Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1.1
ὅπως παρεδόθη ὁ Φιλαν θρωπηνός. 12. ὅπως καὶ πότε ὁ βασιλεὺς ἤκουσε τὰ τῆς ἀποστασίας. 13. περὶ τῶν ἀγαθῶν ἀγγελιῶν καὶ τῆς πρὸς τὴν θεοτόκον τοῦ βασιλέως εὐχαριστίας. 14. περὶ τῶν περὶ τὸν Φιλανθρωπηνὸν ὄντων Περσῶν. 15. περὶ τῆς γενομένης στάσεως μεταξὺ Γεννουϊτῶν καὶ Βενετικῶν, καὶ περὶ τοῦ γεγονότος σεισμοῦ. 16. περὶ τῆς λιτανείας καὶ τῆς τοῦ βασι λέως δημηγορίας. 17. περὶ τοῦ χρυσοβουλλείου λόγου διὰ τοὺς κριτὰς καὶ κρίσεις. 18. περὶ τῆς ἐπελεύσεως τῶν Βενετικῶν κατὰ τῶν ἐν πόλει Γεννουϊτῶν. 19. ὅπως ὁ βασιλεὺς μεταπεμψάμενος τὸν ἡγεμόνα αὐτῶν πρεσβείαν στέλλει. 20. περὶ τῆς τῶν Γεννουϊτῶν κατὰ τῶν ἐν τῇ πόλει Βενετικῶν ἐπιθέσεως. 21. περὶ τῆς εἰς Βενετικοὺς πρεσβείας διὰ ταῦτα τοῦ βασιλέως. 22. περὶ τοῦ ῥιφθέντος τόμου ἐν ᾧ ἐγέγραπτο κατηγο ρήματά τινα, καὶ περὶ τῆς τούτου ἀπολογίας τοῦ βασιλέως. 23. περὶ τοῦ κινηθέντος κατὰ τοῦ Φιλαδελφείας ἐγκλήματος. 24. περὶ τῶν ἀπο τεθειμένων χαρτίων καὶ ὅπως εὑρέθησαν. 25. περὶ τοῦ Ταρχανειώτου Ἰωάννου, ὅπως κατ' ἀνατολὴν στρατηγὸς ἀπεστάλη. 26. περὶ τῶν κατὰ τὰ βόρεια Τοχάρων καὶ τοῦ Σφεντισθλάβου. 27. περὶ τοῦ κήδους τοῦ πρὸς Τουκταῒν τοῦ βασιλέως. 28. περὶ τοῦ ῥαγδαίου ὑετοῦ καὶ τῶν τότε συμπεσόντων. 29. περὶ τοῦ θανάτου τοῦ Λαζῶν Ἰωάννου, καὶ τοῦ θανάτου τοῦ Βέκκου. 30. περὶ τοῦ κράλη Σερβίας καὶ τοῦ Κοτα νίτζη. 31. περὶ τοῦ πρὸς κράλην Σερβίας ἐπὶ τῇ θυγατρὶ κήδους τοῦ βασιλέως. 32. περὶ τῆς ὀνομασίας τῆς δεσποσύνου, πῶς Σιμωνὶς ἐκλήθη. 33. περὶ τοῦ μεγίστου χειμῶνος.
11.1.2
Βασιλεὺς δὲ τῶν τοιούτων ἀπαλλαγείς, πολλοῦ τοῦ 134 κατὰ τὸν τόμον ὑφέρποντος πλημμελήματος, οὐχ οὕτως ἠξίου ἐᾶν ἀδιόρθωτον, καὶ συνόδους συνεκρότει, καὶ πνεύματι ζῶν τας σοφοὺς συνέλεγε, καὶ κοινῇ σκέψει μονωθέντα τὸν τόμον τοῦ βοηθοῦ (ὁ δ' ἦν Γρηγόριος) προσέταττεν ἐξετάζειν. καὶ πρῶτα μὲν κατὰ τὸ μέγα παλάτιον συνάμα βασιλεῖ συναχθέντων σεισμὸς ἐνσκήψας ἐξαίφνης τὸν σύλλογον ἐκεῖνον καὶ τὴν σκέψιν διέλυεν· εἶτα κατὰ τὰ τῶν Βλαχερνῶν ἀνάκτορα καὶ αὖθις συνήγοντο καὶ ἐπιμελέστερον διεσκέπτοντο. καὶ οἱ μὲν τὰ οἱ δὲ τὰ ἐπὶ πολλαῖς ταῖς ἡμέραις διαφιλονεικοῦντες καὶ λέγοντες, τέλος, ἐπεὶ οὐκ ἦν συμφωνεῖν ἐπὶ τῇ τοῦ γράμματος διορθώσει, ὑπεξεῖλον τέλεον τὴν ἐξήγησιν, κρεῖττον ἡγησάμενοι μὴ ὅλως τὸ ῥητὸν ἐξηγεῖσθαι ἢ ἐξηγουμένους ἀναρρίπτειν κίνδυνον. 12. Τούτων δὴ γεγονότων οὕτως, βασιλεὺς καὶ αὖθις πολὺς ἦν ἀλγῶν ἐπὶ τῇ διαστάσει τῶν Ἀρσενιατῶν, καὶ ἅπας ἐγίγνετο εἰ οἷόν τε συμβιβάζειν αὐτοὺς καὶ τῇ ἐκκλησίᾳ ἑνοῦν. ἔτυχον γὰρ καὶ αὐτοὶ καθ' ἑαυτοὺς στασιάσαντες, ὡς δύο μοί ρας γενέσθαι, τοὺς μὲν πλείους ἀμφὶ τὸν Ὑάκινθον, ἐνίους δὲ ἐν τῷ Ταρχανειώτῃ Ἰωάννῃ σαλεύειν, ἀκριβολογουμένους ὑπὲρ ἐκείνους τὰ πλεῖστα, καὶ ὅτι χθὲς καὶ πρὸ τρίτης ἐν πυρὶ ἐκά λουν θεὸν οἱ ἀμφὶ τὸν Ὑάκινθον, πυρσολάτρας ἐκείνους ἀποκα 135 λοῦντας κἀκείνων σχίζεσθαι μέχρι καὶ αὐτῆς προσλαλιᾶς ἐγνωκό τας. καὶ γὰρ ἐν πυρὶ δοκιμάζειν τὰ παρὰ τῶν γραφῶν διω ρισμένα οὐχ ὅπως ἀμαθὲς ἀλλὰ καὶ ἀσεβὲς ὁ Ἰωάννης οἰόμενος ἀπεσχίζετο μὲν καὶ τῆς ἐκκλησίας ὡς πρότερον, ἀπεσχίζετο δὲ καὶ αὐτῶν δὴ τῶν περὶ τὸν Ὑάκινθον, ὡς μὴ συναινέσων κἂν ὅ τι ποιοῖεν. διὸ δὴ καὶ παρὰ βασιλέως, ὡς τὸ εἰκός, παρορώμε νος τῷ τῆς Χηλῆς φρουρίῳ ἐξορισθεὶς ἐγκαθείργνυτο. τότε τοί νυν τῆς ἐκκλησίας κεχηρωμένης, πειρᾶν ἐθέλων τῶν σχιζομένων ὁ βασιλεὺς εἴ που σφᾶς καὶ δυνηθεὶς εἰρηνεύσειε, πέμψας κατά γει τὸν Ἰωάννην, καί που πλησίον τῶν κατὰ Βλαχέρνας παλατίων ἐν τῷ πάλαι ἁρματοφυλακίῳ ἐν ἐλευθερίᾳ κατέχει, ἐνδοὺς ἐκεί νῳ καὶ οἷς ἰδίοις εἶχε συνοῦσι συνεῖναί τε καὶ συνομιλεῖν. καὶ δὴ γνοὺς συνάγειν ἀμφοτέρους καὶ ἐρωτᾶν τὰ πρὸς εἰρήνην, πρό τερον ἀκροβολισμοῖς τισὶν ἐπειρᾶτο τοῦ Ἰωάννου. ἐν μιᾷ δὲ καὶ τὸν Ἀλεξανδρείας Ἀθανάσιον πέμψας, μέγαν παρ' ἐκείνῳ δὴ τῷ Ἰωάννῃ δοκοῦντα, ὡς αὐτοῦ πρὸς βασιλέα λέγοντος μανθάνειν τὸν βασιλέα καὶ τῷ πατριάρχῃ τοὺς λόγους πληροφορεῖν, πέμψας οὖν διὰ ταῦτ' ἐκεῖνον διεμηνύετο τὰ δοκοῦντα, ἅμα τε προστάσ 136 σων καὶ ἀξιῶν ὁμονοεῖν σφᾶς ἀμφοτέρους, καὶ οὕτως εἰς ἓν κατὰ γνώμην συναχθέντας τοὺς σχιζομένους συναχθῆναι καὶ κατὰ τό πον, συνόδου κοινῆς ὑπὸ βασιλεῖ γινομένης, ὀρέγοντι καὶ αὐτῷ δεξιάν, εἰ τὰ δυνατὰ καὶ ἄλλως ξυμφέροντα λέγοιεν, βραβευθῆ ναί τε τὴν εἰρήνην ἐντεῦθεν εὐδοκίᾳ θεοῦ, εἰ καὶ αὐτοὶ θέλοιεν. εἶναι γὰρ ἐν μέσῳ καὶ θεὸν τῶν ὁμονοούντων, καὶ ζητοῦσιν εἰ ρήνην ὄντα τῶν μακράν τε καὶ τῶν ἐγγὺς καὶ σφίσι ταύτην διδό ναι, καὶ μᾶλλον ὁπότε τις μὴ τὴν ἰδίαν ἀλλὰ τὴν ἐκείνου δόξαν ζητοίη. ταῦτα καὶ πλείω λέγουσι τοῖς ἀμφὶ τὸν Ἀλεξανδρείας οὐδὲν ἦν ἀκούειν εἰ μὴ στροφὰς αἰνιγμάτων καὶ διωρίας πραγμά των καὶ ἄλλ' ἄττα, οἷς ἄρα οἱ τὸ παρὸν ἀποκρουόμενοι καὶ πρὸς τὸ μέλλον τὰς ἐλπίδας ἀναρτῶντες χρῆσθαι εἰώθασι. τέως δὲ καὶ συνόδους ὁ βασιλεὺς συγκροτῶν, τὸ ἐκείνους, μὴ ἔχοντας εἰρηνεύειν πρὸς ἀλλήλους, ἑαυτῷ εἰρηνεύειν πειρᾶσθαι καὶ ἀμ φοτέρους ἀδύνατον ἔκρινεν. ἀλλὰ καὶ ἀδυνάτοις, τὸ δὴ λεγόμε νον, ἐπεχείρει διὰ τὴν πρὸς τὴν ὁμόνοιαν ζέσιν, καὶ πολλοὺς καθ' ἑκάστην συνέλευσιν ἐξελίττων λόγους οὐδὲν ἤνυτε τὸ παράπαν. τοῦ μὲν Ἰωάννου καὶ λίαν ἀπεγίνωσκε τότε, καὶ μᾶλλον βασιλειᾶν 137 κατακριθέντος, ὥστε κἀν μιᾷ τῶν συνελεύσεων ἐς μέσον ἐμφα νισθῆναι χειρίδας ἐμμαργάρους κοκκίνας καὶ ἄλλ' ἄττα ὡς δῆ θεν σημεῖα βασιλικά, ἃ δὴ παρά τινι τῶν αὐτοῦ εὑρεθέντα τὴν ἀναφορὰν τῆς κατηγορίας πιστὴν ἐπ' ἐκείνῳ παρεῖχε, καὶ διὰ ταῦτα φυλακῇ καὶ πάλιν δοθέντος κατά τινα χειρίστην ὑποψίαν μηδὲν ἐκείνῳ προσήκουσαν. τοῖς δὲ περὶ τὸν Ὑάκινθον κηδεμο νικῶς ὡς δῆθεν προσήγετο, ὥστε καὶ ἐφεῖναί οἱ, ἵππον πα ρασχὼν τῶν καλλίστων, συχνὰς προσόδους πρὸς βασιλέα ποιεῖ σθαι καὶ ὑπὲρ τῶν δεομένων ἀναφέρειν τε τὰ εἰκότα καὶ λύσεις πολλῶν ἐργάζεσθαι, ἐπείτοι γε καὶ αὐτὸς βασιλέα ὑπέσαινεν, ἑαυτὸν μὲν λέγων εἰρήνης φίλον εἶναι καὶ ἕτοιμον εἰρηνεύειν, χρῆ ναι δὲ καὶ τοὺς ἄλλους ὑπέρχεσθαι, ἐφ' ᾧπερ καὶ ἐντελέστερον εἰρηνεύοιεν. Ἰωάννην δὲ καὶ δυσθανατᾶν, καί γ' ὑποκεῖσθαι καὶ παρὰ τῶν ἰδίων καταγνώσει, οὓς καὶ αὐτοὺς θεραπεύειν δεῖν, καὶ οὕτω τὸ τοῦ κολοιοῦ παθεῖν ἐκεῖνον, τῶν ἀλλοτρίων ἐψιλωμένον πτερῶν. εἶναι δὲ καιροῦ ταῦτα καὶ ἐπιστήμης ἀπαι τούσης μακροθυμίαν, τὰς ἐκείνων ἀτασθαλίας καλύψουσαν ὡς 138 κατὰ καιρὸν ἐνδωσόντων. ταῦθ' Ὑάκινθος λέγων περιεβουκό λει τὰς ἐλπίδας τῷ βασιλεῖ, ὥστε καὶ τὴν τοῦ Μωσελὲ μονὴν ἐκείνοις ἀνεῖναι, καὶ θαρρεῖν τὴν ἐκείνων ὁμόνοιαν οὐκ εἰς μα κρὰν γενήσεσθαι. ἀλλ' ἦν ταῦτα πάντ' ὄνειρος ἐντυπούμενος τὰ ἀνύπαρκτα. ἀμέλει τοι κἀκείνους μὲν, ἐπεὶ πολλάκις προσμί ξας καὶ τιμαῖς μεγίσταις δεξιωσάμενος, ὥστε καὶ τοῖς τυφλοῖς ὑπεξανίστασθαι προσιοῦσι καὶ μακαρίζειν τὰ πάθη καὶ παρακα λεῖν μὴ καλὰ καλύπτειν κακοῖς, τὸν ὑπὲρ θεοῦ καὶ τῶν θείων ζῆλον ταῖς τῆς αὐτοῦ ἐκκλησίας ἀποστασίαις, τέλος ἀφίησι, σκέπτεται δὲ μετὰ κοινοῦ συνεδρίου καὶ ἱεροῦ ὁποῖος ἂν καὶ κλη θείη εἰς προστασίαν τῆς ἐκκλησίας μετὰ Γρηγόριον. ἐκεῖνοι μὲν γὰρ καὶ ἀκίχητα διώκουσιν ἐῴκεσαν ἄντικρυς, ἀθετεῖν μὲν ἀξιοῦντες τὸν Ἰωσήφ, ἀθετεῖν δὲ καὶ δόγμα τῆς ἐκκλησίας τὸ διὰ τοῦ υἱοῦ ἐκ πατρὸς ἐκπορεύεσθαι, ἀρχιερεῖς δὲ φιλοκρινεῖν, καὶ ἱερωσύνην τὴν μὲν προσίεσθαι τὴν δ' ἀποπέμπειν, καί τινα τοιαῦτα πολὺ τὸ δυσχερὲς καὶ εἰς ἀκοὴν ἔχοντα μόνην μιᾷ τινὶ 139 συμφοροῦντες ἀξιώσει καὶ λέγοντες ὡς εὐαγγελικῶς τε καὶ κανονι κῶς τὰ κατὰ τὴν ἐκκλησίαν διάθωνται, εἴγ' ἐπ' ἐκείνοις τὰ πράγματα γένοιντο βασιλέως νεύσαντος. οὗτοι δὲ μεγάλ' ἄττα τῶν κακῶν ὑπειδόμενοι πρὸς τῷ ἀτόπῳ τῶν ὑπονοουμένων κα τωρρώδουν μή πως ἐπὶ νεαρᾷ καταστάσει τῆς ἐκκλησίας κωφὸν κῦμα πραγμάτων ἀναταράξειαν. ἔνθεν τοι κἀκείνων ἀφειμένοι κοινῇ περὶ τοῦ πατριάρχου κατεσκέπτοντο. (13) καὶ δὴ ψηφίζονται τρεῖς γε κατὰ τὸ σύνηθες, πρῶτον μὲν τὸν Γεννάδιον, ὃς δὴ καὶ ἐπὶ τῇ πρώτῃ Ἰουστινιανοῦ ψηφισθεὶς καὶ τὴν ψῆφον δεξάμενος, ἐπιδημήσας καὶ ἐγχρονίσας ἔπειτα παρῃτεῖτο, δεύτε ρον τὸν Ἰάκωβον, ἄνδρα τοὺς τρόπους ἁπλοϊκὸν καὶ εὐλαβείας πλήρη, τὴν τῶν κατὰ τὸν Ἄθω προστασίαν πεπιστευμένον, καὶ τρίτον τὸν Ἀθανάσιον, ὃν δὴ καὶ κατὰ τὰ ὄρη τοῦ Γάνου ἐν διατρίβοντα, ἐκ τῶν χωρῶν τῶν κατὰ τὴν Ἀδριανούπολιν τὴν γένεσιν ἔχοντα, τοῦ Ἠονοπολίτου βασιλεῖ συστήσαντος ἀνὰ τὴν Κωνσταντίνου τότε διάγοντα βασιλεὺς ἐν τοῖς πρώτοις τῶν γνω ρίμων ἔταττε. διαμηνυθέντος δὲ τοῦ πρώτου καὶ τὰ πολλὰ κατα ναγκασθέντος, ἐπεὶ οὐκ ἐπείθετο, περὶ ἀμφοῖν τῶν λοιπῶν προσώπων ἡ κρίσις τῷ βασιλεῖ ἐνεδοίαζε, καὶ τὰ ζυγὰ τῆς ἀρε σκείας ὑπὲρ τὸν δεύτερον πρὸς τὸν τρίτον ἔκλιναν. κἀντεῦθεν προσκληθεὶς Ἀθανάσιος οὐκ εὐθὺς καὶ αὐτὸς ἐνεδίδου, ἀλλὰ τὰ
11.1.3
Ἀλλ' ἐπέστη καὶ ἡ κυρία· ἡ δ' ἦν ὑστεραία. καὶ ὁ μὲν συνηθροικὼς τὰς περὶ αὐτὸν δυνάμεις ἐκ Λυδίας ἐφίσταται τῷ Νυμφαίῳ, ὅπου καὶ οἱ ἀποστατοῦντες διῆγον· ὁ δὲ τὸν αὐ τόθι πύργον, ὃν ὁ πορφυρογέννητος τῇδε διάγων ᾠκοδομήσατο, τοῦτον τοίνυν κατέχων καὶ γυναῖκα καὶ παῖδα καὶ πράγματα ἐκεῖ συγκλείσας τε καὶ ἀσφαλισάμενος, πρῶτον μὲν τὴν ἐκείνου ἀκούων ἄφιξιν καὶ λίαν ἐν θαύματι τῷ μεγίστῳ ἐτίθει, πῶς ἂν καὶ τολμῴη χωρεῖν ὁμόσε τοσούτοις τε καὶ τοιούτοις. ὅμως θαρ ρῶν ἐπὶ τοῖς ὅλοις, ὡς αὐτίκα φανεὶς τὸ πᾶν ἐργάσαιτο, παραγ γείλας καὶ τοὺς ἄλλους ὁπλίζεσθαι, αὐτὸς τὴν ταχίστην ἐξοπλι σθεὶς καὶ κατὰ τοῦ φανέντος τὰ πλεῖστα νεανιευσάμενος ἔξεισι. καὶ δὴ ἀφ' ἑκατέρου μέρους σταθεισῶν τῶν δυνάμεων, καὶ ὅσον οὔπω μελλουσῶν συμπλέκεσθαι, ὥστε καὶ ἀκροβολισμοὺς ἀμφο τέρωθεν γίνεσθαι, οἱ Κρητικοὶ τοῦ συνθήματος οὐκ ἠμέλουν, 227 ἀλλὰ φανέντος τοῦ πρωτοβεστιαρίτου, δεδιότος καὶ ἔτι περὶ τοῖς ὅλοις, μή πως ἀπάτῃ καὶ δόλῳ χρήσαιντο οἱ τέως καθυπισχού μενοι προδιδόναι, οἱ ἀμφὶ τὸν Χορτάτζην αὐτίκα, οὕτως ὡς εἶ χον ἔφιπποί τε καὶ ὡπλισμένοι, ἀθρόως ἄλλοθεν ἄλλος περι στάντες τὸν ἡγεμόνα, οἱ μὲν ῥυτῆρας οἱ δὲ καὶ σπάθην ἐπέχου σιν, οἱ δ' ἐμβριθέστερον ἀποβαίνειν τοῦ ἵππου ἐκέλευον. ὁ δὲ γνοὺς τὴν ἐπιβουλὴν αὐτίκα, θαρρῶν τοῖς Πέρσαις ἐπεχείρει μὲν ἀμύνεσθαι, καταταχούμενος δὲ τὸ παράπαν ἀπηύδα, καὶ συσχε θέντα τοῖς ἀμφὶ τὸν πρωτοβεστιαρίτην ἕτοιμον θήραμα, ταπει νὸν τὸν σοβοῦντα πρὸ τοῦ καὶ ἄφωνον τὸν πολλὰ λέγοντα, παρε δίδουν. οἱ δ' ἐκδραμόντες ἐκ τοῦ ἐξαίφνης, ἐπεὶ τὸν ἀποστα τοῦντα ἐν ἀφύκτοις εἶχον, τοὺς περὶ ἐκεῖνον διασκεδαννυμένους ἤδη καὶ μόνον ὅπῃ σωθήσεται ἕκαστος ἀφορῶντας ἀμεταστρεπτὶ κατεδίωκον. τὸ δὲ Περσικὸν ἄρτι πρώτως μεταβολὴν πραγμά των ἰδόν, καὶ τὸν ἕως τότε μέγαν δοκοῦντα καὶ φοβερὸν ἐν ἀφύκτοις ἐλεεινὸν δέσμιον, οὐκ εἶχον πῇ τράπωνται. ὅθεν μήτ' ἀνθίστασθαι μήτε φεύγειν οἷοί τ' ὄντες, μένοντες κατεκτείνοντο. ἄλλος δὲ τοῦτον ἄλλος ἐκεῖνον καὶ ἕτερος ἄλλον καταλαμβάνων, καθότι καὶ δόξειεν ἐκείνῳ ἑκάστῳ, ἔπραττον, κτείνοντες δε σμεύοντες αἰκιζόμενοι ἐκτυφλοῦντες, τὰς οὐσίας δημεύοντες. 228 ἐδόκει ἀσφαλὲς τοῖς Πέρσαις αὐτόθεν χωρεῖν πρὸς τὰ οἴκοι, καὶ ἀπεδίδρασκόν τινες ὡς ἠδύναντο, τῶν λοιπῶν κτεινομένων. οἱ δ' ἀμφὶ τὸν πρωτοβεστιαρίτην καὶ μᾶλλον ἕρμαιον τὴν ἀποχώ ρησιν λογιζόμενοι ἑκόντες ἠφίεσαν· οὐδὲ γὰρ εἶχον ἐλπίζειν ἐπὶ τῷ προτερήματι, καὶ οὕτω προχωρησάντων σφίσι τῶν πραγμά των κατ' εὐτυχίαν μεγίστην, ἀλλὰ τὰ ἐν χερσὶν ἀπολλύειν, εἴ τινες παρακινηθεῖεν καὶ ἐξ ἀντιστροφῆς ἐπιπέσοιεν, ᾤοντο. τα ραχὰς ἦν βλέπειν ἐκεῖ φοβερὰς καὶ Πανικὰ δείματα, συσχεθέντων τῶν ὅλων. ταῦτά τοι καὶ περὶ τοῖς ὅλοις δεδιὼς ὁ πρωτοβεστια ρίτης μή πως καὶ ἐκ χειρῶν αὐτῶν διαρπασθείη τὸ θήραμα (δει νὴ γὰρ τοὺς πολλοὺς ὥπλιζεν εὔνοια, καὶ τὰ καθ' αὑτοὺς ἀφέν τες ἐκεῖνον ἀπωλοφύροντο· τὸ Περσικὸν δὲ μάλιστα καὶ παρα κεκινῆσθαι ἐδόκει, ὥς τι πραξεῖεν γενναῖον) ἔγνω τὸν θέμεθλον ὑποσπᾶν καὶ τὸ συνέχον ἐκποδὼν ποιεῖσθαι καὶ οὕτω τοὺς φόβους λύειν οὓς ὕπαρ ὠνειροπόλει. τὸν γοῦν μυρίον πλοῦτον συλλέξας, 229 καὶ τὰ τῆς ἀρετῆς δῶρα τύχης παίγνιον εὑρηκώς, τέλος Ἰουδαίοις ἐκτυφλοῦν παραδίδωσι. καὶ ὁ μὲν τετύφλωτο, πόλλ' ἄττα δυ σωπήσας καὶ περὶ θατέρου τῶν ὀφθαλμῶν, ἀλλ' οὐ πείσας τὸ παράπαν. οἱ δὲ τῶν ἐκεῖθεν φόβων ἀπολυθέντες τοῖς λοιποῖς ἐπεχείρουν, καὶ ἔδρων μὲν σὺν τοῖς μοναχοῖς καὶ ἄλλους τὰ ὅμοια, ἀπηνῶς φλοιδοῦντες τοὺς ὀφθαλμούς, τοὺς δὲ καὶ βίους ὅλους ἀφῃροῦντο, καὶ σχήματι ἐκδικήσεως τῆς πρὸς τοὺς κρατοῦντας ἑαυτοῖς ἐξεδίδουν τὰ χρήματα.
