ἵσταται καὶ καθικετεύει, ἐκ τῶν Ἰχνηλάτου παραβολικῶν, τοῦ μὴ προλαβεῖν τοὺς ἐπιτιθεμένους ἀργούντων, ὡς καὶ πολλοὺς μνημονεύειν, κατὰ τὸ πρόσφορον προοιμιασάμενος, μὴ παριδεῖν κινδυνεύουσαν τὴν θρησκείαν, μηδέ, σχήματι εὐσεβείας προδιδόμενα, τὰ τίμια παρ' οὐδὲν τίθεσθαι, ἀλλ' ἀμύνειν παντὶ τρόπῳ τοῖς τῆς ἐκκλησίας θεσμοῖς· εἶναι γὰρ μεγάλην ἀνίαν, ἢν διά τι παρεισφρῆσαν κατ' οἰκονομίαν τῶν μὴ συνήθων, ἀνάγκης παραπεσούσης, αὐτοί, τῆς ἐκκλησίας ἀποστα τοῦντες, οὐχ ὅπως τὸ μὴ δοκοῦν φυλάττοιντο σφίσι καθ' ἑαυτούς, ἀλλὰ καὶ νόμους ἐκκλησίας παραλύειν τολμῷεν, ὧν τοῖς τολμήμασιν ἓν μόνον κακὸν λείπει, τὸ μὴ χριστιανίζειν ὁμολογεῖν, ὥστε, παρόντος τούτου, ἰσχὺν τοὺς ἀναχαιτίσοντας ἔχειν τῷ ἀπὸ τῆς ἐκκλησίας δεσμῷ, ἐφ' ᾧ ἢ καὶ αὐτοί, δέει ληφθέντες, ἀπόσχοιντο τοῦ κατὰ τῶν ἰδίων σπλάγχνων τὸ ξίφος ὠθεῖν, ἢ μὴν ἀποναρκᾶν εἴη οὓς μέλλουσιν πείθειν πράττειν ἀνόσια. Ταῦτ' ἦσαν τότε τὰ τῷ βασιλεῖ προβαλλόμενα, μὴ ἀνθρώπους ἐκκηρύττειν ἀσφαλιζομένους, οὐμενοῦν, ἀλλὰ κακίαν ἀναστέλλειν παρὰ τὸ εἰκὸς προ βαίνουσαν, ἐπεὶ καὶ πολλοί γε τῶν τὴν εἰρήνην ἐκείνην δυσχεραινόντων παρῆσαν ἐκεῖ καὶ συγκατεψηφίζοντο τὴν κατάραν τοῖς τὰ τίμια καθυβρί ζουσι. Μαρτύριον τῶν λεγομένων τὸ πολλῶν καὶ μεγάλων ὄντων καὶ συμπλη ρούντων τὸν ἐκεῖ σύλλογον μηδένα διστάσαι, μὴ ἀντειπεῖν, μὴ ἀποσκιρτῆσαι, μήτε μὴν ἐνδείξασθαί τινα ῥοπὴν ὑπολογισμοῦ· ἐχρῆν δὲ πάντως, εἰ οὕτως 589 ἀνέδην χριστιανοὶ ἐκκηρύττοιντο. Ἀλλ' ἦν ταῖς ἀληθείαις πρόβλημα εὐλα βείας τὸ πραχθὲν ἐκεῖνο τοῦ μὴ πάντα τολμᾶσθαι ἐκ τοῦ πρώτως παρα στάντος τισίν, ἀλλὰ καὶ τὴν κατάραν εἰς ὑπολογισμὸν εἶναι πάντως τοῖς εὐλαβῶς μετιοῦσι τὰ τίμια. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.
569.10.1
Πάλιν τὰ κατὰ τὸν Λαχανᾶν καὶ ὅπως παρὰ τοῦ Νογᾶ πεφόνευται. Τοῦ δ' αὐτοῦ ἔτους, ἐπεὶ οὐκ ἦν τὸν Λαχανᾶν ἠρεμεῖν, ἀφαιρεθέντα καὶ Τερνόβου καὶ συνοικούσης, λαὸν συναθροίσας τὸν ἱκανόν, τοῖς Τερνοβίταις περιεκάθητο. Καὶ ἔτι μὲν τοῦ Ἀσὰν ἐντὸς ὄντος, ἔχων μεθ' ἑαυτοῦ Τζασίμπα ξιν πρωτοστράτορα, ὃν καὶ βασιλεὺς ἐτίμα τῷ αὐτῷ ὀφφικίῳ, Ἀσὰν εὐνο οῦντα τὸ πρότερον, τὰς τῶν Ῥωμαίων δυνάμεις ἔδρα τὰ χείριστα. Καὶ γὰρ πρῶτον μὲν περὶ δέκα χιλιάδας οὔσας καὶ συμμαχούσας ἔξωθεν τοῖς ἐντός, ἃς ὁ πρωτοβεστιαρίτης Μουρῖνος ἦγε, ἐπὶ τῷ Διαβαινᾷ στρατοπεδευσάμενος, Λαχανᾶς πολλοῖς μετ' ὀλίγων προσβάλλει καὶ ἑπτακαιδεκάτῃ μηνὸς ἀνθε στηριῶνος, συρράξας πόλεμον σφίσι, κατὰ κράτος νικᾷ καὶ πολὺν φόνον ἐργάζεται, οὓς μὲν κατὰ πόλεμον, οὓς δὲ καὶ αὐτὸς κατασχὼν ἀπηνῶς ὕστερον κατασφάξας. Καὶ αὖθις μετ' ὀλίγον ποσειδεῶνος πεντεκαιδεκάτῃ τοῖς ἀμφὶ τὸν Ἀπρηνὸν πρωτοβεστιαρίτην ἐπεισπεσὼν κατὰ τὸν Ἔξω Ζυγόν, ὡσεὶ πέντε χιλιάδας μαχίμων ἄγοντα, τοὺς μὲν εἰς τέλος κατηγωνί σατο, τὸν δ' ἔργον δεικνύει μαχαίρας. Καὶ πολλὰ τότε λυσσομαχῶν κατειρ γάζετο. Ὕστερον δέ, ἀποχωρήσαντος μὲν τοῦ Ἀσάν, τοῦ Τερτερῆ δὲ τὴν τῶν Βουλγάρων λαβόντος ἀρχήν, ἔγνω Νογᾷ προσχωρεῖν καί οἱ ἀμύνειν καθι κετεύει. Οὐ μὴν δὲ καὶ βασιλεὺς ἑτέρωθεν κατημέλει, ἀλλὰ καὶ αὐτὸς πρὸς Νογᾶν τὸν Ἀσὰν πέμπει συνάμα καὶ δώροις πλείστοις, ἀξιῶν μὴ παριδεῖν 591 τὸν ἐκ γένους Βουλγάρων ἄρχοντα, ἀλλὰ προσεπαμύνειν ἀδελφῷ γε ὄντι καὶ τῶν καθ' ἑαυτὸν δικαίων χρῄζοντι. Ὁ μέντοι γε Νογᾶς δέχεται μὲν καὶ Λαχα νᾶν, ἐλθόντα πρότερον, δέχεται δὲ καὶ Ἀσὰν εὐμενῶς· πλὴν δῶρα μὲν δέκτο καὶ ἀμφοτέρων, πόνον δ' ἀμέγαρτον ὤφελλε. Κατέχων γὰρ ἐκείνους ἐπὶ πολὺ καί γε περιφέρων μεθ' ἑαυτοῦἡ γὰρ πρεσβεία μία ἦν ἀμφοτέροις κατὰ τοῦ Τερτερῆ, εἰ καὶ καθ' ἑαυτοὺς ἠμφισβήτουν πρὸς ἀλλήλους τῆς βασιλείας καὶ πλεῖστον ὅσον διενηνεγμένοι ἦσαν, οὐδὲν ἐκεῖνος ἐποίει, ἀλλ' ἔτριβε χρόνον, ποτὲ μὲν τούτῳ, ποτὲ δὲ θατέρῳ προσυπισχνούμενος· ἐδού λευον δ' ἐκεῖνοι καὶ ἄκοντες ταῖς ῥοπαῖς. Τέλος καθίζει συμπόσιον, καὶ ὁ πότος ἐς πολὺ προέβαινε πίνουσιν. Ὡς δὲ μέθυος ἦσαν πλήρεις καὶ ὁ λογισμὸς ἐκείνοις παρήγετο, εὐθὺς ὁ Νογᾶς, οἷον ἐξ ὕπνου θορὼν καὶ τῶν ἀμφισβητήσεων ἐκείνων ὡς ἦν τότε μνησάμενοςκαὶ γὰρ τὸν μὲν Ἀσὰν παρ' ἑαυτῷ εἶχε καθήμενον, Λαχανᾶν δὲ καὶ τὸν αὐτοῦ πρωτοστράτορα Τζασίμπαξιν ἑκαστοτέρω, πλὴν ἐφ' ἑκάτερα, προστάσσει τοῖς αὐτοῦ ἀπεριμερίμνως οὕτως, ὥσπερ μηδὲν πράττειν μέλλων, κατασχεῖν τὸν Λαχανᾶν ὡς εἶχεν ἐκεῖνος καθήμενος. Καὶ τὸν μὲν εἰπεῖν ὡς οὗτος ἐχθρός ἐστι τοῦ πατρός μου καὶ βασιλέως καὶ ζῆν ὅλως οὐκ ἄξιος, ἀλλὰ τέμνεσθαι· ἐκείνους δ' ἐξαπιναίως κατασχόντας τὰς χεῖρας ἑκατέρωθεν μάχαιραν ἐμβαλεῖν τῷ φάρυγγι καὶ φονεύειν ἐκεῖσε πεσόντα. Εἶτ' αὖθις καὶ τὸν Τζασίμπαξιν θεασάμενον, προστάξαι καὶ κατ' ἐκείνου τὰ χείριστα, καὶ δὴ κἀκεῖνον εὐθὺς κτείνειν τὸν ὑπηρέτην, ἐμβαλόντα τῷ αὐχένι κοπίδα. Τότε καὶ ὁ Ἀσὰν βλέπων πρὸς τὴν θέαν ὅλως ἀπο πέπηκτο καὶ περὶ ἑαυτῷ φόβον εἶχε τὸν μέγιστον, κἂν τὰ ὅμοια κἀκεῖνος τότε πεπόνθει, εἰ μή γε ἡ Εὐφροσύνη περιποιησαμένη ἀπέπεμπε μετ' ὀλίγον. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.
569.11.1
Ὅπως ἐκστρατεύει ὁ βασιλεὺς Ἀνδρόνικος εἰς ἀνατολήν. Ὁ δὲ βασιλεύς, καὶ πάλιν τὰ κατὰ τὴν ἀνατολὴν νοσοῦντα μαθών, ἐξ ὅτου περ ὁ δεσπότης Ἰωάννης ἐξ ἀνθρώπων γεγονὼς ἐκεχειρίαν παρεῖχεν ἐς τοσοῦτον Πέρσαις ὥστε καὶ ἰσχύειν Ῥωμαίοις ἐπιτίθεσθαι καὶ κακοῦντὰ γὰρ κατὰ Μαίανδρον καὶ Καρίαν καὶ Ἀντιόχειαν ἤδη καὶ τετελευτήκει, τὰ 593 δὲ τούτων καὶ ἔτι ἐνδοτέρω δεινῶς ἐξησθένει καὶ τοῦ ἰατρεύσοντος ἔχρῃζον, καὶ ἡλίσκοντο μὲν τὰ κατὰ Κάϋστρον καὶ Πριήνην, ἡλίσκοντο δ' ἤδη καὶ τὰ κατὰ Μίλητον, καὶ Μαγεδὼν καὶ τὰ πρόσχωρα κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν ἐξηφανίζοντο, δεῖν ἔγνω τὸν υἱὸν αὐτοῦ καὶ βασιλέα Ἀνδρόνικον συνάμα καὶ ταῖς κατ' ἀνατολὴν δυνάμεσι πέμπειν. Καὶ δὴ παραγεγονὼς ἅμα δεσποίνῃ, τἀκεῖ καθίστα, ἔχων ἀμφ' αὑτὸν σὺν πολλοῖς ἄλλοις μεγιστᾶσι τόν τε μέγαν δομέστικον Μιχαὴλ τὸν Ταρχα νειώτην, ὃν δὴ καὶ Παλαιολόγον ἔγραφον μητρωνυμικῶς καὶ ἐς πρωτο βεστιαρίου ἀνῆγον τιμὴν ἐσύστερον, καὶ τὸν παρακοιμώμενον τῆς μεγάλης σφενδόνης Νοστόγγον καὶ σὺν αὐτοῖς ὅτι πλείστους τὰ τῶν δουλειῶν διευθύνοντας. Ὁ δὲ βασιλεὺς Ἀνδρόνικος, τὸ παρὰ Μαίανδρον διερχόμενος, εἶδε καὶ πόλιν μεγίστην, τὰς Τράλλεις, καὶ δὴ ἑάλω τε ταῖς τοῦ τόπου χάρισι, καί οἱ λογισμὸς ἐπῄει ἀνεγείρειν πεσοῦσαν καὶ τοὺς ἐξῳκηκότας ἐκεῖθεν σὺν ἄλλοις πλείστοις οἰκίζειν καὶ καταστάσῃ παρέχειν τὸ ἐξ ἑαυτοῦ ὄνομα, ὡς μὴ Τράλλεις ἐντεῦθεν, ἀλλ' Ἀνδρονικόπολιν, εἴτ' οὖν Παλαιολο γόπολιν, ὀνομάζεσθαι. Σπουδὴν γοῦν τὴν μεγίστην περὶ ἐκείνην εἰσῆγε καί, τὸν μέγαν δομέστικον ἐπιστήσας, ἀνοικοδομεῖν ἐκέλευε τὴν ταχίστην. Ὡς γοῦν ἔργου ἥπτοντο καὶ προὔκοπτον ἀνοικοδομοῦντες, τὴν εἰς τὸ πονεῖν προθυμίαν καὶ μᾶλλον ἐπηύξει χρησμὸς εὑρεθεὶς ἐκεῖσε, ἐγγεγραμμένος μαρμάρῳ, ὡς δῆθεν ἀναστήσοντός τινος ταύτην πεσοῦσαν καὶ πρὸς τὸ κρεῖττον ἢ πρότερον ἐπανάξοντος· ὃς δὴ καὶ παρεμφερὴς ἐῴκει πρός τε τὰ πραττόμενα καὶ τὸν ἀναστήσοντα κατὰ πάντα, ὥστ' αὐτὸν λογίζεσθαι βασιλέα καθ' ὃν εὖ πράξειν ἐχρησμολογεῖτο τὴν πόλιν. Καὶ διὰ ταῦτα 595 πολὺς ἦν βασιλεὺς Ἀνδρόνικος ἐπισπεύδων τὴν τῆς πόλεως ἐξανάστασιν· εἱμαρμένους γὰρ καὶ χρόνους ἐδίδου τῷ ἀναστήσοντι ὁ χρησμός. Καὶ ἀνῳκο δόμουν μηδὲν μέλλοντες. Χλεύη δ' ἄρ' ἦσαν καὶ ὄνειρος τὰ γραφόμενα· εἵμαρτο γὰρ κἀντεῦθεν καὶ μυριοστύας ὅλας ὀλέσθαι τῶν ἐκεῖ κατοικη σόντων, ὡς ὁ λόγος ἤδη δηλώσει. Ὡς γὰρ ἀνίσταντο μὲν τὰ τείχη καὶ πόλις τῶν μεγίστων τὸ ἐρείπιον ἦν παρὰ γαληνὰ ῥέοντα Μαίανδρον, ἔδει δὲ καὶ τοὺς κατοικήσοντας πανταχόθεν συλλέγεσθαι, ὡς ἂν μὴ μόνον τείχεσιν, ἀλλὰ καὶ ἀνδράσιν, ἐν περιφανέσι τῶν πόλεων ἀριθμῷτο. Οἱ μὲν καὶ κατὰ μόνην ἐλπίδα τοῦ εὖ πράξειν ἑκουσίως προσεχώρουν, οἱ δὲ καὶ ἀκουσίως ἤγοντο, ὡς ὑπὲρ τριάκοντα μὲν καὶ ἓξ χιλιάδας τὸν τῶν ἐποίκων ἀριθμεῖσθαι λαόν, μεγάλα δ' ἐλπίζειν σφᾶς σχήσειν τῷ οἰκισμῷ. Ἠγνόουν δὲ ἄρα μὴ ἔχοντες τὸ ἀναγκαιότατον. Οὔτε γὰρ ὑδάτων εἶχον ὑποδοχάς, ὡς κατὰ καιρὸν ὑδρευσόμενοι καταφερομένων ὄμβρων, εἴτε καὶ τοῦ ποταμοῦ ἀνιμωμένου· τό τε κατορύξαντας ὑπόγαιον ὕδωρ εὑρεῖν τῶν ἀδυνάτων ἐφαίνετο. Αἴτιον δ' οἶμαι τὸ μὴ στεγανὸν τοῦ πεδίου διὰ τὴν γειτονοῦσαν ἰκμάδα τοῦ ποταμοῦ, ἥν, οἵαν τε μὴ οὖσαν ἐμμένειν, ὁ προσβάλ λων ἥλιος, θερμὸς ὤν, ἀνιμᾶσθαι πεφύκοι, πρὸς τὸ ἐπιπολάζον ἀνασυρομένην τῆς γῆς, καὶ τὸ μὲν ξηρὰν ἤδη καθάπαξ γίνεσθαι τῷ συχνῶς ἀνιμᾶσθαι τῷ ἡλίῳ τὴν ἰκμάδα, διὰ τὸ τῆς ὑγρότητος ἔκλυτον, τῆς συχνῆς ἐκ τοῦ ποταμοῦ καὶ αὖθις εἰς τὰ κενὰ προσρύσεως μὴ ἐώσης, τὸ δ' εἰς βάθος προσβαίνειν τὰς λιβάδας, ὡς καὶ εἰς διώρυχας εὐτρεπεῖς εἶναι καὶ ἀνοίξεις φρεάτων, τοῦ ἐπιπολαίου τῆς γῆς κωλύοντος, οἶμαι, ἅμα δεχομένου τὴν ἐπεισρέουσαν νοτίδα καὶ ἅμ' ἐξεμοῦντος. Πέφυκε γὰρ καὶ ὕδωρ καὶ πνεῦμα τῇ ἀρχῇ συγκινεῖσθαι τὸ πᾶν ἐφεξῆς, ὡς ὅπῃ ποτὲ ῥυῇ τι τούτων λαβὸν ἀρχήν, ἐκεῖσ' ἐξ ἀνάγκης καὶ τὸ λοιπὸν συνεχῶς συμφέρεσθαι, παρ' ἣν αἰτίαν καὶ τῷ συνεχῶς μὲν τὸ ὂν ἀπογίγνεσθαι, συνεχῶς δὲ καὶ τὸ μὴ ὂν προσγίγνεσθαι, τῆς ἰκμάδος μὴ ἐπιλειπούσης, τοὺς μὲν καρποὺς ξυμβαίνει ἐς ὅτι μάλιστα τρέφεσθαι, ὑφίστασθαι δ' ὕδωρ εἰς βάθος μὴ πεφυκέναι. Τοῦτο τὰ πλεῖστα τοὺς κατοικήσαντας ἔσφηλε. Τέως γὰρ τοῦ ποταμοῦ πίνοντες καὶ τὸ μέλλον 597 μὴ προορώμενοι, ἀφροντίστως εἶχον. Ἠγνόουν δὲ ἄρα ὅτι Προμηθεὺς πολλῷ κρείττων Ἐπιμηθέως καὶ τὸ κατ' ἀνάγκην ξυμβαῖνον διωρίαν οὐκ ἔχει βουλῆς.
