Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
Ἐπράττετο μὲν οὖν ταῦτα μηνὸς Σκιρροφοριῶνος περί που τὰς χριστουγεννίους ἡμέρας, Ἑκατομβαιῶνος δὲ πρώτῃ ἔφθασαν οἱ πρὸς τὸ ἀγγέλλειν πεμφθέντες, οἳ καὶ ὡς οὐδὲν πλέον εἰδότες οὐ κατάλυσιν ἀποστασίας ἀλλ' ἀρχὴν μᾶλλον καὶ σύστα σιν ἤγγελλον. καὶ θόρυβος ἦν αὐτίκα, καὶ θυμὸς καὶ ἀθυμία τὴν ἀγγελίαν ἐμεριζέτην. ἐθυμοῦντο μὲν γὰρ ὅτι νέος ὢν ἔτι καὶ παρ' αὐτῶν ἀναχθεὶς τοιούτοις ἐπιτολμῆσαι ἠνέσχετο, τὰς πρὸς τοὺς βασιλέας πίστεις παρ' οὐδὲν τιθέμενος· ἠθύμουν δ' αὖθις τὸ θερμουργὸν ἐκείνου καὶ νέον ὑποτοπάζοντες, καὶ ὡς ἔργον ἔσται τὸ μέγιστον, μὴ ὅτι γε καταλύειν εἰς τέλος μαχο μένους, ἀλλὰ καὶ ἐξημεροῦν τέως μετιόντας ὑποποιήσεσιν. ὅθεν καὶ δοκούσης ἔτι τῆς ἀποστασίας συνίστασθαι δεινὰ ἐποίουν, καὶ 230 τὸ πᾶν ἐν ἐκείνοις κράτος καταλύεσθαι ᾤοντο, καὶ ὡς ἀφαιρε θέντες τὸ τῆς ἀρχῆς πλέον καὶ περὶ τοῦ λειπομένου ἐφρόντιζον, καὶ δεινή τις κατειλήφει κατήφεια τὰ ἀνάκτορα. καὶ δὴ φανέν τος καὶ τἀδελφοῦ πρωτοσεβαστοῦ, τὸ πᾶν τοῦ θυμοῦ ἐπ' ἐκεί νῳ δαψιλέστερον ἐξεκένουν, καὶ ἀπειλαῖς καὶ ὕβρεσιν ἔβαλλον, ὥστε καὶ καθ' ὑποκειμένου τὰ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς γίνεσθαι καὶ μὴ κενὰ τῷ ἀέρι δίδοσθαι. τέλος τὴν πρὸς ἐκεῖνον ἀπογνόν τες μάχην, χρησταῖς ὁμολογίαις καὶ δεξιώσεσιν ὑποκατακλίνειν ἑαυτοῖς τὸν ἀποστατήσαντα ἐβουλεύοντο, καὶ σφίσιν ἐδόκει δια πρεσβεύεσθαι πρὸς ἐκεῖνον τὸ τάχος. καὶ πρὸς τὴν πρεσβείαν ἐξελέγοντο ὁ τυφλὸς Ῥαοὺλ Ἰσαάκιος καὶ ἡ πρωτοβεστιάρισσα Θεοδώρα. ἦν δὲ σφίσι τὸ ἀνακείμενον, πλῷ χρησαμένους καὶ ἐπιστάντας συγγνώμην τὴν παρὰ βασιλέως ὑπισχνεῖσθαι καὶ τὸ τοῦ Καίσαρος ἀξίωμα ἐπαγγέλλεσθαι καὶ πρεπούσας οἰκονομίας τῷ ἀξιώματι, εἰ μόνον μεταπεισθείη πρὸς τὴν τοῦ βασιλέως εὔ νοιαν καὶ τῇ ἐξ ἀρχῆς καθυπαχθείη δουλείᾳ.
