Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Ἐν τοσούτῳ δὲ καὶ μηνὸς ἐνισταμένου Κρονίου νόσῳ τε καὶ γήρᾳ τρυχωθεὶς Ἰωσὴφ ἐκδημεῖ, καὶ ὁ νεκρὸς ἐκείνου τῇ μονῇ τοῦ ἁγίου Βασιλείου εἰς ταφὴν δίδοται. ὁ μέντοι γε βασι λεὺς ἀπαλλαγεὶς ἐκείνου τοὺς Ἀρσενιάτας ὁρμῇ μεγίστῃ ἐπειρᾶτο 39 καταλαβέσθαι, καὶ δὴ τὴν πρὸς αὐτὸν ἀνεικὼς πρόσοδον λόγοις ἐπείρα παντοίοις. τὰ γὰρ παρὰ τῶν Ἰωσηφιτῶν κέντρα, καὶ μὴ παρόντων πλήξαντα, οὐλὰς ἐνεποίει καὶ φόβου καὶ ὑπονοίας, καὶ παντός γε μᾶλλον διὰ ταῦτα τέως αὑτοῦ γε χάριν τὰ κατὰ σφᾶς ἀνέκρινε, Πάτροκλος δ' ἔδοξεν Ἰωσήφ, τῷ μὲν φαινομένῳ, δέει τοῦ μὴ σχισθῆναι τοὺς ἀμφ' ἐκεῖνον παροραθέντος ἐκείνου, ὡς δέ τινες ὑπενόουν, μερίμνῃ τῇ περὶ αὐτοῦ μεγίστῃ, μὴ τὰ τῆς στεφηφορίας ἐκείνου μωμεύοιντο δόξαντος ἀνιέρου ὅλως ἐκεί νου καί γε φέροντος ἄγος ἀφορισμοῦ. ὅμως πολὺς ἦν τὰς γνώ μας ἐκείνων ὑποποιούμενος, τοῦτο μὲν φιλοφρονούμενος λόγοις, τοῦτο δὲ καὶ τοῖς κατὰ σφᾶς ἐδωδίμοις ἀρκούντως δωρούμενος. οἱ δὲ τὰ μὲν τῆς ὑπονοίας τοῦ βασιλέως ὡς εἶχον ἐξεθεράπευον, τὰ δὲ καθ' αὐτοὺς συνιστῶντες ὡς ἐνδίκως καὶ τρόποις θείας βουλῆς ἐξημμένοις σχίζονται, πρὸς θεοσημείας ἀπεῖδον καὶ τέ ρατα. καὶ δὴ σφίσι ναὸν εἰς προσευχὴν ζητήσασιν, εἴ που μό νον ἐκ παλαιτάτου τὰ τοῖς ἱερεῦσιν νομιζόμενα ἠπράκτουν ἐκεῖ, 40 ὡς μηδὲν ἐπιφέρεσθαι τῶν ἐσύστερον μετὰ τὸν πατριάρχην πρα χθέντων Ἀρσένιον ἄγος, ὡς ᾤοντο, ὁ τῶν ἁγίων πάντων ναὸς ἐδίδοτο, εὖ μὲν μεγέθους καὶ κάλλους ἔχων ἅμα μὲν εἰς ὑποδο χὴν τῶν ἀφικνουμένων ἅμα δὲ καὶ εἰς οὐ μετρίαν παραψυχὴν καὶ τέρψιν, ἐκ παλαιοῦ δὲ κεκλεισμένος, ὡς μηδὲ πολλοὺς μεμνῆ σθαι ἤν τί που καὶ ἐτελέσθη ἐν τούτοις τῶν ἱερῶν τελετῶν. ὡς γοῦν ἐκεῖσε συναχθέντες ὑπ' ὀπτῆρσι πιστοῖς, ὡς μὴ λαθών τις εἰσίοι τῶν σφίσιν ἀκοινωνήτων, τὰς συνάξεις ἐτέλουν, καὶ συ χνάκις πέμπων ὁ βασιλεὺς τοῦ τὰ κατ' αὐτοὺς ἐν φροντίσι μεγά λαις ἔχειν παρεῖχε δόκησιν, αὐτοὶ ἐπὶ πλέον θαρσήσαντες πρὸς τὰ ἐν Χαλκηδόνι πάλαι τελεσθέντα, ὡς ὁ λόγος αἱρεῖ, ἐπὶ τῷ τῆς καλλιπαρθένου καὶ μάρτυρος Εὐφημίας σώματι ἀνάγουσι τὴν ἐνθύμησιν, καί γε καὶ αὐτοὶ ὑπὸ σώματι ἁγίῳ πάλαι κατατε θνεῶτος νεκρῷ τὰ καθ' αὐτοὺς ὡς ἀρεσκείας ἐξημμένα θείας δει κνύειν ἤθελον, καὶ ἅμα τῷ δεῖξαι, ὡς ἤλπιζον, σφίσι προσσχεῖν ἠξίουν τοὺς ἄλλους καὶ πείθεσθαι, κἂν ὅ τι λέγοιέν τε καὶ πράτ τοιεν. πείθεται τούτοις ὁ βασιλεύς, καὶ σῶμα μὲν τὸ τοῦ Δα μασκηνοῦ καὶ θείου πατρὸς Ἰωάννου αὐτοῖς αἰτήσασι δίδωσιν, 41 ὡς ἂν δὲ μή τι καὶ ῥᾳδιουργηθείη ἐπὶ τοῖς προσδοκωμένοις τέρα σιν ἢ μὴν καὶ ὑποπτευθείη ῥᾳδιουργηθέν, (τόμοις γὰρ ἐπιτεθη σομένοις τῷ σώματι τὰ καθ' αὐτοὺς ἐπιτρέπειν ἠβούλοντο) ἐξ αὐτῆς βασιλεὺς προστάσσει ἐπισκευασθῆναι μὲν ἑτέραν μείζονα θήκην, καὶ σῶμα καὶ θήκην αὐτὴν ἐν ᾗ τὸ σῶμα χωρήσουσαν, οὕτω δὲ ταύτην οἵαν τ' εἶναι ἀσφαλισθῆναι καὶ κλεισὶ καὶ σφρα γῖσιν ὡς μηδὲ τὸν ἐντεχνότατον κατὰ Δαίδαλον παρεγχειρεῖν μηδ' ὁτιοῦν δύνασθαι. αὑτὸν μέντοι παρεῖχεν ἕτοιμον, εἰ προσ ληφθείη ταῖς τοῦ ἁγίου χερσὶν ὁ τόμος πρὸς ποσὶ τεθείς, τὰ γε γραμμένα πράττειν ἀναμφιβόλως. ἐν ὅσῳ μὲν οὖν ταῦτ' ἐπράτ τετο, κἀκεῖνοι νηστείαις καὶ προσευχαῖς παντοίαις προετελοῦντο καὶ παννυχίσιν ὑμνῳδίαις ἐσχόλαζον, ὁ βασιλεύς, κἂν αὐτὸς ἐφ' ἑαυτοῦ κἂν ἄλλου γε ὑπομνήσαντος, περὶ ἑαυτῷ, ὡς ἔδοξεν, ὑπονοήσας, μήπως καὶ ἐπ' αὐτῇ βασιλείᾳ καὶ τῇ περὶ ταύτης ζητήσει (καὶ ταῦτα γὰρ ἐλέγετο ζητεῖν ἐκείνους) ἀμφισβητεῖν προαχθεῖεν, καί γ' ἐπὶ τοῦτ' ἀδοξήσας ἀναλαμβάνει τε τὰς ὁμο λογίας ἐξαίφνης, καὶ πέμψας, ὀστράκου φασὶ μεταπεσόντος, διακωλύει τοὐγχείρημα, τὸ τῶν πολλῶν καχυπονόητον ἀναστέλ λων, εἰπὼν πρὸς αὐτοὺς ὡς εἴπερ μὴ ἐπιτρέπειν ἐννοίαις ἡμετέ 42 ραις τὰ πράγματα ἀξιοῖμεν ἀλλὰ τὴν θεόθεν ζητεῖν συμβουλὴν (καὶ γὰρ οὕτω καὶ ἄξιον), ἀργεῖν μὲν ἀνάγκῃ ἐκ παλαιοῦ τὰ ση μεῖα, τῆς εὐσεβείας πλατυνθείσης, ἔχειν δὲ τὰς γραφὰς τῶν πα τέρων, ἐξ ὧν καὶ χειραγωγουμένους τὰ κατ' ἀρέσκειαν τοῦ θείου τελεῖν· τοῦ γὰρ πλουσίου ζητοῦντος ἐξαναστῆναί τινα καὶ διδά ξαι τοὺς ἀδελφούς, ἔχειν ἐκείνους Μωσέα καὶ τοὺς προφήτας λελέχθαι, ὡς αὐτῶν ἱκανῶν ὄντων πείθειν τε καὶ διδάσκειν. οὕτω μὲν οὖν ἐκκρουσθέντων τῆς ἐγχειρήσεως τῶν Ἀρσενιατῶν, ὁ βασιλεὺς μᾶλλον τῷ μέρει τοῦ Ἰωσὴφ ὡς εὐθυτέρῳ προσκείμε νος οὐδὲ τοὺς Ἀρσενιάτας καθάπαξ ἀπεδοκίμαζε· τὸ γὰρ περὶ ἐκείνους πλῆθος παρεῖχε καὶ σφῶν ἐπὶ μᾶλλον φροντίζειν.
