Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Τῷ τοι καὶ τὴν μέσην ἐγνωκὼς βαδίζειν, ὡς μήτ' ἀ νιᾶν τούτους, κἀκείνους δέχεσθαι τῷ τὰ ζητούμενα παρ' ἐκείνων συγχωρεῖν γίγνεσθαι (τὰ δ' ἦσαν πάντως ἡ τῆς ἐκκλησίας ὡς εἰ πεῖν μεταποίησις), ἐκλέγεται μὲν εἰς πατριάρχην τὸν ἐκ Κύπρου Γεώργιον, ἄνδρα λόγοις ἐντραφέντα καὶ σφραγῖδα τοῦ πατριάρ χου Ἰωσὴφ φέροντα, τὸ τοῦ πρωτοαποστολαρίου εἰς ἀνακτόρων ἐπιφερόμενον σέμνωμα, κἀν τούτῳ δὲ δόξας Ἰωσηφίτας μὲν ἐκ 43 τῆς σφραγῖδος ὑποποιούμενος, Ἀρσενιάτας δὲ τῷ μὴ κατὰ τὰ διατεταγμένα τῷ Ἰωσὴφ ἐπὶ τῇ ἐκκλησίᾳ συγχωρεῖν γίνεσθαι καὶ λίαν ἐξευμενίζειν εἰς εἰρήνην ἐλπίζων, ἀρχιερεῖς μὲν ἐκείνους καὶ τὴν παρ' αὐτῶν ἐπὶ τῷ πατριαρχεύσοντι ψῆφον μηδ' ἴκταρ εἰς νοῦν βάλλων, ἀψηφίστως δὲ πάλιν ἀνάγειν μὴ εὐπρεπὲς δοκιμά ζων καὶ εὔσχημον. μᾶλλον μὲν οὖν τῇ πράξει καὶ εἰς καιρὸν προ στησόμενον, τινὰς τῶν δοκούντων ἐκλεξάμενος, καὶ τούτους καθ' ἕνα, ἅμα μὲν αὐτοῖς τὴν βουλὴν ἐκοινοῦτο, πληροφορῶν ὡς εἶχε καὶ τὸ σφίσιν ἐσαῦθις ἀκίνδυνον, ἅμα δὲ καὶ ὡς ψῆφον τὴν ἀπ' ἐκείνων ἐκχώρησιν ἐλογίζετο. ἐφ' οἷς καὶ τὴν τοῦ ἀπὸ Σάρδεων Ἀθανασίου εἴτ' οὖν Ἀνδρονίκου γνώμην δεξάμενος, ὃνδὴ καὶ εἰς πατέρα ἔταττε γράφων ὁ βασιλεύς, κἀντεῦθεν τὸ τῆς ἀπεντεύξεως τῆς πατριαρχείας ἐκείνου τὰ πολλὰ τεχνιτεύοντος ἐπὶ τούτοις ὡμάλιζεν, ὡς καὶ αὐτὸν δὴ τὸν πατριάρχην ὕστερον κα 44 θυποκλίνειν εἰς εὐλογίαν τὴν παρ' ἐκείνου, οὐ χρείᾳ μᾶλλον ἢ κολακείᾳ καὶ ὑποποιήσει σφοδρᾷ καὶ ἀφύκτῳ, τὸ ἱκανὸν ἔχειν καὶ βέβαιον ἐπὶ ταῖς ψήφοις ἐπίστευεν. ἐπεὶ δ' ἔδει καὶ τελεῖσθαι τὰ μείζω ὡς εἴθιστο, οἱ δ' ἀρχιερεῖς ὠβελίζοντο (καὶ πῶς γὰρ οὐ; ὅπου γε καὶ εἰς ψήφους μόνας οὐκ ἠξιοῦντο), τῶν τινὶ ἐπι σκόπων Κοζύλης, πεμφθέντι κατὰ χρείαν πρεσβείας ἐκ δυτικῶν, καὶ ἀχράντῳ δόξαντι ἐπὶ τοῖς πραχθεῖσι πάλαι ὡς ξένῳ μάλα τῶν ἡμετέρων, γλυκὺς ἀγκὼν ὃ δὴ λέγεται (τινὲς γάρ, ὡς ἐλέγετο, ἦσαν οἱ καὶ τοῦτον ἐς ἅπαν εἰδότες, τῷ μεγάλῳ κυρίῳ Φιλίππῳ, περὶ οὗ καὶ φθάσαντες ἱστορήκαμεν, καὶ ζῶντι ἱερατικῶς ἐκδου λεύοντα, καὶ σφαγέντος, ἐπὶ χρυσέου πίνακος προκειμένης τῆς κεφαλῆς, οὕτω δόξαν τῇ συζύγῳ Φραντζαίνῃ, τὰ τῶν ἐπιτελευ τίων ὕμνων εἰς μνήμην ἐπιτελοῦντα), τὰ τῆς τελετῆς τοῦ πα τριαρχεύσοντος ἐγχειρίζουσιν· ὃς δὴ καὶ τοῦ αὐτοῦ Κρονίου