11.1.4
Ἐκείνου γοῦν ἰδιάσαντος καί γε τὴν θύραν ἀποκε κλεικότος τοῦ μή τινα εἰσιέναι τῶν ἔξωθεν κατὰ χρείαν δῆθεν ἀναφορᾶς ἢ καὶ κρίσεως, οἱ ἀμφιγνωμονοῦντες ἐκείνῳ ἀρχιερεῖς δόξαντές τι ποιεῖν ἱκανὸν ἐπ' ἐκεῖνον, καὶ τοῦ Ἐφέσου συνερ γοῦντος σφίσι πλαγίως, τόμον συντάττουσι μέμψεως καὶ βασιλεῖ ἐγχειρίζουσι, τὴν βασιλέως ἐντεῦθεν ὑποχαλᾶν καὶ ἐκλύειν πρὸς ἐκεῖνον πειρῶντες διάθεσιν. αἱ δὲ μέμψεις, ὅτι εὐταξίας ἀπαι τουμένης, εἴπερ ἐν ἄλλοις, κἀν τοῖς τῆς ἐκκλησίας πράγμασι (ταύτην γὰρ καὶ τοὺς πατέρας διὰ τῶν οἰκείων συνιστᾶν κανό νων), κατ' οὐδὲν ὅλως τῷ πατριαρχεύοντι μεμέληκε ταύτης. κρίσεις μὲν γὰρ ἃς αὐτοὶ συνοδικῶς ἀποκαθιστῶσιν, ἐκεῖνος μό νος ἐξαλλάττει, καὶ δι' οἰκείας γραφῆς τὰ τοῖς δόξασιν ἐναντία διακελεύεται, καὶ ἐκκλησίας κεχηρωμένας τῶν προεστώτων, αὐ τὸς ἐξεπίτηδες τὰς ἐπ' ἐκείνας ψήφους ὑπερτιθέμενος, πέμπων σφετερίζεται τἀκείνων, καὶ τὰ μὲν ὡς βούλεται διατίθεται, τὰ δὲ καὶ δίδωσι τοῖς ἐπ' ἐκείνοις καταστᾶσι. τὰ δέ γε τῆς οἰκείας ἐκκλησίας τῷ σφετέρῳ υἱεῖ ἐγχειρίσας Ἐφραὶμ ὕλην δίδωσι τούτῳ κακίας τοῖς ἐκεῖθεν λήμμασι, μὴ οἰκονόμον κατὰ τὸ σύνηθες κα 301 θιστῶν, παρ' οὗ δὴ καὶ τὰ τῆς ἐκκλησίας διεξάγοιτ' ἂν πρά γματα. καὶ πόλλ' ἄττα τοιαῦτα γράφοντες ὑπαίτιον δεικνύειν ἤθελον τὸν τέως σφᾶς ἀποπροσποιούμενον. ταῦτα βασιλεῖ δε ξαμένῳ τὸ πολὺ ἐπῄει καθυφιέναι τῆς διαθέσεως, οὐ μὴν δὲ ὥστε καὶ ἀπολύειν παντάπασιν ἔγνω, ἀλλ' ἐκείνῳ μὲν ὑφιέναι καὶ ἐνδιδόναι, ἤν πως ἀνακάμπτειν βούλοιτο, μὴ μέντοι γε ὡς τὰ πρῶτα λιπαρῶς ἀξιοῦν καὶ καταναγκάζειν· ἢν δ' ἐπανήκοι, δέχεσθαί τε καί οἱ τοὺς ἀρχιερεῖς ὁμονοεῖν πείθειν ἅμα καὶ τῷ τὰ αἰτιάματα θεραπεύειν κελεύειν. τὰ γὰρ τοῦ Ἀθανασίου κέν τρα τὴν οὐλὴν ὑπέκνιζε· μηδὲ γὰρ ἔχειν ὅλως αὐτὸν εἰρηνεύειν καὶ τὰς ἀρὰς λύειν, ἃς οὕτως ἐμπερισκέπτως καθίστη καὶ φρικτῶς ἀφώριζε, μὴ τὸν θρόνον καὶ αὖθις ἀπολαβόντα, καὶ ταῦτα μηδὲ τῷ παρ' αὐτοῦ τῆς λύσεως γράμματι τὸ ἅγιος προστιθέντα κατὰ τὸ σύνηθες τῷ τοῦ βασιλέως ὀνόματι, ὅτι οὐδ' ἐκεῖνος ἠρέμει ἐν τοιούτοις καιροῖς τοῦ σκανδάλου, ἀλλὰ τὰς θύρας 302 ὑπανοιγνὺς τῆς μονῆς πολλοῖς ἐπήρκει πενομένοις ἐκ τῶν τυχόν 302 των. ἦν δὲ ἄρα ταῦτα τοῦ μέλλοντος προκεντήματα, καὶ ἡ παλίμπους ἐφήδρευε δίκη μηδὲν ἐπαΐουσι. τότε δ' ἦν ταῦτα, οὐ μὴν δὲ καὶ ἐς ἅπαν τῷ πατριάρχῃ ἠγνόητο τὰ τοῖς ἀρχιερεῦσι πραττόμενα. διὰ ταῦτα καὶ τὰ τῆς τιμῆς περιποιούμενος ἑαυτῷ αὐθορμήτως ἔγνω πρὸς βασιλέα παραγίνεσθαι, καὶ προσώπῳ γνησίῳ ἐντυγχάνοντα εὐμενίζειν τῷ αἰδῶ προσβαλεῖν. (12) ταῦτα διανοηθεὶς ἐπιβὰς ἵππου πρὸς ἑσπέραν εἰκοστῆς πέμπτης μηνὸς Ἐλαφηβολιῶνος βασιλεῖ πρόσεισιν. ὁ δὲ καὶ δέχεται τοῦτον ἀσμένως, καὶ τὴν κεφαλὴν ὑποκλίνει πρὸς εὐλογίαν, καὶ καιρὸν οἰηθεὶς ἐκεῖνον εἶναι τῆς σφῶν καὶ ἀμφοτέρων πρὸς τὴν τῶν Πα λαιολόγων μονὴν ἀφίξεως τῆς ἑορτῆς ἕνεκα, συμπαραλαβών, συνέρχονται καὶ ἀμφότεροι. εἶτ' ἐκεῖθεν, ἐπεὶ τρίτη τῆς ἑβδο μάδος ἦν καί γ' ἐξ ἀνάγκης ἐκ πολλοῦ τῷ βασιλεῖ ἦν τῇ τῶν Ὁδη γῶν μονῇ κατὰ ταύτην τὴν ἡμέραν παραβάλλειν προσκυνήσεως ἕνεκα, συνιόντες ἅμα, αὐτὸς μὲν τὴν ἀναγκαίαν ὁδὸν ἐξήνυεν, πατριάρχης δὲ τὸ πατριαρχεῖον καταλαμβάνει, διαδοθέντος λό γου, ὡς καὶ αὐτὸς ὕστερον ἐν οἷς πρὸς βασιλέα ἔγραφε καὶ τοῦτ' 303 ἐδήλου, ὅτι καθήμενος μόνος ἰδίᾳ ὕπαρ σχεδόν, οὐκ ὄναρ, φω νῆς ἀκούοι παιδὸς ἐπιστάντος, ὡς ἔδοξεν," εἰ φιλεῖς με, Πέτρε, ποίμαινε τὰ ἀρνία μου." παρ' ἣν αἰτίαν καὶ ἐλθεῖν αὐθωρὶ καὶ βεβαιοῦν ἔτι μὴ ἂν ἐξελθεῖν ἐντεῦθεν, εἴ τι καὶ γένοιτο. τότε δὴ καὶ τῶν ἀρχιερέων οἱ μὲν ἐδέχοντο τοῦτον, οἱ δ' ἀφηνίαζον ἐπ' αἰτίαις ταῖς οὐ τυχούσαις τιθέντες τὸ μὴ συμφωνεῖν ἐπὶ πολλοῖς σφίσιν ἐθέλειν τοῦτον, ἀλλ' οἷον μένειν αὐτόνομον. ὑπεκρούοντο δὲ ταῦτα λέγοντες τὸ κατὰ τὸν Ἐφέσου Ἰωάννην τοῦ παντός γε μᾶλλον· μηδὲ γὰρ συμφωνεῖν ἐθέλειν, ὅ τι καὶ πράττοιεν, ὑπὲρ τούτου. βασιλεὺς τοίνυν τὸ πρὸς τὸν πατριάρ χην τιμητικὸν συντηρεῖν καὶ αὖθις ἐθέλων συχνάς τε προσόδους πρὸς αὐτὸν ἐποιεῖτο, καὶ τοὺς ἀρχιερέας μεταπεμπόμενος τὴν τῆς γνώμης σφῶν ἀνοίδησιν ἐξωμάλιζε πολυτρόπως, οἷς δὴ πολυω ρεῖν εἶχε τὴν τοῦ πατριάρχου σύστασιν· προσυπέσχετο δὲ καὶ ταῦτα γίνεσθαι μετ' εἰρήνης καὶ διορθοῦσθαι τὸ πλημμελούμε νον. καὶ οἱ μὲν ἑκόντες ἄκοντες, τοῦτο μὲν τῇ παρὰ βασιλέως βίᾳ τοῦτο δὲ καὶ τῷ ἀπαραιτήτῳ τοῦ πράγματος, ὑπεκλίνοντο, 304 καιρὸν δ' ἐτίθουν καὶ αὖθις ἀνακινεῖν τὰ μεταξὺ κείμενα καὶ ζη τεῖν διόρθωσιν.
