Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
περὶ τῆς τοῦ βασιλέως Μιχαὴλ εἰς Κύζικον, εἶτα εἰς Πηγὰς ἀναχωρήσεως. 11. περὶ τῶν γεγονότων σει σμῶν ἐν τῷ διὰ Ῥόδου κλίματι. 12. περὶ τῶν ἐκ προσκλήσεως ἐλθόν των Λατίνων, καὶ ὁποῖα ἔδρασαν. 13. περὶ Μιχαὴλ τοῦ δεσπότου, ὅπως ὑποπτευθεὶς ἐπεσχέθη. 14. μάχη Κατελάνων καὶ Γεννουϊτῶν, καὶ φόνος τοῦ μεγάλου δρουγγαρίου. 15. περὶ τοῦ κατὰ τὴν Μαγνη σίαν τεραστικοῦ θαύματος. 16. περὶ τοῦ κατὰ τὰς Σάρδεις τῶν ἡμετέ ρων ἐκ περινοίας ἀνδραγαθήματος. 17. περὶ τῆς τοῦ βασιλέως Μιχαὴλ εἰς τὴν πόλιν ἐπανελεύσεως. 18. περὶ τῆς καταδρομῆς κατὰ τὸν Αἷμον τοῦ Σφεντισθλάβου. 19. περὶ τῆς καταδίκης τοῦ δεσπότου Μιχαὴλ τοῦ Ἀγγέλου. 20. περὶ τῆς εἰρήνης τῶν ἀποσχισθέντων ἀρχιερέων διὰ τὸν Ἀθανάσιον.
10.1.2
Διὰ ταῦτα καὶ βασιλεὺς Μιχαὴλ οὐχ οἷός τ' ὢν ἐν Περγάμῳ διάγειν, ἀπάρας ἐκεῖθεν συνάμα καὶ ταῖς περὶ αὐτὸν δυνάμεσι Κυζίκῳ ἐπιφοιτᾷ. ἀλλ' οὐδ' ἐκεῖ βραδύνει δέει προσ δοκωμένης τῶν Περσῶν δι' αὐτὸν προσβολῆς. ὅθεν κἀκεῖθεν ἀπαναστὰς ἐν Πηγαῖς παραθαλασσιδίῳ γίνεται πόλει, ὅπῃ δὴ καὶ ἐς ὕστερον λύπῃ καὶ ἀθυμίᾳ συσχεθεὶς διὰ τὰ συμβάντα νόσῳ περιπίπτει βαρείᾳ. καὶ ἐγγὺς ἦλθε τοῦ κινδυνεῦσαι, κἂν ἐκιν δύνευε (τοῖς γὰρ ἰατροῖς ἀπέγνωστο), εἰ μή γε προπεφθάκει τῆς παρθένου καὶ θεοτόκου προφανὲς ἔλεος. οὐ χεῖρον δὲ καὶ τοῦτο καθ' εἱρμὸν συνάψαι. ἔκειτο μὲν οὖν βασιλεὺς τὰ λοίσθια πνέων, εἶπέ τις· ἐπείληπτο γὰρ καὶ ἀναισθήτως εἶχε πρὸς ὅ τι καὶ ἰατροὶ ἔγνων ἐκεῖνον. μηνύματα δὲ πρὸς τὸν πατέρα καὶ βασιλέα ἡ μὲν χρεία καὶ ταχύτατα προσαπῄτει, ὁ δὲ καιρὸς ἀντέβαινεν ἀντι βαινούσης θαλάσσης, καὶ ὁ πλοῦς ἐπείχετο. τέως δὲ δυσχερῶς μεθ' ἡμέρας φθάνουσι. καὶ τὰ πεμφθέντα ἐκεῖθεν γράμματα δάκρυα μᾶλλον ἦσαν ἢ γράμματα. ἐδήλουν μὲν οὖν τὴν νόσον, ὁποία καὶ ἐπὶ ποίοις σημείοις ὅσαι ἡμέραι καὶ ὅσαι νύκτες ἡ νό σος ἀκμάζει, καὶ τίσι φαρμάκοις παρ' αὐτῶν νοσηλεύεται, καὶ τέλος ὅπως ἔχων κυρεῖ· κἂν εἴ τι βοηθεῖν ἰατροὶ ἔχοιεν, ἀπαντᾶν ἤπειγον τὴν ταχίστην, ἂν τέως καὶ ἐν ζῶσι τὸν κείμενον καταλή ψαιντο. βασιλεὺς δὲ μαθὼν τὰ πάνδεινα ταῦτα περὶ τῇ τοῦ βασιλέως ἐδυσελπίστει αὐτίκα ζωῇ, καὶ μετέωρος ἦν ἀκούειν τὸ
10.1.3