μη νὸς παραλαβὼν ἐκεῖνον εἰσάγει τὴν τοῦ Προδρόμου τῆς πέτρας μονὴν σὺν ὀλίγοις τισί, καὶ ναὸν εὑρόντες ἐπ' ἀμπελῶνος, ἀργὸν ὡς ἐδόκει κἀκεῖνον ὄντα, ἐκεῖσε τὰ εἰκότα τελέσας μοναχὸν μὲν ἐκ λαϊκῶν ἀποδείκνυσι, διάκονον δ' ἐξ ἀναγνώστου χειροτονεῖ. τῆς δ' αὐτῆς ἡμέρας καὶ πατριάρχην ὁ βασιλεὺς ἐκεῖνον προβάλ 45 λεται. ἐντεῦθεν ἐκεῖνος ἐκκεχωρημένον ἔχων διὰ προτροπῶν ἐνερ γεῖν τά οἱ προσήκοντα, τὸν τοῦ Ἀκακίου, ἀνδρὸς εὐλαβοῦς καὶ τὰ πολλὰ συντετηρημένου καὶ ἐπὶ τοῖς χθὲς πραχθεῖσι δόξαντος ἀμφιγνωμονεῖν, μαθητὴν Γερμανόν, εὐλαβῆ γε κἀκεῖνον ἐς ἅπαν καὶ τὸ ἦθος ἁπλοϊκὸν ὡς καὶ ἐν πνευματικοῖς ταχθέντα τῷ πα τριαρχεύσαντι, ἅμα μὲν σὺν τῷ Κοζύλης πρόεδρον Ἡρακλείας τῆς κατὰ Θρᾴκην καὶ χειροτονητὴν ἑαυτοῦ ψηφίζονται, ἅμα δὲ τῷ ἐπισκόπῳ προτρέπεται, οὕτω τοῦ καιροῦ σχεδιάζοντος, εἰς μητροπολίτην χειροτονεῖν· καὶ ὁ τῆς παλαιᾶς Εἰρήνης θεῖος ναός, πολλὰ καταπλυνθείσης πρότερον τῆς ἱερᾶς καὶ μυστικῆς τραπέ ζης καί τισιν ἁγιασθείσης εὐχαῖς, τὴν ἐκείνου εἶδε χειροτονίαν. αὐτὸς δ' αὖθις κἀκεῖνος πρῶτον μὲν ἱερέα, εἶτα δὲ κἀν τῇ λαμ πρᾷ ἑορτῇ τῶν βαΐων ἀρχιερέα τὸν πατριάρχην χειροτονοῦσιν. οὐ χεῖρον δὲ μικρὰ καὶ περὶ τῆς χειροτονίας διαλαβεῖν.
14.1.2
Ἀλλὰ πρῶτον μὲν ἀκουσθὲν ὡς ἐς πατριάρχην ἐκεῖ νος ἐψήφιστο, πολλοί τινες ἐξαναδύντες τῶν καθ' αὑτοὺς φω λεῶν οἱ μὲν πόλλ' ἄττα τῶν ἀχαρίτων ἐκείνῳ προσεμαρτύρουν, καὶ τὸ πλέον εἰς αὐτονομίαν καὶ ἀσπλαγχνίαν, ὅτι καὶ ἐξ ἐπιτα γῆς ὄνῳ ποινὴν ἐπιθείη τῶν ὀμμάτων τὴν στέρησιν δόξαντι ἀδίκῳ περὶ τὸν τῶν λαχάνων κῆπον τοῖς μοναχοῖς, οἱ δὲ καὶ ὡς θαυμα τουργὸν ὡμολόγουν, ὅτι τε ἐν μιᾷ λάχανα συνάξας, λύκον εὑ ρὼν ἐπιτίθησι ταῦτα, ἐφ' ᾧ οἱ τοῦ κήπου συναίροιτο, ἐπιτάξας ἀπάγειν εἰς τὴν μονὴν (ἦν δὲ ὁ λύκος ἄνθρωπος, εἰ καὶ παρελο γίζοντο λέγοντες, ὡς ὕστερον ἔγνωστο), καὶ ὡς πεμφθέντος ἐκείνῳ παρά τινος ἀπὸ μελισσείου κηρίου αὐτός τε φάγοι καὶ γλυ κανθείη τὸν φάρυγγα, εὔξαιτο δὲ τὸν γλυκασμὸν καὶ τῷ πέμψαν τι, καὶ ὡς αὐτὸς ἐντεῦθεν ὁ πέμψας ἐξ ἐκείνου καὶ ἐς ἡμέρας ἀνὰ στόμα τὴν γλυκύτητα περιφέροιτο, τῆς εὐχῆς ἐκείνῳ τόπον ἀποπληρωσάσης κατὰ στόμα τοῦ μέλιτος. ταῦτ' ἐκεῖνοι μὲν ἔλεγον, τὸ δέ γε τοῦ ἀνδρὸς ξένον καὶ ἄηθες καὶ ἀμφοτέροις ἀνὰ μέρος πολλοῖς πιστεύειν ἐδίδου. ὅτι δὲ καὶ ἀσκητὴς ἐκ τῶν εἰ κότων ὑποτοπάζοιτο καὶ ἀκριβὴς περὶ τὰς ἐντολὰς νομίζοιτο, μάρτυρες ἦσαν οἱ ἐκείνῳ φοιτῶντες, νήλιποί τινες καὶ ὠχρίαι 144 καὶ κατεσκληκότες καὶ γυμνοὶ καὶ ἀπέριττοι, μὴ πολλὰ λαλοῦν τες, μὴ περιττὰ ὁμιλοῦντες, κατηφίαι τε καὶ τὰς γνώμας ἀπα ραίτητοι καὶ ἀμείλικτοι τοῖς πᾶσι φαινόμενοι, ἃ καὶ δείγματ' ἦσαν σαφῆ τῆς τοῦ διδάσκοντος ἀκριβείας καὶ τοῦ περὶ τὰς ἐντο λὰς δεισιδαιμονήματος. ταῦτα λεγόμενά τε καὶ φημιζόμενα φθά νουσι καὶ ἐς βασιλικὰς ἀκοάς. ὁ δὲ πολλὰ μὲν εἰδὼς καὶ ἐφ' ἑαυτῶν ψευδῆ λαλοῦντας ἀνθρώπους, ἐκ βασκανίας κινουμένους δῆθεν καὶ παθῶν ἄλλων ὧν ὁ βίος ἐμπέπλησται (μαρτύριον δὲ τὸ μηδένα λέγειν ἐκείνου ἰδιωτεύοντος), τέως δὲ καὶ τὰ περὶ ἐκεί νου σκοπῶν λεγόμενα, καὶ ἀντιβάλλων τοῖς ἀγαθοῖς τὰ κακά, καὶ συνετῶς κρίνων ὡς εἴπερ εὑρεθεῖεν ἀληθῆ τἀγαθά, ἀνάγκη πᾶσα συναφανίζεσθαι τὰ κακά, παρυποστάσεις ὄντα ἐκ τῆς τῶν ἀγαθῶν ἀπουσίας, ὡς μὴ ἅμα τοῦ αὐτοῦ οἴκου καὶ φῶς καὶ σκό τος χωροῦντος, συνάξεις ἐπιτελέσας κοινάς. εὑρὼν τοὺς τἀγαθὰ λέγοντας καὶ τὰ πιστὰ λαβὼν παρ' ἐκείνων ὡς μαρτυρησόντων ἐνόρκως, αὐτίκα διαλαλεῖ τῷ λαῷ κοινῶς περὶ τούτων, καὶ πρῶ τον μὲν τὴν κακίαν ὡς ἐκ τοῦ πονηροῦ δείκνυσι, καὶ τὸν κακὸν θησαυρὸν ὅθεν αἱ κατὰ ἀνθρώπων διαβολαὶ θριαμβεύει· ἔπειτα 145 δὲ καὶ παρ' ἑκάτερα στήσας τὰ ἀγαθὰ μαρτυρήσοντας, προσέ ταττε λέγειν ἐκείνους ἃ δὴ καὶ συνοίδασι περὶ τἀνδρὸς ἑαυτοῖς. οἱ δὲ τοσοῦτον πιθανῶς ἔλεγον, προστιθέντες καὶ ὅρκους τοὺς ἐπὶ πίστει τοῦ βασιλέως καὶ δὴ καὶ τοὺς συνήθεις ἄλλους, ὥστε θαυμάσαι μὲν πάντας, τὸν δέ γε μέγαν λογοθέτην καὶ γραφῇ δοῦναι ταῦτα πεισθῆναι. 15. Οὕτω δὴ καὶ ἅπαξ καὶ δὶς ἐπὶ κοινῶν συνάξεων λα ληθέντων τῶν κατ' ἐκεῖνον, ἐπειδὴ ἔδει καὶ παρὰ βασιλέως προ βάλλεσθαι, ὑποτεμνόμενος ὁ κρατῶν ἐκείνῳ τὸν κόπον, ἐν τῷ μεγίστῳ παλατίῳ κατὰ τὸν Ἰουστινιάνειον τρίκλινον, ὃν ὁ νέος Ἰουστινιανὸς ἐδομήσατο ἔξαιτον ὄντα καὶ μέγαν καὶ θαυμαστόν, λέχριον ὄντα τοῖς κατὰ πύλας εἰσιοῦσι πρώτως καὶ ἄνωθεν ἕως κάτω διήκοντα, λαμπρὸν μὲν τοίχοις λαμπρὸν δ' ἐδάφει, καὶ περιττὸν τὸ κάλλος, ὃς τῷ χρόνῳ παρεγκλιθεὶς ἐπὶ θάτερα νό του βιαίου πνεύσαντος ὕστερον καταπίπτει, ὡς μηδὲ εἰ ἦν οἶκος ἐκεῖσε πάλαι καὶ τοῖς ἰδοῦσι γνωρίζεσθαι, κατὰ τοῦτον τοί νυν τὸν τρίκλινον, ἱστάμενον τότε, τῆς