12.1.2
Κατὰ τὸν ἐπὶ τούτῳ Γαμηλιῶνα τῆς δευτέρας ἐπινε μήσεως εἶδεν ἡ Κωνσταντίνου καὶ τὸν Λατῖνον Ῥοντζέριον, ὡς μὴ ὄφελεν, ἅμα ναυσὶν ἰδίαις ἑπτὰ καὶ συμμαχικῷ στόλῳ ἐκ Κα τελάνων καὶ Ἀμογαβάρων πλείστῳ, εἰς χιλιοστύας ὀκτὼ ποσου μένῳ, προλαβόντος ἐκεῖνον καὶ τοῦ Φαρέντα Τζιμῆ καὶ συμπο σοῦντος τὸ στράτευμα. ἀλλ' ὁ μὲν Τζιμῆ εὐγενὴς ἦν, καὶ οὓς ἦγεν ἰδίους εἶχε, καὶ ἀκλητὶ παραγέγονε, συμμαχήσων ἐπὶ τοὺς Πέρσας, εἰ βούλοιτο βασιλεύς, πλὴν ἐπὶ ῥητῷ τῷ μισθῷ· ὁ δέ γε Ῥοντζέριος ἐκ προσκλήσεως ἄνεισιν, ἀνὴρ νέος τὴν ἡλικίαν, γοργωπός, ταχὺς εἰς ὃ ῥέψοι, καὶ τὰς πράξεις θερμός. περὶ οὗ βραχέα βούλομαι προειπεῖν ὡς πέπυσμαι· εἰ δέ γε τῆς ἀληθείας ὁ λόγος ἐκκλίνειεν, οὐχ ὁ γράφων ἀλλ' ἡ φήμη τὴν μέμψιν φε ρέτω. οὗτος τῇ κατὰ Συρίαν Πτολεμαΐδι, ὅτ' ἐν τοῖς οὖσιν ἦν καὶ τὸ περίπυστον ἐν πόλεσιν εἶχε, τῷ Τέμπλῳ κατὰ φρερίους ἐνήσκητο. ὡς δ' ἐκείνη παρ' Αἰθιόπων ἡλίσκετο, ὡς ἐν τοῖς ἄνωθι λόγοις ἐλέγομεν, καὶ τἀκεῖ κατέστραπτο, χρήματα νοσφι 394 σάμενος τῆς μονῆς καὶ μακρὰς συσκευασάμενος νῆας ἐπεῖχεν Ἀγα ρηνοῖς, καὶ πειρατὴς βιαιότατος πολλούς τ' ἔχων αἱρετιστὰς νεω τέρων πραγμάτων ἀντείχετο. πλούτῳ δὲ καὶ τρυφῇ σὺν τοῖς ἀμφ' αὐτὸν ὑπερηφανῶν ἐκ τῶν σκυλευμάτων τῶν κατὰ θάλασ σαν τάξιν ἐκείνην τῶν φρερίων καὶ σχῆμα χαίρειν ἐᾷ, καὶ ἐπὶ ναυσὶ κραταιωθεὶς πλείοσι τῷ ἐκ τοῦ Μαφρὲ ἀνέκαθεν Θευδερίχῳ Σικελίαν κατέχοντι, κατά τινα γονικὴν ἀποστασίαν τῆς ἐκκλησίας ἀποστατοῦντι καὶ διὰ τοῦτο εἰς πολέμους καὶ μάχας πρὸς τὸν Κάρουλον καταστάντι, πρόσεισι ῥόγαις τακταῖς βοηθήσων σὺν οἰκείῳ λαῷ. καὶ ἐπὶ χρόνῳ κατά γε συμμαχίαν συνὼν Θευδερίχῳ μετὰ τῶν οἰκείων προσεβοήθει. ἐπεὶ δ' ὁ πόλεμος παῦλαν ἔσχε καὶ σπονδαῖς ἐπιγαμίοις οἱ τέως πολεμοῦντες εἰρήνευον (τὴν γὰρ Ἐκατερίναν ὁ τοῦ ῥηγὸς ἀδελφὸς εἰς γάμον λαμβάνει, ὃν καὶ εἰς βασιλέα στέψας ὁ πάπας, καὶ δίχα τέρας, εἴτ' οὖν γῆς, ἐπικη ρύξας κράτορα, περὶ τῆς πόλεως ἐκείνῳ τὰς ἐλπίδας ἀνήρτα διὰ τὴν νύμφην οὖσαν τοῦ Βαλδουΐνου ἐγγόνην), ἐπὶ τούτοις καὶ τῆς