13.1.2
Ἀλλ' ἐξ ἐκείνου οὔπω παρῆλθεν ἡ ἕκτη, καὶ ἀγα θαὶ ἀγγελίαι καταλαμβάνουσιν, ὡς τὰ τῶν ἀποστατούντων καὶ πρὸ ἡμερῶν διαπέπρακται. καὶ κατὰ λεπτὸν ἐρωτῶντες ἐμάν θανον τότε τὰ δεινὰ σφίσιν ἀγγέλλεσθαι ὅτε παῦλαν εἶχον τὰ 231 λυπηρά, καὶ ὅτ' αὐτοὶ περὶ ἐκείνων ἐφρόντιζον τότ' ἐκείνους ἐπιτετελεσμένῃ τῇ καταμύσει τῶν χαλεπῶν ἐνηδύνεσθαι. ὁ μέν τοι γε βασιλεὺς τὸ πᾶν προσνέμειν δεῖν κρίνων τῇ θεομήτορι, καὶ ὡς αὐτῆς βοηθοῦ πιστεύων φανείσης τὸ τῶν ἀποστατῶν οὕτως ἐν ἀκαρεῖ κατελύθη φρύαγμα, δεῖν ἔγνω καὶ μόνῃ ταύτῃ ἀπονέ μειν τὰ χαριστήρια, καὶ ἅμα τῷ τὰς ἀγγελίας δέξασθαι καὶ πι στεῦσαι, αὐτόθεν ἐξ ἀνακτόρων πεζῇ τὴν ὁδὸν διεξεληλυθὼς ἅμα τῇ περὶ αὐτὸν τάξει τὴν τῶν Ὁδηγῶν καταλαμβάνει μονήν, καὶ κατέναντι τῆς σεβασμίας εἰκόνος σταθεὶς ἀπονέμει μὲν κατὰ τὸ εἰωθὸς τὴν προσκύνησιν, λιπαρὰν τὴν ἱκεσίαν ποιούμενος, ἀπο νέμει δέ γε καὶ τὴν εὐχαριστίαν μετὰ θερμῆς ὑποπτώσεως, αὐτῇ γε μετὰ θεὸν λέγων καὶ βασιλείαν καὶ ἐκκλησίαν εἰς χέρας τιθέ ναι, καὶ παρ' αὐτῆς καὶ μόνης ἐλπίζειν ἀξίαν γε τὴν διοίκησιν καὶ ἐπ' ἀμφοτέραις. ταῦτα ποτνιασάμενος καὶ τὰ εἰκότα εὐχα ριστήσας, ἐπιβὰς ἵππου ἐπανεζεύγνυ πρὸς τὰ ἀνάκτορα. τῷ δέ γε πρωτοβεστιαρίτῃ πρόσταγμα χαριστήριον σχεδιάζεται, καὶ τιμῆς ὑπερτάτης ἐπὶ πολλοῖς ἄλλοις φέρον ὑπόσχεσιν. ὃ δὴ καὶ μετ' οὐ πολὺ ἀπεπλήρου τῇ Κωνσταντίνου ἐπιδημήσαντι, μέγαν στρατοπε δάρχην ἐτίμα, καὶ τιμαῖς τῆς ὑπὲρ ἑαυτοῦ σπουδῆς χάριν ἤγαλλεν. 232 14. Ἐντεῦθεν καὶ πόνος ἦν Πέρσαις ἡ τῶν ἰδίων παντε λὴς ἐξαπώλεια· οὓς δὴ ἐκεῖνος μὲν ἐπ' ἀνατολῆς ἦγεν αὐτομο λήσαντας, οἱ δ' ὕστερον ἐλθόντες συνάμ' ἐκείνοις κακῶς διετί θουν τὴν χώραν. σκοπῶ δὲ εἰ καὶ μὴ παρὰ τὴν τοιαύτην παντε λῶς ἐρημωθῆναι τὰ κατ' ἀνατολὴν ξυμβέβηκεν ὕστερον, ἐκείνων τοῦτο μὲν πονούντων ἐφ' οἷς ἔπαθον, τοῦτο δὲ καὶ ἀκριβῶς τοὺς τόπους μαθόντων, προσέτι δ' ἐκλελοιπότος καὶ ὃν εἶχον διὰ φόβου τὸ πάλαι καὶ θαύματος, ὡς καὶ ἄλλους καταφρονοῦν τας ἀνέδην ἔχειν ἐκθέειν καὶ τὰ μέγιστα ζημιοῦν, καὶ σὺν αὐ τοῖς ἄλλους ὥσπερ κύνας ὠστοτραγηκότας λιχνεύσασθαι, καὶ οὕτω κατ' ὀλίγον τῇ Ῥωμαίων ἐπέχοντας ἄλλην ἐρήμην δεῖξαι τὴν ἀπ' Εὐξείνου Πόντου μέχρι καὶ τῆς κατὰ Ῥόδον θαλάσσης κατά τε μῆκος καὶ πλάτος διέχουσαν. ἀλλὰ ταῦτα μὲν ὕστερον.
