Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
657.1.1
τὸ δὲ καὶ τοῖς ἀφ' ἑαυτοῦ γενησομένοις ἐκείνοις καλοῖς ἐδελέαζεν, ἂν μόνον πεισθέντες ἥκοιεν. Τέλος στέλλει τὸν λογοθέτην τῶν οἰκειακῶν Ἰατρόπουλον, σὺν αὐτῷ δὲ καὶ τῆς ἐκκλησίας πρεσβύτερον, τὸν μὲν κατὰ τιμὴν τοῦ προσκα λουμένου καὶ τῶν ἀπὸ τοῦ βασιλέως καλῶν ἀγγελίαν, τὸν δὲ κατά τινα πληροφορίαν καὶ πίστιν τῶν λεγομένων, ὡς ἐπὶ τούτοις καὶ τῆς ἐκκλησίας πρεσβευούσης, μηδὲν εἰδυίας κατὰ τὸ εἰκός, ὡς ἐκεῖνος ἔπειθε λέγων, ἐφ' οἷς ἂν καὶ συνομολογοίη ψεύδεσθαι, ὥστε, παρέντας τὰς ὑποψίας, αὐτοῖς τοῖς πράγμασι κρίνειν εἰ παῖδ' ἅμα ποιεῖν ἐκεῖνον καὶ κακὸν βούλοιτο. Ταῦτα λέγοντες ἔπειθον καί, ὅρκους ταμόντες ἦ μὴν καὶ γαμβρὸν γενέσθαι τοῦ βασιλέως τὸν Ἰωάννην καὶ μετὰ πλείστων τῶν ἀγαθῶν ἐπανήξειν, καλῶς καὶ τῶν περὶ ἐκεῖνον δεχθησομένων, μακρᾶς νηὸς ἐπιβάντες, ἐς πόλιν κατήγοντο. Ἐπεὶ δὲ ὁ βασιλεὺς μὲν ἔτυχεν ἐπὶ τοῦ παρόντος ἀπών, διατρίβων ἐν Λοπαδίῳἐκεῖ γάρ, τὰ κατὰ Σάγγαριν διελθὼν καί γ' ὡς ἦν κατασφαλι σάμενος, ἔστησε τὴν πορείαν, ὡς ἐκεῖθεν κατοχυρώσων καὶ τὰς κατὰ τὴν Ἀχυράους ἄκρας, ἐκεῖνος δὲ τῶν ὁρίων τῆς Ῥωμαίων ἐπιβαίνων, βουλὴν καὶ οἱ πρέσβεις εἰσάγουσι τοῖς ἀμφὶ τὸν Ἰωάννην ἀποθέσθαι τοῦτον τὰ ἐρυθρὰ καὶ πεδίλοις μέλασιν ὑποδήσασθαι, ὡς δὴ παντὸς εὐθὺς παρὰ βασι λέως γενησομένου τοῦ κατ' αὐτὸν ἀξιώματος. Ἦν γὰρ συγκείμενον σφίσι καὶ τὰ τῆς δεσποτείας ἐκεῖνον ἀμφιβαλλόμενον σύμβολα, ἅμα τῷ παῖδα γενέσθαι, περιφανῶς ἐσαῦθις κλεΐζεσθαι. Τὸ δ' ἐπ' ἐρυθροῖς μεταλαμβάνειν τὰ ἐκ πορφύρας δίχροα μὴ καὶ ὅλως ἀπρεπὲς ᾖ, πρὸς τῷ καὶ ἄλλως δυσχερὲς φανῆναι τῷ βασιλεῖ. Ταῦτα λέξαντές τε καὶ πράξαντες, τῇ πόλει προσίσχουσι καί, κατὰ τὸν λιμένα τὸ Κέρας ἀποβάντες νηός, ξεναγοῦνται πολυτελῶς ἔν τισι τῶν κατὰ τὴν πόλιν οἰκήμασι. Καί γ' ἐφ' ἡμέραις τὸν ἀπὸ τῆς θαλάσσης ἀποσκευασά μενοι θόρυβον, ἐντολὰς δεξάμενοι βασιλέως, πρὸς τὸ Λοπάδιον γίνονται· 659 καὶ δή, τὰ εἰκότα φιλοφρονηθέντες, ἅμ' αὐτῷ βασιλεῖ, πλῷ χρησάμενοι, τὴν πόλιν καταλαμβάνουσιν. Ἤπειγον γὰρ αὐτὸν τοῦτο μὲν οἱ γάμοι τῆς θυγατρός, τοῦτο δὲ καὶ ἐκ δύσεως Τόχαροι ἀγγελθέντες ἐξέρχεσθαι, οὓς αὐτὸς βασιλεύς, Νογᾶν ἀξιώσας κατὰ τοῦ σεβαστοκράτορος Ἰωάννου, ἐκείνου πέμψαντος, ἐξεδέχετο. Τῷ τέως γοῦν, μηνὸς γαμηλιῶνος λήγοντος ἐπιστάς, τοὺς γάμους ἐτέλει τῇ θυγατρί. Ὅλον δ' ἐλαφηβολιῶνα διαγαγών, ἐξήρτυε τὰς δυνάμεις καὶ πρὸς ἔξοδον ἡτοιμάζετο.
657.2.1
Ὅπως ὁ βασιλεὺς μετεκαλέσατο Τοχάρους κατὰ τοῦ σεβαστοκράτορος Ἰωάννου. Τῷ γὰρ σεβαστοκράτορι Ἰωάννῃ οὐκ ἦν ἠρεμεῖν, ἀλλὰ καὶ αὖθις σπονδὰς ἐκείνας συγχέας, ἐπεχείρει τοῖς μὴ προσήκουσιν. Ἄλλως δ' ἐπισχεῖν αὐτὸν τῶν βουλευμάτων βασιλεὺς οὐκ ἔχωντὸ γὰρ θερμουργὸν ἐκείνου καὶ αὔθαδες μέχρι καὶ ἐς ἀποκήρυξιν ἐκεῖνον ὡς ἀποστάτην ἐτίθει, εἰ μή γε, Τοχάρους ἐπαγαγών, πᾶσαν μὲν τὴν ἐκείνου ληΐσεται, αὐτὸν δ' ἐν στενῷ καταστήσει πραγμάτων τε καὶ ἐλπίδων, εἰ τέως διαδράσει τὸν κίνδυνον, ταῦτ' ἐπὶ νοῦν στρέφων, Τοχάρους ἐπῆγεν. Εὔκαιρον δ' εἶχε καὶ τὸν ἐφεστῶτα χειμῶναχειμῶνος γὰρ καὶ σύνηθες ἐκείνοις στρατεύειν, ὃν καὶ προκα ταλαβεῖν ἠπείγετο, ὡς ἔξω πόλεως συμβαλεῖν Τοχάροις. Ἦν δὲ ἄρα τὸ μελετώμενον μέλημα μὲν ἄλλως στρατιώτῃ πρέπον ἐπιεικῶς, χριστιανῷ δὲ καὶ λίαν ἀπᾷδον· ἀσεβεῖς γὰρ ἐπὶ χριστιανοὺς ἐξορμᾶν καί γ' ἀθέους ἐφ' ἱρά, μὴ καὶ τῶν σφόδρα θείου φόβου ἀνεπιστρόφων τὸ τόλμημα ἦν. Ἀλλ' ἐκείνους μὲν ἐξῆγεν ἡ ἀπὸ βασιλέως