ἐκκλησίας ἱλεουμένης πέμψας ὁ πάπας ζητεῖ τὸν Ῥοντζέριον. ὁ μέντοι Θευδέριχος οὐ πρέπον γνοὺς οὐδ' ἄλλως δίκαιον προδι δόναι τὸν ἐπὶ καιροῖς ἀναγκαίοις φανέντα χρήσιμον (ἐφῆπται γὰρ αὐτόθεν οἱ καὶ τὰ δεινὰ ὡς τὸ σχῆμα καταπατήσαντι), ἱκα νὴν μὲν αὐτῷ φιλοφροσύνην τῷ πάπᾳ δὲ πρὸς τὰ ζητούμενα ὕπει 395 ξιν ἡγησάμενος ἀπολύειν καὶ μὴ κατέχειν μήτε μὴν περιέπειν τὸν ἄνθρωπον, ἐκποδὼν ἐπήγγελε γίνεσθαι καὶ ζητεῖν ὅπου σωθήσε ται. διὰ ταῦτα τοῖς ὅλοις ἀπορηθεὶς ἐκεῖνος πέμπει πρὸς βασι λέα καὶ ἱκετεύει δέχεσθαι· ἔχειν γὰρ καὶ λαὸν ἱκανὸν συμμαχεῖν ὅπου βούλοιτο βασιλεύς. ἦν γὰρ ταῖς ἀληθείαις, ὡς ἔδοξε, καὶ λῆμα ἔχων γενναῖον καὶ πλέως Ἀρεϊκοῦ φρονήματος, πολλῷ δὲ μᾶλλον καὶ τῷ τῆς γνώμης σπουδαίῳ καὶ βαθυσκόπῳ λαὸν δου λαγωγῶν ἀτάσθαλον καὶ τούτῳ κατορθοῦν τὰ μέγιστα φημιζόμε νος. ὁ μέντοι γε βασιλεὺς διὰ τὴν ἀνάγκην ἀρξάμενος ἤδη ξενο τροφεῖν ὡς ἕρμαιον ἁρπάζει τὸ σύμβαμα, καὶ πέμπων πίστεις ἐκ χρυσοβούλλων αὐτὸν ἀνεδέχετο καὶ λαὸν προσεδέχετο, ὥστ' ἐκεῖ νον μὲν τῷ τοῦ μεγάλου δουκὸς τιμᾶν ἀξιώματι καί γε καὶ γαμ βρὸν ἐπ' ἀδελφιδῇ Μαρίᾳ τῇ τοῦ Ἀσὰν θυγατρὶ καθιστᾶν, τοὺς δέ γε περὶ αὐτὸν ῥόγαις ταῖς προσηκούσαις ἐξικανοῦν ὑπηρετοῦν τας τὰ κατὰ πόλεμον. τὸ γὰρ Ῥωμαϊκόν, ὡς εἴρηται, ἐξησθε νηκὸς καὶ κατὰ δύσιν διασπαρὲν παρεώρατο, ζητοῦν τοὐντεῦθεν 396 ὅπου δουλεύσειε καὶ τραφήσαιτο. (13) παρ' ἣν αἰτίαν καὶ Μιχαὴλ ὁ δεσπότης αἰτίαις ὑποβληθεὶς κεκινδύνευκεν. ἐπεὶ γὰρ ὁ μὲν βασιλεὺς ἤπειγε τοῦτον εἰς Νίκαιαν συνάμα τῷ ὑπ' αὐτὸν λαῷ στρατηγήσοντα, ἐκεῖνος δὲ πολλάκις γράψας μετεκαλεῖτο τὸν ἴδιον, κἀκεῖνοι κατερραθύμουν, διὰ ταῦτα ἔδοξε χρῆσθαι τοῖς βασιλέως ὡς ὑπηρέταις, ἤδη ἀπολέμοις ἐκ τῆς ἀνάγκης γε γενημένοις, καὶ πέμψας συνῆγε, πλὴν οὔτε βασιλέως εἰδότος, καὶ ὅρκους ἀπαιτῶν ἐκείνους ὡς περὶ ἑκατὸν ὄντας, καὶ κρυφηδὸν λαμβάνων καὶ μέρει διδοὺς πρὸς ἐκείνους. ἦν δ' ὁ ὅρκος βασι λεῖ πρέπων, οἶμαι, καὶ μόνῳ· εἶναι γὰρ τῶν ἐχθρῶν ἐχθροὶ καὶ τῶν φίλων φίλοι τοῦ τέως δεσπότου ἐπώμνυον. ὃ δὴ προσαγ γελθέν, βασιλεὺς καὶ ταῦτα καὶ ἄλλα πλεῖστα συνηθροικώς, συνοικοῦντος καὶ τῇ τοῦ Τερτερῆ θυγατρί, λιπαρῶς ὑπώπτευε κατ' αὐτοῦ ἀπιστίας μελέτημα, καὶ τὸ γεγονὸς εἰς κρίσιν ἐτίθει, καὶ τὸν προσαγγελλόμενον κατεδίκαζεν. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον καὶ ῥηθήσεται· τότε δὲ βασιλεὺς τοιαύτας ἐδίδου τὰς πίστεις τῷ Ῥοντζερίῳ. ὁ δὲ λαβὼν τὰ γράμματα, ὡς ἂν καὶ 397 μέγας τις δόξοι, οὐχ ὅσους ἀνὰ χεῖρας καὶ μόνους εἶχε τοσούτους καὶ ἄγειν ἠβούλετο, ἀλλὰ προσφιλοτιμούμενος καὶ ἄλλους συνῆ γε, ταῖς ἀπὸ βασιλέως ἐλπίσιν ἀναπτερῶν, ὥστε μηδ' ἔχειν αὐ τάρκεις ναῦς συνεκφέρειν τὸ στρατολόγημα, μηδέ γε χρήματα τόσα ὥστε καὶ προκαταρκτικὰ διδόναι ἐπὶ βασιλεῖ ἐχεγγύῳ τὰ πλεῖστα παρέξοντι. διά τοι ταῦτα καὶ Γεννουΐταις προσσχὼν ἐπὶ πίστεσιν ἐκιχρᾶτο ταῖς βασιλέως ὡσεὶ χιλιάδας εἴκοσι νομι σμάτων, τὰ μὲν καὶ λαμβάνων, τὰ δὲ καὶ διὰ τὴν τῶν νηῶν χρείαν ἐκείνων εἰς τὴν τοῦ λαοῦ διαπλώϊσιν προσδεχόμενος. Γα μηλιῶνος μὲν οὖν, ὡς εἴρηται, τῇ Κωνσταντίνου ἐφίστανται. καὶ βασιλεὺς τοσοῦτον λαὸν παρ' ἐλπίδα δεξάμενος, ὅμως τῇ τῆς συμμαχίας ἐλπίδι ἀναθαρρῶν τοὺς λογισμοὺς κραταιότερον ἵστη καὶ ἀμφοτέραις ἐξήντλει σφίσι τὰ χρήματα, καὶ θησαυροὺς πάντας οὓς ἀνεπίμπλων οἱ πανταχόθεν δασμοί, ἐπισχεθέντων πάλαι καὶ αὐτῶν ῥογῶν καὶ προσοδίων τοῖς ἐν ἀνακτόρων δου λεύουσιν, ἃ δὴ καὶ βασιλεῖς ἐξ ἀρχαίου εἰς μισθοὺς ἐτίθουν ἀναγ καίους τοῖς ὑπηρετουμένοις, ἐκείνοις ἐξεκενοῦντο. ἀλλὰ τὸν μὲν Ῥοντζέριον εἰς μέγα τιμήσας δούκα, καὶ τοὺς παρ' αὐτοῦ καὶ ἰδίοις μεγαλύνας ὀνόμασι, γαμβρὸν κατὰ τὰς ὁμολογίας καθίστη. ἦν δὲ ἄρα καὶ τοῖς ἐπιστᾶσι πολλῶν φιλοτιμιῶν ἀπολαύειν 398 δεικνύειν τὴν χρῆσιν, ὡς ἂν μὴ ἐν κενοῖς ἐπιστῆναι δόξωσιν. ἐτά χθησαν οὖν ἐς Κύζικον ἀπελθεῖν· πρὸς γὰρ τὸ ἔχον τὸν φθόνον ἕρπειν, μᾶλλον δὲ τὴν ἐπίθεσιν ὡς οἷόν τε διενόουν, κἀκεῖ πολύ τι συναχθὲν πλῆθος, καὶ χρήμασι καὶ σώμασιν ἱκανούμενον, ἐφέλκειν τοὺς Πέρσας ἀνάγκῃ, οἷς καὶ δεῖν διὰ ταῦτα κατακε κλεισμένοις συμμαχίας ᾤοντο.