τάξεως γεγονυίας μεγα λοπρεπῶς καὶ ὡς ἔδει πατριάρχην προβάλλεται. εὐθύς τε κλό νος οἷον ἐπισημαίνει τῇ γῇ, καὶ παῖς τις κατὰ τὴν Νέαν πεσὼν 146 κινδυνεύει τῷ πτώματι. τετάρτῃ δὲ καὶ δεκάτῃ μηνὸς Ἐλαφη βολιῶνος ὁ προβληθεὶς πεζῇ καταλαμβάνει τὸ θεῖον τέμενος, μικρὸν δ' ὕστερον καὶ χειροτονεῖται. γίνεται δὲ καὶ τότε σημεῖον σύνηθες· νηνεμίας γὰρ οὔσης τὰς πρὸς τῷ στασειδίῳ φωταγω γοὺς μέσον ἐκ τῶν κατὰ κύκλον ἀπῃωρημένων, ἃς πᾶς τις τῶν ἐν κλήρῳ ἐπ' ἐκβολῇ πατριάρχου σημεῖον εἶχεν (ἅμα γὰρ ἐκεῖναι τελουμένων τῶν ὕμνων ἐσείοντο, καὶ ὁ βλέπων ἐκβολὴν κατενόει τοῦ τότε πατριαρχεύοντος· καὶ γέγονε ταῦτα ἐπ' Ἀρσενίῳ Γερ μανῷ Ἰωσὴφ Ἰωάννῃ καὶ Γρηγορίῳ), ταύτας τότε ξυνέβαινε σείεσθαι. καὶ πολλοῖς βλέπουσιν ἐξητάζετο τὸ τελούμενον, εἰ καὶ μὴ ἐς προῦπτον βασιλέως ἑστῶτος διεπυνθάνοντο. ὡς δ' ὁ Καράκαλος Νικομηδείας τὸν ζυγὸν τοῦ ἁγίου εὐαγγελίου ἐτίθει, καὶ ἤδη τὸν θεῖον θεᾶσθαι χρησμὸν ἔμελλον (φέρουσι γάρ τι κἀκ τούτων ἐπὶ τοῖς τελουμένοις οἱ πολλοὶ πίστεις, κἂν οὐκ ἀναγκαία ἡ ἐπισήμανσις), τὸ εἰς κόλασιν ἀπόφημον ἐν τῷ ἱερῷ εὐαγγελίῳ ἐνεφανίζετο· τὸ δ' ἦν" τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ." ᾧ δὴ καὶ προσαλγήσας πρῶτος ἰδὼν ὁ Νικαίας ἐπειρᾶτο καθόσον ἦν συγκαλύπτειν, καὶ μεταλλάττων τὰ τῆς βίβλου φύλλα καρπὸν 147 ἐνέφαινεν ἕτερον. τὸ δ' ἦν" καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατα σκηνοῦσιν ἐν αὐτῷ," ὃ καὶ αὐτὸ πολὺ τὸ ἀπεμφαῖνον ἔχειν ἐδό κει πρὸς τὰ τελούμενα τέως τὸ πρῶτον καὶ λαθεῖν σπουδάζοντες οὐκ εὐώδουν συγκαλύπτειν, ἀλλὰ τὸ ἀληθὲς ἐφημίζετο, οὐ μὴν δὲ καὶ εἰς κατάγνωσιν ἄγειν τὰ τελεσθέντα ἐντεῦθεν, κατὰ τύχην μὲν οὐ λεγόντων ἐκβῆναι (πόρρω γὰρ ἡ τύχη τελουμένων θείων πραγμάτων), ἄλλο δέ τι ὑποδηλοῦν τὸ λόγιον κατὰ τὸ λοξὸν πι στευόντων. ἃ δὴ πολλὰ τοιαῦτα καὶ ξυμβεβήκασι. βρυγμὸν λέγουσιν ἐκβῆναι τῷ Ἀρσενίῳ· ἀλλ' ὁ χρησμὸς ἐπ' αὐτῷ μὲν οὐδ' ὁτιοῦν ἐπληροῦτο, ὡς ἔδειξεν, ἐπὶ δὲ τοῖς κοινοῖς τῆς ἐκκλη σίας καὶ λίαν, ὅπου γε καί τις, ὡς λέγεται, θεοφόρος ἀνήρ, ἀκουσθὲν ὡς Ἀρσένιος ἐπὶ τῆς ἐκκλησίας κατέστη, εἶπεν" Ἀρσένιος ἀρχὴ σκανδάλων," τῇ ἀρχῇ συμβαλλομένου ἐκ τῆς ἀρχῆς τοῦ ὀνόματος. διὰ τοιαῦτα καὶ ἐν πληροφορίᾳ τῇ προσηκούσῃ τὸν πατριάρχην καὶ κλῆρος καὶ λαὸς ἅπας ἐδέχοντο.