ἀξίωσις πρὸς Νογᾶν, καὶ τὸ θέλειν πάντως ἐκεῖνον ἐξαφανίσαι καὶ χώρας ἐκείνας καὶ τὸν ἐχθρόν· οὐκ ἦν δὲ ἄρα καταρρᾳθυμεῖν καὶ τὴν Δίκην, ἀλλά, παλίμπους οὖσα, τότε μᾶλλον καὶ προηγεῖτο, ὡς μετὰ μικρὸν ὁ λόγος ἐρεῖ. Τηνίκα δέ, μουνυχιῶνος μηνὸς ἐνστάντος, ἐκεῖνος μὲν πρὸς τὴν ἔξοδον ἡτοιμάζετο, οὐ τόσον τῷ καθ' αὑτὸν πλήθει καὶ ταῖς δυνάμεσιν ὅσον Τοχάροις θαρρῶν· ἡ δ' αὐγούστα, τοῦτο μὲν ἀφορῶσα καὶ πρὸς τὸ τῆς ἐκστρατείας παράλογόν τε καὶ παρακαίριον, τοῦτο δὲ καὶ ἀρρωστίαν ἐπι κειμένην κατανοοῦσα τῷ βασιλεῖ, ἐκ τῆς κατὰ τὸ θέρος δυσπραγίας ἐπισυμβᾶσαν, καί τι τῶν ἀβουλήτων ὑπονοοῦσα, ἐπεῖχέ τε σθεναρώτερον καὶ ἐξιέναι οὐκ εἴα, οὐκ ἀφωσιωμένως, ὡς ἄν τις εἴποι, καὶ ἐκ πλαγίου, ἀλλ' 661 ἐνστατικῶς ἄγαν καὶ φανερῶς, ὡς μέγα τι κακὸν ἐξ ἀνάγκης προξενησού σης τῆς ἐκστρατείας. Καί· «Τί παθών, ἔλεγεν, ἀφειδεῖς μὲν σώματος, ἀφειδεῖς δὲ καὶ αὐτῆς ζωῆς;» Ὅν, εἰ μή τί γ' ἄλλο εἰς ὑποψίας ἂν ἐνῆγεν οὐκ ἀγαθὰς καὶ δείματα καίρια, ἀλλ' οὖν ἡ νόσος αὐτὴ καὶ τὸ μὴ εὐρώστως ἔχειν ἱκανὸν κωλύειν ἂν ἐνομίζετο. Τῷ δὲ ταῖς ἀληθείαις κατὰ νοῦν ἦν, περὶ ἑαυτῷ δειλιῶντι κἀκείνῳ, τὴν Θρᾴκην καταλαβόντα, συμμῖξαι μὲν τοῖς Τοχάροις καί γε λόγοις καὶ δεξιώσεσι διεγεῖραι, οὐ μὴν δὲ καὶ συνεκστρατεῦ σαι, ἀλλ' ὅσον ἐγχωροῦν προϊόντα σὺν σφίσιν, ἐκείνους μὲν τοῖς οἰκείοις παραδοῦναι καὶ τάξαι τὸ ποιητέον, αὐτὸν δ' ὑποστρέψαι. Ἐτεκμηρίου δὲ ταῦτα καὶ τὸ συνεξελθεῖν υἱέσι τε καὶ γαμβροῖς, ἅμα καὶ αὐτῷ δὴ τῷ πρότριτα γαμβρευσαμένῳ τῷ Ἰωάννῃ. Ἀλλ' ὅμως ὑπὸ πολλῇ τῇ παρὰ τῆς αὐγούστης ὀχλήσει καὶ ταραχῇ, ὡς μηδὲ τοῖς ἐκτὸς ἀγνοεῖσθαι τὰ δρώμενα, διορρωδού σης τὸ μέλλον ἢ μᾶλλον προφοιβαζούσης τῆς ψυχῆς ἐκείνης τὸ συμβησό μενον, ἐπιτεταραγμένως οἷον καὶ ἀνειμένως ὁ βασιλεύς, τὴν τῆς δεσποίνης ὀρρωδίαν οὐκ ἀγαθὸν οἰωνὸν κρίνων, τοῖς γνωρίμοις συνταξάμενος, ἔξεισι. Καὶ δὴ μέχρι Σηλυβρίας αὐτός τε καὶ παῖδες, ἵπποις χρώμενοι, ᾔεσαν· ἐπεὶ δὲ τὰ τῆς νόσου ἐπεδίδου καὶ οὐκ ἦν βαδίζειν ἐκεῖνον πεζῇ, ἐκεῖθεν θαλάσσῃ καὶ νηῒ διεγνώκει μέχρι Ῥαιδεστοῦ χρᾶσθαι. Καὶ ἅμ' ἐμβάντων ἠγγέλλοντο γὰρ ἐγγὺς ὄντες καὶ Τόχαροι, καὶ οὐκ ἦν ἀναβάλλεσθαι ἢ μὴν ἀμελεῖν καὶ διὰ τὴν νόσον ὑπερτίθεσθαι· ἐκακοσπλάγχνει γὰρ καὶ τῶν ἐγκάτων ἀρρώστως εἶχεν, ἅμα τοίνυν ἐμβάντων αὐτοῦ τε καὶ παίδων, στοχαστής τις ὢν τότε καὶ πρὸς τὴν τῶν μελλόντων γνῶσιν ἐξ ἀγχινοίας οἰκείως ἔχων, εὐσκόπως ἅμ' ἐξ αὐτῆς τὸ μέλλον ἂν κατετόπασεν. λ ʹ. Ὅπως, κινδυνεύων κατὰ θάλασσαν, ὁ βασιλεὺς ὕστερον ἐξελθὼν ἐτελεύτησεν. Αἴφνης γάρ, εὐδίας οὔσης, πρὸς τὸ χειμεριώτερον μετέβαλλεν ὁ καιρός, θάλασσά τε ἡ τέως ἥμερος ἐξηγρίαινε, λαμπροῦ πεσόντος τοῦ ἀπαρκτίου· καὶ οὐκ ἦν τὴν τοὺς βασιλεῖς ἄγουσαν ναῦν εὐσταθεῖν, ἀλλ' ὥσπερ ὑπὸ 663 κυμάτων ἀγρίων ἀνοχλουμένην, τῇδε κἀκεῖσε φερομένην ἀνάγωγον, μηδὲν ὑπείκουσαν τοῖς κελεύσμασιν, αὔτανδρον ὡς εἶχε καταποντίζεσθαι, ὥστε καὶ πολλάκις μὲν καταδύεσθαι, ὡς οὐκ ἐσαῦθις ἀναδυσομένην, τοσαυτάκις δὲ ἀπελπιζομένην ἀναδύεσθαι πάλιν, καὶ ναυτῶν ἀπορούντων καὶ κυβερνήτου ὅπως χρήσονται τῇ θαλάσσῃ. Τότε καὶ τὸν βασιλέα, προφανῆ τὸν κίνδυνον βλέποντα καὶ περὶ ἑαυτῷ τε καὶ πᾶσι τοῖς παισὶν ὀρρωδοῦντα, εἰπεῖν πρὸς τὸν κυβερνήτην ὡς ἀγωνιστέα καὶ ὑπὲρ δύναμιν· εἰ γὰρ μὴ κόσμον πάντα, ἀλλ' οὖν Ῥωμαΐδα πᾶσαν ἐπὶ ξύλου ἄγειν ὀλίγου, τοὺς βασιλέας ἔχοντα. Καὶ τὸν ἀπειπεῖν μὲν ὀκνεῖν, μὴ καὶ κίνδυνον ἄντικρυς ἐξαγγέλλοι, προτρέ πειν δὲ τὸν ἐξ ἑαυτοῦ λόγον τοῖς πράγμασιν, ὡς ἀναγκαῖον ὄν, εἰ μὴ Θεὸς ἀρήγοι, χανεῖν πρὸς θάλασσαν πάντας· οὕτω καὶ τέχνη ναυτικὴ πᾶσα τῶν κινδύνων ἡττᾶτο σφίσιν ἐν χρῷ κειμένων. Μόλις γοῦν, διαμαχόμενοι πρός τε κῦμα καὶ θάλασσαν ἀγριαίνουσαν καὶ πολλάκις ἐγγὺς ἐλθόντες τοῦ καταδῦναι, τῇ Ῥαιδεστῷ ἡμιθνῆτες ἐκ φόβου προσίσχουσιν. Ἐκεῖσε γοῦν ἐφ' ἡμέραις τῆς ταραχῆς ἀνέσαντες, ἵπποις καὶ αὖθις χρησάμενοι, ἐξεληλακότες μέχρι καὶ τῆς Ἀλλαγῆς χώρας κατήντησαν. Ἀλλαγὴ δ' ἦν ἐκείνη καθ' ἣν καὶ τὸ ζῆν μεταλλάττειν εἵμαρτο τῷ κρα τοῦντι· καὶ ὁ μὲν Παχώμιος φθάσας τετύφλωτο, ὡς μὴ ἐντελεῖς τὰς ὑποψίας ποιοῖτο, τὸ δέ γε τοῦ Παχωμίου χωρίον τὸ μόρσιμον ἐξεπλήρου. Ὡς γὰρ ἐκεῖσέ που κατεσκήνουν ἅμα βασιλεῖς καὶ στρατὸς καὶ ἡ νόσος ἐπέκειτο πλέον, ἔφθασαν δὲ καὶ οἱ Τόχαροι, σπεύσαντες συμβαλεῖν βασιλεῖ, βασιλεῖ μὲν οὐκ ἦν οὔθ' ἱππαζομένῳ ὁρᾶσθαι, οὔτε μὴν ὁμιλεῖν εἰς νόσον κειμένῳ, ὅτε καί, τὸν νοέμβριον ὑπογράφοντι συμβὰν τὰς τοῦ ν κεραίας συμμῖξαι, ἐπελθεῖν εἰπεῖν λέγεται ὡς ἰδοὺ συνέκλεισεν ὁ νοέμβριος. Τὸ δ' ἦν ὑπονοηθὲν ὡς συνέκλεισαν αἱ πράξεις τῷ βασιλεῖ, τῆς ψυχῆς τὸ μέλλον ὑποδηλούσης. Ἦν οὖν τῇ τοῦ ῥαΐσαι τῆς νόσου προσδοκίᾳ εἰς ἀναβολὰς τιθεὶς τὸ ἐντυχεῖν ἐπιστᾶσι τοῖς Τοχάροις· ἐπεὶ δὲ ἡ νόσος ἐκραταιοῦτο καὶ τῷ ἀπὸ ταύτης δέει καὶ ἡ ἀπὸ τοῦ ἔθνους ὀρρωδία συνῆπταιοὐ γὰρ ἦν ἄλλως ἐλπίζειν ἢ κινηθέντας ἀφανίζειν τὸ πρὸς ποσίν, εἰωθὸς ἄλλως λῃστείαις ἀποζῆν, τοῦ 665 βασιλέως μεταλλάξαντος, ἀναγκασθεὶς δὴ διὰ ταῦτα, ὁ βασιλεὺς καὶ ἀπ' αὐτοῦ σκίμποδος τῆς ὀδύνης ὁμιλεῖν σφίσιν ἔγνω, καὶ τοῖς μὲν πλήθεσιν ἄλλως ἐς χάριν ποιεῖν, τοὺς δέ γ' ἄρχοντας σφῶν εἰσαγαγεῖν τε καὶ τὰ προσήκοντα εἰπεῖν τε καὶ ἀκοῦσαι. Τότε τοίνυν καὶ παρασκευασάμενος ὡς εἰκὸς καί γε τοὺς οἰκείους ἐφ' ἑκάτερα παραστήσας, αὐτὸς καὶ βίᾳ καθήμενος ἐπὶ σκίμποδος, ὡς ὁ καιρὸς ἐδίδου καὶ τὰ κατ' αὐτὸν πράγματα ἐνεχώρουν, ὀλίγοις τισὶ λόγοις τὴν ἐκείνων ἀφωσιοῦτο θεραπείαν, χάριν μὲν ἔχειν ἐμφαί νων καὶ τῷ Νογᾷ, τὰ κατ' ἀξίωσιν ἐκτελέσαντι, χάριν δ' ἔχειν κἀκείνοις, ὡς προθύμως ἐπὶ βοήθειαν ἀπαντήσασι, δυσχεραίνειν δ' ἐπὶ τῇ νόσῳ, ὅτι μὴ καθαρῶς ἐᾷ τὴν πρὸς αὐτοὺς αὐτοῦ ἐντυχίαν γίνεσθαι, ἐν ἐλπίσι δ' ἔχειν ῥαΐσαι τῆς νόσου καὶ τὰ πρὸς θυμοῦ ἐκτελέσαι, εὖ ἐκείνους ποιοῦντα ὡς ἄξιον. Ταῦτ' εἰπόντος ἐκείνου, τοὺς Τοχάρους σχῆμα μὲν ἀλγούντων ἐνδεί ξασθαι, σχῆμα δὲ καὶ ἐλπιζόντων αὖθις ἐμφαίνειν ὡς ῥαΐσει τε τὸ πάθος μετ' οὐ πολὺ καί γε σφίσιν ἔσται τὰ ἀπὸ τοῦ βασιλέως καλὰ ὑγιαίνοντος. Καὶ οἱ μὲν ταῦτα· ἡ νόσος δὲ ἐπεδίδου καὶ τὰ ἑαυτῆς πληροῦν ἔμελλεν. Ὡς γοῦν ἡ κυρία ἐνέστη καὶ ἤδη τὰ τοῦ θανάτου, καὶ μᾶλλον τοῖς ἰατροῖς, προσδόκιμα ἦν, τῷ μὲν ἀκτουαρίῳ Καβάσιλᾳ οὐκ ἀσφαλὲς τὸ ὑπομιμνῄσκειν τὰ τοῦ κινδύνου ἐδόκεινομίζεται γὰρ τοῖς νοσοῦσι καὶ τοῦτο μοῖρα θανάτου, ὥσπερ ἂν εἰ αἴτιον ἦν ἐπὶ τούτοις τὸ λέγειν τοῦ γίνεσθαι, ἀφεῖναι δὲ πάλιν ἀπελθεῖν ἀνέτοιμον οὐ τῶν καλῶν ἐδοκίμαζε. Τῷ τοι καὶ προσελθὼν τῷ ἐξ ἐκείνου βασιλεῖ Ἀνδρονίκῳ, ἐθάρρει τὸν λόγον τῆς ἀποφάσεως, ὡς οὐ βιώσοντος ἔτι τοῦ βασιλέως. Καὶ ὃς οὐδ' αὐτὸς ὑπομιμνῄσκειν τὸ ἀπευκταῖον ἐθάρρει, ὅμως δὲ τὴν ἑτοιμασίαν σοφίζεται. Εὐθὺς γὰρ τὰ τοῦ δεσποτικοῦ θανάτου σύμβολα εὐτρεπίζονται, ἃ λαβὼν ὁ ἱερεὺς τῶν τοῦ κλήρου καὶ εὐλαβῶν, στολισθεὶς ὡς ἔδει, παρίσταταί οἱ ἀνωΐστως πάμπαν, μηδὲν εἰδότι. Ἔτυχε δὲ πρὸς τὸν τοῖχον ὁρῶν βασιλεὺς καὶ τὰ καθ' αὑτόνἦν γὰρ καὶ τοὺς λογισμοὺς ἐρρωμένοςὡς εἶχε