Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Georgius Pachymeresii 140 · pg-scrape-grcMore by Georgius Pachymeres
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
140.1.1
καθ' αὑτὸν πρὸς τοιοῦτον ὕψος ὑπεκορίζετο. τέως δὲ βίᾳ τῷ δοκεῖν βασιλέως καὶ τῆς συνόδου κατανεύει καὶ τὴν πρόσκλησιν δέχεται. ἦσαν δ' εὐθὺς τὰ προοίμια ἄλλ' ἄττα παρὰ τὰ φθά σαντα· πεζῇ γὰρ ἠβούλετο διέρχεσθαι τὰς ὁδοὺς ἔνδυμά τε τρα χὺ φέρειν καὶ βλαύτας εἰκαίως ηὐτουργημένας ὑποδεδέσθαι καὶ ἐν παντοίᾳ λιτότητι διαζῆν. πλὴν οὐ διὰ ταῦτ' ἐζητεῖτο. οὐ γὰρ ἐνδυμάτων καὶ βλαυτῶν ἦν καὶ αὐτουργίας τὸ ὡς δεῖ ποιμαίνειν, ἀλλὰ ψυχῆς εὖ ἐχούσης πρὸς τοῦτο, ἀγάπην χωρούσης Χριστοῦ, δι' ἧς τὸ κατὰ Χριστὸν ποιμαίνειν ἐγγίνεται. εἰ φιλεῖς με γάρ, Πέτρε, φησί, ποίμαινε τὰ πρόβατά μου. οὐκ ἄλλο δὴ πάντως ἡ εἰς Χριστὸν ἀγάπη ἢ τὸ αὐτὴν δὴ τὴν Χριστοῦ ἀγάπην ἔχειν ἐν τῇ ψυχῇ. ἀγάπη δὲ Χριστοῦ τὸ δοῦναι τὴν ψυχὴν καὶ ἀπο θανεῖν ὑπὲρ ἡμῶν καὶ ἔτι μενόντων ἁμαρτωλῶν. τοῦτο δ' αὖ θις τὴν πρὸς τοὺς ἁμαρτάνοντας συμπάθειαν παριστᾷ. τίς γάρ ποτε τὸ οἰκεῖον μέλος νοσοῦν θεραπεύων οὐκ ἠπίως ἁφεῖται καὶ ἱλαρῶς ἐκείνῳ προσφέρεται, κἂν ζέῃ σκώληκας; τίς δὲ καὶ θριαμ βεύσειε τὸ ἐλάττωμα ἑαυτοῦ, εἰ μὴ καὶ μᾶλλον κατανοουμένου ὑπεραπολογοῖτο; τὸ γὰρ οἰκεῖον πιέζει πᾶν, κατὰ Πίνδαρον. καὶ Χριστὸς μέν, ὅτι καὶ μόνον ἐσμὲν Χριστοῦ καὶ τὸ αὐτὸ φέρομεν 141 ἅγιον ὄνομα, μέλη ἐκ μέρους λογίζεται σαπροὺς τοῖς πλημμελή μασιν ὄντας· ἡμεῖς δὲ ὑπερηφανήσομεν καὶ καταγνωσόμεθα τῶν ἀνθρώπων, δίκαιοι ὄντες ἁμαρτωλῶν καὶ ἀνέγκλητοι ἐχόντων ἐγκλήματα, καὶ τὸν μὲν κολάσωμεν, τῷ δ' ἐπιπλήξωμεν, τὸν δ' ὑποπτεύσωμεν, καὶ μὴ ὄντα τῶν κακῶν πολλάκις ὡς ὄντα κα τακρινοῦμεν; καὶ κατορθοῦντας μὲν οὐκ ἀξίως ἐπαινεσώμεθα, ἀποβλέποντες πρὸς τὸ ἡμέτερον ὑψηλόν, σφαλέντας δὲ ὡς μικροῦ μετέλθωμεν