569.12.1
Ὅπως αἱ Τράλλεις ἀνακτισθεῖσαι ὑπὸ τῶν Περσῶν ἑάλωσαν. Οὕτω τοίνυν ἔχουσι καὶ οὕτω χρησταῖς ἀπῃωρημένοις ταῖς ἐλπίσιν, ὡς πολίταις διαφερόντως τοῦ βασιλέως διάξουσιν, ἐφίσταται σφίσι πλῆθος Περσῶν· πρὸς γὰρ τὸ ἐλπιζόμενον ἀντιπράττειν καὶ ὑπὲρ τῶν λοιπῶν ἵστασθαι ἡ σπουδὴ τῶν ἀνθισταμένων ἕρπει. Καὶ Σάλπακις μέν, ὃν ἂν ἡ ἐκείνων γλῶσσα ἀνδρεῖον εἴποι, Μανταχίας τοὔνομα, πολλῷ τινι γαυριῶν πλήθει, τῇ πόλει προσβάλλει καὶ περικάθηται. Ὁ δὲ στρατηγός, ὁ μέγας χαρτουλάριος Λιβαδάριος, ἐν ἀμηχανίαις παντοίαις ἦν· οἱ δ' ἐντὸς ἐλίμωττον καὶ πλέον προσεταλαιπώρουν τῇ λειψυδρίᾳ, ὡς ἐκεῖθεν μὲν καὶ τῶν ἀπηγο ρευμένων ἅπτεσθαι, ἐντεῦθεν δέ, ὕδατι πονοῦντας, ὑγροῦ τινος μηχανὴν ἐκζητεῖν καί, συνεχῶς φλέβας τῶν ἵππων τέμνοντας, τοῦ αἵματος ἐκροφᾶν. Ἀλλ' οὐκ ἦν ἐντεῦθεν τὸ πᾶν τῆς δίψης ἰᾶσθαι, καὶ ἔθνῃσκον ἐπασσύτεροι. Πρὸς γὰρ τὸν λιμὸν καὶ μᾶλλον ἀντεῖχον· ἐπήρκουν γὰρ σφίσι καὶ τὰ τῶν θνῃσκόντων ἀλόγων σώματα, καί γε, αὐτῶν θνῃσκόντων πολλάκις, οὕτως ἐνδεῶς εἶχον τῶν ἀναγκαίων ὡς καὶ αὐτῶν ἅπτεσθαι τῶν ἀπηγορευμένων. Τῇ δέ γε δίψῃ, καὶ μᾶλλον οὔσῃ βιαιοτέρᾳ, οὐκ ἦν ἐπινοῆσαι θεραπείαν, καὶ ταῦτα τὸ μεσημβρινὸν τοῦ ἡλίου φλέγοντος. Ὅθεν καὶ προσεχώρουν ἑκόντες τοῖς πολεμίοις, ἀνεκτότερον ἡγούμενοι θανάτου τρόπον ἅπαντα τοῦ διὰ λιμοῦ τε καὶ δίψης, καί, καγκάνοις προσλιπαροῦντες τοῖς χείλεσιν, ὡς ἐντεῦθεν ἐλέους τύχοιεν, ἐκεντοῦντο καὶ ἔπιπτον ἀκηδεῖς, μηδὲ ταφῆς ἀξιούμενοι. Πέρσαι δὲ καὶ ἔτι τοῖς ἐντὸς ἀντίσχουσινἤλπιζον γὰρ ἀφίξεσθαί ποθεν συμμαχίαν ἢ μὴν ἐπικουρίαν τῆς συμφορᾶςἐπενόουν τὰ χαλεπώτατα, καὶ πελταῖς συχνοὶ τῶν θυρεαφόρων ὑφιζάνοντες ἐκολλῶντο τοῖς τείχεσιν· οἳ δὴ καὶ ὑψόθεν πέτραις βαλλόμενοι, τῶν βολῶν ἠλόγουν· πατάγῳ γὰρ 599 καὶ μόνῳ περιῆν ἐκείνοις τὸ φοβερόν, κάτωθεν ὑπορύσσουσι μοχλοῖς τε καὶ κατασείσταις. Τοῦτο πολλαχοῦ γεγονὸς τοῦ τείχους, ὑπεσπῶντο μὲν θεμέλια, τὸ δέ γ' ἐπικείμενον τῶν κτισμάτων ξύλοις ἑτοίμοις εἰς ἄναψιν ἐπη ρείδετο, καὶ μόνον ἦν πῦρ ἐμβάλλειν ὡς μηδὲ πρὸς ὀλίγον ἀνθέξουσι. Καὶ δὴ πολλάκις ὁμολογίαις τὴν πόλιν παραστήσασθαι βουληθέντες, ὡς καὶ πέμποντες ἠξίουν, καὶ σῴζειν τοὺς περιόντας, οἱ δ' ἀποκρουσθέντες τῶν σφίσι βεβουλευμένων μάχῃ αἱροῦσι καὶ κατασκάπτουσι, καὶ τὴν πρὶν ἐν χρησμοῖς κειμένην περιφανέσι καί γ' ἐλπίσιν ἀπῃωρημένην χρησταῖς εἰς χοῦν καταβάλλουσι, καὶ πλῆθος ἐκεῖνο πᾶν, οὐ ῥᾳδίως ἀριθμητόν, ἔργον μαχαίρας ποιοῦνται. Τοῦτο ξυμβὰν κατόρθωμα δεύτερον Πέρσαις, μετὰ τὸ πρῶτον τὸ κατὰ Νύσσαν, ᾧ δὴ ὁ παρακοιμώμενος Νοστόγγος ἐλλελειμμένος μεγίστοις ἀνιαροῖς τοὺς ἀμφ' αὑτὸν περιέβαλεν, ὥστε, μετὰ τὴν σφῶν ὧν μὲν σφαγήν, ὧν δ' ἅλωσιν, καὶ αὐτὸν ἁλῶναι, μεγάλως πρὸς θάρρος ἐπῇρε, καὶ τὰ τῆς ἀνατολῆς κατέθεον κραταιότερον. Βασιλεὺς δὲ ὁ νέος ηὐλίζετο τέως κατὰ τὸ Νύμφαιον, ἐμπρόθεσμος ὢν ἀπαντᾶν πρὸς τὸν πατέρα μετὰ μικρόν.
569.13.1
Ὅπως ὁ πορφυρογέννητος Κωνσταντῖνος εἰς τὰ κατὰ δύσιν ἀποστέλ λεται. Βασιλεὺς δέ, καὶ τὸν μετὰ τὸν βασιλέα πορφυρογέννητον Κωνσταντῖνον γυμνάζειν οἷον θέλων πρὸς μάχας ἀρεϊκάς, ἄλλως τε δὲ καὶ τῶν Τριβαλλῶν κεκινημένων, ὡς καί τινι Κοτανίτζῃ, ἀποστατήσαντι βασιλέως, τὰ ἐκείνων στρατεύματα ἐγχειρίζεσθαι καὶ μέχρι Σερρῶν δι' αὐτῶν κακοῦσθαι τὴν χώραν, πολλοὺς καὶ μεγάλους ἄρχοντας παραδούς, πρὸς δύσιν ἐκπέμπει· αὐτὸς δέ, τῶν καθ' ἕω κακῶς ἔχειν ἀγγελλομένων, ὅσον περὶ Σάγγαριν ἦν ἔκ γε στομίου καὶ μέχρι Προύσης, ἐξ αὐτῆς ὡς εἶχεν ἐνσκευασθείς, διαπερᾷ τὸν Βόσπορον καὶ πρὸς τοῖς πρόποσι τοῦ τοῦ Ἁγίου Αὐξεντίου 601 βουνοῦ ἐκεῖσέ που κατασκηνοῖ, ἀναμένων καὶ στράτευμα δυτικόν, ἐπὶ ῥητοῖς συλλεγόμενον, ὥστε παρ' ἐκεῖνον ἰέναι συνεκστρατεύσοντα. Καὶ δὴ ἐπεὶ καὶ παρὰ τοῦ Ἰωσήφ, ὃς δὴ εἰς Χηλὴν ἐξώριστο, ἠξιοῦτο ἐφ' ᾧ μετοικίζεσθαιεἶναι γὰρ τὸν τόπον δυσχερῆ χειμεριοῦσιν, ὡς καὶ πείρᾳ γνοὺς ἐμάνθανεν, ἐκεῖσε τὸν χειμῶνα διενεγκών, κἂν εἰ τὸν ἐπιόντα διαγαγεῖν ἀναγκάζοιτο, μὴ ἂν ἀντισχόντα περιεῖναι, πέμψας μετακαλεῖται καί γε παρ' ἑαυτῷ κατεῖχεν ἐν ταῖς σκηναῖς. Καὶ ταῦτα μὲν ἐπράττετο μηνὸς μαιμακτηριῶνος, κἀκεῖνον ἔχων παρ' ἑαυτῷ καὶ πολλάκις τῆς ἡμέρας βλέπων, ὑποποιούμενος περιέθαλπεν, ἡδέως ἀκούων καὶ πολλοῖς ἀνύων δι' ἐκείνου μεσιτεύοντος τὰ αἰτήματα. Ἀπένεμε δέ οἱ καὶ πρὸς τὴν ἐσαῦθις κατοικίαν τὴν τοῦ Κοσμιδίου μονήν. Καὶ διὰ ταῦτα καὶ ὁ γέρων ἠπίως καὶ προσηνῶς προσεφέρετό οἱ, ὥστε καὶ τὸν μὲν βασιλέα χαριεντιζόμενον ἐκεῖνον εἰς τὸ πατριαρχεῖον καλεῖν κἀκεῖνον λέγειν ἕτοιμον εἶναι, εἰ μόνον ἀναλυθείη τὰ γεγονότα. Οὐκ ἦν δὲ ἄρα τότε λύεσθαι ταῦτα· ἀλλὰ καὶ αὖθις νέου γεγονότος πάπα τοῦ Νικολάου, ὁ μὲν κρατῶν καὶ πάλιν τοὺς παρ' ἐκεῖνον ἐλευσομένους ἔπεμπεν, ἀπέστελλε δὲ μετὰ ταῦτα καὶ τὸν τῆς ἐκκλησίας δομέστικον Μανδᾶν, ἢ καὶ Μερκούριον, εἰς τὰ περὶ Ἀκουιλίαν, ἔννοιαν δώσων ἐκείνοις τῷ πάπᾳ εἰ μὴ ποιοῖεν τὰ ἐπεσταλμένα· εἰς τοῦτο γὰρ καὶ ἐκκλησιαστικοῖς χρᾶσθαι πρέσβεσιν. Ὃς καί, περιπεσὼν τοῖς τοῦ ῥηγὸς Καρούλου, ἁλίσκεται· καὶ αὖθις ἀγγελθὲν ὡς πρωτοκῆρυξ τῆς ἐκκλησίας ὁ συσχεθεὶς καὶ προσταχθὲν αὐτίκα παρὰ τοῦ πάπα, τῆς φυλακῆς ἀπολύεται. Καὶ ταῦτα μὲν ὁ κρατῶν ἐποίει, πολὺς ὢν τὰ τῆς φαινομένης ἐκείνης εἰρήνης διασυνι στᾶν. Ὅθεν καὶ χώραν οὐκ εἶχον οἱ τοῦ Ἰωσὴφ πρὸς ἐκεῖνον λόγοι, πλὴν τοῦ φιλικῶς ἔχειν καὶ τὰ εἰς ἀνάπαυσιν ἐκείνῳ προσνέμειν. 603 κγʹ. Ὅπως ὁ Βέκκος γράφων δι' ἣν αἰτίαν καὶ περὶ τῶν δογμάτων ἐκίνει. Τῷ δὲ πατριαρχεύοντι Ἰωάννῃ οὐκ ἦν τὰς ὁμολογίας φυλάττειν ἃς πρὸς τὸν γεραρὸν ἐκεῖνον ἄνδρα τὸν μέγαν οἰκονόμον τῆς ἐκκλησίας τὸν Ξιφιλῖνον ἐποίει Θεόδωρον, ὡς οὐ γράψοι, ὡς οὐκ ἀντείποι περὶ δογμάτων, κἂν ὅ τι λέγοιεν ἄλλοι. Ἀλλ' ὁσημέραι δεχόμενον τὰ τῶν ἄλλων, οἳ δὴ καὶ ἐς μέγα ηὔξανον τὴν παραβασίαν ἐξ ὧν ἀπὸ γραφῶν δεικνύειν ᾤοντο οἷς πρὸς Ἰταλοὺς εἰρήνευσαν, καὶ τῷ κατὰ σφᾶς ἀσφαλεῖ τὴν τῶν ἄλλων ὀργὴν ἐξέκαιον, εἰ, τοιούτοις συνισχημένοι τοῖς χαλεποῖς, ἀγνοοῦσι, διὰ ταῦτα παρῆγον κἀκεῖνον γράφειν καὶ ἀπὸ γραφῶν συνιστᾶν ὡσαύτως ὡς οὐκ ἔσφαλται σφίσιν ἐπὶ τοσοῦτον τὴν τῶν ἐκκλησιῶν καταπραξαμένοις εἰρήνην, ἀλλὰ καὶ χωρὶς τοῦ εἰς συμφέρον προβῆναι, αὐτὴν καθ' αὑτὴν ἀσφαλῶς ἔχειν ἐκείνοις πράξασι, συγκροτουμένην καὶ ἀπὸ γραφῶν ἄλλοθεν. Πίπτει γοῦν εἰς χεῖρας ἐκείνῳ τὰ τῷ σοφωτάτῳ Βλεμμίδῃ γραφέντα πρός τε τὸν βασιλέα Θεόδωρον, ἀρχὴν ἔχοντα τὸ Ὁ ζητῶν ἐν οὐ καιρῷ καὶ λαμβάνων ἐν καιρῷ, καὶ τὰ πρὸς τὸν Βουλγαρίας Ἰάκωβον, τὸ Ἔστι μοι πάθος ὅπερ ἐξαγγελῶ· πρὸς ἀκέστορα γὰρ ἱερὸν προοίμιον φέροντα. Ἐμπίπτει καὶ βίβλος ἄλλη τοῦ τοῦ Μαρωνείας Νικήτα, ὃν ἡ μὲν μεγάλη ἐκκλησία ἐν τιμίοις εἶχε καὶ χαρτοφύλακα, ὕστερον δὲ καὶ ἡ μεγαλόπολις Θεσσαλονίκη ἀρχιερέα ἐπλούτησεν, ἐν ὅλοις πέντε λόγοις τὰ τῶν θείων γραφῶν ὑπὲρ τῆς εἰρήνης τῶν ἐκκλησιῶν ἀνελίττουσα. Καὶ ταύταις οἱονεὶ θεμελίοις χρησάμενος, συνεῖρε τὰ πλεῖστα, κατὰ σκοπὸν μὲν τῶν ἐκείνοις γεγραμμένων βάλλειν ἐθέλων, ὅμως δὲ καὶ λίχναις ταῖς ἐπὶ ταῖς γραφαῖς ὁρμαῖς ἐπιμελέστερον ἀνηρεύνα· καὶ πάντ' ἴθυνε πρὸς τὸν πρῶτον σκοπὸν ἐκεῖνον, ὡς ἐπ' ἀσφαλεῖ πεπραγμάτευται. Πλὴν οὐκ ἐπ' ὀλίγοις ἵστα τοῖς ἀριδήλοις τοὺς λόγους, ἀλλὰ καὶ ἐπὶ τοῖς μὴ ἁρμόττουσι λιχνευόμενος, οἷς καὶ 605 ἀντιλογία εὔλογος ἐφῆπτο, ταὐτόν τ' ἔπασχεν τοῖς κακοσίτοις οἵ, χρησίμην τροφὴν καὶ τῷ στομάχῳ ῥᾳδίαν κατασχεῖν προσφερόμενοι, ὕστερον καὶ τοῖς μὴ χρησίμοις ἐπιχήναντες, ἐξέμεσαν συνάμ' ἐκείνοις καὶ τὴν συνοίσουσαν. Τί τὸ ἐντεῦθεν; Μάχη τις ἐπ' οὐ καιρίοις καὶ φιλονεικία συνίσταται· τὸ δὲ τῆς μάχης κεφάλαιον, ὅτι κινοῦνται δόγματα. Μέλεοι, εἶτα ὑμῖν μὲν ἐφεῖτο ἐς ὅ τι χρήσασθαι δόγμασι, καὶ εἰσιτὰ τὰ ἐς οἶκον Κυρίου, ταὐτὸν δ' εἰπεῖν καὶ δογμάτων, κἂν ὅ τι λέγοιτε, ἄλλοις δ' οὐκ ἦν μεμνῆσθαι δογμάτων, ἀπολογουμένοις περὶ δογμάτων, κἂν μεμνῶνται ἀναγκαζόμενοι, ἀδικοῖεν ἄν; Ἐγὼ μὲν οὐκ οἶμαι. Πλὴν μέχρι καὶ αὐτῶν βασιλικῶν ἀκοῶν τινες ἀνῆγον τὸ ἔγκλημα καί γ' εἰρηνεύειν ὑπισχνοῦντο, εἰ βασιλεὺς ῥητῶς προστάσσοι μὴ λαλεῖν τινα