διανοούμενος. Ἵστατο γοῦν ὁ πρεσβύτερος παρὰ θάτερα, τὰ ἅγια δῶρα κρατῶν ἐν χερσί, καί, τὴν ἀπ' ἐκείνου καὶ μόνου ἐπιστροφὴν πρὸς αὐτὸν καραδοκῶν, ἐφ' ἱκανὸν σιωπῶν ἵστατο. Ὁ δέ, εἴτε τι τοιοῦτον ὑπονοήσας, εἴτε καὶ ἄλλως ἐπελθὸν αὐτῷ, ἐπεγκλίνει πρὸς τὸν πρεσβύτερον, καὶ ἅμ' εἶδε καὶ ἅμα συνῆκε τὸ δρᾶμα, καί· «Τί, φησί, τοῦτο;» Τοῦ γοῦν ἱερέως ὡς ὑπὲρ αὐτοῦ εὐξάμενοι φέρουσιν εἰς βοήθειαν καὶ τὰ δῶρα τὰ εἰς ὑγείαν συνοίσοντα λέγοντος, αὐτὸς διακόψας ἀναθαρρεῖ καὶ τῆς κλίνης ἀνέγρεται καὶ ζητεῖ ζώνην καὶ τὸ ἅγιον διέξεισι 667 σύμβολον καί, τό· Κύριε, ῥῦσαί με ἐκ τῆς ὥρας ταύτης, εἰπὼν καὶ τὰ εἰκότα ποτνιασάμενος πρὸς τὸν Ὕψιστον, τὴν ἁγίαν μετάληψιν δέχεται καί, πεσὼν αὖθις καὶ καιρὸν ἐπισχών, τὴν ψυχὴν ἀφίησι. Καὶ δὴ τελευτήσας οὐχ ἧττον τοῖς τῶν Τοχάρων ἢ τῶν οἰκείων τετίμηται δάκρυσιν· οὗ τὸν νεκρὸν τὸ τάχος οἱ εἰς τοῦτο ταχθέντες συστείλαντες νυκτὸς παρὰ τὴν Νέαν Μονήν, ἐγγύς που τῶν ἐκεῖ κειμένην, μετακομίζουσι. Καὶ οὕτως ἀπέρχεται βασιλεύς, ζήσας μὲν τὰ σύμπαντα ἔτη πεντήκοντα καὶ ὀκτώ, βασιλεύσας δέ, ἡμερῶν δεουσῶν εἴκοσι, τὰ εἴκοσι τέσσαρα. Ὑποδεῖται μὲν γὰρ τὰ τῆς βασιλείας ἐρυθρὰ ἑκατομβαιῶνος πρώτῃ, ὡς λέλεκται, θνῄσκει δὲ σκιροφοριῶνος ἑνδεκάτῃ, ἡμέρᾳ παρασκευῇ. Καὶ οὕτω καὶ τὸ ἐπ' αὐτῷ σημεῖον ἐτελειοῦτο· ἦν γὰρ ἐκ πῖ στοιχείου τριγράμματον τὸ ἐπ' ἐκείνῳ σύμβολον. Δήλωσις δ' οἶμαι ταῦτα τοῦ τε κατ' ἐπίκλην αὐτῷ λεγομένουΠαλαιολόγος γάρ, τοῦ τόπου καθ' ὃν ἔμελλε τελευτᾶν τὰ Παχωμίου γὰρ τὸ χωρίον ἐλέγετοκαὶ τῆς ἐπιτελευτίου ἐπὶ τούτοις ἡμέρας· ἡμέρα γὰρ ἦν παρασκευὴ καθ' ἣν ταῦτ' ἐπράττετο, ἑνδεκάτη, ὡς εἴρηται, σκιροφοριῶνος τοῦ# 22 ψ αʹ ἔτους.

Intertext edge

Open linked passage

Note