14.1.3
Καὶ τότε ἀστὴρ κομήτης ἀφ' ἑσπέρας ἐξέλαμπεν, περὶ οὗ καὶ ἐν τοῖς κατ' ἐμαυτὸν δι' ἐπῶν ὑπέμνησα, οὕτω γράφων. ἤδη μὲν φθινοπωρὶς ἰσημερινὴ ἐπέλαυνεν, ἠέλιος δ' ἔχε παρθενικῆς ἐρατεινὰ πρόσωπα. καὶ τότε δὴ φαιδρὸς λάμπε Θρῄκηθε κομήτης, ἐκταδίην τε κόμην ἔχεν ἀντολίηνδε ῥέπουσαν, ἑσπέριος δ' ηὔγαζ' ἐπὶ τόσσον νυκτὸς ἰούσης, αἰὲν ἀπαινύμενος τὸ πλέον νῦν ἢ τὸ πάροιθεν, ὅσσον ἀνωτερίεσσι διαλλάξεσσιν ἔφωσκεν. 305 οὐ γὰρ ἕν' ἀπλανέων κατὰ μοῖραν χῶρον ἔτετμεν. ἀλλά γ' ἑκάστης νυκτὸς ἀνώτερα εἶχε κέλευθα, μέσφα ὑπερπόδισ' αἰὲν ἀνώτερος ἀμφαναβαίνων, ἔνθα οἱ ἄκραι τὰ πρῶτα τρίχες ἐμπεφύασιν, ἦκα μαραινόμενος μείουρος, καὶ τότε λῆξε. περὶ τούτου ἄλλοι μὲν ἄλλως ἀπεφαίνοντο καὶ ὡς εἶχον γνώσεως ἔλεγον, οἱ πλείους δ' εἰς κακὸν κοινὸν τὴν ἐπιτολὴν ἐκείνου ἐφοί βαζον· οὐδεὶς γὰρ κομήτης ὅστις οὐ φύσει κακός, φασίν. ἐμοὶ δὲ τῇ τῶν ὅλων προσανέχοντι φύσει, καὶ μᾶλλον οἷς ὁ Σταγειρό θεν φιλοσοφεῖ, ἐκεῖνα ἐπῄει λέγειν περί τε τῆς κινούσης αἰτίας καὶ αὖθις τῆς τελικῆς καὶ ὧν προεφωσφόρει ἀποβησομένων, ὅσα δὴ καὶ τὰ μὲν προυγεγόνεισαν τὰ δ' ἔμελλον ἐπιγεγονέναι. ἐξ ἔαρος γὰρ καὶ ἐς τότε αὐχμὸς παιπαλόεν τὸ πέδον δεικνὺς ἀμ φεῖχε τὴν περὶ ἡμᾶς οἰκουμένην, ὡς μηδὲν μὲν ἐκβλαστάνειν ἰσχύειν ὅσα καὶ θέρους εἰώθει βλαστάνειν, πάντα δὲ φρέατα καὶ πᾶσας πηγὰς ἀποσβῆναι. εἶτα δὲ καὶ ἐκνεφίαι ξηροί τε καὶ ἀπη νεῖς· λειμῶνες ἐπὶ ὅλῳ μηνὶ καὶ πρόωροι ξυμβεβήκασι. καὶ ταῦτα μὲν ὁ συγγράφων, τὸν νοῦν ἐπερείδων τοῖς φυσικοῖς· ἠγνόει δὲ ἄρα καὶ ὡς μεγάλων ἐκεῖνος κατάρχει κακῶν, οὐ τῷδε ἢ τῷδε μέρει τῶν κατ' ἀνατολὴν ἐπεισφρησάντων τόπων, ἀλλὰ 306 πᾶσαν ἐπιληψόντων τὴν καθ' ἡμᾶς οἰκουμένην ἐκ τῆς τῶν Περ σῶν ἐπιθέσεως.