δόγματα, κἂν οἷα καὶ ὅπως λέγοι. Ὁ μέντοι γε βασιλεύς, θέλων μὲν καὶ τὴν εἰρήνην ἐκείνων, δυσχεραίνων δὲ καὶ τὴν αἴτησιν, ἐκτίθεται δόγμα γράμμασι, δοκοῦν μὲν ἀσφαλὲς σφίσιν ἐφ' ᾧπερ ζητοῖεν, ἄλλως δ' ἔλεγχον προϊσχόμενον· Θεοῦ γὰρ ἔλεγε μνημονευτέον μᾶλλον ἢ ἀναπνευστέον· δόγμα δ' ἄρα μνήμη Θεοῦ. Τὸ μέντοι γε τῶν γραφῶν παρεκκλίνειν κωλυτέον εἶναι καθάπαξ προσέτασσεν. Οὐ μὴν δὲ καὶ αἰτίας ὁ πατριαρχῶν ἀπολέλυτο, πρᾶγμα σκιρρωθὲν ἤδη χρόνοις πλείστοις ἐξαπιναίως μαλάττειν ἐθέλων, καὶ ταῦτα τιμωρίαις μεγίσταις τοῦ βασιλέως τοὺς ἀποστατοῦντας εὐθύνοντος. Σῶφρον οὖν ἦν, εἰ σιγῶν διετέλει καὶ τὴν κατηγορίαν διέφερε πράως· ἧττον γὰρ ἂν ἦν τὸ δεινόν. Διδοὺς δ' αἰὲν ὑπεκκαύματα μάχης οὐκ ἀσφαλέσι πάμπαν ἀντιλογίαις, ἐκείνοις μὲν παρεῖχε λαβάς, ἑαυτῷ δὲ καὶ τοῖς κοι νωνοῦσι τὴν ἐσαῦθις βλάβην προὐξένει. Τότε δέ, τὴν Ἰωσὴφ πυθόμενος ἄφιξιν, ἔτι δὲ καὶ τὴν τοῦ Ἐφέσου τῷ βασιλεῖ προσεδρείαν ἐν οὐ καλαῖς ὑποψίαις ποιούμενος, ἐπιστέλλει τῷ Ἐφέσου, προστιθεὶς τὸ πᾶν τῷ ἱερωτάτῳ κατὰ θωπείαν τῷ γράφειν πανιερώτατον· βασιλεῖ ἐντυγχάνειν ἠξίου τὴν εἰς ἐκεῖνον τοῦ πατριάρχου ἄφιξιν εὐμενῶς κατανεύειν· εἰ δὲ καὶ ῥητῶς προστάσσοι πρὸς τοῦτο, εἴσεσθαι 607 χάριν οὐ μετρίαν τῷ συνεργήσαντι. Ἐκεῖνος μὲν οὖν, τὰ τοῦ πατριάρχου δεξάμενος γράμματα, θέλων ὑποκρίνεσθαι τὸν φιλοῦνταἦν γάρ οἱ καὶ ἔτι τῶν χθιζὰ κινηθέντων χάριν παρασπαίρουσα ἡ ἀπέχθεια, βασιλεῖ προσα ναγγέλλει καί οἱ ἀνύει τὴν πρὸς ἐκεῖνον ἄφιξιν. Τὰ δὲ τῆς ἀπεχθείας αἴτια ἀναγκαῖον γὰρ καὶ περὶ τούτων εἰπεῖνἦσαν μέν τινα καὶ ἄλλα, ὧν οὐ πολὺς λόγος, τὸ δὲ χείριστον ὅτι οἱ περὶ τὸν Ἐφέσου καὶ πολλοί τινες τῶν ἀρχιερέων, πολλὰ παθόντες πρὸς τὸ καταδέξασθαι τὴν εἰρήνην, οὕτω μόλις καθυπεκλίθησαν καὶ τῷ δοκεῖν εἰρήνευον, θεραπεύοντες τὴν συνείδησιν οὐκ ἀπὸ γραφῶν μᾶλλονοὐ γὰρ ἦν ἐκ τούτων καιρός, ἀλλ' ἐκ τοῦ πολλὰ τοιαῦτα πολλάκις οἰκονομηθῆναι τῇ ἐκκλησίᾳ χάριν μειζόνων καλῶν, ἀντιστατικῶς εἴποι ἄν τις τῶν ῥητορευόντων, ὅταν τι τῶν οὐ καλῶν γένηται καὶ δι' αὐτοῦ τοῦ πεπραγμένου μεῖζον ἀπαντήσῃ καλόν· οὕτω γὰρ καὶ Παῦλον ξυρίσασθαι καὶ ἁγνεῦσαι καὶ περιτεμεῖν Τιμόθεον, οὕτω τὸν Μοψουεστίας μὴ ἐκκηρυχθῆναι παρὰ τῆς τρίτης συνόδου Θεόδωρον, οὕτω πρὸ τούτου τὸν μέγαν Βασίλειον τὰ τοῦ Οὐάλεντος δῶρα τῇ ἐκκλησίᾳ προσα γόμενα δέχεσθαι, οὕτω τὰ καὶ τά, ἵνα μὴ καθ' ἕκαστον λέγοι τις, δοκιμα σάντων τῶν ἐπὶ τῶν πραγμάτων τότε, πεπρᾶχθαι. Οὕτω τοίνυν καὶ οὗτοι τὴν εἰρήνην ἐδέχοντο, ὥστε καὶ προσομολογεῖν ἡμαρτῆσθαι σφίσιν, ἤν τις σκοποίη πρὸς τἀσφαλές, καὶ τοῖς ἀποστατοῦσιν ὁσίως προσφέρεσθαι, ὡς ἀπηκριβωμένοις μάλα πρὸς τὸ ὀρθόν. Τῷ δὲ οὐκ ἦν ἀρεστὸν οὕτω, ἀλλ' εἰ μὴ δεικνύοι καὶ σφάλλοντας τοὺς προτέρους δῆθεν ἐκ τῶν γραφῶν, οἳ δὴ καὶ τὴν πρὸς ἐκείνους εἰρήνην οὐ κατεδέχοντο, οὐδὲ βιωτὸν εἶχε τὸν βίον. Ὅθεν καὶ συχνὰς συνόδους καθίστα καὶ προσεκαλεῖτο πολλοὺς καὶ τῶν ἔξω καὶ βίβλους ἀνείλιττε καὶ ἄλλας ἐξετίθετο πλείστας, δεικνύων ὡς εἶχε τὴν εἰρήνην τὸ ἀσφαλὲς ἔχουσαν, καὶ τὰ πλεῖστα προσελιχνεύετο. Δέον γὰρ Δαμασκηνόν τε καὶ τὸν θεῖον Μάξιμον 609 καὶ ἐπὶ τούτοις τὸν θεῖον Ταράσιον, ταὐτὸν δ' εἰπεῖν καὶ τὴν ἑβδόμην σύνοδον πᾶσαν, ὅτι καὶ πάντες τὴν ἐκείνου ὁμολογίαν, τὴν πρὸς τοὺς ἀνατολικοὺς πεμφθεῖσαν, ὑπεσημήναντο, καὶ διὰ τῆς ἐκεῖσε προσθήκης ἐπὶ τῇ τοιαύτῃ θεολογίᾳἐκ Πατρὸς γὰρ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι διδασκόμεθα παρ' ἐκείνων λέγειν, δέον οὖν, ταύτας προϊσχόμενον, καὶ αὐτὸν ὅσον ἐπὶ τῇ προσθήκῃ καὶ θεραπεύεσθαι καὶ θεραπεύειν καὶ μηδὲν παρεγχειρεῖν ἐξηγήσε σιν, ὁ δὲ πολλὰς τῶν γραφῶν συνεφόρει. Καὶ τὸν μέγαν Βασίλειον εὑρὼν τὴν ἐπὶ τοῦ Υἱοῦ ἐκ εἰς τὴν διὰ μεθαρμόζοντα, ὡς ὑπαλλαττομένων τῶν προθέ σεων, ὡς τὸ Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, τουτέστιν ἐκ τοῦ Θεοῦ, καὶ Γεννώμενον ἐκ γυναικός, τουτέστι διὰ γυναικός, ἵνα μὴ τὴν ὡς διὰ σωλῆνος αἵρεσιν, φησί, παρεμφήνῃ ὁ θεῖος ἀπόστολος, ταῦτα καὶ τὰ τοιαῦτα ὁσημέραι συνερανιζόμενος, πολλὰ καὶ τῶν ἐκ εἰς τὴν διὰ παρεξῆγε κἀντεῦθεν δῆθεν τὴν ἐκ ἐθεράπευε. Τὴν δὲ τοῦ θείου Δαμασκηνοῦ ῥῆσιν εὑρὼν τὴν Διὰ Λόγου προβολεὺς ἐκφαντορικοῦ Πνεύματος λέγουσαν καὶ τὸ προβολεὺς εἰς τὸ αἴτιος μεταλαμβάνων, αἴτιον μὲν οὐκ ἔλεγε τὸν Υἱὸν τοῦ Πνεύματος, αἴτιον δὲ διὰ τοῦ Υἱοῦ τὸν Πατέρα τοῦ Πνεύματος ὡμολόγει, ἐπεὶ καὶ διὰ Λόγου προβολεύς, εἴτ' οὖν αἴτιος, λέγεται τοῦ Πνεύματος ὁ Πατήρ. Ταύτην τὴν ῥῆσίν τινες μὲν ὡς νόθον γέννημα τοῦ πατρὸς Δαμασκηνοῦ οὐκ ἐδέχοντο· τινὲς δὲ καὶ δεχόμενοι μετήμειβον τὸ προβολεὺς εἰς τὸ παροχεὺς καὶ τὴν ἐκφαντορίαν οὐκ εἰς τὴν ὕπαρξιν ἐξελαμβάνοντο, ἀλλ' εἰς τὴν ἐς ἀΐδιον ἔκφανσιν. Μέντοι γε καὶ σκανδάλων μεγάλων ἀφορμὰς τὰ τοιαῦτα παρέσχον τοῖς ὕστερον, ὥσπερ δῆτα καὶ τὸ τοῦ Νύσσης Γρηγορίου πατρὸς ῥητόν, τὸ κατὰ διαίρεσιν προαγόμενον καὶ οὕτω πως λέγον ὡς τὸ μὲν αἴτιον πιστεύειν, τὸ δὲ ἐκ τῆς αἰτίας, τοῦ δὲ ἐξ αἰτίας ὄντος, πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου, τῆς τοῦ Υἱοῦ μεσιτείας καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης καὶ τὸ Πνεῦμα τῆς τοῦ Πατρὸς σχέσεως μὴ ἀπειργούσης. Ταῦτα μὲν ὁ πατριαρχεύων εἰσῆγε, δεικνὺς τὴν μεσιτείαν τοῦ Υἱοῦ ἐξ ἀνάγκης εἰσάγουσαν τὴν διὰ καὶ διὰ ταύτης τὴν ἐκ τῶν Ἰταλῶν προσιέμενος, 611 ὡς ἀντιπαραχωρουσῶν τῶν προθέσεων. Οἱ δὲ περὶ τὸν Ἐφέσου καὶ τὸν Ἀθηνῶν Μελέτιον καὶ ἄλλοι πλεῖστοι ἐσκανδαλίζοντο, μείζονος κακοῦ τοῦ δοκεῖν παρακινεῖν δόγματα ἔλαττον κακὸν τὸ ἡμαρτῆσθαι σφίσι, ποιησαμέ νοις εἰρήνην μετὰ σφαλλόντων ἐν θείοις δόγμασιν, ἀνθαιρούμενοι. Ἀλλ' ὁ μὲν Μελέτιος καὶ λίαν ἐπαρρησιάζετο, ὡς καὶ μιᾶς πολλὰ ἐν συνόδῳ λαλῆσαι καὶ τέλος τὸν ἐπενδύτην κελεῦσαι τῷ ὀπαδῷ ἀράμενον ἕπεσθαι, ὡς καὶ εἰς ἐξορίαν ἕτοιμος ὤν, ὑπὲρ τοιούτων ἀγωνιζόμενος. Οἱ δὲ περὶ τὸν Ἐφέσου προνοη τικῶς μὲν εἶχον διὰ βασιλέα, μὴ θέλοντες δοκεῖν παρεισάγειν ἐν καθεστῶσι σκάνδαλα· ὅμως δὲ καὶ βαρέως ἔφερον καὶ ἐκποδὼν ποιεῖν κατὰ τὸ λεληθὸς ἐκεῖνον, ὡς ἐδόκουν, ἠβούλοντο.
569.14.1
Ὅπως εἰς τὸ ὄρος τοῦ Ἁγίου Αὐξεντίου ἀπῆλθεν ὁ πατριάρχης καὶ περὶ τῶν τοῦ βασιλέως ἐκεῖ. Τότε τοίνυν, δωδεκάτῃ ἀνθεστηριῶνος μηνός, τὸν Βόσπορον διαπεραιωσά μενοι, εὐθὺ βασιλέως ἠλαύνομεν καί, τῇ τῆς Λυχνίας μονῇ ξεναγηθέντες, ἐκεῖθεν καθ' ἡμέραν τῷ βασιλεῖ συνεμίσγομεν. Τὰ δ' ἐκείνῳ τότε πραττόμενα δακρύοις μᾶλλον ἢ μέλανι γράφειν ἦν ἄξιον· λογισμοῖς γὰρ ἀγρίοις διεκβακχευθεὶς ὁ κρατῶν καὶ πᾶσιν ὑπόπτως ἔχων, οὐκ οἶδα καθότι, τέως δέ γε τοῖς φαινομένοις καὶ τῷ δοκεῖν ὑπὲρ ἑαυτοῦ καὶ τῆς αὐτοῦ δῆθεν θρησκείας πονῶν, εἰ, ὀρθοδοξῶν ἐς τὰ μάλιστα, τὰ πρὸς παρατροπὴν πίστεως διαβάλλοιτο, δεινὰ ἐποίει. Ὅθεν καὶ πέμψας ἐξάγει τῆς φυλακῆς τοὺς εὐγενεῖς ἄνδρας ἐκείνους ὧν καὶ πρώην ἐμνήσθημεν, τοὺς ἐκ Ῥαοὺλ αὐταδέλφους, τὸν Μανουήλ τε καὶ τὸν Ἰσαάκιον, καὶ τρίτον τὸν ἐκ Καντα κουζηνῶν Ἰωάννηνὁ γὰρ πρωτοστράτωρ Ἀνδρόνικος φθάσας ἐν τῇ φυλακῇ προτετελευτήκει, καὶ σφᾶς πρὸς ἑαυτὸν κατακρίτους φέρει· οὓς δὴ καὶ ἐφ' ἡμέραις ἐτάζων λόγοις καὶ ὕβρεσι πλείσταις τε καὶ δειναῖς, τέλος, ἐπεὶ οὐκ ἦν σφᾶς ὑποκλίνεσθαι τῷ τοῦ κρατοῦντος θελήματι, τὸν μὲν Μανουὴλ πρῶτον, ἐπ' ἐκείνῳ δὲ καὶ τὸν Ἰσαάκιον στερεῖ τῶν ὀμμάτων κελεύσας, ἄμφω καὶ μόνους· ὁ γὰρ Καντακουζηνὸς ἀπαγόμενος δειλιάσας ὑπέκλινεν· ἐπ' ἐκείνοις γὰρ μόνοις τὸ παθεῖν μὴ καὶ ἦν. Καὶ διὰ τοῦτο ἐκείνῳ μὲν ἦν ὑποκλιθέντι σῴζεσθαι, οἱ δὲ τὴν τοῦ διαπράξασθαι ἃ μηδεὶς ἄλλος 613 ἐτόλμα δόξαν ὑπὲρ πατρίων ἐθῶν ἀπηνέγκαντο, πολλὰ πρότερον καὶ αὐτὸν πατριάρχην ἐπὶ βασιλέως ἐλέγξαντες, ὡς ἐκεῖνα πείθονται τούτῳ ἃ δὴ ἐφ' ἑαυτοῦ ὢν ὡμολόγει καὶ ἐπιτιμίοις πεδούμενος καὶ οὐχ ἃ τέως μετ' ἀξιώμα τος. Καὶ εἶδε μία ἡμέρα ἐστερημένους ὀμμάτων οὓς μία γαστὴρ ὤδινε, καὶ οὓς ἥ τε σχέσις συνῆγε καὶ τὸ ὑπὲρ ἑνὸς παθεῖν, τούτους ἀπ' ἀλλήλων διῃρημένους, ὡς τὸν μὲν ἀλλαχοῦ που, τὸν δὲ Μανουὴλ ἐν ταῖς κατὰ Σκάμανδρον Κεγχρεαῖς ἀπανθρώπῳ τινὶ φρουρίῳ ἐγκατακλεισθῆναι