11.1.5
Ὀλίγον δὲ πρὶν ἢ ταῦτα γενέσθαι, Ποσειδεῶνος μη νὸς ὀγδόῃ, σεισμὸς ἐνσκήπτει, κατὰ μὲν τὰ ἐνταῦθα μέρη ἄγνω στος τοῖς πολλοῖς, ὥστε μηδὲ σημῆναι τὸν κλόνον, κατὰ δὲ τὸ διὰ Ῥόδου κλίμα καὶ πρόσω λαμπρὸς καὶ τῶν πώποτε μνημο
11.1.6
Βασιλεὺς δὲ ὅλος πρὸς τὸ τὸν Μπυριγέριον Τέντζα ὑποδέξασθαι γεγονώς, συχνοὺς ἀποστέλλων πρὸς Καλλιούπολιν ὅπου γε κατάρας ἠκούετο, λιπαρῶς καὶ μετ' ἀξιώσεως μετεστέλ λετο. ἵνα δὲ καὶ θαρρεῖν οἱ παρέχοι, χρυσοβουλλείους ἔπεμπε λόγους, καὶ πίστεις δι' ὅρκων τῶν παλαμναιοτάτων ἐδίδου ἦ μὴν παρεόντα μὲν φιλεῖν τῷ εὐμενῶς ὑποδέχεσθαι καὶ προσηκόντως τιμᾶν, μὴ θέλοντα δ' αὖθις εὐμενῶς καὶ μετὰ χρηστότητος ἀπο πέμπειν. συχνάκις οὖν τοὺς οἰκείους ἀποστέλλων μετεκαλεῖτο, καὶ δῆλος ἦν τὰ μεγάλα πραξείων ἐκεῖνον εἰ ἐπισταίη. ὁ δὲ τὰς πίστεις ἀνὰ χεῖρας ἔχων, μηδὲν μελλήσας, ἅμα δυσὶν ἰδίαις ναυσὶ τὴν Κωνσταντίνου καταλαμβάνει. πλὴν οὐκ εὐθὺς ἐλθὼν τῆς νεὼς ἀποβαίνει, ἀλλὰ πρὸς βασιλέα μὲν ἀποστέλλει καὶ τὴν ἄφι 497 ξιν δήλην καθίστησι, μετακαλούμενος δὲ μετὰ τιμῆς προσηκού σης, πεμφθέντων καὶ ὀχημάτων, οὐχ ὑπήκουε τὸ παράπαν ἀλλ' ἀπρὶξ εἴχετο τῶν νηῶν, ὡς αὗται τῶν ἀγκυρῶν ἐν ταῖς ζάλαις. τέλος ἐνεχυρασίαν τὴν ἀσφαλεστάτην εἰσέπραττεν, οἵαν τ' ἐσομένην παρέχειν τὰ πιστά οἱ κατεχομένην ἐν ταῖς ναυσί, καὶ τὸν τοῦ βασιλέως υἱόν, τὸν δεσπότην Ἰωάννην, ὅμηρον ἐζήτει λαβεῖν ὑπὲρ ἑαυτοῦ καὶ τῆς αὐτοῦ παρὰ βασι λέα ἀφίξεως. βασιλεὺς δὲ πρὸς ταῦθ' ὑβριοπαθῶν, εἰ τόσην ἀναμετρήσας ἐκ πολλοῦ θάλασσαν αὐτόματος τῆς εἰς αὐτὸν χά ριν ἀφίξεως πιστὸς ταῖς τοῦ βασιλέως εὐθύτησι, τότε καὶ ὅρκους λαβὼν οὐκ ἐθάρρει ἀλλ' ἐφ' ὁμήροις ἤθελεν ἐμφανίζεσθαι, ἐν διωρίαις ἐτίθει τὰ κατ' ἐκεῖνον, καὶ ἐφ' ἡμέραις ἠφίει αὐλίζε σθαι κατὰ θάλασσαν. τέλος, ἐπεὶ τῶν τοῦ Χριστοῦ γενεθλίων ἡ ἑορτὴ προσήλαυνε (περὶ τὰ μέσα γὰρ Σκιροφοριῶνος ἀφῖκτο), πέμπει γε καὶ αὖθις καὶ ἀξιοῖ, τὸ τῶν ὅρκων ὑπόγυον ὡς εἰκὸς προτείνων καὶ θαρρεῖν τὰ μέγιστα προτρεπόμενος. καὶ ὃς ἐπὶ πολὺ γνωσιμαχήσας ἔπειτα πείθεται, καὶ τῷ βασιλεῖ παραγενό μενος μεγαλοπρεπῆ τὴν ὑποδοχὴν εὑρίσκει, καὶ ὁσημέραι πεῖραν διδοὺς καὶ λαμβάνων, τῶν μὲν νηῶν οὐκ ἀπέσχετο ἀλλ' ὡς κα 498 ταλύματι ταύταις ἐχρᾶτο, ἐδεστῶν καθ' ἑκάστην ἐμφορούμενος τὴν ἡμέραν οἷς εἱστία τοῦτον ὁ βασιλεύς, καὶ τοῖς περὶ αὐτὸν τὴν εὐωχίαν συχνοῖς νομίσμασιν ἱκανούμενος, ἀνέδην δ' ὅμως τὰς πρὸς βασιλέα ἐποιεῖτο προσόδους, καὶ ἐκυδνοῦτο ταῖς συχναῖς ἀλλαγαῖς, καὶ δῆλος ἦν ὑποταχθησόμενος. τέλος, ἐπεὶ ἡ ἑορτὴ ἐφειστήκει, ἔδει δὲ καὶ αὐτὸν ἕνα ἤδη φανέντα τῆς γερουσίας ὀφφικίῳ καὶ παρασήμοις τιμᾶσθαι, ὅρκους τῆς ὑποταγῆς παρα