14.1.4
Ὡς γοῦν ἐξηρτύοντο καὶ ἤδη πρὸς ἐξόδοις ἦσαν, ἐπι συνίστανται Γεννουῗται οἱ κατὰ πόλιν τέως ζητοῦντες τὸ χρέος· βασιλέα γὰρ ἀπαιτεῖν ἑτέροις δανείσαντας οὐκ ᾤοντο δεῖν. οἱ δὲ τὰ τοῦ χρέους βάρη προσανετίθουν τῷ βασιλεῖ ὡς αὐτοῦ γε χρη σάμενοι ἕνεκα. καὶ βασιλεὺς τέως οὐκ ἀνεχόμενος ἀλλ' οὖν πρὸς τὸ ἀποδιδόναι κατένευε, καὶ διὰ τοῦτο καὶ φιλονεικίαν πᾶσαν ὑποτεμνόμενος ἔπεμπε τὸν Μουζάλωνα Στέφανον, μέγαν δρουγ γάριον τοῦ πλωΐμου ὄντα, καταστελοῦντα τὸν θόρυβον. ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ ταῦτα ποιεῖν ὥστε καὶ κατεκόπη σπάθαις αὐτῷ γε ἵππῳ. καὶ ἔρις ἐντεῦθεν μεγάλη μεταξὺ σφῶν ὠροθύ 399 νετο, τῶν μὲν ξενικῶν τὴν τοῦ Κοσμιδίου καταλαβόντων μονήν, κἀκείνῃ ὡς ὁρμητηρίῳ χρωμένων καὶ μαχομένων, Γεννουϊτῶν δὲ αὐτόθεν κατ' αἰγιαλοὺς βούτζοις καὶ τάρπαις καὶ σανίσιν ἀσφα λισθέντων κύκλῳ, κἀντεῦθεν ὡς ἀπὸ τείχους βαλλόντων τε καὶ βαλλομένων, ὡς καὶ πολλοὺς πεσεῖν ἀμφοτέρωθεν. μόλις τὸν θόρυβον βασιλέως καταστορέσαντος, ἐπὶ Κυζίκου εἰς παραχειμα σίαν ἀπέπλεον. ἐκεῖσε δ' ἐπιστάντες πόλλ' ἄττα τῶν χαλεπῶν κατεπράττοντο, ἐντὸς τοῦ τείχους καθήμενοι, χρήματα ἐκλέγον τες, βίους ἁρπάζοντες, γυναιξὶν ἀνθρώπων ἐπιχειροῦντες, καὶ τῶν ἐποίκων ὅσα καὶ ὠνητῶν κατακυριεύοντες δούλων. τέως ὁ μὲν Φαρέντα Τζιμῆς, αἰσχυνθεὶς οἷον τὰ δρώμενα, καὶ πολλά κις ἐλέγξας οἵων μὲν ἀπήλαυσαν βασιλέως οἷα δὲ πράττουσι, καὶ μὴ πείσας βαρβάρους ὄντας, καὶ αὐτοῦ κατεξανισταμένου τοῦ ἄγοντος ἀπαίρειν ἔγνω. ὅθεν καὶ συσκευασάμενος ἅμα ναυσὶν ἰδίαις καὶ οἰκείῳ λαῷ ἐπ' οἴκου πορεύεται. ἐκεῖνοι δὲ καὶ ἔτι τῷ κατὰ Κύζικον προσκαθήμενοι τείχει καὶ ταῖς σφῶν αὐτῶν ἐν τρυφῶντες ἀτασθαλίαις, ὅπῃ καὶ λήξειαν τοιαῦτα πράττοντες,
14.1.5
Ταῦτ' ἀγγελλόμενα, καὶ πρὸς αὐτοῖς ἕτερ' ἄττα δεινὰ καθ' ἡμέραν, δεινῶς ἀλύειν ἐποίουν τὸν βασιλέα. οὐ μὴν 590 δ' ἐς τέλος κατέπιπτεν, ἀλλὰ καὶ αὐτός, ὅσον εἶχεν, οὐκ ἔλη γεν ἀντιπαλαμώμενος, καὶ τέως τὸ ἐγκόλπιον κακὸν ὑπὲρ τἆλλα ἔθελεν ἀνασπᾶν. τὸ δ' ἦν Ἀμογάβαροί τε καὶ οἱ σὺν αὐτοῖς Πέρσαι, οἷς δὴ καὶ οἱ ἄνω ῥηθέντες ὑπὲρ τοὺς χιλίους ὄντες Τουρκόπουλοι προσεχώρησαν. ἐπειδὴ γὰρ συνάμα Ἀλανοῖς ἀφειστήκεσαν, ἐκεῖνοι μὲν κατ' αὐτοὺς ἦσαν, καὶ δόξαν ἐκ πολλῶν