φρου ρούμενον. Ἐπ' ἐκείνοις καὶ τὸν τοῦ δεσπότου Μιχαὴλ υἱὸν Ἰωάννην, ὃν ὡς ὅμηρον ἡ μήτηρ τῶν συνθηκῶν ἀναγαγοῦσα ἐκ δύσεως τῷ βασιλεῖ ἐνεχείριζε καὶ γαμβρὸν ὁ κρατῶν ἐτίθει τοῦ Τορνικίου σεβαστοκράτορος, κἂν ἐκεῖνος, τὴν σύζυγον ἀποστέργων, καθ' ἑαυτὸν ἐμονοῦτο, πέμψας ἄγει δέσμιον ἐκ Νικαίας· ἐκεῖσε γὰρ στρατηγῶν κατώρθου, τροπαίοις Περσῶν ἐναγλαϊζό μενος· ἐφ' ᾧ καὶ ὑποψίαν ἔσχε βασιλειῶντος, οὐκ ἄλλῳ τῳ μαρτυρίῳ ἢ τῷ κατορθοῦν καὶ ὑπὸ τοῦ λαοῦ δοξάζεσθαι. Ἦν δὲ καὶ τὸ τὴν ὑποψίαν ἐκκαῖον ὁ Κότυς Θεόδωρος μοναχός, μόνος μόνῳ κατὰ σχολὴν ἡμέρας πολλάκις καὶ νυκτὸς συγγινόμενος. Οὗτος δ' ὁ Κότυς ἦν ὃς δὴ καὶ πάλαι, τελῶν ἐν τοῖς κο σμικοῖς, τὴν κατὰ τούτου δὴ τοῦ τότε μεγάλου κονοσταύλου πεῖραν πυθόμενος, ὡς βασιλεὺς ἐκτυφλοῦν ἐκεῖνον ἠβούλετο, ἐλθὼν προσαγγέλλει κατὰ φιλίαν καὶ σὺν ἐκείνῳ ἐπὶ Περσίδος αὐτομολεῖ. Τὸ γοῦν κἀκείνῳ τότε βασιλειῶντι τοιαῦτα, ὡς οἶμαι, λέγεινκαὶ οἱ λόγοι προὔβαινον, τοῦτ' ἦν τὸ καὶ τὴν κατὰ τοῦ Ἰωάννου ὑποψίαν βεβαιοῦν, ὡς εἰδότος ἐκείνου καὶ ἔτι πλέον. Πέμψας γοῦν ἄγει κἀκεῖνον. Τὸ γοῦν κινούμενον προφανῶς ἔγκλημα ἦν ὡς κακηγορήσειε τὸν πορφυ ρογέννητον καὶ ὡς, ἐπειδὴ βασιλεὺς προστάσσων ἐκεῖνον ἐπὶ Πέρσας ἐφώρμα, ὁ δέ, κατειρωνευόμενος τῶν ἐπεσταλμένων, λέξειεν ὡς· «Ἐλθέτω πορφυρο γέννητος ἀποσταλεὶς ἐφ' ᾧ κατορθώσει τὸ προσταττόμενον.» Τὸ γοῦν προὖπτον τοῦτ' ἦν, ὃ δὲ νυκτὸς ἐζήτει ἐκεῖνο, τῇ ὑποψίᾳ συνταραττόμενος. Κἀπειδὴ οὐκ ἦν δείκνυσθαι, τὸν Κότυν, εἰ μὴ ὁμολογοίη, δεινὰ ἠπείλει ποιεῖν, καὶ τὴν συχνὴν προσεδρείαν ἐς ὅτι μάλιστα ἀνακρίνων. Ὁ δὲ τοῦ μὲν συχνῶς 615 προσεδρεύειν συνήθειαν ᾐτιᾶτο καὶ τοῦ ἐπὶ ῥητοῖς συμφωνεῖν τὴν τοῦ σφετέρου κτήματος πρᾶσιντὸ δ' ἦν ἡ Βρύσις τῆς Γραίας, ἐκ πατέρων ἐκείνῳ προσκληρωθέν, τὸ δὲ περὶ διαδοχῆς βασιλείας εἰδέναι ἶσον ἐτίθει καὶ τῷ περὶ τῶν ἀντιπόδων διισχυρίζεσθαι. Τὰ δὲ λέγων οὐκ ἔπειθεν. Ἠβούλετο δ' ἐρευνᾶν καὶ τὰ κατὰ τὸν ἰατρὸν Περδίκκαν, ἐφ' ᾧ τι μαθεῖν παρ' ἐκείνου τῶν καθ' ὑποψίαν κατὰ Ἰωάννου, ὡς παρ' ἐκεῖνον σχολάζοντος. Τῷ τοι καὶ αὐτὸν μὲν φυλακαῖς ἐδίδου, τὸν δὲ Κότυν, τοῖς Κελτοῖς παραδούς, κρεμαννύειν καὶ ἐτάζειν ἐκέλευεν· ὁ δ' οὐκ ἔφθη δεθεὶς καὶ τῷ φόβῳ διαπεφώνηκε καί, φόρτος ἐλεεινὸς ἀρθείς, πολλῶν βλεπόντων, τῇ γῇ παρεδίδοτο. Ἰωάννην δὲ καὶ οὕτως ἠτίμου τὴν ἐπὶ τῆς κεφαλῆς ἀφαιρῶν καλύπτραν, μεγιστᾶσιν οὖσαν ἀξίαν, καθ' ἣν ἐτίμα τὸ πρότερον. Εἶτα δέ γε καὶ τῷ παρακοιμωμένῳ Βασιλικῷ ἐγχειρίσας, προνοίᾳ τοῦ λαθεῖν ἐκεῖνον παντοίᾳ, εἰς Δαματρύα ἐξεληλακότα, ἐκτυφλοῦν κελεύει, πολλὰ πρότερον τοῦ Μιχαὴλ δεσπότου καὶ αὐταδέλφου λιτανεύοντος μὲν δέσποιναν, λιτα νεύοντος δὲ πατριάρχας τε καὶ οἷς ὁ κρατῶν ἐπληροφορεῖτο πνευματικοῖς ἀνδράσιν, ἐφ' ᾧ τὴν ποινὴν ἀργῆσαι. Ἀλλ' οὐκ ἔπειθον λιτανεύοντες. Ὡς δ' ἡ γῆ μεσημβρίας ἐσείετο μεθ' ἡμέραν, ὁ Περδίκκας, ὅτι μόνον οὐ τὸ τὴν γῆν σείεσθαι, ἀλλὰ τὸ μὴ καταπίπτειν ἐκείνοις τὸ ὄρος, τοιαῦτα πράττουσιν, ἔλεγε τεθηπέναι, ποινὴν ὑπέσχε τὴν ἐκτομὴν τῆς ῥινός. Καὶ ἄλλος, ὅτι μόνον οἰκεῖον ἐκείνῳ παῖδα ἐκ παλαιᾶς συνηθείας ἰδὼν τὰ φιλικὰ προσεπτύσσετο, σχισμὰς τῶν ῥωθώνων τῶν παιδικῶν ἀπώνατο. Τῷ δὲ τοῦ Παχωμίου Γεωργίῳ, γραμματιστῇ γε ὄντι καὶ ἐλλογίμῳ, ἐπειδή, τῷ Στρατηγοπούλῳ Μιχαὴλ συνὼν κατὰ τὴν Πόντου Ἡράκλειαν, ὡμίλει διὰ τὴν ἡμερινὴν πρὸς τἆλλ' ἀσχολίαν νυκτὸς τὰ πλεῖστα καὶ προσηγ 617 γέλλοντο, ἐκεῖνον μέν, τῆς στρατηγίας παραλύσας, ἀγαγὼν ἔκρινεν ὡς βασιλειῶντα, τῷ δὲ τὴν τοῦ λέγειν περὶ τούτων, ἐκ βίβλων δῆθεν εἰδότα βασιλειῶν, δεινὴν ὑποψίαν ἀνῆπτε. Κἀπειδή, προθέμενος ἐκτυφλοῦν ἐκεῖνον, ταῖς τῆς δεσποίνης δυσωπίαιςἦν γὰρ αὐτανεψία ἐκείνουκαὶ παρὰ γνώμην ἀνεχαιτίζετο, ἐκείνῳ μὲν καὶ ἔτι τὴν ποινὴν ἀνήρτα, Παχωμίῳ δὲ τὸ πᾶν τῆς ὀργῆς προσῆπτε. Τὸ γὰρ ὄνομα φρικτὸν ὂν ἀκούειν ἐκείνῳ καὶ μόνον ἔκ τινων φοιβασμάτων, ἐκποδὼν ποιεῖν τὸν ἔχοντα παρεσκεύαζεν, ὥς τί οἱ κακὸν κατὰ μοῖραν περιέχον. Ἐξέκρουε δ' ἄρα ἡ ὁμωνυμία τὸ μάντευμα· ἐκεῖνος μὲν γάρ, τὸ μόρσιμον φεύγων, ἐξετύφλου τὸν ἄνδρα, τὸ δέ γε κατὰ Μακεδονίαν τοῦ Παχωμίου χωρίον, ὅσον ἤδη ἐκεῖνον ἀναμένον, τὰς ἐπὶ τῷ θανάτῳ ηὐτρέπιζεν οἰμωγάς. Κἀκεῖνος μὲν τυφλὸς ἀλᾶτο, πάτον ἀνθρώπων οὐκ ἀλεείνων, ἀλλὰ πληρῶν θαυμασμοῦ, εἰ μέχρι καὶ ἐς τοιούτους ἄνδρας χώραν ἔσχον αἱ περὶ τῆς βασιλείας ὑποψίαι· ὁ δέ, τὰς τυφλὰς ἐλπίδας, ᾤετο μὲν δραπετεύειν, οὐ μὴν δὲ καὶ κατὰ τὸ ἀληθὲς ἐδραπέτευεν. Ἐντεῦθεν ὀργὴ κατὰ μοναχῶν, οὐχ ὅτι τῆς ἐκκλησίας ἀποστατοῦσιν, ἀλλ' ὅτι ἡμέρας τὰς αὐτοῦ ἀριθμοῦσι καὶ χρόνους περιορίζουσιν, ὡς ἀνεσείοντες τῶν κακῶν ἐντεῦθεν. Καὶ δειναὶ μὲν ἦσαν αἱ κατ' ἐκείνων ἀπειλαὶ ἐξ ὀργῆς ἀνημμέναι, ὅμως δ' ἀνηρτῶντο προνοίᾳ τοῦ μὴ δοκεῖν κολάζειν ἀλόγως, εἰ καὶ μικρὸν ὅσον καὶ Γαλακτίωνα μὲν τῶν ὀμμάτων στερεῖ, Μελέτιον δὲ ἀφαιρεῖται τῆς γλώσσης· αἱ δ' ἐξορίαι καὶ μᾶλλον τοῖς ἀνδράσιν ἐμετριά ζοντο, ἐκκλίνουσι τὰς ποινάς. Λάζαρον μὲν οὖν τὸν Γοριανίτην, ἄνδρα σεβάσμιον, ἀποστείλας τοὺς ἐκτυφλώσοντας, ταῖς ποιναῖς ὑπῆγε. Πρὸς δὲ καὶ Μακάριον, τὸν καὶ Περιστέρην παρονομασθέντα τοῦ ἁπλοῦ καὶ ἀκάκου χάριν, ὑπαγαγὼν δίκῃ καθοσιώσεως, ὡς τοὺς δυτικοὺς ἄρχοντας κατὰ βασιλέως διεγείραντα, ἔξω που τῶν ἡμετέρων ὁρίων καθήμενον, ἐπαγγείλας τῷ Ἰκαρίῳ, τὴν τοῦ μεγάλου δουκὸς περιεζωσμένῳ τιμήν, εἰς χεῖρας ποιεῖται καί, προτείνων τὴν καθοσίωσιν, τοῦ ἐγκλήματος ἀνίει, εἰ τὴν εἰρήνην δέχοιτο· εἰ δ' οὖν, ἀλλὰ τῇ δίκῃ καθυπάγειν ἠπείλει. Ὁ δέ, τῇ ἐνστάσει 619 διακαρτερῶν, τὴν τιμωρίαν ὑπέχει. Κόκκους δὲ μοναχοὺς καὶ τοὺς κατ' ἐκεῖνον ἐῶ. Ἐς τόσον γὰρ παρωξυσμένος ἦν ὥστε προβάλλειν ἦν μόνον τινὰ κινηθέντα καὶ τὴν προβολὴν ἡ ποινὴ διεδέχετο, ὥστε καὶ πιστὸς ἦν ὁ λέγων μόνον εἰπών, ταῖς πρὸς τοὺς ὑπηκόους ὑπονοίαις ὡς ἱκαναῖς μαρτυρίαις ἰσχυριζόμενος. Καὶ πρὸς τὸ τῆς ὀργῆς ἀπαραίτητον ἀνδράσιν οἷς ἦν παρρησιάζεσθαι πρὸς ἐκεῖνον ἀπολογούμενος, βασιλικοὺς προέτεινε νόμους, ὡς μὴ καλὸν ὂν οὐδὲ δίκαιον κατὰ μοναστὰς τοὺς Ῥωμαίους πολιτεύεσθαι, ὡς μετανοίαις ἐξιᾶσθαι τὰ πταίσματα, ἔχειν δὲ καὶ τῷ προσαγγέλλοντι δυσμενῶς, ὅ τι λέγοι ἢ ἀκούσας ἢ καὶ πλαττόμενος ἐκ τῆς περὶ τὸν πλησίον ἀπεχθείας· αὐτὸν δ' ἀκούσαντα ἀνάγκην εἶναι μετιέναι τὸ ἔγκλημα. Ταῦτα πολλάκις ἀπελογεῖτο καὶ ὅτι, φίλος μοναχῶν ἀκούων βρεφόθεν, εἰς ἀνάγκην ἦλθε μισεῖν μοναχοὺς διὰ τὴν σφῶν δύσνοιαν· δύσνοιαν δὲ τὴν ἀποφυγὴν τῶν πραττομένων ἐκάλει. Παρ' ἣν αἰτίαν ἴσως καὶ χρόνους ἠρεύνων, ὁπότε μὴ βασιλέωςἀβασιλεύτοις γὰρ οὐδὲ ξυνήνεγκε ζῆν, ὡς σώματι μὴ καρδίαν ἔχοντι, ἀλλὰ τῶν κατὰ σφᾶς κακῶν ἀπαλλάξουσιν. Ὁπότε γὰρ τὸ τῆς γνώμης δουλοῦται ἀνθρώποις οὖσι, πλασθεῖσιν αὐτεξουσίοις, ἑνὶ θελήματι, κἂν ὅπῃ ῥέψοι, ἀναγκαζομένοις ἄγεσθαι, εἰ μὲν εἰς σῶμα τὸ κινδυνῶδες ὁρᾷ, καὶ τότε παγχάλεπονταὐτὸν γὰρ τὸ εἶναι τῷ τ' ἄρχοντι τοῖς τ' ἀρχομένοις, καὶ ἄλλως οὐκ ἔστι σφίσι σῴζεσθαι, εἰ μή γε ἑκουσίως καὶ συμφωνοῖεν, εἰ δὲ καὶ ἐς ψυχήν, ὡς τότ' ᾤοντό τινες, σωτήριον ἡ ἀπαλλαγὴ πάντως· ὃ κἀκείνοις ἴσως ζητοῦσι δεινὰ παρὰ τοῦ κρατοῦντος ἐφῆπται. Καὶ δέον τὸ σκαμβὸν πρὸς τὸ ὀρθὸν ἀπευθύνεσθαι, ὡς ἰσάζοιεν, ὁ δὲ τὸ ὀρθὸν πρὸς τὸ σκαμβὸν ἀπευθύνειν ἠνάγκαζεν, οὐκ εὐθύνων τὸ μὴ καλῶς ἔχον, ἀλλ' ἐγκα λῶν, εἰ μὴ στρεβλοῖτο, τῷ καλῶς ἔχοντι. Ὅτι δὲ καί τισιν ἐκείνων παρεξήγετο τὰ τοῦ ζήλου καί, τοῦ μέσου παρολισθαῖνον, τοῖς ἐναντίοις προσέπαιεν, ἔξεστι τῷ διακρινοῦντι σκοπεῖν· πλὴν τὰ τῆς τιμωρίας σβεννύειν εἶχε καὶ τὸ ἀμηγέπη ἐπὶ τοῖς πραττομένοις εὔλογον. Ἐκκεκομμένης τοίνυν τῆς παρρησίας τοῖς ἐλευθέροις, ὑπὸ σκότον φάμουσα ἐρριπτοῦντο, τὴν τῆς ἀρχῆς παραβασίαν ἐλέγχοντα. Οἱ δὲ τὸν γράφοντα μὴ 621 ἔχοντες τιμωρεῖνοὐ γὰρ ἦν ἐμφανίζεσθαι, τοῖς εὑρίσκουσι βαρέως ἐπεῖχον, ὡς αὐτοῖς ὑβρίζουσιν· ὕβριν γὰρ ἐκάλουν τὸν ἔλεγχον. Ἐγγράφως τοιγαροῦν ἐκυροῦτο ἡ τιμωρία τῷ μόνον εὑρήσοντι, εἰ αὐτὸς ἀναγνοίη, εἰ ἄλλῳ ἐξείποι, εἰ μὴ κάοι παραυτίκα. Πρὸς δὲ καὶ τῷ βασιλογραφείου ἐγκαλουμένῳ, ὡς ἔχοι μόνον, ἡ ἀπειλὴ θάνατος ἄντικρυς.
569.15.1
Τὰ περὶ τοῦ Καλοειδᾶ καὶ περὶ Ἰωάννου τοῦ Δούκα. Τεκμηριοῖ δὲ καὶ τὸ περὶ τὸν Καλοειδᾶν γεγονός, ἄνδρα εὐλαβείας μὲν εἰς ἄκρον μεταποιούμενον, παρθενίᾳ συζῶντα καὶ ἐλεημοσύνην ἀσκοῦντα καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην ἀσύγκριτον, ἐξυπηρετούμενον δὲ τῇ δεσποίνῃ τῶν ταμιείων, ὅν, ἐπεὶ μόνον ἔχων τοιοῦτον ἑάλω, οὔτε τὸ εὐλαβὲς ἔσῳζεν, οὔτε μὴν ἡ ὑπὲρ ἐκείνου τῆς δεσποίνης σπουδὴ περιεποιήσατο, ἀλλά, τῶν ὀμμάτων στερεῖν κελεύων, μόλις τὰ τῆς κολάσεως εἰς τὸ ἀνεκτότερον περιίστα διὰ τὴν τῆς δεσποίνης συχνὴν ἱκετείαν. Προστάσσει γάρ, καὶ ἄγεται ὁ κατάκριτος παρὰ τὸν τοῦ φόρου κίονα ἐν Κωνσταντιαναῖς, καὶ τοῖς κληρικοῖς ἀπαντᾶν ἐπιστέλλει τὴν ταχίστην, μηδὲν εἰδόσι, καὶ τῷ τόπῳ ἐφίστασθαι. Κληρικοὺς δὲ πάντως ἐκάλει, ὑπόπτως ἀεὶ πρὸς αὐτοὺς ἔχων, ὡς ταῖς εἰς ἐκεῖνον τιμωρίαις δεδιξόμενος. Ὅσοις οὖν οὐκ ἐν εἰδήσει ἦν τὰ πραττόμενα, ἀφικνοῦντο· οἱ δ' εἰδότες ἐπραγματεύσαντο τὴν ἀποφυγήν, ὡς εἶχεν ἕκαστος. Ἱστῶσι τοίνυν τὸν ἄνδρα καὶ πρῶτα μέν, τὰς τρίχας τῆς κεφαλῆς οὐκ ἐν χρῷ κείραντες, ὡς συνεργοῖεν καίοντι τῷ πυρί, ἐμβάλλουσι πῦρ τοῖς χάρταις, βεβράναις οὖσι καὶ τῇ κεφαλῇ ἐντεθεῖσιν, ὡς ἅμα ταύτῃ καυσουμένοις, εἶτα καί, τὴν ῥῖνα τεμόντες μαχαίρᾳ, ἡμιθανῆ, εἴτ' οὖν ἡμιδαῆ, ἀφιᾶσιν. Ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον, ὅτε τῇ πόλει ἐπιδεδήμηκε. Τότε δέ, ποσειδεῶνος ἑκκαιδεκάτῃ, μετὰ τὴν τῆς Θεοτόκου ἑορτήν, ἐξεληλάκει μὲν βασιλεύς, ἐξεληλάκει δὲ πατριάρχης, τοῦ πατριαρχεύσαντος Ἰωσὴφ πεμφθέντος εἰς τὸ Κοσμίδιον. Ἀλλ' ὁ μέν, πέμψας καὶ τὸν Σφραντζῆν ἀγαγὼν Γαβριήλ, ὅν, αὐτανέψιον ὄντα τοῦ ἤδη τυφλωθέντος Ἰωάννου, εἶχε μὲν πρότερον ἐν τῇ τοῦ παρακοιμωμένου τῆς μεγάλης σφενδόνης τιμῇ, ὕστερον δ' ἐπ' αἰτίαις ἐξετύφλου, συνδυάζει συγγενεῖ γε 623 ὄντι τῷ Ἰωάννῃ καί, μεθ' ἑαυτοῦ ἐπαγόμενος, τὴν πρὸς τὴν Νικομήδους καὶ τὰ περὶ ἐκείνην ἤλαυνε. Πατριάρχης δέ, τὸν κατὰ τὴν Κιβωτὸν τῆς θαλάσσης τράχηλον διαπεραιωσάμενος, εὐθὺ Νικαίας ὥρμα. Καὶ δὴ ὁ μὲν βασιλεύς, τοὺς τυφλοὺς ἄγων, ὅπῃ καὶ περιορίσειε διεσκόπει· ὁ δὲ Ἰωάννης, τὴν ποινὴν μὴ φέρων καὶ ἀναξιοπαθῶν ὅλως, οὐ τροφὴν προσίετο, οὐ πόσει προσεῖχεν, οὐκ ἄλλο τι τῶν εἰς ἐπιμέλειαν τῶν παθόντων ὀφθαλμῶν εἴα γίνεσθαι, μόνον δὲ κενὸς φόρτος ἀγόμενος, ὅπῃ τετυχήκει γῆς ἢ καὶ πέτρας, συχνάκις τὴν κεφαλὴν προσαράττων ὡς τεθνηξόμενος ἦν. Καὶ τάχ' ἂν ἐκ τούτων ἐκ πλείστου οἱ ξυνέβαινε τὸ θανεῖν, εἰ μὴ παρὰ τῶν φυλαττόντων ἐπείχετο. Πλὴν τὸ κατ' ὀλίγον καὶ συχνάκις γινόμενον, εἰς ὅσον πλεῖστον συγκεφαλαιωθέν, τὸ θανεῖν ἐπῆγε· κἀντεῦθεν ἀπήλλακτο μὲν ἐκεῖνος ζωῆς ἐπωδύνου, ἀπήλλακτο δὲ καὶ βασιλεὺς τῆς ἐπ' ἐκείνῳ φροντίδος. Αὐτὸς δέ, τὰ κατὰ τὸν Σάγγαριν περιηγησάμενος καὶ τὰ ἐκεῖσε φρούρια ἐν ἀσφαλεῖ τῇ ἑαυτοῦ παρουσίᾳ θέμενος, γαμηλιῶνος μηνὸς ὑποστρέφει πρὸς πόλιν. Πατριάρχης δέ, πλησίον ἐλθὼν Νικαίας καὶ τῷ Ἐννάτῳ ἐναυλι σάμενος, εἰσελθεῖν τὴν πόλιν οὐκ ἔκρινε τό γ' ἐκεῖνο δεῖν· θέλειν γὰρ ἔχειν διδόναι καί γ' ἐν γνωρίμοις καὶ προσγενέσιν εὐεργετεῖν, μηδὲν δὲ τὸ κατ' ἐκεῖνο καιροῦ εὐπορεῖν. Τὸ δ' εἰσελθόντα πάλιν μὴ εὐεργετεῖν ὡς ἄξιον, ἀνάξιον ἑαυτοῦ καὶ τῶν μὴ πρεπόντων τοῖς ἐκείνου πράγμασιν ᾤετο. Ὅθεν καὶ πρύμναν, τὸ τοῦ λόγου, κρουσάμενος, Πυλοπυθίων τε ἐπέβαινε καὶ τὴν ταχίστην ὑποστρέφειν ἔγνω· ἡ γὰρ τῆς Ὑψώσεως ἑορτὴ ἀπεῖργε τοῦ μὴ βραδύνειν. Τῷ τοι καὶ αὐτὸς κατὰ πόδας, τρισκαιδεκάτῃ γαμηλιῶνος, ἀπήντα πρὸς πόλιν. Περὶ δὲ τοῦ καθ' αὑτὸν ὑποστελλόμενος, ὡς μὴ διὰ τὰ συμβαί νοντα ὀλιγώρως ἔχειν δοκοίη, ἅμα τῷ τῆς νεὼς ἀποβῆναι πρὸς βασιλέα ἤιε, διημέρευέ τε πρὸς χάριν καί, πρὸς τὴν ἑορτὴν κεκλημένος πρὸς βασιλέως, ἕτοιμος ἦν ἐλθὼν ἐκτελεῖν· παντὶ γὰρ ὑπέστελλεν ἑαυτὸν τρόπῳ, ἐξ ὅτου περ τοῖς ὀχληροῖς προσέκυρσε, καὶ μεγίστη μοῖρα τῶν εἰς τὸ μετρίως διάγειν 625 ἐλπίδων ἡ πρὸς τὸν βασιλέα ὑποποίησις κατεφαίνετο. Τῆς μὲν οὖν τιμῆς ἐκείνῳ ἐλάττων φροντὶς ἦν, τὸ δὲ πατριαρχεύοντα διακενῆς ἐνοχλεῖσθαι ἶσα καὶ τῷ θανάτῳ ἐτίθει· ὃ δὴ καὶ ἐκ τοῦ προστυχόντος ὑπονοούμενον ἦν, τεθυμωμένου τοῦ βασιλέως εἰς ἅπαν. Τὸ γὰρ καὶ τοὺς οἰκείους διασείεσθαι καὶ οἷς ἂν ἐκεῖνος ἐθάρρει μᾶλλον, ὡς παρ' ἐκείνῳ τεθραμμένοις καὶ δόξης τυχοῦσιν, ἀθετεῖν μὲν τὰ συγκείμενα οὐδ' ὅλως ἐποίει· τὸ δὲ πρὸς τὸν πατριαρχεύοντα τὰς αἰτίας ἄγεινἡ γὰρ ἀναφορὰ τοῦ σκανδάλου σφίσι πρὸς ἐκεῖνον ἦν, ὡς ἔλεγον, ἀσφαλεῖς τὸ καθ' αὑτὸν Λατίνους, παρὰ μόνην τὴν ἐν τῷ συμβόλῳ πρόσθεσιν, κρίνονταἕτοιμον ἦν ἐκ τοῦ ῥᾷστα καὶ προφανῶς· καὶ ἀμφοτέρωθεν, ἔκ τε βασιλέως καὶ τῶν πασχόντων, ὁ ὄχλος αὐτῷ περιίστατο, ἐκείνου μὲν ὡς τὴν τῶν οἰκείων ἀπολωλότος εὔνοιαν, τῶν δὲ ὡς δι' αὐτὸν πασχόντων, μὴ ἐῶντα τὰ πεπραγμένα μᾶλλον τῷ χρόνῳ ὑποχαλᾶσθαι.
569.16.1
Τὰ κατὰ τὸν λογοθέτην τοῦ γενικοῦ Μουζάλωνα. Τοῦτο ξυνέβη καὶ ἄλλοις πλείστοις, ξυμβεβήκει δὲ καὶ Κωνσταντίνῳ τε τῷ Ἀκροπολίτῃ καὶ τῷ Θεοδώρῳ Μουζάλωνι, ὧν τὸν μέν, παρὰ τοῦ πατρὸς τοῦ μεγάλου λογοθέτου λαβών, ἀνῆγε παιδεύων καὶ οἰκεῖον ἀποκαθιστῶν ἐς ὅτι μάλιστα, τὸν δέ, ἐκ στρατιωτικῆς μοίρας ἀναλαβὼν καὶ τοῖς μαθήμασιν ἐνδοὺς ἐνσχολάσαι, λογοθέτην τε τῶν γενικῶν ἐτίμα, συζεύξας εἰς γυναῖκά οἱ καὶ τὴν τοῦ Καντακουζηνοῦ θυγατέρα, καὶ μεσίτῃ τῶν κοινῶν ἐχρᾶτο. Τὸν μὲν οὖν Ἀκροπολίτην καὶ ἀποπροσεποιεῖτο καὶ κρείττω τῶν κατ' ἐκεῖνον τὸν θυμὸν ἦγε, τῷ δὲ Μουζάλωνι καὶ λίαν χολούμενος ἦν. Τῷ τοι καὶ ἐνστάντος καιροῦ πρεσβείας πρὸς Ῥώμην, ἀφειμένος τῶν ἄλλων, ὁ βασιλεὺς κατὰ πεῖραν, οἶμαι, πλέον ἐπεῖχε τούτῳ τὰ τῆς πρεσβείας ἀναδέξασθαι. Ὡς δὲ προστάσσων οὐδὲν ἤνυτε πλέον τοῦ δοκεῖν κωφῷ διαλέγεσθαι καί γε τυφλῷ διανεύειν καὶ ἡ αἰτία τῆς παραιτήσεως οὐκ ἠγνόητο, αὐτίκα, θυμοῦ πρὶν ἐγκρατὴς ὤν, ἡττᾶτο τότε· καὶ τῷ ἀδελφῷ τῷ τούτου προστάξας, ὃν 627 καὶ ἐπὶ τῶν εἰσαγωγῶν εἶχεν, ἐκείνου μεσιτεύσαντος τὴν ὑπηρεσίαν, πολλὰς καὶ βαρείας ἐντείνει, ὡς μηδὲ τὴν ἐν χερσὶ βακτηρίαν, συνεχῶς πλήττουσαν, τῷ κατ' ἐκείνου βασιλείῳ θυμῷ ἀρκέσαι, ἀλλὰ καί, ταύτης ἀπειπούσης τῇ θραύσει, ἄλλην παραληφθῆναι, τὸ ἐκείνης ἔργον ἀναπληρώσουσαν. Ἀλλ' οὐκ ἦν ἐκείνῳ τὰ τῆς τιμωρίας ἐς τόδε, ἀλλὰ καὶ ἀπὸ προσώπου ἐποίει καὶ τῆς τῶν κοινῶν μεσιτείας παρακινεῖν οὐκ ἀπώκνει. Καὶ παρεωραμένος διετέλει μέχρις οὗ οἰκειοχείροις ἀσφαλείαις μὴ μόνον προσήκατο τὴν εἰρήνην, ἀλλὰ καὶ πλέον ἦν ἕτοιμος, εἰ κελεύοι, πράττειν. Ὁ δέ, τοῖς μὲν παροῦσιν ἀρκούμενος, ἐπὶ δὲ τὸ πλέον ἐκείνου μὲν καταγνοὺς δῆθεν ὡς καταψυχθέντος τὸν ζῆλον, ἑαυτὸν δὲ μηδ' ἀνεχόμενον παριστῶν ὅλως παραβαίνειν πλέον τῶν συγκειμένων, δεξάμενος αὖθις, τοῖς πραχθεῖσι μόνοις ἐμμένειν ἐπήγγειλε.
569.17.1
Ὅπως ἐκ δύσεως ὑπέστρεφεν ὁ πορφυρογέννητος καὶ τὰ κατὰ τὸν Κοτανίτζην. Τοῦ δ' αὐτοῦ ἔτους ὑποστρέφει μὲν ἐξ ἀνατολῆς βασιλεὺς Ἀνδρόνικος, τὴν δέσποιναν ἐκεῖσε καταλιπών, ἀνήγετο δὲ πρὸ τούτου καὶ ἐκ δύσεως ὁ πορφυρογέννητος, οὐδὲν εἰς τρόπαιον φέρων ἢ τὸν Κοτανίτζην ὁμολογίαις ἐνόρκοις ὑπὸ χεῖρα ποιησάμενος τοῦ μηδέν τι παθεῖν ἐκ βασιλέως ἀνήκεστον. Καὶ ὁ μέν, ἐμμένων τοῖς ὅρκοις, εἰς τέλος εὐορκεῖν ἤθελε, βασιλεὺς δέ, οὐ τὸ ἐφ' ἑαυτοῦ μόνον προορώμενος εἴς τε τὴν ἀπ' ἐκείνου δουλείαν καὶ τὸ ἑξῆς πρὸς εὔνοιαν ἀδολίευτον, ἀλλὰ καὶ τὸ ὀψὲ τῶν καιρῶν σκοπούμενος, ἐκτυφλοῦν ἠβούλετο· μηδὲ γὰρ αὐτὸν ὀμνύειν, ὡς ἐπιορκίας ἁλῶναι, ἀλλὰ τὸν υἱὸν ὑπὲρ αὐτοῦ, μηδὲ συναινοῦντος ὅλως. Τὸν δὲ κακὸν προεώρα κακόν, οὐ θεσμῷ μαντείας, ἀλλὰ φυσικῇ γνώσει προορῶν τὸ μέλλον· τὸν γὰρ τοῦ λῃστεύειν εἰς πεῖραν ἥκοντα μηδὲν ὁρμαῖς ἑτέρου δουλεύοντα ἀγαπῆσαι. Ὡς γοῦν ἀμεταθέτως εἶχεν ὁ βασιλεὺς ἐπὶ τούτῳ καὶ τὸν υἱόν, τοὺς ὅρκους προτείνοντα, ὅλως ἐπιορκίας ἀπήλλαττε λόγοιςαὐτὸν καὶ γὰρ φυλάττειν τοὺς ὅρκους, ὡς μὴ προδιδόντα ἢ συναινοῦντα τὸ σύμπαν, ἐκείνῳ δ' ὄντι τῶν ὅρκων ἐλευθέρῳ, ἀκινδύνως ἐξεῖναι καὶ πράττειν, ἀπειπὼν πρὸς τοὺς λόγους καὶ τὴν ὑπὲρ τοῦ ἱκέτου ἱκετείαν ἀσθενοῦσαν ὁρῶν, ὁ δεξάμενος βουλὴν εἰσάγει τῷ κινδυνεύοντι καταφυγεῖν πρὸς τὸ μέλαν καὶ τὰ τῶν 629 μοναχῶν ἀμφιέσασθαι, εἴ πως ἐντεῦθεν σωθείη· τῷ γὰρ ἅπαξ τὰ τοῦ κόσμου ὁμολογίαις ἀποθεμένῳ φρικταῖς μὴ ἄν τινα δυνατὸν εἶναι ὑπόπτως ἔχειν ὡς στραφήσεται πρὸς τὰ πρότερα· σεβασθῆναι δὲ τῷ βασιλεῖ καὶ τὸ σχῆμα, ὥστ' ἀποσχέσθαι τὸν ἐνδεδυκότα μὴ τιμωρεῖν. Ταῦτα λέγων πρὸς ἐκεῖνον ὁ πορφυρογέννητος καὶ βουλὴν εἰσάγων τὴν δοκοῦσαν συνοίσειν, δῆλος ἦν ἀπολύων ἐγκλήματος ἑαυτὸν τὸ μέρος, εἰ μὴ ποιῶν κινδυνεύοι· τὸ γὰρ ἐξ ἑαυτοῦ ὅσον ἦν δυνατὸν βοηθεῖν πεπρᾶχθαι. Κοτανίτζῃ μὲν οὖν τῷ καὶ Τορνικίῳ, ἐπηρτημένον τὸν κίνδυνον βλέποντι, ἀγαθὸν ἐδόκει τὸ βούλευμα, καὶ τῷ βουλεύσαντι χρᾶται μεσίτῃ πρὸς βασιλέα, ἐφ' ᾧ τὸν μοναχὸν ὑπενδῦναι, κόσμον καὶ τὰ τοῦ κόσμου χαίρειν ἐάσας. Ὡς δ' ἀπῄτητο καὶ αὐτὸ τὸ τέλειον σχῆμα λαμβάνειν καὶ κατένευε παραυ τίκα, ἀπολυθεὶς τελεῖται τὰ μοναχῶν καὶ ὁ χθὲς λῃστεύων σώφρων ὡρᾶτο καὶ ἄκακος, πλὴν οὐ τῇ τῆς ψυχῆς προθέσει, ἀλλὰ μόνῳ τῷ φαινομένῳ· ὁ γὰρ μεμεριμνημένος σκοπὸς ἐπὶ τούτῳ καὶ λίαν ἀπῆν, ἀνάγκης δὲ ἄρ' ὑπούσης, τὸ γινόμενον ἀσθενές. Ἐς ὁπόσον δὲ τὰ κατὰ τοῦτον προέβη, ἐσαῦθις ἐροῦμεν. Ὁ γοῦν πορφυρογέννητος ἐπὶ τούτοις κατ' ἀνατολὰς γίνεται καί, τοῦ βασιλέως ἐκεῖθεν ἀπάραντος, αὐτὸς ἦν ἀντ' ἐκείνου μεταχειρίζων τἀκεῖ.