13.1.3
Ἐν τούτῳ δὲ καὶ Μιχαὴλ ὁ δεσπότης τὴν συνοικοῦ σαν πρὸ χρόνων ἀποβαλὼν (ἡ δ' ἦν ἡ τοῦ βασιλέως αὐταδέλφη) τῇ τοῦ Τερτερῆ κεχηρωμένῃ ἤδη τοῦ κράλη Σερβίας ἐποφθαλμί ζει, καὶ θέλων θέλουσαν ἄγεται, ἐφιέντος μὲν βασιλέως, ἐφιεί σης δὲ καὶ ἐκκλησίας ἐν ὑστέρῳ τῶν γενομένων. ἣν δὴ καὶ ἁρ μοσάμενος ἑαυτῷ, τὸ τῆς δεσποτείας ἀξίωμα ἔχων καὶ ἔτι, συμ μετεδίδου τῆς ἀξίας καὶ τῇ συνῳκημένῃ ἐκ κραλαίνης, ἐξ ἧς καὶ παῖδας ἀποτετόκει. καί γε δῆλος ἦν τῇ τοῦ Τερτερῆ συνοικῶν ὡς γνησίᾳ.
13.1.4
Οἱ μέντοι γε Ἀμογάβαροί τε καὶ Κατελάνοι, καθά περ τι πλῆθος χαλάζης τετρυγὸς ὀλέθριον εἰσπεσόντες, πᾶσαν ἐκάκουν ἣν ἐπέσχον καὶ ἧς ἐπελάβοντο, οὐδενὸς φειδόμενοι τῶν ὅσα δείκνυσι τὸν εἰργασμένον κακοῦργον καὶ βίαιον, ὡς ἄλλην τινὰ βαρβαρικὴν καταδρομὴν πάσχειν τὴν δύσιν, ἀνύποιστόν τινα 501 παρὰ τὴν προτέραν οἰστὴν οὖσαν καί γε φερτήν, τὴν ἐπ' ἀνα τολῆς, κατὰ σύγκρισιν, ὅσον ἐκείνην μὲν ὡς παρ' ἐχθρῶν οἱ πειρώμενοι λογιζόμενοι ἔφθασαν καί τινες τὸ δεινὸν προφυγόντες, τῷ τῶν ἄλλων φόβῳ σωφρονισθέντες, ταύτην δὲ οὐκ εἶχον ὅπως ἂν καὶ διάθοιντο, δεχόμενοι μὲν ὡς φίλους τοὺς ἐπιόντας, πει ρώμενοι δὲ ὡς παλαμναιοτάτων τούτων ἐχθρῶν. ἐπ' ἴσης δὲ καὶ τούτοις κἀκείνοις ἤν τις ἀντιβαίνοι, τὸ ξίφος εἰς ἄμυναν ἦν. μό λις πόλλ' ἄττα διαπραξάμενοι, καὶ μηδὲν πλέον ἔχοντες πράττειν (τῆς γὰρ ἐς τὰ πρόσω καὶ ἔτι ὁρμῆς ἀνεκόπτοντο· τὸν γὰρ βα σιλέα Μιχαὴλ καὶ τὰς περὶ τοῦτον δυνάμεις ὡς αὐτίκα καταδρα μουμένας αὐτῶν ἐκ τοῦ εἰκότος, ἢ καὶ ἐξ ὧν ἤκουον μᾶλλον, ὑπώπτευον) ἔγνωσαν ἄλλως μετελθεῖν τὰ πράγματα. (14) καὶ καθ' ἑαυτοὺς γεγονότες, ὡς δῆθεν καὶ τοῦ ἄγοντος κατολιγω ροῦντες, ἀποστόλους πρὸς βασιλέα πέμπουσι τὰ ὑπὲρ αὐτῶν πρεσβεύσοντας, πολλὰ μὲν καὶ δεινὰ πρᾶξαι ὁμολογοῦντες τὴν χώραν, πλὴν ἐκ βίας, μὴ τὰς μισθοφορίας ἔχοντες, ἐξ ὧν εἶχον ἂν τρέφεσθαι· τοὐντεῦθεν δὲ ταύτας λαβόντας, εἰ βασιλεὺς θέ λοι, ἀπηνὲς μηδὲν μηδ' ἀτάσθαλον πράττειν, ἀλλ' ὠνουμένους δικαίου δόματος διαζῆν ὑπισχνοῦντο, ἑαυτοὺς δὲ παρέχειν ἑτοί 502 μους, ὅπου ἄρα καὶ προσταχθεῖεν ἰέναι, πιστῶς καὶ ὡς ἐχρῆν ἀγαθοῖς ὑπηκόοις δουλεύσοντας. ταῦτα βασιλεὺς δεξάμενος τὰ μηνύματα τὸ μὲν ὅσαπερ ᾔτουν διδόναι, οὐδ' ἴκταρ βάλλων, οὔ μενουν ἐδοκίμαζε, δυσχερὲς ὂν καὶ ἄλλως καὶ τῶν ἀδυνάτων ἔγ γιστα· δοκεῖν δ' ἀποπέμπειν δεσποτικῶς δικαίως δοκοῦντας λέ γειν ἠδόξει τὸ σύμπαν, οἷός τ' ὢν μᾶλλον ἐλέγχειν. τῷ τοι καὶ τοῖς περὶ τὸν μέγαν ἑταιρειάρχην τὸν Δούκαν ἤδη γὰρ αὐτὸν καὶ τῶν εἱρκτοσυνῶν ἀνεὶς ἐπὶ τῆς ἀξίας καὶ αὖθις εἶχεν, οὐκ ἄλλως ἀνεὶς εἰ μὴ τοῦ τότε μεγάλου δουκὸς θέλοντός τε καὶ μεσι τεύοντος, ὡς ἐπ' αὐτῷ πίπτειν τὴν χάριν. τότε τοίνυν τοῖς περὶ ἐκεῖνον ἐφίησιν, ἀλλὰ καὶ λοιποῖς οἵπερ ᾔδεσαν, καὶ σφάκε λοι πλήρεις γραμμάτων τῶν ἀτασθαλιῶν ἐκείνων δίδονται. συνε ποσοῦντο δέ, μεθ' ὧν καὶ αὐτὸς κατὰ φιλοτιμίαν ἐδίδου, εἰς χιλίας χιλιοστύας νομισμάτων ἐγγύς. ἃ δὴ καὶ προτείνων τοῖς ἀπεσταλμένοις τῷ Μπυριγερίῳ μεγάλῳ δουκί, ἤδη καὶ συμβούλῳ γ' ὡς τὸ εἰκὸς χρώμενος, προσανετίθει τὰ τῆς κρίσεως δικαιολο γούμενα. τούτου ὑπερθαυμάσαντος τὴν δαπάνην, ἐκείνους μὲν οὕτως ἀπράκτους ἀποπέμπει, ὀλίγιστόν τι δοῦναι πρὸς ὅπερ ἐζή 503 τουν, πολὺ κατ' αὐτὸ ὄν, ἑτοίμως καθυπισχνούμενος, ἂν τέως περῷεν καὶ ἐκδουλεύοιεν· μηδὲ γὰρ πάντων χρῄζειν, ἀλλὰ καὶ ταῦτα ποιεῖν τῆς πρὸς τὸν γαμβρὸν μόνης ἕνεκα χάριτος. (15) τὸν δὲ Μπυριγέριον μέγαν δοῦκα