ἀναμάρτητοι; Χριστὸς δὲ παραχωρεῖ, καὶ ὁ τῶν μαθητῶν πρῶτος πίπτει, καὶ ὁ μετὰ ταῦτα τῆς οἰκουμένης φω στὴρ διώκτης πρότερον γίνεται καὶ κολαστὴς εὐσεβῶν, καὶ ἁλιεῖς μὲν καὶ τελῶναι εἰς μαθητείαν παραλαμβάνονται πρὸ τοῦ φανῆ ναι πάμπαν κακοί, ἐπὶ Παύλῳ δὲ χάρις παραχωρεῖ καὶ ὑποστέλ λεται, ὡς ἂν μετὰ τὸ φανῆναι κακὸς καὶ διώκτης καὶ τιμωρὸς τῶν Χριστοῦ μαθητῶν ἀπαραίτητος τότ' ἐκείνῳ λάμψῃ τὸ φῶς, καὶ γνῷ ματαίως διώκων ὃν ὡς θεὸν ὕστερον προσκυνεῖ. τί δαί; ἀλλὰ τοῖς μαθηταῖς ἐκεῖνος ἀποσεμνύεται καὶ τὴν εὐεργεσίαν κρύπτει τῆς χάριτος; οὐδαμῶς, ἀλλὰ κηρύττει καὶ μεγαλύνει τὸν ἔλεον. ταῦτα Χριστός, ταῦθ' οἱ Χριστοῦ, ἐκεῖνος μὲν ἵνα νομοθετήσῃ τὸ συμπαθές, οὗτοι δὲ ἵνα τὴν εὐεργεσίαν ἐφ' ἑαυ 142 τοῖς πρώτοις δείξωσιν. ἀλλ' οὔ φασιν οἱ περὶ ἐκεῖνον, ἀλλὰ κολαστέοι οἱ ἁμαρτάνοντες, ἀλλὰ καταγνωστέοι οἱ σφίσι συμπα θοῦντες. τότε δέ γε καὶ προσδεχέσθωσαν, ὅτε καὶ τοῖς ἀξίοις προστιμοῖντο, καὶ ὡς ἐκείνοις δοκοίη, πικρῶς καὶ ἀναλγήτως τι μωρουμένοις. τὸ δ' ἐμὸν εἴπω πάθος, καὶ εἰ μὲν ἐπαινετόν, εἰ δ' οὖν, ἔχον φερέτω τὴν μέμψιν. πᾶσι μὲν πιστοῖς τὴν θείαν φιλανθρωπίαν ἐξαπλουμένην κατανοῶ, καὶ οὐδενὶ τῆς σωτηρίας ἀπογιγνώσκω γνησίως μετανοήσαντι, μόνῳ δ' ἐμαυτῷ τὴν τοῦ ἐλέους χάριν συστέλλω καὶ τρέμω τὴν θείαν κρίσιν ὡς ἐπενεχθη σομένην δικαίως, κἂν ὅ τι ποιοίην. πλὴν ἐξ ἐλέους καὶ πάλιν θαρρῶ, καὶ τὸ Χριστοῦ ὄντα παρ' αὐτοῦ καὶ κολάζεσθαι φιλαν θρωπίας ἥγημαι πέλαγος. τοῦτο πολλάκις κατ' ἐμαυτὸν ηὐξά μην, οὐδενὶ τῆς σωτηρίας ἀπογινώσκων, κἂν τὰ φαυλότατα δια πράξηται· μόνον ἡ πρὸς τὸ καλὸν ὁδηγία ἔστω καὶ ἡ ἐπὶ τοῖς αἰσχροῖς μετάνοια. ἀλλὰ ταῦτα μὲν εἶπον, ὅτι τὸ σκληρὸν τῶν περὶ ἐκεῖνον ἦθος καὶ ἀτενὲς πολλαῖς τὴν τοῦ θεοῦ ἐκκλησίαν ταραχαῖς περιέβαλλεν ὕστερον. ἀλλ' οὔπω ταῦτα. 143

Intertext edge

Open linked passage

Note