Ἐντεῦθεν καὶ ἀμφοτέρωθεν ἐστενῶσθαι τὸ Βυζάν τιον ἐκινδύνευεν, ἐξ ἀνατολῆς τε καὶ δύσεως, ὥστε ἀπόγνωσις καὶ ἀπορία πλείστη Ῥωμαίοις συνέπεσεν. ὁ δέ γε πατριάρχης Ἀθανάσιος πρὸς τούτοις καὶ τῷ λαῷ ἐπεγκαλεῖν ἐγκλήματα διηνε κῶς οὐκ ἀπώκνει, ὡς δῆθεν τὰς αἰτίας τῶν συμβαινόντων ἐντεῦ θεν ἐπερχομένας ἐκ τῆς τοῦ λαοῦ πλημμελείας. διὸ καὶ συχναὶ λιτανεῖαι παρ' ἐκείνου μετὰ μοναχῶν καὶ κληρικῶν καὶ παντὸς πλήθους ἐπετελοῦντο, καὶ συχνάκις ἐπαιτιῷτο ποῖ μὲν μοναχοῖς ποῖ δ' ἱερωμένοις ποῖ δὲ λαϊκοῖς, καὶ πρόστιμα πολλάκις καὶ φόβους καὶ ζημίας ἐπιτιθείη τοῖς ταλαιπώροις καὶ ἄλλως κακῶς ἔχουσι. καὶ ἐπὶ τούτοις ἥ τε φιλενδειξία καὶ τὸ οἴεσθαι τὴν φθο ρὰν ξυμβῆναι ἐκ τῆς τῶν προτέρων ποιμένων, καὶ μᾶλλον τοῦ μετ' αὐτὸν Ἰωάννου, ἀτημελησίας, τὸ προσηνὲς καὶ ἀγαθοθε λὲς οὕτω καλοῦντος, τὴν δ' ἐς τὸ κρεῖττον ἐπάνοδον ἐκ τῆς αὐ 582 τοῦ σπουδαιοτριβήσεως προσδοκᾶσθαι. ὃ δὴ καὶ μᾶλλον εἰς τοὐναντίον συνέπιπτεν, ὡς ἐπὶ τοῖς ὅλοις ἐπὶ τούτου τὰ Ῥωμαίων ἐφθάρθαι, ὅσον εἰς διέγερσιν τῷ οὕτως αὐτονομοῦντι. ὥστε καὶ ἐν μιᾷ λιτανεύσας κατ' αὐτὴν ἡμέραν ἑσπέρας, ἀπὸ τῆς τῶν κυνηγῶν λεγομένης πύλης μέχρι καὶ τῆς τοῦ Προδρόμου μονῆς, πᾶσαν τὴν ὑπώρειαν ἐκείνην τὸ πῦρ ἐπιλαβὸν ἐπημάθυνε, πλοῦ τον δ' ἐκεῖνον ὅσον ἐμπορικὸν καὶ πᾶσαν ἄλλην πολυτέλειαν εὐ γενῶν εἰς τὸ μηδὲν ἀπηκόντισεν· ὃ δὴ καὶ πρότερον ἐπὶ τῆς αὐ τοῦ πατριαρχείας ἐγένετο. ταύτῃ τοι καὶ διελοιδοροῦντό τινες ὡς διὰ τὴν ἐκείνου λιτανείαν γεγενῆσθαι τὴν τοσαύτην πυρπόλη σιν. ὁ δὲ τὴν ἐκείνων πρὸς τὰς ἱκετείας ῥαστώνην καὶ τὸ ἐρρα στωνευμένον τοῦ βίου καὶ ἀμελὲς ὑπὲρ πᾶν ἄλλο τῆς θεομηνίας κατῃτιᾶτο. ὁπότεροι δὲ τοῦ ἀληθοῦς κατηυστόχουν, λέγειν οὐκ ἔχω. ἀλλ' ἀφορμαὶ τῶν δικαστηρίων τῷ πατριάρχῃ ἐντεῦθεν ἐσχεδιάζοντο, οὐ μόνον πυρποληθέντων τῶν ἐν ταῖς ἐμπορίαις συμβολαίων γραμμάτων, ἀλλ' ὅτι καὶ πολλοὶ τῆς νυκτὸς ξυνδρα μόντες ἐκείνης τὰς οὐσίας τῶν ἀνθρώπων ἐξεφόρουν διαρπάζον 583 τες· ἡ γὰρ πᾶσα κρίσις ἀρχῆθεν τῷ πατριάρχῃ προσανετίθετο, τοῦ βασιλέως ἐνδόντος, τῷ μὲν φαινομένῳ διὰ τὸ καθαρὸν τῶν λημμάτων, τῷ δ' ὑπονοουμένῳ τὸ ἀπὸ πάντων αἰδοῖον καὶ φο βερὸν περιποιοῦντος τῷ κρίνοντι, ὡς ἐντεῦθεν ἐκ πρωΐας μέχρις ἑσπέρας ὀχλαγωγεῖσθαι τὸν ἱερέα, ὄχλου μυρίου ἐπὶ τὴν μονὴν τοῦ μεγάλου λογαριαστοῦ (ἐκεῖ γὰρ ἐκ τοῦ ἐπὶ πλεῖστον διῆγεν) ἰλαδὸν συντρέχοντος.

Intertext edge

Open linked passage

Note