καὶ λίαν ἐντεῦθεν ἐκθη ριοῖ, ὡς ἔδοξεν, εἰ οὐδένας μὲν ἐκείνους καὶ ὑπὲρ μηδένα τὸ γέ νος γεγονότας δεξάμενος τοσούτοις ἤγαλλε, τοῦτο μὲν ἑκὼν τοῦτο δ' ἄκων, αὐτὸς δὲ τοιοῦτος ὢν καὶ τοιούτους ἄγων μὴ ὅτι γε μηδ' ἐγγὺς τούτων, μηδὲ τὸ πολλοστὸν σχεῖν ἠλπίκει ἐξ ὧν ἤκουεν. ὅθεν καὶ ἀπεντεῦθεν ἐρραστωνεύθη καὶ πρὸς τὰς ναῦς ἔβλεψε. καὶ ὥς οἱ τὰ μὲν τοῦ βασιλέως ὕστερα πάντ' ἦσαν τῶν βουλευμάτων ὧν αὐτὸς εἶχε, κρούσασθαι δή, τὸ τοῦ λόγου, πρύμναν καὶ ὑποστρέφειν ἔγνωστο. κἀκεῖνος μὲν ἀπάρας τῶν κατὰ τὰς Βλαχέρνας ὅρμων ἐπὶ τῆς πύλης τῆς βασιλικῆς ἐπε πλεύκει, ἀλύων οἷον καὶ τῷ γνωσιμαχοῦντι παρεοικώς, παρα κατέχων μὲν τὰ τοῦ ἀξιώματος σύμβολα, παρακατέχων δὲ καὶ 504 βασιλικὰ χρυσᾶ τε καὶ ἀργυρᾶ ἐκπώματα περί που τριάκοντα, οἷς δὴ τῇ προτεραίᾳ βασιλεὺς ἐδέσματα πέμπων ἐγέραιρε. βασι λεὺς δὲ οὐκ εὐθὺς πιστεύσας, ὅμως συχνοὺς ἀποστέλλων ἐπὶ τὴν ἑορτὴν τῶν φώτων ἐκάλει, μετὰ τῶν συνήθων παρασήμων τῇ γερουσίᾳ συνεορτάσοντα. καὶ οἱ μὲν ἐκάλουν, ὁ δὲ συχνὸν μυκτῆρα σφίσιν ἐμφαίνων, ὡς καὶ οἷον κάδδῳ τῷ σκαραμαγκίῳ κατὰ θαλάσσης ἐπὶ γέλωτι χρᾶσθαι, ἀπέπεμπε. καὶ τότε δῆλος ἦν τὰ τοῦ βασιλέως ἀποστραφεὶς καί γε μεμνημένος, εἰ καὶ μὴ τῶν οἴκοι, ἀλλ' οὖν τῆς πρὸς τὸν φίλον ὑποστροφῆς. κἀκεῖνος μὲν ταῦτα ἡμέραις ὅλαις τρισὶ καὶ νυξὶν ἴσαις, παρυποκλέπτων τὴν ἔκπλευσιν, ἀνταποστείλας καὶ τὰ ἐκπώματα· τῶν τινὲς δὲ Μονεμβασιωτῶν βασιλικῶν κατὰ θάλατταν δουλευτῶν, ἐπεὶ καὶ σφῶν τριήρη παρακατεῖχεν ἐκεῖνος μισθώσας, ὥρμων ἐπεισπεσεῖν ἐξαίφνης καὶ τοῦτο μὲν ἐκεῖνον τῆς πρὸς βασιλέα χλεύης ἀμύνα σθαι, τοῦτο δὲ καὶ ἑαυτοῖς σφίσι τὴν ναῦν ἀνασώσασθαι. βα σιλεὺς δέ, εἴτε διὰ τοὺς ὅρκους, καὶ ἔτι ἐλπίζων τὴν ἐκείνου με ταβολήν, εἴτε καί τι τῶν ἀνηκέστων ὑπονοῶν συμβήσεσθαι, εἴτε μὴν καὶ κατ' ἐπιείκειαν, οὐκ ἐφίει. ἐδόκει δ' ὅμως τὸ πλεῖστον 505 μὴ ἐφιέναι κατὰ τὸ ἐπιεικές τε καὶ σύγγνωμον τοῦ τ' ἐλέου καὶ ἀκριβοῦς τι παρὰ δίκην τὴν ὀρθὴν παραθραύων· ὃ δὴ τοῖς κα θαρῶς ὑπηκόοις καὶ μᾶλλον χρεών, ὁ δὲ καὶ τοῖς ἀκριβῶς ἀντι πάλοις ἀπονέμειν οὔμενουν οὐ κατώκνει, ὡς ἂν οὖν ἐξ ἑαυτοῦ ἀποτριβόμενος τὸ ἐπίμωμον ἐπὶ τοῖς τοιούτοις. ὁ δὲ πάσας ἡμέ ρας ἐκείνας θαλασσαυλῶν, ἐπεὶ νὺξ ἦν, τυχὼν ἐπιφόρου τοῦ πνεύματος, ὅλος βοῦς ἀν' ὕλαν ἐφαίνετο βαίνων, καὶ τῶν κατὰ τὴν Καλλίου Κατελάνων εὐθὺ ἵετο. Τότε δὴ τότε καὶ βασιλεὺς ἔγνω προφανῶς χλευασθείς, καὶ τὰ κατὰ τὸν γαμβρὸν ἀσφαλῶς οὐκ εἶχε πιστά, ἐπεὶ μηδὲ ἐκεῖνος ἠρεμῶν ἠκούετο, ἀλλὰ νῦν μὲν τὴν Καλλίου ταφρεύων, νῦν δὲ σιδηρᾶ δεσμὰ κόπτων, νῦν δ' ἱερεύων ζῶα καὶ ταρίχη κρεῶν ταῖς ναυσὶν ἐνσωρεύων, νῦν ἄπειρον πλῆθος σίτου συλλέγων καὶ μάζας ἐνσκευαζόμενος, κἀπὶ τούτοις μεγαλειότερον τῶν πραγμάτων ἐχό μενος καὶ δῆλος ὢν ἐκ πολλῶν τὰ τῶν ἀποστατῶν μεταχειριζόμε νος, κἂν οὐκ ἠβούλετο δείκνυσθαι. (16) καὶ γὰρ ἅμα μὲν βα σιλεὺς δοκιμάζων ἐκεῖνον ἅμα δὲ καὶ ὑποποιούμενος, τὸν μέγαν ἄρχοντα πέμπων, ὃς ἦν ὁ Μαρούλης, ὡς μὲν ἐκεῖνον ὡς δὲ τὴν 506 αὐταδέλφην μετεκαλεῖτο, τὴν κατὰ τὰ φῶτα προτείνων προέλευ σιν. ἀλλ' ἡ μὲν ἐσκήπτετο νόσον καὶ τὸ μὴ δύνασθαι, ὁ δὲ προ φανῶς ἀπέλεγε καὶ ἠφροντίστει πρὸς τὴν μετάκλησιν, τὰ τῶν Κα τελάνων δὲ προύτεινε καὶ τὰς μισθοφορίας ἀπῄτει, μή πως ἐπαύ ροι καὶ αὐτός, λέγων, τῶν ἀπ' ἐκείνων κακῶν. ταῦτ' ἤκουε βασιλεύς, καὶ αὖθις ἀντέπεμπεν ἀξιῶν λαβόντα οὐχ ὅσον ἐζήτει, ἀλλὰ τὸ ἱκανόν, ἐκπερᾶν κατ' ἀνατολήν. ὡς δὲ καὶ προφάσεις κύκλῳ περιεβάλλετο, καὶ ὡς οὐ διαχειμεριοῦν κατὰ δύσιν βού λοιτο, ἀπορῶν αὐτοῦ τῶν ἐπιτηδείων, ἐντεῦθεν βασιλεὺς τὴν ἐκείνων ἐπισύστασιν ἣν ὑπώπτευεν ἐκτρεπόμενος, τοῦ μὲν καλεῖν καὶ αὖθις ἀπέσχετο (ᾔδει γὰρ οὐ πείσων), αὐτὸν δ' ἐκ τῶν εἰ κότων ἐγνωσμένον τὴν τῶν ἰδίων θεραπείαν τῶν βασιλικῶν ἐντο λῶν περὶ πλείστου ποιούμενον, συχνοὺς πέμπων, προσποιεῖν ἑαυτῷ ἐπειρᾶτο, προτεινόμενος μὲν βασιλικὸν ἀξίωμα τὸ τοῦ Καίσαρος, παραδιδοὺς δὲ καὶ πᾶσαν χώραν ἀνατολῆς πλὴν τῶν περιφανῶν πολισμάτων, καὶ αὐτοκράτορα στρατηγὸν καθιστᾶν ὑπισχνούμενος. ἀλλὰ καὶ τῷ ὑπ' αὐτὸν λαῷ τὰ εἰκότα ἔλεγε πο λυωρεῖν καὶ χρήμασι καὶ δαπάναις, εἰ μόνον τὰ πιστὰ σχοίη ὡς εὐνοοῖεν τοῖς τῆς βασιλείας πράγμασιν. αὐτίκα δὲ διαπεραιου 507 μένους ἐπ' ἀνατολῆς εἴκοσι χιλιάσι χρυσίου καὶ τριακοσίοις χιλιά δων μοδίοις τοπικοῖς σίτου δωρεῖσθαι καθυπισχνεῖτο, καὶ τοῦ λοιποῦ μηδὲν ἀνεῖναι καὶ αὖθις τὰ εἰκότα πολυωρεῖν. ταῦτα συχνοὶ πεμπόμενοι παρεδήλουν, καὶ τούτων προσανετίθουν τὰ πλεῖστα τῇ τοῦ βασιλέως ἀδελφῇ ἐκεῖσε καὶ ἔτι παρούσῃ, καὶ μᾶλ λον ὅτι καὶ αἱ περὶ Φιλαδελφείας πύστεις μέχρι καὶ τῶν νεκρῶν ἐξ ἐνδείας καὶ τοῦ πολιορκεῖσθαι ἅψασθαι κατηγγέλλοντο. οὐδὲν δ' ἐκεῖθεν ἄλλο ἠκούετο ἢ αἱ μισθοφορίαι, καὶ ὡς τὸ πλῆθος ἀκάθεκτον ὂν αὐτὸς κατέχειν καὶ ἄγχειν οὐ δύναται, καὶ ὡς εἰ μὴ δοθείη τὸ ἀπαιτούμενον, οὐδ' αὐτὸς ἐν ἀσφαλεῖ ἔσται, καὶ μᾶλλον ὅσῳ τοῖς ἀξιώμασιν ὑπερηφανεύοιτο. ταῦτα λέγων δῆλος ἦν ἐκείνοις προσκείμενος, καὶ θηρίου δυσμεταχειριστότερον ἔχων, ἤν τις μεταπείθειν ἐπιχειροίη, διὰ τὴν πηγὴν τοῦ φρονεῖν πάντως μήπω κατηρτυμένην εἰς ὑπηκόοις πρέπουσαν τάξιν. ὡς γοῦν συ χνοὶ ἐπὶ τούτοις ἐπέμποντο, ἔδει δὲ κἀκεῖθεν τοὺς μηνύτορας 508 πέμπεσθαι, οὐδεὶς ἦν πρὸς ταῦθ' ἕτερος εἰ μὴ ὁ οἰκείως ἐξυπη ρετῶν τῇ τοῦ Ἀσὰν Κανναβούριος, ὃς καὶ ἐπεὶ πολλάκις ἐκεῖθεν ὧδε κἀντεῦθεν ἐκεῖ παραγένοιτο, τέλος ἀσφαλεῖς ἐφ' οἷς προσέ ταττε βασιλεὺς τὰς πίστεις ζητεῖν ἐφειμένον ἔλεγεν ἔχειν, αὐτὸν δ' ἐκεῖνον τὴν ἀντωμοσίαν παρέχειν ἐπὶ προσώπου τοῦ ἀποστεί λαντος, γενέσθαι δὲ καὶ τὰς ὁρκωμοσίας ἐπὶ παρουσίᾳ τῆς τι μίας εἰκόνος τῆς θεομήτορος. ἐφ' οἷς αὐτίκα τοῦ βασιλέως κα τανεύσαντος, καὶ μᾶλλον ὅτι καὶ ὁ τοῦ Θευδερίχου ἀδελφὸς ἐκ νοθείας ἐν ναυσὶ τρεισκαίδεκα περιπλέειν ἠγγέλλετο καί τινας κα τατρέχειν τῶν νήσων καὶ ἀνὰ κράτος κακοῦν, πέμπειν τε καὶ πρὸς ἐκείνους καὶ αὖθις παρ' ἐκείνων λαμβάνειν μηνύματα, τελοῦνται μὲν ὅρκοι, (17) πέμπεται δὲ καὶ ὁ Χοῦμνος Θεόδωρος, αὐτά τε τὰ τοῦ Καίσαρος σύμβολα φέρων καὶ τὰς χρυσοβουλλείους πί στεις καὶ νομίσματα χρυσίνων χιλιάδας τριάκοντα. τὰ δὲ τοῦ σίτου προηυτρεπισμένα ἦν, ὡς ἠλπίζετο, ἐκ συναγωγῆς. εἰ δ' οὖν, ἀλλὰ καὶ τὸ λεῖπον συνάγεσθαι ὥριστο ἐπὶ τῷ ἅμα σφᾶς δεξαμένους περᾶν κατ' ἀνατολήν. ὁ μέντοι γε Χοῦμνος διαπι στῶν ὅπως αὐτῷ προσενεχθείη ὁ εἰς Καίσαρα προβαλλόμενος, 509 καὶ μᾶλλον ὅτι ἀδελφὸς ἦν τοῦ ἐπὶ τοῦ κανικλείου, καθ' οὗ πόλλ' ἄττα ἐκεῖνος, εἰ δύναιτο, ὤδινεν, ὡς ἠκούετο, εἰ αὐτοῦ τόσων εὐποροῦντος καὶ τόσων τὸ ὑπ' ἐκεῖνον στρατιωτικὸν τῶν δικαίων μισθωμάτων στερίσκοιτο, κατά τινα πρόνοιαν πρὸς τὴν αὐτα δέλφην τοῦ βασιλέως προαποστέλλει τὸν Καναβούριον, ἅμα μὲν δηλώσοντα τὰ πραττόμενα, ἅμα δ' αὖθις δηλοποιήσοντά οἱ τὴν τῶν ἐκεῖ πραγμάτων διάθεσιν. αὐτὸς δὲ σχολαίῳ ποδὶ κατόπιν προσήλαυνεν. οὔπω δὲ τὸ Βραγχιάλιον πεφθάκει, καὶ δηλοῦ ταί οἱ ἐκεῖθεν μέγιστ' ἄττα ὑποψιῶν μηνύματα, ὡς μὴ προση σομένου τάχα τοῦ Ἰταλοῦ τὸ ἀξίωμα διὰ τὸν ἐκ τῶν ἀγομένων ὑπονοούμενον, ἢν μή γε τοῖς μισθώμασιν ἱκανοῖντο, παροργι σμόν. κἂν φανείη πάντως οὗτος χρυσίον ἐπιφερόμενος, δέος μὴ ἀφελόμενος αὐτίκα τοῦτο κακόν τι καὶ τὸν ἄγοντα δράσειε. διὰ ταῦτα μαθὼν τοὺς λόγους, ᾗ τάχους εἶχε, τῷ φρουρίῳ τῇ Τζίμπῃ ἐγκαταβύεται. καὶ ἐφ' ἡμέραις ἐκεῖ διάγων, ἐπεὶ οὐδὲν προσηνὲς ἀπ' ἐκείνων ἠκούετο, μᾶλλον μὲν οὖν καὶ δέος οἱ ἦν μὴ ἐπεισπεσόντες τινὲς ἐκείνων, πρὸς τῷ δρᾶσαι τοῦτον τὰ πάν δεινα, τὸ χρυσίον ἀφέλωνται, λαβὼν αὖθις ἐπιφερόμενα ἄπρα κτος πρὸς βασιλέα ὑποστρέφει. 510 Καὶ ὁ μὲν οὕτω τὴν ταχίστην ἐπάνεισιν, ἐκεῖνος δὲ πρῶ τον μὲν μαθὼν περὶ τῆς Χίου (ἔμελε γάρ οἱ τῆς νήσου ὡς καὶ ταύτην ἔχειν ἐλπίζοντι) μαθὼν τοίνυν ὡς Πέρσαι ναυσὶ χρησάμε νοι περί που τριάκοντα τὸν τόπον ἠρήμουν, πέμψας προσαμύ νειν ἠπείγετο. καὶ Χῖοι, πλὴν τῶν παραβυσθέντων τῷ ἐκεῖ φρουρίῳ, παμπληθεῖς ἀπώλοντο. καὶ ἄλλοι φορτηγοῖς τεσσα ράκοντα παῖδας καὶ γυναῖκας καὶ πλοῦτον ἐνθέμενοι καὶ περί που τὴν Σκῦρον πλέοντες ἐναυάγησαν. (18) εἶτα λαὸν ἀθροίσας τοὺς ἐξ ἑκάστης χώρας ἐμφανεστέρους, καὶ σταθεὶς προφανῶς ἔξω που φρουρίου Καλλιουπόλεως, πόλλ' ἄττα καὶ τολμηρὰ μετ' ἐμβριθοῦς ἐδημηγόρει τοῦ σχήματος, ἀρχῆς ἀπ' ἄκρης τὰ καθ' αὑτὸν συνιστῶν καὶ τὰς αἰτίας τῶν δυσχερῶν σφίσιν ἐπά γων τῷ βασιλεῖ, ὅπως τε γένοιτο τὴν ἀρχὴν καὶ ὅπως τραφείη διεξερχόμενος, καὶ ὡς πολλοῖς διαγέγονε τοῖς μὲν συμμαχῶν τοῖς δ' αὖ πολεμῶν, καὶ ὅπως τύχης ῥοπῇ καὶ διηνεκεῖ ἀσχολίᾳ οἷς μὲν συμμαχήσων ἐπισταίη, οὐ σφίσιν αὐτοῖς παρεῖχε τῆς μετα κλήσεως μέμψασθαι, ὧν δ' ἀποσταίη, μοῖραν οὐ τὴν τυχοῦσαν βοηθείας ἐδόκει προσαφαιρεῖσθαι. διεξῄει δὲ καὶ τὰ κατὰ τὴν Σικελίαν, καὶ ὅτι μετὰ χρόνιον πόλεμον εἰρήνης τοῖς ἐκεῖ ξυμ βάσης αὐτὸς εἰθισμένον ἔχων μελέταις ἀσχολεῖσθαι πολεμικαῖς 511 πέμψαι τε πρὸς βασιλέα, καὶ προσαμῦναι τῇ χώρᾳ τούτου κινδυ νευούσῃ, εἰ καὶ αὐτὸς βούλοιτο, ἀξιοίη, καὶ μέντοι γε καὶ δε χθείη αὐτίκα, καὶ γραμμάτων ἀξιοῖτο βασιλικῶν κῆδος βρα βευόντων ἐκ τῶν πρὸς αἵματος καὶ τὸ τοῦ μεγάλου δουκὸς ἀξίω μα, κἀντεῦθεν ἄξοι ὀλίγους ἢ ὅσους μετεκαλεῖτο γράφων ὁ βα σιλεύς, καὶ πολλὰ μὲν πάθοι κατ' ἀνατολήν, εἰ καὶ μὴ Πέρσαις συσταλεῖσιν ἐκ δέους, ἀλλ' οὖν τῷ Ἀτταλειώτῃ μαχόμενος, καὶ πολλοὺς ἀποβάλοι γενναίους ἄνδρας, ᾧ καὶ ὡς ἀντιπάλῳ ἐπέχειν ὁρμῴη, καὶ ὡς ἐν ὑπηκόοις βασιλέως λογιζομένου τὸ πάλαι καὶ ἀφηνιάσαντος ἤδη, τῶν πρὸς ἐκεῖνον μὴ ἀφειδοίη ἀγώνων. καὶ τέλος ἐλθὼν τὸ πόλισμα παραστήσασθαι, βασιλικὰς ἐξεπίτηδες διακωλύοντος τὴν παράστασιν δέξαιτο συλλαβάς, ἐπισπευδούσας τὴν τοῦ Ἑλλησπόντου διαπεραίωσιν, ὡς αὐτίκα ἑτοίμων ὄντων καὶ ἵππων καὶ πάσης δαπάνης καὶ μισθωμάτων, ἐφ' ᾧ ἐπὶ Μυ σίας πρὸς βασιλέα Μιχαὴλ παραγένοιντο μηδὲν προσαργήσαντες. οἱ δὲ καὶ περαιωθεῖεν ἐπιστάντες, καὶ τῶν μισθωμάτων ὑπερτι 512 θεμένων τὰ καὶ τὰ πράξειαν. καὶ ταῦτα λέγων ὁ βάρβαρος προσῆπτε τὰς αἰτίας τῷ βασιλεῖ ὡς ἐκεῖθεν τὸ πᾶν παθόντων ἐκείνων, σοβαρευόμενος ἐπὶ τούτοις καὶ σεμνοποιούμενος, εἴ τί που καὶ γέγονε δυσχερές, εἰς αἰτίαν ἀνάγων εὐσχήμονα, καὶ ὧν τὴν αἰτίαν εἰλήφεσαν Ἰταλοὶ ἐξ ἀλαστορίας συνήθους, εἰς τὴν ἀπὸ βασιλέως πρόφασιν μεταφέρων, καὶ δικαίας τοὺς εἰργασμέ νους ἀπολύων μέμψεως. τέλος προσετίθει καὶ ὡς οὐδὲν μὲν αὐ τοὶ ἀδικοῖεν, ἀποστερούμενοι δὲ τῶν μισθῶν ἀφαρπάζοιεν κατ' ἀνάγκην