ἐδίδουν, εἰ μὴ ἱκανῶς πρὸς βασιλέως μισθοῖντο, ἀποχωρεῖν πρὸς Ὀσφεντίσθλαβον. ταῦτα γὰρ Κουτζίμπαξις ἐπανήκων πρὸς βασιλέα διεβεβαίου· πρῶτος δὲ τῶν ἱερομάγων τοὔνομα τοῦτο ἐξελληνίζεται. οἱ δὲ Ἀλανοὶ μαθόντες ὡς Τουρκόπουλοι ἀπέκλινον πρὸς Καλλιούπολιν ἅμα γυναιξὶ καὶ παισίν, αἴφνης ἐπεισπεσόντες κατὰ τὴν πρὸς βασιλέα δῆθεν χάριν, γυναῖκας ἐκ πολλῶν ὀλίγας καὶ παῖδας περισχόντες πρὸς τὸν κρατοῦντα ἀπέ στελλον. ταύτῃ τοι καὶ τῶν ἐχθρῶν κρατυνομένων, ὡς καὶ ἐξε λαύνειν καὶ κατατρέχειν τὰ λοιπὰ τῆς Θρᾴκης ἠγγέλθαι, οἱ μὲν τοῖς προαστείοις ἐγκατῳκημένοι τῆς πόλεως ἀπαίροντες πρὸς τὴν πόλιν ἐσκευαγώγουν, βασιλεὺς δὲ καὶ πολλοῖς ἄλλοις ἐπιχειρῶν ἐφ' ᾧ τοὺς ἐχθροὺς ἐπίσχοι, καὶ πρὸς Γέννουαν πέμπει πρεσβείαν, ἀξιῶν ἐκεῖθεν ἀναχθῆναι στόλον νηῶν κατ' ἐντελεῖς τοὺς μισθούς, καὶ ἅμα ἦρι πρὸς τάδε ἀφῖχθαι. 591 15. Ἐν τοσούτῳ δὲ καί τις τῶν διαπεραιωθέντων Περ σῶν, Ἰσαὰκ Μελήκ, σατράπης ὢν καὶ πολλοὺς ἄγων, πέμπων πρὸς βασιλέα κρυφηδὸν παρὰ πᾶσαν τῶν Κατελάνων αἴσθησιν ἠξίου περὶ σπονδῶν, ὡς αὐτόθεν ἀποστατήσων Ἀμογαβάρων, καὶ ὅσα τοῖς τοῦ βασιλέως συνοίσει πράγμασι κατὰ τὸ δυνατόν, ὡς ἔχει, διαπραξόμενος, ἢ γοῦν αὐτόθι μένων, εἰ δυνατὸν ἦν, ἢ καὶ ἐπὶ τοῖς ἀντιπέραν σὺν ἰδίῳ λαῷ γενόμενος. βασιλεὺς δὲ τῶν δεινῶν ὁσημέραι πληθυνομένων καὶ μὴ ἐώντων ἄλλο τι βου λεύεσθαι ἢ τὸ χείρω ποιεῖν τὰ τῶν ἐχθρῶν κατά τινα σύνεσιν (ἄλλως γὰρ ἀντιπράττειν καὶ πολεμεῖν οὐδ' ὅλως ἦν) ἀσμένως προσίετο τὴν πρεσβείαν, καὶ ἀντιπέμψας διά τινος Πέρσου, μὴ φωραθείη δῆθεν τὸ μελετώμενον, δοῦναι μὲν εἰς γυναῖκα τὸ τοῦ παλαιοῦ ἐκείνου Μελὴκ θυγάτριον τῷ Περσάρχῃ καθυπισχνεῖτο, παρέχειν δὲ ὅσα τε κατὰ προῖκα καὶ ὅσα κατ' ἄλλην φιλοτιμίαν τὰ ἱκανά. ἀλλὰ τούτων ὁσημέραι διαγγελλομένων, καθ' ὑποσχέ σεις τοῦ καὶ αὖθις προσχωρεῖν τοὺς ἀποστατήσαντας Τουρκοπού λους αὐτοῦ γε συμπράττοντος, εἰ μόνον πέμποιντο αἱ τούτων γυναῖκες, πλὴν μετ' ἀσφαλείας τοῦ μήτι παραβῆναι κατ' ἀπά την τῶν συγκειμένων, ὡς γοῦν ταῦτ' ᾠκονόμηντο καὶ ἤδη ἐπέμ ποντο, φωρᾶται τοῖς Ἀμογαβάροις τὸ δρᾶμα, καὶ Ῥομοφόρτος τὸν Περσάρχην εἰς κρίσιν ἄγει, καὶ ὅσοι συνεμελέτων αὐτῷ τὰ 592 τῆς ἀποστατήσεως. τοῖς δὲ μὴ ἔχουσιν ὅλως ἀπολογεῖσθαι, ἓν