569.18.1
Θάνατος τῆς δεσποίνης Ἄννης καὶ τὰ τότε συμβάντα. Ἀλλ' ὀλίγον τὸ μεταξύ, καὶ ἡ δέσποινα μὲν Ἄννα ἐκεῖ τελευτᾷ τὸν βίον, ἀγγέλλεται δὲ μετ' ὀλίγον τῷ βασιλεῖ· καὶ ὅς, προνοίᾳ τοῦ μὴ μαθεῖν τὸν υἱόν τε καὶ βασιλέα, ὡς ἐπ' ἀπορρήτοις στέλλει τὸν αὐτοῦ μὲν ἀρχι διάκονον, τῆς ἐκκλησίας δὲ χαρτοφύλακα, τὸν Μελιτηνιώτην Κωνσταντῖνον, 631 ἐφ' ᾧ μετακομίζειν τὸν νεκρόν, ὡς ἐχρῆν, ἐς Νίκαιαν. Ἅμα δὲ καὶ καιρὸν λαβὼν εὐπρεπῆ τοῦ τὸν πορφυρογέννητον, ἀποβαλόντα διὰ τὸ πένθος τὰ ἐρυθρά, μὴ φορεῖν ἄλλοτε παρασκευάσαι, εὐτρεπίσας ἀλλόχρο' ἄττα, σὺν λευκῷ πορφυρᾶ χρυσῷ ποικιλτά, καὶ διὰ μαργάρων τὸ βασιλικὸν σημεῖον, τοὺς ἀετούς, περιθεὶς καὶ πέμψας ἐκ τούτων πέδιλά τε καὶ ἐφεστρίδας καὶ χαλινά, σφίσιν ὡς παρασήμοις τὸν υἱὸν προσέταττεν ἐμπομπεύειν, μόνῳ τῶν ἐρυθρῶν ἐκστάντα τῷ βασιλεῖ. Σοφὸν δὲ ἄρα καὶ τὸ τοῦ καιροῦ ἦν, ὡς μὴ δόξαι τὰ ἐπίσημα μεταλλάττειν καί, ἅμ' ἀποβαλόντα τὰ ἐρυθρά, μετα λαμβάνειν τὰ ποικιλτά, ἀλλά, χρόνου ῥυέντος διὰ τὸ πένθος ἐπὶ μόνοις μέλασιν, ἀνεκτὴν τὴν μεταβολὴν δεδόχθαι, ὡς ἐξ ἀρχῆς κοσμηθέντος τοῦ φορέσαντος τοῖς μετὰ βασιλέα λαμπροῖς, ὡς ἐπὶ ῥητοῖς γέρασι βασιλείας τοὐπίσημον ἔχοντος. Καὶ δὴ ἤπειγέ τε τὸν ἀρχιδιάκονον ὁ κρατῶν καὶ παραυτὰ μηδὲν μελλήσας ἀπέστελλεν, ἐφ' ᾧ μὴ γνοίη ὁ βασιλεύς· ἀλλ' ἐκεῖνος μὲν καὶ τὸν δοθέντα καιρὸν συντεμὼν ἤλαυνεν ἐφ' ἑῴας, βασιλεὺς δὲ πειράσας διαλαθεῖν ὅμως τὸ κατὰ βουλὴν οὐκ ἤνυτεν, ἀλλ' εὐφώρατον γέγονε τὸ ἀπόρρητον, καὶ τὴν συμφορὰν ὁ παθὼν ὡς εἶχε διέφερεν. Ὁ μέντοι γε πεμφθεὶς ἐπιστὰς βαρὺς μὲν ἔδοξεν, ἄδωρα δῶρα φέρων τῷ υἱῷ παρὰ βασιλέως· ὀλίγον δὲ διαλιπὼν ὅσον ἐπισκευάσαι τὸν νεκρὸν εὐάγωγον καθ' ὁδόν, σπεύσας εἰς Νίκαιαν φέρει. Καὶ παραυτὰ στέλλεται μὲν τὴν ἐπὶ Νικαίας ὁ πατριάρχης, στέλλονται δὲ καὶ ἱεράρχαι ὅσοι δὴ κατὰ πόλιν ἦσαν καὶ τὸ τοῦ κλήρου ἔκκριτον ξύμπαν· τὰ δέ γε τῇ ὁσίᾳ προσήκοντα καὶ λίαν περιφανῆ ὁ κρατῶν ηὐτρέπιζε. Τότε 633 τοίνυν τὰ νενομισμένα τῇ κειμένῃ τελέσας ὁ πατριάρχης καὶ πολλοὺς τῶν γνω ρίμων χρυσίοις ἱκανοῖς δωρησάμενος, ἐκ τῆς ὁσίας τὰ πολλὰ κερδάνας, εἰ καὶ τὴν χεῖρα ἡ γνώμη μέμφεσθαι εἶχε τῷ φιλοδώρῳ τῆς προαιρέσεως, τὴν πρὸς τὴν πόλιν καὶ αὖθις ἤλαυνε. Πυθόμενος δὲ τὸν βασιλέα Ἀνδρόνικον, πάλιν ἁπτόμενον τῶν καθ' ἕω, διαπεραιωθῆναι τὸν Βόσπορον, αὐτίκα παρεγκλίνας ἐν τῷ τοῦ Ἁγίου Αὐξεντίου βουνῷ κατά που τοὺς πρόποδας σκηνουμένῳ συγγίνεται. Κἀπειδή, μαιμακτηριῶντος λήγοντος, ἡ τῶν ἁγίων ἀποστόλων προσήλαυνεν ἑορτή, ἐκεῖσε μικρὸν ἐπιμείνας, τῷ βασιλεῖ ὁμιλῶν τὰ εἰκόταἐῴκει γὰρ καὶ συνδεδέσθαι ταῖς πρὸς αὐτὸν ἀγάπαις ὁ βασι λεύς, τέλος τὴν θείαν ἐκτελέσας μυσταγωγίαν ἐν τῇ μονῇ τοῦ Ἀρχιστρατή γου κατὰ τὴν ἑορτὴν καί, ὡς εἰκὸς ἐπευξάμενος, ἀπαλλάττεται.
569.19.1
Ἐκστρατεία Μιχαὴλ βασιλέως πρὸς Σάγγαριν καὶ τὰ γεγονότα ἐκεῖ. Βασιλεὺς δέ, καὶ αὖθις ἀγγελθὲν ἐκείνῳ ὡς τὰ πέραν τοῦ Σαγγάρεως ἀσθενεῖ, Πέρσαι τε, συχναῖς ἐπιτιθέμενοι πείραις, κατὰ πολλὴν ἄδειαν διαπεραιούμενοι, κακῶς ποιοῦσι καὶ τὰ ἐνδοτέρω τοῦ ποταμοῦ, δυνάμεις συναθροίσας ὅσας ὁ καιρὸς ἐδίδου καὶ ἐνεχώρει τότε τὰ καθ' αὑτὸν πράγματα, ἀπτέρῳ τάχει τἀκεῖσε καταλαβών, διαπεραιοῦται τὸν Σάγγαριν. Τότε τοίνυν, βλέπων τὴν Σκυθῶν, εἴποι τις, ἐρημίαν ἐκεῖ, μόνον οὐ τρίχας ἔτιλλε. Κατῳκτίζετο μὲν γὰρ ἐκτόπως τὸν τόπον καὶ τὴν χλεύην κατωδύρετο τῶν ἰδίων. Πρὸς δέ γε τὸν Ἀλεξανδρείας πατριάρχην, ἐκεῖσε κατὰ παραμυθίαν τῷ βασιλεῖ συνδιάγοντα, τὴν τοῦ ταῦτ' ἠρημῶσθαι αἰτίαν καρδίας στε ναγμοῖς ἰσχυρίζετο, τοῦ τόπου μὲν μεμνημένος ὡς εἶχε τὸ πρότερον, ὅτε κατ' ἐπιτροπείαν αὐτὸς ἐστρατήγει, ἐς ὁπόσον δὲ βλέπων συμφορᾶς κατην τήκει τῷ τότε, ὡς μηδὲ βατὸν ἀνθρώποις εἶναι, δένδρεσιν ὑψικόμοις κατει λυμένον. Τὸ δ' αἴτιον, φησίν, ἡ τῶν ζηλωτῶν ἐπίθεσις καὶ τὸ ἐκπολεμοῦν βασιλεῖ 635 τὸ ὑπήκοον σπεύδειν, ὡς τὰ καὶ τὰ πέπρακται λέγοντας καὶ ὡς παρανομοίη ὁ βασιλεὺς καὶ τἆλλα οἷς, τὰς καρδίας τῶν ἀνθρώπων ἀλλοτριοῦντες τοῦ βασιλεύοντος, ἐποίουν καὶ βασιλέα περὶ ἑαυτῷ δεδοικέναι καὶ τὴν καθ' αὑτὸν ὀρρωδίαν, πάντως καρδίας οὔσης, τὰ μέλη συγκατασπᾶσθαι ξυνέβαινεν. Αὐτίκα γὰρ μέλλησις ἠκολούθει καὶ τὸ ἐπιτροπαῖς στρατηγῶν καὶ μόναις διοικεῖσθαι τὰ κατὰ τόπους, οἳ δὴ γλισχρότητος μὲν ἡσσημένοι λημμάτων, δέει δὲ τοῦ μή τι παρὰ βασιλέως παθεῖν, ὡς παρὰ τὸ εἰκὸς ἐλλελειμμένους, τὰ πταίσματα συγκαλύπτοντες, τῷ κατὰ σφᾶς ἀδεεῖ ψευδῆ γράφοντες, ἠρήμουν τὴν χώραν καὶ τέλος ἔρημον τὴν οἰκουμένην ἀπέφηναν. Ταῦτα λέγων, τρυφὰς βασιλικὰς ἀφεικὼς καὶ θεραπείαν ἅπασαν, ὡς σιτεῖ σθαι καὶ τοῖς τυχοῦσι, τῶν πρόσθεν ὡς εἶχεν ἐπέβαινε. Πέρσας δέ, ὅσον ἐκεῖνος προσεχώρει, ὑπὸ πόδα χωρεῖν ἐποίει, ὅπου μὲν ἡσπέρουν ἐκεῖνοι, ἐκεῖ τοῦ βασιλέως διημερεύοντος, ὡς καὶ ἔτι θερμὰς τὰς ἑστίας ἐκείνων καταλαμβάνεσθαι, ὅπου δὲ βασιλεὺς ἐφειστήκει, ἐκεῖθεν πρὸ μιᾶς φθανόντων ἐκείνων ἢ καὶ δευτέρας μετασκηνοῦν. Πλῆθος δ' ἦν ὀπωρῶν ἐκκεχυμένων κάτω τῶν δένδρων, ὡς ἐκεῖθεν τὸ πλέον τοῦ στρατιωτικοῦ σιτίζεσθαι· τὸ γὰρ εἰσαχθῆναί τισι τῶν ἐδωδίμων ἐκεῖ καὶ λίαν διὰ τὸ δέος ἀπώμοτον ἦν. Ὅθεν καὶ πολλάκις πέμπων ὁ βασιλεὺς τὰ τῆς τραπέζης τρύφη, τὸν σκληρὸν πιτυρίαν καὶ μέλανα, γυναικί τε ἅμα καὶ πενθερᾷ καί γε πατριάρχῃ καὶ τοῖς γνωρίμοις, παρίστα τὸ δυσπαθές, γράφων μηδ' αὐτοῦ πηγιμαίου ὕδατος εὐπορεῖν, τὸ δέ γε τοῦ ποταμοῦ, τρυγοίπῳ διηθούμενον καὶ ἐξαιθριαζόμενον, μόλις προσιτὸν εἶναί οἱ ποτόν. Μὴ γοῦν ἱκανῶς ἔχων τότε διώκειν ἐν δυσχωρίαις τὸ Περσικόν, ἄλλως τε καὶ ἐνδείας ἐπικειμένης τῶν ἀναγκαίων, τῷ γε τέως ἔγνω τὸν τόπον κατο χυροῦν. Καὶ δὴ φρουρίοις μὲν συχνοῖς τὰ παρ' ἑκάτερα τοῦ ποταμοῦ διε λάμβανε, τὰ μὲν πεπονηκότα τῷ χρόνῳ ἐπισκευάζων καὶ συνιστῶν, ἄλλα δὲ καὶ αὐτὸς ἀνιστῶν, ὅπου, τοῦ ποταμοῦ λειψυδροῦντος, πόρον ἔδει γίγνεσθαι, ὡς ἂν ἅμα μὲν τῇ τῶν φρουρίων πυκνότητι, ἅμα δὲ καὶ ταῖς τῶν ἀναγκαίων τόπων προκατοχαῖς, ἐν ἀμηχάνοις τὰ τῶν Περσῶν γίνωνται. Συστεῖλαι δὲ θέλων καὶ τὰς ἐφόδους τῶν ἐπιόντων, ὡς μὴ ἀνέδην ὁπόθεν βούλοιντο διεκπαίειν καὶ ἐπεισπίπτειν ἀδήλως, ἀξινηφόρους ἐς πολὺ πλῆθος συναθροι σθῆναι κελεύει καί, μῆκος μὲν παραμετρήσας τοῦ ποταμοῦ ὅσον ἦν ἀναγκαῖον κατοχυροῦσθαι, πλάτος δὲ τὸ ἱκανὸν λογισάμενος, σπουδῇ τὰ δένδρα 637 κόπτοντας, ἐπιτάττει ἐπικαταβάλλειν ἓν ἐφ' ἑνὶ καὶ οὕτω καταπυκνῶσαι τοῖς κλωσὶ τῶν δένδρων τὸν τόπον, ὡς μηδ' ὄφιν οἷόν τ' εἶναι σχεδὸν διέρχεσθαι. Ταῦτα πρὸς τὸ παρὸν ἐπιτάξας τε καὶ κατασκευάσας, τῷ ἐπιμεῖναι ταλαιπωρούμενος, τέλος σιταρκήσας τοῖς ἐν τοῖς φρουρίοις τὸ ἱκανόν, παρὰ τὸν ποταμὸν μέχρι καὶ τῶν τῆς Προύσης μερῶν ἀνάγεται, τὰ τῆς αὐτῶν ἐπισκέψεως, ὥστε καὶ τὸν ἐχθρὸν τελέως ἐκδιωχθῆναι, εἰς καιρὸν εὔθετον ἀναθέμενος.
569.20.1
Τὰ κατὰ τοὺς πρὸς τὸν πάπαν Μαρτῖνον ἀποκρισιαρίους. Ξυνέβη δὲ τότ' ἀνὰ τὴν Προῦσαν διάγοντι καὶ τὰ κατὰ τὸν πάπαν μαθεῖν, ὃς δὴ καὶ Μαρτῖνος μετὰ Νικόλαον ἦν. Πρὸς γὰρ αὐτὸν ἔφθασε πέμψαι τόν τε Ἡρακλείας Λέοντα καὶ τὸν Νικαίας Θεοφάνην, οἳ δὴ καὶ ἐπιστάντες οὐ κατ' ἐλπίδας, ἃς εἶχον ἀποστελλόμενοι, παρ' ἐκείνων ἐδέχοντο, ἀλλὰ τοὐ ναντίον ἅπαν. Τὰ γὰρ καθ' ἡμᾶς ὡς εἶχον μαθόντες καὶ ὅπερ ἦν ὑποτο πάσαντες, χλεύην τὸ γεγονὸς καὶ οὐκ ἀλήθειαν ἄντικρυςπαρὰ μόνον γὰρ βασιλέα καὶ πατριάρχην καί τινας τῶν περὶ αὐτούς, πάντες ἐδυσμέναινον τῇ εἰρήνῃ, καὶ μᾶλλον ὅτι καὶ ποιναῖς ἀλλοκότοις ἤθελεν ἀσφαλίζεσθαι ταύτην ὁ βασιλεύς, ἐκείνους μὲν ἐν ἀτίμοις εἶχον καὶ τὴν εἰς τὸν πάπαν πρόσοδον ὀψὲ καὶ μόλις παρεῖχον· τέλος δὲ βασιλέα μὲν καὶ τοὺς ἀμφ' αὐτὸν ὡς χλευαστὰς ἐπιτιμίοις καὶ μὴ ἀληθείαις στοιχοῦντας ἀφορισμοῖς καθυπέβαλον, τοὺς δὲ πρέσβεις, μηδενὸς ἀξιώσαντες τῶν εἰκότων, ἀπέπεμπον. Ταῦτα γνοὺς βασιλεὺς παρὰ τοῦ Νικαίας ἐπανιόντοςὁ γὰρ Ἡρακλείας ἐτεθνήκειἐν δεινῷ ἐποιεῖτο, ὥστε καί, τοῦ διακόνου μέλλοντος μνημονεύειν τοῦ πάπα κατὰ τὸ σύνηθες, βασιλέως παρόντος, ὁ κρατῶν διεκώλυε, καλὰ λέγων τῆς ἀγάπης ἐκείνων ἀπόνασθαι, ὥστ' αὐτὸν μὲν ἐκπολεμῶσαι δι' ἐκεί νους ἑαυτῷ τοὺς οἰκείους, ἐκείνους δὲ μὴ ὅπως χάριν ἔχειν, ἀλλὰ καὶ προσαφορίζειν. Τότε δὲ καὶ διαλύειν ἤθελε τὰς σπονδάς, κἂν διελύοντο, εἰ μή τι προσίστατο τῇ βουλῇ· αὐτὸν μὲν γὰρ πολλὰ παθεῖν διὰ ταῦτα καὶ μόλις ἀνύσαι, κἂν ἐξαπιναίως λύοι παλινῳδῶν, ἐπιστάντος καὶ αὖθις καιροῦ τοῦ 639 ταῦτα ζητήσοντος, μὴ ἂν ἀνυστὰ γενέσθαι τὸ σύνολον· χωρεῖν δὲ καὶ ἄλλως καὶ εἰς μεταβολὴν τὰ τῆς ἐκκλησίας πράγματα, τοῦ Ἰωσὴφ ἐπικαταστάντος· αὐτὸν μὲν οὖν καὶ εἰρηνικὸν εἰς ἅπαν εἶναι, καὶ μηδὲν ἐξ αὐτοῦ πιστεύειν τῶν ἀνηκέστων γίνεσθαι, οὐ μὴν ἀλλ' ἀνάγκην εἶναι φανῆναι καὶ τοὺς κινήσοντας. Καὶ ταῦτ' οὐχ ἁπλῶς ὑποπτεύων ἔλεγεν, ἀλλά γε τὸ πρὸ τούτων συμβάν, ἀνὰ τὸν Σάγγαριν διατρίβοντος, δειλιᾶν ἐποίει περὶ τῶν ὅλων τὸν βασιλέα, εἴ πως ὡς ἐπισφαλῆ τὰ συγκείμενα διαλύσειεν.