τὴν χώραν κακοῦντες. τὸν μέντοι γε βασιλέα Μιχαὴλ δυνάμεις περὶ αὐτὸν ἔχοντα Ῥωμαϊκὰς ἀκούειν κατ' αὐτῶν ἰέναι ὡς ἀδικούντων βούλεσθαι. ᾧ δὴ καὶ διὰ τοὺς ὅρκους οἷς πρὸς τὴν βασιλείαν ἐπώμοτος ἦν, ἐπὶ πόδα καὶ γόνυ χωρήσειν μέχρι καὶ ἐς τεσσαράκοντα ἴχνη διεβεβαίου, τοὐντεῦθεν δὲ καὶ αὐτῷ με λήσειν τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἰδίων· κἂν αὐτὸς πίπτοι, πεσεῖται, κἂν ἐκεῖνος, τὸ μόρσιμον. καὶ τοῦ λοιποῦ μὴ χρῆναι σφᾶς φροντίζειν περὶ κυρίου, ὡς ἀναγκαῖον ὂν ἀμύνεσθαι τοὺς ὑπάρξαντας, καὶ μὴ καθυφεικότα τῆς ὑπὲρ τῆς σωτηρίας σπου δῆς ναυαγεῖν ἐν λιμένι. ταῦτα καὶ τοιαῦθ' ἕτερα κορύζης 513 Ἰταλικῆς πλέα σοβαρευσάμενος, τὰ μὲν τῶν Ἰταλῶν κακὰ παρατρέχων καὶ εἰς αἰτίας μεταφέρων εὐλόγους, ὡς ὑπελάμβανε, τὰ δὲ τῶν βασιλέων ὑποκοριζόμενος ἀναισχύντως, μᾶλλον ἑαυτῷ τε καὶ τοῖς ἰδίοις πιθανὸς ἢ τοῖς ἀκούουσιν ἔδοξεν. Οὐ πλείους ἐξ ἐκείνου τῶν δέκα παρῆλθον ἡμέραι, καὶ γνοὺς οἷς οὐκ ἐχρῆν λόγοις ἐξαμαρτών, ἢ καὶ τὴν παρὰ τοῦ βα σιλέως Μιχαὴλ δεδιὼς ἐπεξέλευσιν (ἠγγέλλετο γὰρ καὶ ταῦτα, ὡς στρατολογοίη ὁ βασιλεύς, κἂν παρὰ τοῦ πατρὸς καὶ βασιλέως ἐπείχετο γράφοντος), πρύμναν κρουσάμενος αὖθις γράμματα πλήρη δουλείας πεπόμφει πρὸς βασιλέα, ἀπολογούμενος μὲν αὐ τῷ, εἴ τί που ἄρα καὶ παρεξελέχθη πικρὸν καὶ ἄλλως ἀπρε πὲς τὴν ἀπὸ τῶν Ἰταλῶν ἀνάγκην καὶ τὸν ἐκεῖθεν κίνδυνον ὑπο νοουμένῳ, ἀξιῶν δὲ λογίσασθαι μὲν καὶ τὴν καινοτομίαν τῆς χώρας ὁπόση, παρακατασχεῖν δ' ὑπὲρ ταύτης ὁπόσον καὶ βού λοιτο, παρ' ὃ καὶ μόνον τὸ λοιπὸν ἐξ ὧν χιλιάδων ἀπῄτουν δι δόναι, κἂν οὐ νῦν τὰς πάσας, ἀλλ' οὖν τὰς πλείους τῶν ὅλων τέως, ἐπὶ δὲ τῷ λείποντι εἰς διωρίαν προσαναρτᾶν. εἰ δ' οὖν, ἀλλ' αὐτὸς μὲν ἔλεγε δοῦλος εἶναι καὶ πάλιν καὶ τοῖς εἰς τὴν βα σιλείαν ὅρκοις ὑπεύθυνος, ἔχειν δὲ καὶ σὺν αὐτῷ χιλίους τοὺς 514 εὐπειθεῖς, τοῖς δ' ἄλλοις ἂν αὐτῷ ᾖ βουλομένῳ μάχεσθαι, ἐπεὶ κἀκείνοις σκοπὸς ἢ λαβοῦσιν ἠρεμεῖν ἢ μὴ λαβοῦσι τὴν χώραν καταδραμεῖν, καὶ αὐτὸς συνάμα ταῖς βασιλικαῖς δυνάμεσιν ἐπιτί θεσθαι. (19) τὰ δ' αὐτὰ ταῦτα καὶ Κατελάνοι πρέσβεις πρὸς βασιλέα τρεῖς πέμψαντες, ἐπὶ διωρίᾳ πεντεκαίδεκα ἡμερῶν, μετ' εὐσχήμονος καὶ τρόπου τῷ δοκεῖν καὶ προσώπου διεπρεσβεύοντο· οἷς δὴ θέλων καὶ αὐτὸς βασιλεὺς ὑπ' ὄψιν θεῖναι τὰ σφίσι πρα χθέντα, καὶ δεῖξαι ὡς πολλὰ μὲν ἔσχον καὶ θέλοντος αὐτοῦ καὶ μὴ θέλοντος, οὐδὲν δ' ἔπραξαν ὅσα μισθοὺς ἐφέλκεσθαι δύναν ται, ἐνάτῃ Κρονίου τοὺς ἰδίους συνεκκλησιάσας, παρόντων καὶ τῶν τῆς πολιτείας χρησίμων ἐν κοινῷ, καὶ αὐτὸς ἀρχῆς ἀπ' ἄκρης τὰ κατ' αὐτοὺς διεξῄει, ἐμοὶ δοκεῖ, ἀντίτομα τῆς ἐκεῖ δημηγο ρίας συνεργαζόμενος ἄντικρυς. διεξῄει γὰρ καὶ οὗτος πρὸς τοὺς πρέσβεις λέγων ἀρχῆθεν τὴν ἀπὸ τῆς Σικελίας τοῦ ἄγοντος σφᾶς ἀξίωσιν, καὶ τὴν αὐτοῦ ἐπὶ τούτοις νεῦσιν καὶ πρόσκλησιν, καὶ ὅτι οὐ τόσους μετεκαλεῖτο ὅσους ἦν ἀγαγὼν ἐκεῖνος, καὶ ἀγαγὼν ἠξίου πρὸς καιρὸν δέχεσθαι, ὅτι τε διαχειμερίζοντες κατὰ Κύζι κον καὶ ἐς ἔαρ οὐχ ὅπως ἐνήργουν κατὰ τῶν πολεμίων, ἀλλὰ καὶ πόλλ' ἄττα τὴν χώραν εἰργάσαντο δυσχερῆ. εἶτ' ἐπισυνῆπτε 515 καὶ τὰ κατ' ἀνατολήν, καὶ ὡς πόλλ' ἄττα καὶ δεινὰ οὐ τοὺς ἐχθροὺς ἀλλὰ τοὺς Ῥωμαίους διατεθείκασι. καὶ νῦν δὲ διαπε ραιωθέντες, ἔλεγε, πόλλ' ἄττα καὶ ἀτάσθαλα κατὰ δύσιν πρά ξειαν, ὧν οὐδὲν ἐκ τοῦ εἰκότος αὐτῷ οἱ ἄπυστον εἶναι. ἐξ ὧν ἱκανῶς ἔχειν τῶν μισθωμάτων, ἤν τις λογίζοιτο, σφᾶς. ἅπερ ἄξιον ὂν δεινῶς μετελθεῖν οὐ μετῆλθεν