σχόντα, γίνεται τοῦτο, καὶ μέγας μὲν παρευθὺς κλεΐζεται δοὺξ συγκλήτου πάσης καὶ πολιτείας παρισταμένης, καὶ τὴν βακτη ρίαν τὸ τῆς ἀξίας λαμβάνει ξύμβολον (καὶ τοῦτο γὰρ τῷ βασι λεῖ κεκαινούργητο, ἀργυροχρύσοις βακτηρίαις τοὺς τῆς γερουσίας πρωτίστους ἀξιωμάτων ἐπιβαίνοντας σεμνύνεσθαι), τὴν ἄνω δὲ χώραν λαμβάνει, καὶ ἑορτίοις ἀξίοις παρασήμοις κατὰ Ῥωμαίους στολίζεται, καὶ τὸ σκαραμάγκιον ἐπιθέμενος. κἀντεῦθεν θαρ ρήσας ἔξεισι τῆς νεώς, καὶ ἐφ' ἡμέραις ἐν τῇ μονῇ τοῦ Κοσμι δίου μετὰ τῶν ἰδίων αὐλίζεται· καὶ γὰρ καί τινες ἐξ ἐκείνων κα βαλλαρικαῖς τιμαῖς ἐτετίμηντο παρὰ βασιλέως καὶ μεγαλοπρεπῶς 499 πεφιλοτίμηντο. ὅλος τοίνυν τοὐντεῦθεν προσκείμενος τῷ βασιλεῖ καὶ τὰ πρῶτα τῶν βουληφόρων καὶ κράτιστον ἦν. (12) πλὴν ὅσον τῶν ἀπὸ τούτου πρὸς βασιλέα τελεῖσθαι μελλουσῶν ὁρκω μοσιῶν, ἐπεί οἱ φίλον μὲν τοῦ βασιλέως φίλων, ἀντίπαλον δὲ τῶν ἀντιπάλων, ὡς εἴθιστο, καὶ αὐτὸν ὀμνύναι καθίστασθαι, ὁ δὲ τὸ εὐθὲς τῆς γνώμης ἐξ ἀρχῆς δῆθεν ὑποκρινόμενος, δῆλος ἦν ἐξαιρῶν τὸν Θευδερίχον τῶν λοιπῶν πολεμίων· φθάσαι γὰρ καὶ πρὸς ἐκεῖνον ὁρκώσεις πρᾶξαι καί οἱ δουλεῦσαι, ὃν οὐ δίκαιον μηδὲν τῶν συγκειμένων αὐτοῖς ἀθετήσαντα εὐθὺς ἀπαρτᾶν, κα θάπαξ τῶν φίλων φανέντα καὶ δεσποτῶν. καὶ διὰ ταῦτ' ἠξίου, αὐτοῦ γ' ἐξαιρεθέντος καὶ μόνου, ἐπὶ τοῖς ὁπουδήποτε ἐχθροῖς τε καὶ φίλοις τοὺς ὅρκους προβαίνειν. τοῦτ' ἔδοξε μὲν ἔχειν καί τι βαθύτερον, ὡς ἐκείνῳ προσκειμένου τοῦ τοὺς ὅρκους ἀπαιτου μένου, ἔδοξε δὲ καὶ κατά τινα θήραν εὐδοξίας γίνεσθαι, καὶ μά λιστα τὴν πρὸς βασιλέως, ὡς ἐκείνου καὶ μάλα τὸ πλεῖστον φυ λαττομένου τὸ πρὸς τοὺς ὅρκους ἕτοιμον, ὥστε καὶ ἀσφαλεῖς προσίστασθαι τοὺς δευτέρους δοκεῖν διὰ τὸ στερρῶς τῶν φθα σάντων ἀντέχεσθαι, ὁμολογοῦντος καὶ ταῦτα τὴν πρὸς τὸν Θευ 500 δερίχον φιλίαν. εἰ γὰρ τὴν πρὸς τῶν πολλῶν εὐδοξίαν τῷ νοῦν ἔχοντι προτιμᾶν, προύργου καὶ τὸν εὐλόγων· χρὴ γὰρ πάντως, ὡς Πλάτων λέγει, οὐ περὶ σμικροῦ ποιεῖσθαι τὸ δοκεῖν ἀγαθοὺς εἶναι τοῖς ἄλλοις ἢ μὴ δοκεῖν. οὐ γὰρ ὅσον οὐσίας ἀρετῆς ἀπε σφαλμένοι τυγχάνουσιν οἱ πολλοί, τοσοῦτον καὶ τοῦ κρίνειν τοὺς ἄλλους, ὥστε καὶ τοὺς σφόδρα κακοὺς εὖ τοῖς λόγοις καὶ ταῖς δόξαις διαιρεῖν τοὺς ἀμείνους τῶν ἀνδρῶν καὶ τοὺς χείρονας. εἰ γοῦν τὴν παρὰ τῶν πολλῶν δόξαν ἐπὶ τοῖς πρακτέοις οὕτω δεῖ θηρᾶσθαι, ὡς δοκεῖ Πλάτωνι, πολλῷ γε μᾶλλον τὴν πρὸς βα σιλέως, καὶ ταῦτ' ἐπὶ πίστεων ἐμπεδώσεσι. διὰ τοῦτο καὶ δέ χεται μὲν ὁ κρατῶν τὴν ἀξίωσιν, ἄρχεται δὲ μαρτυρεῖν ἐκείνῳ καὶ τὴν περὶ τὴν γνώμην εὐθύτητα, καταλαμβάνων ἐκεῖνον, ὡς ἔλεγε. τοῦτο δὲ καὶ ἀναγκαίως προύβαινεν, οἶμαι, διὰ τὴν πρὸς τὸν προηγησάμενον σύγκρισιν.