εἰς ἀπολογίαν προυτείνετο, τὸ ἀπατᾶν ὑπὲρ τοῦ λαβεῖν θέλειν τὰς συζύγους τοὺς Τουρκοπούλους. πλὴν ὑπονοηθέντες ἐντεῦ θεν τὰς εἰς αὐτοὺς πληροφορίας τῶν Ἀμογαβάρων ἀπέλυον. ὅθεν καὶ ἐξ αὐτῆς ἀντιπερᾶν ἐγνώκεσαν τὸν Περσάρχην. αὐτοὶ δὲ κατὰ νώτου λιπόντες τοὺς Πέρσας, περί που τὰ τῆς Μαδύ του μέρη, ἔνθεν μὲν ταῖς παρ' αὐτοῖς τριήρεσι χρώμενοι τὸ προσ τυχὸν ἐληΐζοντο τρόπον πειρατῶν κατὰ θάλασσαν, κατὰ δὲ ξη ρὰν ἔθεον παμπληθεί, καὶ προσδόκιμοι ἦσαν προσβαλεῖν καὶ πό λει· προσετόλμων δὲ καὶ πρὸς βασιλέα πρεσβείαν πέμπειν, καὶ ἀξιοῦν διδόναι μὲν τοὺς μισθούς, συνωνεῖσθαι δὲ καὶ τὰ σκυλευ θέντα, καὶ οὕτω μετ' εἰρήνης ἐπὶ νηῶν πέμπειν αὐτοὺς εἰς τὰ ἴδια. ἐπεὶ δὲ ταῦτ' οὐκ ἐχώρουν γίνεσθαι, ἄπρακτα τὰ τῇδ' ἦσαν, μόναις δὲ ταῖς πρὸς θεὸν ἱκετείαις ἤλπιζον σώζεσθαι, ἃς συχνὰς ὁ πατριαρχεύων παμπληθεὶ διεπράττετο. τέως δὲ καὶ τὸ τοῦ Κοσμιδίου φρούριον, δεδιότων μὴ ἐπιστάντες κατάσχοιν το, ἐκ μέρους κατήρειπτο, καὶ ξενικὰς δυνάμεις ἔκ τ' Ἰβηρίας (κἀκεῖ γὰρ ἀποστέλλων βασιλεὺς περὶ συμμαχίας ἠξίου) ἔκ τε Γεννούας ἀπεξεδέχετο. οὐδὲ γὰρ οὐδὲ τὰ ἐντὸς ἐσάπαξ ἀσφα λῶς εἶχον τῷ βασιλεῖ, ἀλλ' ἔνθεν μέν τις τῶν ἐπιρρήτων ἐκ δύ 593 σεως, ἱερωσύνης περικτᾶσθαι δόξας ἀξίωμα καὶ πρὸ χρόνων προσ χωρήσας ἐκεῖθεν τῷ βασιλεῖ, ὁ τοιοῦτος Δριμὺς τοὐπίκλην, ὄνομα θεὶς ἑαυτῷ ὡς δῆθεν ἐκ τοῦ γένους τοῦ Λάσκαρι καταγό μενος, ὑπήρχετο τοὺς πολλοὺς καὶ τὴν ἐκ βασιλέως ἀποστασίαν οἰκονομῶν οὐκ ἀπώκνει, ἔπεμπε δὲ λόγους καὶ γράμματα καὶ πρὸς αὐτοὺς Ἀμογαβάρους, τὴν κατὰ βασιλέως μάχην σφίσι δο λερῶς ὑπανάπτων· ἐκεῖθεν δὲ ὁ εἰς ἀξίαν τοῦ δομεστίκου προ χειρισθεὶς τῶν σχολῶν (ὁ Κατελάνος δ' οὗτος ἦν καὶ πρώην ἀμη ραλῆς) συνάμα τῷ ἐκ δύσεως Μυζάκῃ, ὃν ἐπὶ στρατοῦ εἶχεν ὁ ἄναξ, πολλά τινα κατὰ Ῥωμαίων ξυνέρραπτον, πρὸς Ἀμογαβάρους πέμποντες καὶ τὴν μάχην ὡς μάλιστα ἐξοτρύνοντες. ταύτῃ τοι κἀκείνους φωραθέντας ποινή τις ἀξία λαμβάνει τετυχηκότας δικαστηρίου κεκλεῖσθαι ταῖς φυλακαῖς. δόξαντας δέ τι κἀν μέ ρει τοὺς σχιζομένους μετέχειν ἐκείνῳ τῶν βουλευμάτων ἅμα πάν τας, πλὴν τῶν μὴ δυναμένων κινεῖσθαι, μὴ μόνον τοὺς τοῦ Μω σελὲ μονῆς ἀλλὰ καὶ τῆς πόλεως ξυνέπιπτε μετοικίζεσθαι, καὶ ταῦτα καιρῷ χειμῶνος καὶ κρύους.