569.21.1
Περὶ τῶν διαθηκῶν τοῦ πατριάρχου Ἰωσήφ. Ὁ μὲν γὰρ Ἰωσήφ, προσδοκήσιμος ὢν ἐπὶ τῷ θανεῖν, τὰς διαθήκας ἐξήνυτεν· ἦν δὲ χρεία μεμνῆσθαι καὶ βασιλέως καὶ τῆς ὑπὲρ ἐκείνου εὐχῆς. Καὶ ἐμέμνητό γε καὶ ηὔχετο, οὐ μὴν δὲ καὶ προσετίθει τὸ ἅγιος, ὃ σύνηθες ἔχειν ὡς χρισθέντας μύρῳ τοὺς βασιλεῖς. Ὁ δὲ βασιλεὺς πεμφθείσης ἰδὼν οὕτως ἐκείνην ἔχουσαν ἐδυσχέραινε· καὶ γράφει μὲν πατριάρχῃ, γράφει δὲ καὶ τῷ τὴν πόλιν ἐπιτετραμμένῳ, μανθάνειν ἐρωτῶντας πῶς τοῦτο πέπρακταί οἱ καὶ ἐφ' ὅ τι τῆς βασιλείας κολούει τὸ ἅγιος. «Μήπως ὡς ἀνάξιον, φησί, μὲ κρίνων τῆς ἁγιστείας οὕτω γράφει;» Γέγραπται δ' ὑπὲρ τούτων καὶ τῷ τῆς Ἀντιοχείας πατριάρχῃ τῷ Πρίγκιπι. Οἳ καὶ πέμψαντες ἐπυνθάνοντο τὴν αἰτίαν τοῦ οὕτω γράφειν, ὡς θέλοντος γνῶναι καὶ βασιλέως. Καὶ ὃς μετε τίθει τὴν τούτων αἰτίαν εἰς τοὺς ἀμφ' αὑτὸν μοναχοὺς καὶ εἰς πίστιν ἄλλην προῆγεν οὕτως ἔχουσαν ἐπὶ πᾶσι, πλὴν προσκειμένης ἐκεῖ καὶ τῆς ἁγιότη τος. Ταύτην γοῦν ἐμφανίζων, ἔλεγε γράφειν τὸ πρότερον, ἐπεὶ δὲ οἱ περὶ αὐτὸν σκανδαλίζοιντο, μετεγγράφειν ἐσαῦθις τὴν ἐς χεῖρας ταύτην γεγονυῖαν τῷ βασιλεῖ. Οὕτως ἦν ἐκεῖνος εἰρηνικὸς ἐφ' ἅπασιν. Ἀλλὰ τοὺς περὶ αὐτὸν ὑποπτεύων ὁ βασιλεύς, ἅμα δὲ καὶ τοῦ μὴ δόξαι συνιστᾶν τὴν καθ' αὑτοῦ κατηγορίαν, ὡς κατὰ χλεύην καὶ οὐ πρὸς ἀλήθειαν ποιησάμενος, τὰ περὶ τούτων τοῖς ἐφεξῆς καιροῖς τῷ τέως ἀνήρτα. 641
569.22.1
Ὅπως συνέβη τὰ κατὰ Βελλάγραδα. 641 Ἐν τούτοις δ' ὄντος τοῦ βασιλέως, καὶ τὰ κατὰ τὰ Βελλάγραδα διηγγέλ λοντο. Ἀλλ' ἀναληπτέον μικρὸν ἄνωθεν. Ἰλλυριοὶ μὲν οὖν, βασιλέως ἀποστατήσαντες, καθ' αὑτοὺς ἦσαν· περισχόντες δ' ἐρήμην πόλιν τὴν Δυρραχίου ἐκ τοῦ προγεγονότος σεισμοῦ, ἀνακτίζουσί τε καί τινας συναποστάτας σφίσιν ἐκεῖ κατοικίζουσι. Τῷ ῥηγὶ δὲ Καρούλῳ, ἐξ ἐγγίονος γειτονήματος τοῦ ἀπὸ τῶν Κανίνων, φιλίως εἶχον καὶ κατὰ συνθήκας εἰρήνευον. Τὰ μέντοι γε Κάνινα πάλαι μὲν ἦσαν τοῦ Φιλίππου ἀμηραλῆ, ἀνδρὸς δυναμένου πλεῖστα, ὃν καὶ Μιχαὴλ δεδιὼς ὁ δεσπότης, καὶ μᾶλλον ἰσχύσαντος καὶ κατὰ τοῦ Μαφρὲ τοῦ Καρούλου, ὡς καὶ ἀποκτεῖναι καὶ τὴν ἀρχὴν ἐκείνου λαβεῖν συμ μαχίᾳ πλείστῃ τῆς ἐκκλησίας, κήδει εἰσποιεῖται, καὶ τὴν πάλαι τῷ Σφραντζῇ συνοικήσασαν, ἀδελφήν γε οὖσαν τῆς αὐτοῦ γυναικός, κεχηρωμένην ἐκείνου, πέμψας συναρμόζει οἱ, ἐκχωρήσας αὐτῷ καὶ Κανίνων καὶ Κορυφοῦς. Ὡς δὲ δόλῳ κακῶς ἀπεκτόνει, πέμψας τοὺς ἐξ ἀδήλων κατοϊστεύσοντας, καὶ τὸ δρᾶμα ἠνύετο καὶ ὁ ἀμηραλῆς ἐτεθνήκει, ἠβούλετο μὲν κατασχὼν Κάνινα ἔχειν, ἐμποδὼν δ' ἦσαν οἱ ἐν ἐκείνοις εὑρισκόμενοι Ἰταλοί, οἳ καὶ τὸν τῆς ἥττης συνδιαγαγόντες καιρόν, αὖθις ἀπέκλιναν πρὸς τὸν Κάρουλον. Κάρουλος δὲ πέμψας κατωχύρου τε τὸ φρούριον καί, ὡς ἰδίῳ χρώμενος, ἐκεῖθεν ἐξορμᾶν τοὺς αὐτοῦ κατὰ τῆς τῶν Ῥωμαίων ἠβούλετο. Τότε τοίνυν ἐθάρρυνε μὲν ἐκεῖνον καὶ ἡ τῶν Ἰλλυριῶν ἀποστασία· ἔχων δὲ καὶ τὸν κότον ἀρχῆθεν, ὡς ἐκκρουσθεὶς ταῖς τοῦ βασιλέως μηχαναῖς τῆς ἐπὶ τὴν πόλιν ἐκπλοίας, λαὸν ἱκανὸν ἐκ Βρεντησίου ἅμα μὲν ἱππότην, ἅμα δὲ καὶ πεζόν, ὡς εἰς τρεῖς χιλιάδας ποσούμενον, διαπεραιοῖ τὸν Ἰόνιον· οἳ δὴ καὶ καταλαβόντες τὰ Κάνινα καί, ὡς εἶχον ἐνσκευασάμενοι, οὕτως ἐκεῖθεν ἐξώρμων ὡς τῇ κατὰ σφᾶς τόλμῃ οἴεσθαί τινας μέχρι καὶ πόλεως Θεσσαλονίκης, ἔτι δὲ καὶ πόλεως αὐτῆς, πεζῇ ξυμβαλεῖν. Ἐπὶ τοσοῦτον δ' ἐθάρρουν τῇ κατ' αὐτοὺς δυνάμει ὥστε καὶ κατ' ἐλπισμὸν τὸν κρείττω διαμερίζειν καὶ χώρας καὶ πόλεις ἑαυτῷ ἕκαστον τῶν προὐχόντων. Ἐξῆρχε δὲ τούτων ἁπάντων ὁ καὶ τῷ φρονήματι τοὺς πάντας ὑπερφερόμενος Ῥὼς Σολυμᾶς, μέγιστος μὲν ἡλικίᾳ, σοβαρὸς δὲ ταῖς τῆς ψυχῆς καταστάσεσιν, ὑπέροφρυς δὲ ταῖς ἐντυχίαις, ξανθὸς τὴν τρίχα καὶ ὑπεραυχὴς ἐκ ψυχικοῦ τινος 643 ἐκθέρμου κινήματος· οἶμαι δὲ κἀντεῦθεν τὴν ὀνομασίαν σχεῖν, παρὰ τὴν πρὸς Ῥὼς ὁμοιότητα. Προαχθέντες τοίνυν ταῖς τόλμαις, οἱ Ἰταλοὶ ἐπὶ τὰ Βελλάγραδα πρῶτον ὥρμων, ὡς ἐξ αὐτῆς αἱρήσοντες. Τὸ δέ γε φρούριον, ἔνθεν μὲν τὸν οὕτω πως λεγόμενον ἐπιχωρίως Ἀσούνην ποταμὸν προϊσχόμενον, ἐπίκειταί οἱ κατὰ πλευράν, πλὴν οὐκ ἐπ' ἀγχωμάλου, ἀλλ' ἐκκρεμὲς πλημμυροῦντι κάτω γεωλοφούμενον, οὗ δὴ καὶ ἔξωθεν ἐμβόλῳ τινὶ σκευαστῷ, ὡς μὴ τοῖς ἐπιτιθεμένοις ἐμποδὼν ἱσταμένοις κωλύοιντο, ὑδρεύονται ὁσημέραι τοῦ ποταμοῦ πίνοντες· τόσον δὲ τῷ φρουρίῳ ὁ ποταμὸς παράκειται ὥστ' ἀπὸ ἐγγίονος θέας τοὺς ἐντὸς σαρίτταις ἀπείργειν τοὺς ἐμποδίζοντας καί γ' ὡς πελταῖς τῷ σκεπάσματι τοὺς ἐφ' ὕδωρ ἰόντας χρῆσθαι. Ἐπὶ θάτερα δὲ τούτου λόφος ἕτερος ὑπερανέχει, τῆς πεδιάδος καταντικρὺ κείμενος, οὗ δὴ καὶ Βοώσης λεγόμενος ποταμὸς ἄλλος, πλημμυρῶν κατὰ μέσην, ἀπείργει τὰ Κάνινα. Παμπληθεὶ γοῦν ἐκεῖνον περαιωσάμενοι, κατασχόντες τὸν λόφον, μετεώρους ὄντας ἐπὶ τῷ μέλλοντι φόβῳ, τοὺς τοῦ φρουρίου περικαθίζουσι καὶ δή, ἐπιστήσαντες μηχανήματα πετροβόλα, ἐκεῖθεν βολαῖς ἰσχυραῖς ἐκάκουν τὸ τεῖχος. Ἡ τούτων γοῦν φήμη ἀπτέρῳ τάχει μέχρι δὴ καὶ βασιλικῶν ἀκοῶν φθάνει καὶ αὐτίκα τοὺς λογισμοὺς ταράσσει τῷ βασιλεῖ καὶ περὶ τῶν ὅλων τετρε μαίνειν ποιεῖται. Θυμῷ γὰρ συγκράτους τόλμας πῦρ ἐλαίῳ μιγνύμενον ἤν τις λέγοι, οὐκ ἂν τῆς εἰκόνος ἁμάρτοι· οὐδὲ γὰρ ἄλλο τις εἶχε τοπάζειν ἐκεῖνο ἢ τὰς ἐπισχεθείσας δυνάμεις ἐκ μηχανῶν τόσων διὰ θαλάσσης μηδὲν ἰέναι, ταύτας ἤδη διὰ ξηρᾶς εὐοδεῖν, πλέον ἐχούσας ἐκείνου τὸ δύνασθαι τῷ ἀπ' αὐτῆς βαλβῖδος τῆς μάχης κερδαίνοντας ἀποζῆν. Τῷ τοι καὶ καταφεύγειν μὲν ἐπὶ Θεὸν ἔγνω, ἑτοιμάζειν δὲ καὶ δυνάμεις τὰς ἀποχρώντως πρὸς τόσον ἀνθεξούσας πλῆθος, ὡς ἅμα τῷ φανῆναι στῆναι, σφαλέντας κἀκ τῆς πρώτης πείρας τὸ πρόσω μαθόντας ἄβατον. Τὰ μὲν οὖν πρὸς Θεὸν οὕτως ἐξητοι μάζετο· παρήγγελτο γὰρ πατριάρχῃ τε καὶ ἀρχιερεῦσι συνάμα παντὶ τῷ κλήρῳ πρῶτον μὲν πάννυχον ἱκετείαν πρὸς Θεὸν κατ' ἐκείνων ποιήσασθαι, 645 εἶτα δὲ ἅμ' ἕῳ πατριάρχην τε καὶ σὺν αὐτῷ ἓξ ἄλλους τῶν προὐχόντων ἀρχιερέων, τὰς ἱερὰς στολὰς ἐνδυθέντας, τῶν λοιπῶν ἐκεῖσε θεοκλυτούντων, ἐπιτελεῖν εὐχέλαιον, φακέλλους δὲ παπύρων ποιήσαντας, τῷ καθαγνισθέντι ἐλαίῳ βάπτειν καὶ οὕτω διδόναι τοῖς ταῦτ' ἀπάξουσι πρὸς τὸ στράτευμα, ὥστ' ἀποχρῶντ' εἶναι τῷ τῶν στρατιωτῶν πλήθει, ἐφ' ᾧ ἓν ἕκαστον τῶν παπύρων ἕνα κρατοῦντα ὁμόσε χωρεῖν τοῖς ἐχθροῖς. Ταῦτ' ἐπετέτακτο καὶ τὴν ταχίστην ἐπέπρακτο, καὶ οἱ θεῖοι φάκελλοι τῶν παπύρων, σκεύεσιν ὑελίνοις ἐμβεβλημένοι, ἅμα μὲν μετ' εὐχῆς, ἅμα δὲ καὶ μετ' ἀσφαλείας ἐπέμποντο. Βασιλεὺς δὲ τὸν αὐτοῦ γαμβρὸν Μιχαὴλ τὸν δεσπότην καὶ τὸν μέγαν δομέστικον τὸν Ταρχανειώτην καὶ αὐτὸν Μιχαήλ, ἔτι δὲ καὶ τὸν μέγαν στρατοπεδάρχην τὸν Συναδηνὸν Ἰωάννην καὶ τέταρτον σὺν τούτοις τὸν ἐκτομίαν Ἀνδρόνικον, τατᾶν μὲν τῆς αὐλῆς ὄντα τῷ τότε, Ἠονοπολίτην δ' ἐπικεκλημένον, ἐγχειρίσας δυνάμεις ἱκανὰς πρὸς τοὖργον, ἐκπέμπει, ὀρρωδίαν μὲν πᾶσαν ἐξ αὐτῶν ἐκβάλλων, θάρρος δ' ἐντιθεὶς πλεῖστον ταῖς ἀπὸ τῶν εὐχῶν τῶν ἱερέων συνάρσεσιν. Οὗτοι μὲν οὖν ἀπελθόντες ἀπωτάτω ὅσον ἦν ἐγχωροῦν ἐστρατοπεδεύοντο καὶ προσβαλεῖν μὲν ἐξαπιναίως οὐκέτ' ἐτόλμωνἀλογίστῳ γὰρ ἀντισχεῖν θράσει ἐδόκουν, καὶ μᾶλλον οἱ περὶ τὸν μέγαν δομέστικον, ᾧ δὴ καὶ τὸ πᾶν ἐπιτέτραπτο, ἀεὶ προμηθείας θρόνον τιμῶντα, σιταρκεῖν δὲ ἤδη λιμῷ ἐκλελοιπότας τοὺς τοῦ φρουρίου τοὺς πειράσοντας ἔγνωσαν ἀποστέλλειν. Ἐῴκει γὰρ καὶ ὁ παραρρέων τὸ φρούριον ποταμὸς τὰ πολλὰ ξυλλαμβάνειν σφίσιν, ἅμα μὲν δι' αὐτοῦ φορτηγούντων νυκτός, ἅμα δὲ καὶ τῷ κατὰ χρείαν ὑδρεύσεως ἐμβόλῳ πρὸς τὴν ἐπὶ τὸ φρούριον ἀναγωγὴν τῶν φορτίων ἐν ἀσφαλεῖ χρησομένων τῶν ἐπὶ τῷ σιταρ κεῖν τεταγμένων. Ταῦτα διανοηθέντες, τὰς φορτηγοὺς εὐτρεπίσαντες καὶ ἱκανὰ νηησάμενοι, τῷ ποταμῷ πιστεύοντες, ἔπεμπον, καὶ τοὺς παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ αὐτάρκεις πρὸς μάχην τῶν ἐπιθησομένων τάξαντες. Τοῦτο γινόμενον μὴ λαθὸν ἐκμαίνει τοὺς Ἰταλούς, καὶ ἐπισχεῖν, ὡς ἂν οἷοί τ' ἦσαν, ἐξέθορον. Οἱ μὲν οὖν, παρὰ θάτερα τοῦ ποταμοῦ Ἀσούνη σταθέντες, 647 ἕτοιμοι ἦσαν ἐπιόντας ἀμύνεσθαί τε καὶ κωλύειν τὴν σιταρκίαν, λιμῷ μᾶλλον τὸ φρούριον ἐλπίζοντες παραστήσασθαι· ὁ δέ γε Ῥὼς Σολυμᾶς, συνάμα τοῖς περὶ ἐκεῖνον, πλείστοις καὶ ἰσχυροῖς οὖσι, διέγνω, τὸν ποταμὸν διαπε ραιωσάμενος, τοὺς παρὰ τὸ χεῖλος ἐπὶ φυλακὴν ἰόντας καταγωνίζεσθαι. Καὶ δή, τῷ ῥεύματι μεθ' ὁρμῆς ἐμβαλόντες πλείστης, ἱστῶσί τε τὴν τοῦ ὕδατος ῥύμην καὶ κατὰ θάτερα τὴν ταχίστην γίνονται, φριμαγμοῖς καὶ μόνοις τῶν κατὰ σφᾶς ἀγερώχων ἵππων καταπλήξειν τὸ ἀνθιστάμενον ἅπαν οἰό μενοι. Ὡς γοῦν τῷ θάρρει προπηδῶντες εἰκαίως ἐπὶ τοὺς πεμφθέντας ἐξώρμων, οἱ μὲν πρὸς μὲν τὴν πρώτην ἐμβολήν, τοῦτο μὲν φυλαττόμενοι, τοῦτο δὲ καὶ τεχνιτεύοντες, ἐπιεικῶς εἶξαν, ἐπιτήδειον δ' εὑρόντες τόπον, μετὰ βάρους ὅπλων ἰόντας κατωΐστευον. Κἀκείνων μὲν ἐφικνεῖσθαι τῶν ἀδυνάτων ᾤοντο, ἐπείρων δὲ βάλλοντες τοὺς ἵππους, εἴ πως κατευστοχή σαντες τοὺς ἐπὶ τῶν ἵππων γαννυμένους πεζοὺς ἀποδείξαιεν. Ἐτρώθησαν γοῦν καὶ ἄλλοι τῶν ἵππων, τιτρώσκεται δὲ καὶ ἡ τοῦ Ῥὼς Σολυμᾶ, πλὴν οὐ καιρίως, ὥστε καὶ ἐξαπιναίως καταπεσεῖν. Ὅμωςτὸ γὰρ βέλος ἤπειγεκαὶ τοῦ πολλοῦ θράσους καθυφεῖτο καὶ τὸν ἐπιβάτην εἰκαίως ἔφερεν, ὥστε καὶ σιτοδοχείῳ κατὰ γῆς προσπαῖσαι ἀνεῳγότι, συμποδισθῆναί τε καὶ τὸν ἐπιβάτην καταβαλεῖν. Οἱ δὲ μὴ δυνάμενον κινηθῆναι τὸν σοβαρὸν περιστάντες χερσὶν ἁλίσκουσι. Φημίζεται γοῦν παραυτά, ἔνθεν μὲν τοῖς τοῦ βασιλέως, ἐκεῖθεν δὲ τοῖς κατὰ τὸ φρούριον, ἡ ἐκείνου ἅλωσις. Καὶ οἱ μὲν ἐν χερσὶν εἶχον τὸν τέως μέγα σοβαρευόμενον, οἱ δὲ τοῦ φρουρίου, καὶ πρὸ τοῦ τοὺς ἀγγελοῦντας παραγενέσθαι, ἐφηδόμενοι τοῖς ἐκτὸς τὴν ἅλωσιν ἤγγελλον. Ἅμα γοῦν ἕῳ οἱ ἐντεῦθεν συνησπικότες, κρατοῦντες ἕκαστος καὶ τὸν θεῖον ἐξ ἐλαίου πάπυρον, περαιωθέντες τὸν ποταμόν, τεταραγμένοις ἐμπί πτουσι καὶ ἅμα πρὸς φυγὴν τρέπονται. Οἱ μὲν οὖν, κατὰ στόμα παιόμενοι, διεφθείροντοοὐ γὰρ πρὸς τὸ ἀντισχεῖν, ἀλλὰ πρὸς τὸ μαθεῖν μόνον τί τὸ γινόμενον ἐτρέποντο κατὰ πρόσωπον, οἱ δέ, κατὰ νώτου πληττόμενοι, διωλίσθαινόν τε τῶν ἵππων καὶ πίπτοντες ἔθνῃσκον, ἔστι δ' οὗ καὶ ζῶντες συνελαμβάνοντο. Σπουδὴ γὰρ ἦν τοῖς μὲν τὸν ποταμὸν Βοώσην φθάσαι καὶ περαιωθεῖσι σωθήσεσθαι, τοῖς δὲ τοῦ βασιλέως τὰς ἐπὶ τὸν ποταμὸν αὐτῶν ὁρμὰς διακλείειν προφθάνουσι. Καὶ δέει τοῦ μὴ κωλυθῆναι παντάπασιν, αὐταῖς σκευαῖς καὶ γυναιξὶν ἐνειλούμενοι καὶ ὁ ἐπιὼν τὸν προϊόντα κατα πατῶν τε καὶ κατασποδῶν, αὐτοὶ παρ' ἑαυτῶν τὰ πλεῖστα ἐσφάλλοντο· πολλοὶ δὲ καὶ ὑπετέμνοντο οἱ ἱππεῖς πρὶν φθάσαι τὸν ποταμόν, καὶ ἔργον 649 εὐζώνου πεζοῦ ἱππεὺς ἐγένετο σοβαρός, ὡς ἁλίσκεσθαι μὲν πλείστους, ἅμα δ' ἑαλωκότας ἀπάγεσθαι πρὸς τὸ φρούριον, καὶ πάλιν ἄλλους καὶ ἐπ' ἐκείνοις ἄλλους, καὶ οὕτως ἐφεξῆς τοὺς μὲν φονεύεσθαι, τοὺς ὀνομαστοὺς δὲ συλλαμ βάνεσθαι, μέχρις οὗ καὶ τὸν ποταμὸν Βοώσην φθάσαντες, οἱ μὲν ἑκοντὶ ἑαυτοὺς ἐρρίπτουν κατὰ τοῦ ῥεύματος, τὸ ἐξαπολωλέναι προτιμῶντες τοῦ μετ' αἰσχύνης πεσεῖν εἰς χεῖρας Ῥωμαίων, οἱ δέ, βίᾳ τὸν ποταμὸν διεκπαίοντες, ἐκ πολλῶν ὀλίγοι, πρὸς τὸ τῶν Κανίνων φρούριον διεσῴζοντο φεύγοντες, γυμνοί τε καὶ ἄοπλοι καὶ πεζοί, οἱ πρὸ μικροῦ σοβοῦντες καὶ ὡς νοσσιὰν τὴν Ῥωμαΐδα καταλαβεῖν κατ' ἐλπισμὸν ἔχοντες.