11.1.7
Πρὸ δὲ τοῦ ἁλωθῆναι Μάδυτον πολιορκουμένην ὑπὸ τοῦ Φαρέντα Τζιμῆ, ἐφίσταται ἀμηράλης Ἀνδρέας Μουρίσκος ἀποσταλεὶς παρὰ βασιλέως σιταρκήσων τὸ φρούριον λειποσιτοῦν, συνάμα δύο ναυσίν· καὶ δὴ ἐπιστὰς μόλις εἰσάγει τὸν σῖτον. ἐκεῖ θεν δ' αὖθις περί που τὴν Ἴμβρον ἐχώρει· ἔτυχε γὰρ μαθὼν ὡς ἀνάγονται δύο νῆες ἐκ Σικελίας Ἀμογαβάροις, καὶ προκαταλαβεῖν τὸν ἐκείνων ἔσπευδε δρόμον. αἱ δὲ ἐξ ἀφανοῦς διαδρᾶσαι καὶ τῷ πορθμῷ ἐπιστᾶσαι κατὰ τὴν Καλλίου χειροῦνται μὲν ἐξ ἐφό δου θατέραν τῶν τοῦ Μουρίσκου ἑκοντὶ προσσχοῦσαν τῷ τὴν πολεμίαν ὑποτοπάσαι εἶναι τὴν τὸν Μουρίσκον φέρουσαν. οἱ δὲ 584 ὡς ἕτοιμον θήραν αὔτανδρον περισχόντες τὴν ναῦν, πάντας, δίχα τινῶν τῶν θαλάσσῃ ἀποκειλάντων, ἔργον ποιοῦσι μαχαίρας, μόνον τὸν ναύαρχον περιποιησάμενοι· ὁ γὰρ ναύαρχος θεῖος ἦν τοῦ Μουρίσκου. ἐκεῖνοι δὲ μόλις τῷ σώματι διαπλεύσαντες, τὸ πραχθὲν ἐπιστάντες Τενέδῳ ἀγγέλλουσι τῷ Μουρίσκῳ· πλὴν καὶ τὸν τῶν νηῶν φόρτον δηλοῦσιν, ὡς κώπας τοῖς Κατελάνοις δια κομίζοιεν. ταῦτα γνοὺς Μουρίσκος, καὶ ὡς κατάσχεσιν ἐπύθετο καὶ ἑτέρας νηὸς ἣν προαπέστειλε βασιλεύς, δεινῶς ἤλυε, καὶ διενοεῖτο, ὡς ἔδειξε, τοῖς μετ' αὐτοῦ τὰ μὴ πρόσφορα. ἐπειδὴ γὰρ αὐτός τε καὶ οἱ ἐκ βασιλέως πεμφθέντες Ῥωμαῖοι ἐν δυσὶ καὶ μόναις ναυσὶν ἐπώκελλον, τῶν λοιπῶν ἁλωμένων, ἀπάρας σὺν αὐτοῖς ἐκεῖθεν καὶ τῇ Προικοννήσῳ προσσχών, γυμνοῖ ξύμπαν τας τῶν ὅπλων Ῥωμαίους οὓς εἶχεν ἐντὸς συμμάχους, γυμνούς τε καὶ ἀνόπλους ἀφεὶς ἰέναι τε παραγγέλλει πρὸς βασιλέα καὶ δη λῶσαί οἱ τὰ γεγονότα. ταῦτ' ἐπιστάντες ἐκεῖνοι, πλὴν μόλις καὶ μετὰ βίας, Γεννουϊτικῶν ἑπτὰ φανεισῶν νεῶν, αἷς θαρρή σαντες καὶ αὐτοὶ συνεκπλέουσι καὶ τῷ βασιλεῖ ἀγγέλλουσιν ὡς οὐδ' αὐτὸς Μουρίσκος, εἰ μὴ νῆες ἀρκεταὶ πρὸς ἀντιπαλάμησιν ἐπισταῖεν τῶν ἐναντίων, οὐ πρόθυμος ἂν εἴη ἐς τὴν βασιλικὴν δουλείαν, τὴν πειρατικὴν περιπλάνησιν καὶ τὰ ἐκεῖθεν κέρδη περὶ 585 πλείστου ποιούμενος. ἀλλ' οὐκ ἀπώνατο τῶν τοιούτων δὴ βου λευμάτων, ἀλλ' ἐπεὶ δύο νῆας ἐξαρτυσάμενος περί που τὸν τῆς Ἑλλησπόντου πορθμόν, μαθόντες οἱ ἐναντίοι περὶ τούτου, σὺν οἷς Φίλιππος ἀρχηγὸς ἐκείνων, ὅσον τάχος ἐπ' ἐκεῖνον ἐξήλαυ νον, καὶ περί που τὸν Ἀρτάκην τῶν Κυζικηνῶν ἐπίνειον κατὰ τὸ Ἀλώνιον συμβαλόντες ἐφ' ἱκανὸν διεμάχοντο, καὶ περιεγένοντο τοῦ Μουρίσκου, τῶν περὶ ἐκεῖνον ἀπειρηκότων. καὶ γίνεται φόνος πολύς, αὐτοῦ μόνου Μουρίσκου περισωθέντος ἐκ παλαιᾶς φιλίας Φιλίππου· κἀκεῖνος γὰρ πάλαι ποτὲ ὑπὸ Μουρίσκου ἁλοὺς κατὰ θάλατταν πειρατεύοντος ἔτυχεν εὐμενοῦς, ὥστε καὶ ὠνῆς ἀπεμποληθῆναι μετρίας. διά τοι ταῦτα καὶ αὐτὸς ἐκείνου ὡς ἥκιστα ἔτυχεν ἀχαρίστου, ἀλλὰ μικρῶν τριῶν χιλιάδων χρυσίου ἀπεμπόλησε τοῦτον πρὸς Τένεδον θείῳ ἐκείνου ἐκεῖ παρόντι. Ἀμογάβαροι δὲ ταῖς τόλμαις ἀναθαρρήσαντες οὐκ ὀλίγους τῶν περὶ Ἀτίνην Περσῶν συμμάχους διεπεραίωσαν, περί που χιλιά δας δύο. ἐπιμιξάντων καὶ Ῥωμαίων ἐξ ἀνατολῆς, ἀθροῦν γε γονότες πλῆθος ἐξώρμησαν. καὶ τὰς μὲν δυσχωρίας τοῦ Γάνου 586 καὶ λίαν διεφυλάττοντο, τὰ πέριξ δὲ καὶ διαδραμόντες ἀπὸ γοῦν Καλλίου μέχρι καὶ Τζουρουλοῦ, τὸ ἐντὸς ἅπαν κακῶς διετίθουν, κτείνοντες παμπληθεὶ ὡς εἰς χιλιάδας πίπτειν, ζῶα καὶ βοῦς ἀροτῆρας ζευγίτας ἀνδραποδίζοντες, καὶ ταῦτα ἐν καιρῷ ἀρότου, ὅτε οἱ μὲν ἐσφάττοντο, ὅσοι δὲ καὶ ἔφθασαν προσφυγόντες, ἐν τὸς τῆς πόλεως παρεδύοντο. αὐτοὶ δὲ τὰ μέγιστα τῶν κακῶν εἰργασμένοι, ἐπεὶ ἀποκεκλεισμένην Ἡράκλειαν ἤκουον (ἔφθασαν γὰρ οἱ τῇδε τῷ ἀπογνῶναι τὴν ἀσφάλειαν, καὶ μᾶλλον παρὰ τῶν ἡγεμόνων ἐξοτρυνόμενοι, καταβαλεῖν μὲν ὅσον ἴσχυσαν τοῦ πο λίσματος, πυρὸς δὲ τὰ πάντα θέσθαι δαπάνημα, κατὰ Σηλυ βρίαν δ' ἐγκλεισθῆναι), ὡς εἶχον εὐθὺς Ῥαιδεστῷ προσβάλλουσι. καὶ ὅσον μὲν ἐκτὸς προκατέλαβον, ἀνοικτὶ κτείνουσιν ὡς κεῖσθαι πεσόντας ἐκ τῶν τριῶν ἐκκλησιῶν μέχρι καὶ αὐτοῦ Ῥαιδεστοῦ παμπόλλους ἀνθρώπων, τὸν δὲ πύργον πολλῶν ἐγκλεισθέντων περικαθίσαντες ἤθελον ἐξελεῖν. καὶ ἐπεὶ ἀδύνατα ἦν σφίσιν αἱ ρεῖν μαχομένοις, καθ' ὁμολογίας ἐπειρῶντο χειροῦσθαι. ἀλλ' οὐδ' οὕτως εἶχον· ταύτῃ τοι καὶ ἀπογνόντες ὑπέστρεφον.

Intertext edge

Open linked passage

Note