12.1.3
Τότε καὶ τῆς Αὐγούστης Εἰρήνης ἐπαναζευγνυούσης ἐκ Θεσσαλονίκης καὶ σταθμοῖς βασιλικοῖς ὡσεὶ δέκα ἐξανυούσης 587 τὰ τῆς ὁδοῦ, ἀγγελθὲν βασιλεῖ πέμψας ἀπήγγειλεν ὑποστρέφειν· μηδὲ γὰρ ἀνυστά οἱ πρὸς τὴν ἐπάνοδον εἶναι, τῶν κατὰ δύσιν πραγμάτων ἐκ τῆς τῶν ἐχθρῶν ἐπιθέσεως συγχεθέντων. αὐτὸς δὲ ὡς δυνατὸν ἀντιπαλαμώμενος πρὸς τοσαύτην κακίαν (ἔφθα σαν γὰρ καὶ τὸ Ἑξαμίλιον, φρούριον οὕτω λεγόμενον, προκα τασχόντες οἱ Τοῦρκοι, οἷς δὴ συνῆν καὶ ὁ Ῥομοφόρτος Κατελά νος), ὁ δὲ βασιλεὺς παραπέστειλε τὸν ἐπὶ τοῦ στρατοῦ Μαρού λην, παραδοὺς δυνάμεις ὅσας ὁ καιρὸς ἐσχεδίαζε, καὶ περί που τὴν Ἄπρω περικαθῆσθαι διετάττετο. οἷς δὴ ὁ Ῥομοφόρτος ἐν ἀπορρήτοις ὡς δῆθεν πέμπων τὴν πρὸς βασιλέα ἅμ' ἰδίῳ λαῷ περί που διακοσίους ποσουμένῳ καθυπισχνεῖτο ἀπόκλισιν, πλὴν χιλιάδων χρυσίου τόσων ἀποσταλεισῶν ἐφ' ᾧ τοὺς περὶ αὐτὸν δουλαγωγηθῆναι καὶ τοὺς Πέρσας ἁπαξάπαντας προχειρίσασθαι· καὶ εἰς πέντε χιλιάδας τὸ δοθησόμενον ἵστων. ὁ δ' ἐπὶ στρατοῦ πέμπων σὺν ἄλλοις δωρήμασι διεπυνθάνετο πῶς ἂν πάντας δια 588 χειρίσαιτο· ὁ δ' ἔφασκέ οἱ τοὺς ἡμίσεας ἔξω που στεῖλαι, καὶ τοὺς ἐναπολειφθέντας ἐρήμην ἀποκτειννύναι, κἀκείνους ἐκ δια δοχῆς. ὁ δὲ δεῖγμα τοῦ τοιούτου ἀπῄτει πρὸς πίστωσιν. καὶ δέχεται δὴ κεφαλὰς ἀνδρῶν ἀποσταλείσας παρ' ἐκείνου ὡς δῆθεν Περσῶν. καὶ ἠπάτησεν ἄν, εἰ μή τις γυνὴ μίαν τῶν κεφαλῶν ἀριδήλως ἐγνώρισεν τοῦ ἰδίου ἀνδρός, ἐξ ἧς τὰς λοιπὰς Ῥωμαίων εἶναι κατὰ τὸ εἰκὸς ὑποτοπήσαντες πείρας ἐκείνης ἀπέσχοντο.

Intertext edge

Open linked passage

Note