569.23.1
Θρίαμβος τῶν ἑαλωκότων κατὰ τὰ Βελλάγραδα. Ἄξιον δὲ μηδὲ τὸν ἐκείνων θρίαμβον τὸν ἐν τῇ πόλει γεγονότα παραδρα μεῖν. Ἐπειδὴ γὰρ κατὰ κράτος ἐνίκων οἱ βασιλέως, μᾶλλον δὲ καὶ ἀκονιτὶ τὰ θαυμαστὰ κατὰ τῶν ἀλαζόνων κατώρθουν, τοὺς μὲν πεσόντας ἐσκύλευον, πλοῦτον συλλέγοντες ὅπλων τε καὶ ἐνδυμάτων καὶ ἵππων καὶ σκευῶν παντοίων ἐξησκημένων, τοὺς δέ γε ζῶντας αὐτούς τε καὶ ἵππους αὐτῶν ἐπισυναθροίσαντες καὶ τοὺς μὲν πέδαις ἀφύκτοις δεσμήσαντες, τοὺς δ' ἀνέντες εἰς ὑποζύγια, σφίσι τὴν στρατιὰν ἀναλαβόντεςοὐδὲ γὰρ εἶχον ἐντεῦθεν δεδιέναι, πανστρατιᾷ ἑαλωκότων, ἐς βασιλέα μετά γε τροπαίων λαμπρῶν ἀνεζεύγνυσαν, θέα ὄντως φιλορρωμαίοις πανθαύμαστος. Ὁ γοῦν βασιλεύς, ὑποδεξάμενος μὲν τοὺς ἰδίους, μαθὼν δ' ἐς τὸ ἀκριβὲς τὰ πραχθέντα, ἔτι δὲ καὶ ἰδὼν ἕκαστον αὐτοῖς ἵπποις τε καὶ σκευαῖς, τοῖς μὲν κατεσκληκόσι καὶ μόνοις ὀστέοις καὶ δέρμασι τὴν πάλαι δεικνύουσιν εὐκληρίαν, ταῖς δὲ διερρωγυίαις, οὐκ αὐταῖς ἴσως αἷς καὶ πρώην ἐχρῶντο, ἀλλὰ ταῖς τυχούσαις καὶ αἷς ἂν ἐκείνους ἐπολυώρουν οἱ ἐλεοῦντες, καί γε στιχηδὸν διεληλακότας κατανοήσας, σώματα στυγνὰ μὲν τῷ τότε καὶ οἷα μηδὲ σώματ' ἄν τις εἶπεν, ἀλλὰ σκιὰς τῶν πάλαι γιγάντων, ψυχὰς δὲ τῷ μὲν κατὰ σφᾶς πάθει καὶ λίαν καμπτομένας, τῇ δὲ τῶν προσώπων τάσει καὶ τῷ τοῦ φρονήματος ἐμβριθεῖ τὴν πάλαι δηλούσας ἐλευθερίαν, ἐπε κάμφθη μὲν τοῖς κατ' ἄνθρωπον συναντήμασι, χεῖρας δ' αἴρει πρὸς τὸν Θεὸν καὶ ὁμολογεῖ τὴν χάριν τρανῷ στόματι καί γε, θέλων ἀνάγραπτα θεῖναι, 651 προστάσσει γράφεσθαι τοῖς τῶν ἀνακτόρων τοιχίσμασι, πλὴν οὐκ αὐτὰ καὶ μόνα, ἀλλ' ἃ δὴ καὶ ἀρχῆθεν Θεοῦ γέγονεν ἐλεοῦντος· κἂν ἐκεῖνα μὲν καὶ αὖθις ἐν προστώοις γεγράφατο, τὰ δ' οὐκ ἔφθασαν τελεσθῆναι, ἐπελθόντος τῷ βασιλεῖ τοῦ θανάτου. Ἐκείνους δέ, τὴν τοῦ Θεοῦ χάριν δεικνύναι θέλων ἐπὶ πάντων, οὐκ αὐτὸς μεγαλιζόμενος τοῖς πρωϊζὰ τελεσθεῖσιν, οἷά τις ἀπειρόκαλος καὶ μικρόψυχος, ἀλλὰ μᾶλλον Θεὸν μὲν εἰδὼς αἴτιον, Θεὸν δὲ καὶ μεγαλύνειν προθέμενος, θρίαμβον προστάσσει καταγαγεῖν. Ὁ δ' ἦν· ἵστατο μὲν ἄνωθεν ἐξ ἀπόπτου ὁ βασιλεὺς ἐν τοῖς ἀνακτόροις τῶν Βλαχερνῶν, πρὸς τὸ κατὰ θάλασσαν δυτικὸν ἀφορῶν, ἐφ' ᾧ ἅμα μὲν θεῷτο, ἅμα δ' εὐσύνοπτος εἴη τοῖς θεωμέ νοις. Ἤγοντο δὲ στιχηδὸν ἐκεῖνοι καθ' ἕνα, ὡς εἶχεν ἕκαστος ἐφ' ἵππου κατὰ θάτερα τῶν πλευρῶν καθήμενος. Ἐδίδοτο δ' ἑκάστῳ κρατεῖν καὶ κοντὸν ἐκ παπύρου ἤ τινος ἄλλου εἰκαίου, ὡς τρόπαιον πάντως τοῦ κατὰ σφᾶς πταίσματος. Ὄχλος δὲ παρ' ἑκάτερα πλεῖστος ἵστατο, οἱ μὲν τὰ τῆς τύχης ἐποικτιζόμενοι καί γ' ἐλεοῦντες εἰκαίως ἀγομένους τοὺς μεγιστᾶνας, οἱ δὲ καὶ ἐπιμωκώμενοι, δεικνύντες οἷον ἐς ὁπόσον φέρει ἡ μετ' ἀνοίας ἀπόνοια, ἣ μικρὰ μὲν σαίνει, μεγάλα δὲ τὰ κακὰ φέρει· ἄλλοι δὲ καὶ συρίττοντες, οἷα τὰ τοῦ πλήθους, ἐχλεύαζον. Τρυφὴ δὲ ἦν αὐτοῖς ἡ τῶν ἁλωμένων πομπή, οὐ τόπον ἐκ τόπου μεταλαμβάνουσιν, ὡς δῆθεν μεταφερομένων καὶ κενὸν σφῶν ἀφιέντων τοὔπισθεν· ἀλλ' ὁ μὲν ἤγετο, ὁ δ' ἐπήγετο, καὶ τρυφὴν ἱκανὴν ὁ πρῶτος τοῖς φιλοθεάμοσι παρασχὼν τῷ μόνῳ φανῆναι, ἀπὼν οὐκ ἐλύπει, ἑτέρου διαδεχομένου τὸν τόπον καὶ τὴν τάξιν τοῦ τέρψαντος. Μᾶλλον μὲν οὖν καὶ ἀεὶ νέον ἐπιόντες τῷ ἄλλος καὶ ἄλλος φαίνεσθαι κατὰ τὴν ἐν τῷ κύκλῳ κατατομήν, ἔτερπον τῷ καινῷ πλέον τοὺς θεωμένους. Ἦν δ' ἄρα μὴ μόνον ἀοιδὴ νεωτάτη ἐπίηρος τοῖς ἀκούουσιν, ἀλλά γε καὶ νέα θέα ποικίλη τοῖς ὁρῶσι τρυφή. Ἀντίπαις γὰρ ἐπὶ νέῳ καὶ νέος ἐπὶ παρηβηκότι καί γε γυμνὸς ἐπ' ἐνδεδυμένῳ καὶ ἀκαλυφὴς ἐπὶ καλύπτραν 653 φέροντι καὶ κατηφιῶν ἐπ' ἀγερώχῳ καὶ ἀλαπαδνὸς ἐπ' εὐσωματοῦντι καὶ καταπεπτωκὼς τῷ πάθει ἐπὶ τῷ λογισμοὺς ὀρθοὺς φέροντι ἐποίκιλλον τὰ τῆς θέας καὶ ὀφθαλμοὺς εἱστίων τῶν συμμιγῶν ὄψεων. Οὐδὲ γὰρ ἐς ὀλίγον ἡ σχοινοτενὴς ἐκείνη σειρὰ τῶν ἀνδρῶν, ἀλλ' ἐς ὅτι πλεῖστον συχναῖς ἑκατοστύσι διείληπτο. Ἕκαστος δ' ἰόντων, ἐπὶ τὸ παρ' ἑκάτερα τοῦ βασιλέως γινόμενος, καὶ ἄκων ἐδίδου, κύπτων ἐξ ἐφεστρίδος, τῷ βασιλεῖ τὴν προσκύνησιν, μορφάζων τὸ ταπεινὸν καὶ τὸ τῆς ψυχῆς οἰδαῖνον μετασχημα τίζων εἰς ἱλαρότητα. Οὕτω μὲν οὖν εἰσελθόντες τὴν πόλιν καὶ διὰ μέσης ταύτης ἐξ ἄκρων εἰς ἄκρας τοῖς κατὰ σφᾶς ἀνιαροῖς ἐμπομπεύοντες, τῇ τοῦ Ζευξίππου δίδονται φυλακῇ, χλεύη μὲν τοῖς τυχοῦσιν, ἐλεεινοὶ δὲ τοῖς ἐπιεικεστέροις γινόμενοι. Ἀλλὰ ταῦτα μὲν ἐπράχθησαν τῇδε.
569.24.1
Τὰ κατὰ τὸν ἄρχοντα τῶν Λαζῶν Ἰωάννην καὶ ὅπως αὐτὸν ὁ κρατῶν ἐπεγάμβρευσεν. Βασιλεῖ δὲ οὐ μόνον τῶν αὐτοῦ μετῆν εἰς κόσμον σφᾶς ἄγειν τὸν πρέποντα, ἀλλὰ καὶ τοὺς μηδὲν προσήκοντας κατά τινα δεσποτείαν, ὑπερῃρμένους τὰ μέτρα, συστέλλειν διὰ σπουδῆς ἦν. Καὶ τοὺς μὲν ἄλλους, δόρυ κινῶν, ἠνάγκαζε τοῖς μετρίοις χρῆσθαι, τὸ μὲν αὐτόνομον ἐκ τύχης ἔχοντας σφᾶς καὶ συμβάματος, τὸ δ' ἄλλως ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν καὶ βασιλείας δικαίοις κατωφρυῶσθαι κινδυνῶδες ἑαυτοῖς μαθόντας. Τῷ δέ γε τῆς τῶν Λαζῶν ἄρχοντι Ἰωάννῃ, παρασήμοις βασιλικοῖς ἐμπομπεύοντι, οὐ μετὸν ὅλως βασιλείας ἐκείνῳ, πέμπων πολλάκις ἐπήγγελλε τῆς μὲν καθ' αὑτὸν ἐξου σίας ἀνέδην ἔχειν ὡς βούλεται, ὀνομάτων δὲ καὶ παρασήμων βασιλικῶν φείδεσθαι· μηδὲ γὰρ ἄξιον, αὐτοῦ βασιλέως ὄντος ἐπ' αὐτοῦ βασιλείου θώκου καὶ πόλεως, καί τινας ἄλλους ἐπὶ τοῦ μείζονός τε καὶ ὑπερτάτου φημί ζεσθαι ἀξιώματος, ἀλλά, μέρος ὄντα κἀκεῖνον, ἐπισυνάπτειν τῷ ὅλῳ, μηδ' οὕτως βασιλικῇ τάξει τὴν σύγχυσιν ἐπιφέρειν. Τοῦτο γοῦν πολλάκις ποιῶν, οὐδὲν πλέον ἤνυτεν ἢ τὸ δοκεῖν μηδὲν ἔχων ἀνύτειν. Ὑπερηφάνει γάρ, 655 βάρβαρος ὤν, καὶ ὑπερεώρα τὴν πρόσταξιν καί τινας προφάσεις τοῦ μὴ αὐτὸν κατάρξαι τῆς ἐπὶ τούτοις παραβασίας, ἀλλ' ἀπὸ πατέρων ἔχειν, ἐπλάττετο. Προσέτι δὲ μηδὲ τοὺς περὶ αὐτὸν ἐᾶν ἔλεγε κολούειν οὕτως ἀξίωμα πατρικόν, ἐκ πλείστου καὶ ἐς αὐτὸν κατιόν, μηδ' ἀκλεεῖς καὶ αὐτοὺς εἶναι, τὸ μέρος εὐκλείας στερηθέντος ἐκείνου βασιλικῆς· μείω γὰρ φθόνον πεδίλων μετεῖναι κοκκοβαφῶν καὶ βασιλείας ὀνόματος τῷ τὰ μείζω ἔχοντι. Τὰ δ' ἦν, ὡς ἔλεγεν, ὑπόπτωσίς τε καὶ δουλικὴ ἐντυχία καὶ εἰρηνικαὶ σπονδαὶ πρὸς τὸ συγκεχωρηκὸς ἐφ' ἅπασιν. Ἔγνω γοῦν ὁ κρατῶν διὰ ταῦτα μετελθεῖν ἄλλως τὸν Ἰωάννην, καὶ μᾶλλον ὅτι καὶ νέον ἐπὶ τῆς ἀρχῆς καθίστατο. Κήδει γοῦν θέμενος εἰσποιή σασθαι καὶ τὸ δι' ὑποψίας εἶναι τοῦ κολούειν ἄλλως θέλειν τὴν ἐξουσίαν καὶ μὴ κατ' αὐτὸ τὸ τῆς βασιλείας δίκαιον ἐπαγγέλλειν τὴν μεταμφίασιν ἀναιρεῖνπαισὶ γὰρ οἰκείοις μὴ ἂν ἔχειν χώραν βούλεσθαι τὸ τῶν δικαίων σφίσι καθυφεικός, πρῶτον μὲν ἐκ πλείστου μεγιστᾶσι καὶ σοφοῖς τὰς πρὸς ἐκεῖνον πρεσβείας ἐκπληροῦν ἔγνω, ὡς ἂν ἅμα μὲν τῷ τῶν προσώπων ἀξιωματικῷ ἱκανοὺς τὰ ἐς πίστιν ἔχοι τοὺς λόγους δεικνύειν ὄντας, ἅμα δὲ καὶ τῇ κατ' αὐτοὺς ἐπιστήμῃ τῶν λόγων πείθειν οἷς λέγοι καὶ πᾶσαν χειρίστην ἐκκρούειν ὑπόνοιαν. Διὰ ταῦτα καὶ ὁ μέγας λογοθέτης ὁ Ἀκροπολίτης, ἔτι ζῶν, ἀπεστέλλετο, καὶ ὁ τῆς μεγάλης ἐκκλησίας μέγας οἰκονόμος ὁ Ξιφι λῖνος, μεσολαβήσοντες μὲν καὶ τὰ τοῦ κήδουςἦν γὰρ καὶ τρίτη θυγάτηρ τῷ βασιλεῖ Εὐδοκία, ἣν δὴ συναρμόζειν εἰς γάμους τῷ Ἰωάννῃ ἠβούλετο, πείσοντες δὲ αὐτὸν δὴ καὶ τοὺς περὶ αὐτόν, ἐκείνους μὲν ἐφεῖναι τῷ νέῳ τὴν πρὸς τὸν βασιλέα ἄφιξιν, αὐτὸν δέ, πιστὰς ἔχοντα τὰς ἐλπίδας ὡς ἐπὶ καλοῖς προσκαλούμενον, ἀπαντᾶν μετὰ θάρρους. Ὁ μὲν οὖν βασιλεὺς ταῦτα. Τοὺς δὲ μήτ' ἐκείνους ἐφιέναι τὸ παράπαν, μήτ' αὐτὸν προθυμεῖν ἥκειν· πολλοῖς γὰρ πρότερον χρόνοις τοὺς ἐκ γειτόνων πρὸς τοὺς ἄρχοντας αὐτῶν ἐκγαμίζεσθαι καὶ καθ' αὑτοὺς εἶναι, τὰ βασιλέως ἐν ἄστροις μανθάνοντας καί γε πρὸ τῶν ἀπ' αὐτῆς καλῶν καὶ μεγίστων τὰ κατὰ σφᾶς αἱρουμένους μέτρια. Ὡς γοῦν ποικίλαις συμβουλίαις οἱ πρέσβεις οὐκ ἔπειθον λέγοντες πάντα δεύτερα τιθεμένους τῆς σφῶν θελήσεως, πρὸς βασιλέα ὑπέστρεφον, μηδὲν τὸ παράπαν ἀνύσαντες. Οὐ μὴν δὲ καὶ ἐς τέλος πειρᾶν διαφῆκεν ὁ βασιλεύς, ἀλλά, προσαποστέλλων συχνάκις, τὸ μὲν ἠπείλει,