ὅμως, ἀλλὰ καὶ ἄλλα προσφιλοτιμεῖται, καὶ πρὸς ἀνατολὴν πέμπει, χώραν ἱκανῶς ἔχουσαν σφᾶς τρέφειν. ἐκεῖνοι δὲ ἀλλὰ σοβαρευόμενοι ἀπειθοῦσι, καὶ προσέτι προσαπειλοῦσι, μηδὲν ἀκριβῶς εἰδότες τὴν βασιλείαν Ῥωμαίων ὁπόσον ἰσχύει καὶ ὡς εὐπετῶς ἔχει καὶ τριήρεις ναυπη γήσασθαι καὶ μαχηταῖς ἐξαρτύσασθαι, μηδὲν δεομένη συμμάχων ἐκείνων, ἀλλ' ἐπὶ τοσοῦτον τὰς δυνάμεις ἀποχρώσας ἔχουσα ὥστ' εὐμαρῶς ἔχειν φόβον καὶ τοῖς μακρὰν ἐμβαλεῖν, κἂν τῷ τέως αἰ τιῶν πολλῶν προσίστανται ἁμαρτίαι. εἰ τοίνυν ἀγαπῷεν λαμ βάνοντες τὰ διδόμενα. εἰ δ' οὖν, καὶ αὐτὸν ἔχειν ἀμυνεῖσθαι ἀλιτηριώδεις φαινομένους ἀντὶ συμμάχων, εἴ που τοῖς καθεστῶσι 516 παρεγχειροῖεν. μηδὲ γὰρ ἀγνοεῖν ὅλως ὁπόσοις ἐκ τῶν Ῥωμαίων ὀλίγου ἐνικανώθησαν χρόνου, καὶ ταῦτ' ἐφ' ἱκανὸν ἐς Θευδερί χου πολέμοις συνεχέσι ταλαιπωρούμενοι, καὶ μηδὲν ἀπονάμενοι τῶν ὅσα δεικνῦσιν εὔπορον. σημεῖον δ' εἶναι τὸ ἐκεῖθεν ἀπαλ λάττοντας μηδὲν ἐς νέωτα ἐπιφέρεσθαι, ἀλλ' ὥσπερ ἐν ἐρήμοις διάγοντας, οὕτως ἐκεῖθεν φανῆναι γυμνούς τινας καὶ ἀνόπλους καὶ μηδὲ τῶν καθ' ἡμέραν ἐς τροφὴν εὐποροῦντας. νῦν δ' ἀλλ' ἀργοὶ κάθηνται καὶ ὑπερηφάνους τὰς μισθοφορίας ἀπαιτοῦσι, τί καὶ πράξαντες ἀγαθὸν καὶ μαχητῶν ἔργον γενναίων, τοὺς ἐχθροὺς καὶ ταῦτα ἐγγὺς ὁρῶντες, πολέμοις συντραφέντες καὶ μάχαις, ὡς λέγουσιν. ὧν χάριν ἐγκαλύπτεσθαι δέον, οἱ δὲ καὶ ἀπειλοῦσι κατατρέχειν τὴν χώραν, ὥσπερ ἂν ἔρημος προύκειτο τοῦ πολυω ροῦντος, καὶ ὡς οὐκ οἴδασιν ὡς κατὰ νώτου τούτοις ὁ βασιλεὺς καὶ αἱ περὶ αὐτὸν δυνάμεις, ὧν μὴ ὅτι γε τὴν προσβολήν, ἀλλ' οὐδὲ τὴν φήμην προσπελαζόντων ἐνέγκαιεν.
13.1.5
Ὁ μέντοι γε βασιλεὺς λιμῷ καὶ πολιορκίᾳ καὶ τὰ κατ' ἀνατολὴν φρούρια ταλαιπωρεῖσθαι πυνθανόμενος, τὸν μὲν λιμὸν ἐκ τῶν κατὰ πόλιν μεγίστων μονῶν τὸ περιττὸν τῶν σίτων ἐκλέγων, στέλλων τοὺς διακομίσοντας κατὰ θάλασσαν, ὡς ἦν θεραπεύειν ἠπείγετο, τὴν δὲ τῶν Τούρκων καταδρομήν, τὰ αὐτὰ τῷ Κάνι τῶν Τοχάρων Χαρμπαντᾷ ἃ δὴ καὶ τῷ Καζάνῃ δια πρεσβευόμενος, ἠξίου κατὰ συμμαχίαν πέμποντα στρατὸν ἀνα στέλλειν. μικρὸν ὅσον, καὶ πρέσβεις ἐκεῖθεν ἀφίκοντο, καὶ ἀγγελίαι ὡς περὶ μʹ χιλιάδας ἀνδρῶν μαχίμων ἤδη καθητοιμά σθησαν, ὧν τὰς κʹ φθάσας ὁ τοῦ Χαρμπαντᾶ αὐτανέψιος ἄγει 589 περί που τὸ Ἰκόνιον· μεθέπεσθαι δὲ καὶ τὰς λοιπὰς οἱ πρέσβεις διεβεβαίουν, εἶναι δὲ μὴ πλέον σφίσι τοῦ μαθεῖν τὴν τοῦ βασι λέως θέλησιν, ὅπου καὶ ἐπὶ τίνας προσβάλλοιεν ἀμυνόμενοι τοὺς ἀλάστορας. καὶ ὁ μὲν κρατῶν ἐν τούτοις ἦν, καὶ δῶρα καὶ πρέσβεις πρὸς ἐκείνους ἐξητοιμάζετο· ἀγγέλλεται δὲ καὶ φήμη προστρόπαιος, ὡς κατείληπται Ἔφεσος παρὰ τοῦ Περσάρχου Σασᾶν, ὃς γαμβρὸς ἅμα καὶ θεράπων τοῦ Καρμανοῦ Μαντα χίου ὢν ἐκείνου μὲν ἐκ πολλοῦ ἀπεστάτησε, καθ' ἑαυτὸν δὲ δυ νάμεις ἄγων ὑπὲρ ἐκεῖνον ἐκραταιοῦτο. καὶ δὴ προεάλω μὲν παρ' αὐτοῦ τὸ ἐκεῖσε τῶν Θυραίων φρούριον, λιμῷ πολυημέρῳ τοὺς ἐκεῖ παραστησαμένου· ἐπεὶ δ' αὖθις ταύτης χάριν τῆς αἰ τίας ἐξ ὁμολογίας τοῦ μή τι τῶν ἀνηκέστων τοὺς ἀνθρώπους πα θεῖν συγκατείληπται καὶ ἡ Ἔφεσος, σκεύη μὲν ἐκεῖνα τὰ τῷ ναῷ ἀφιερωμένα τοῦ ἠγαπημένου τῷ Χριστῷ καὶ παρθένου, χρημά των τε ἄπιστον πλῆθος διεφορεῖτο, μετῳκίζοντο δὲ καὶ οἱ πλείους τῶν πολιτῶν ἐπὶ τὸ τῶν Θυραίων φρούριον, δέει τοῦ μή τι πα θεῖν ἐκ δόλου τοὺς Περσάρχας ἄχαρι ἐπιθεμένων ἐκείνων, ἢν καιρὸς διδοίη. ἄλλους δὲ πλείστους ἔργον μαχαίρας ἐποίουν ἀνοικτὶ σφάττοντες.

Intertext edge

Open linked passage

Note