Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1.1
Ἥγνιστο μὲν εὐχαῖς τε καὶ ἁγιάσμασιν ἡ τῆς μεγί στης ἐκκλησίας ἱερὰ τράπεζα, συνήγοντο δὲ περὶ τὸν χειροτονη θησόμενον οἳ δὴ καὶ τῶν σχιζομένων συγκατεκλίνοντο, ἄνδρες πρὸς μὲν τὰ τελούμενα ἀμαθεῖς, δόξαντες δὲ τῷ ζήλῳ προστε τηκέναι. μαρτύριον δὲ τὸ μηδ' εἰδέναι μηδ' ὅλως μὴ ὅτι γε χει 46 ροτονίας τάξιν, ἀλλ' οὐδ' αὐτὴν τὴν τοῦ βήματος, ὡς καὶ κιν δυνεύειν διὰ ταῦτα παροραθῆναι τὴν ἐκείνων ἀκριβῆ παρατήρη σιν. ἐκείνοις γὰρ ἦν ὁ σκοπὸς ἀπερεῖν κληρικοῖς μὴ παρεῖναι μηδ' ὄψιν προσβάλλειν τοῖς τελουμένοις, κἂν ὅστις καὶ εἴη· ἡ δ' ἀνάγκη τῶν πραττομένων, ὡς εὐοδοῖντο τὰ τῆς τελετῆς ἁμη γέπη, ἕνα τῶν τοῦ κλήρου προσληφθῆναι, καὶ ἐν αὐτοῖς τοῖς ἀδύ τοις τὸ μέγιστον, τὸν ἐκκλησίαρχον ἔπειθεν, ἐφ' ᾧ ξυνεπιλαμ βάνειν σφίσι καὶ πράττοντα καὶ διδάσκοντα. καὶ οὕτω μὲν ἐκεί νοις ἀποχρῆν ἐπὶ τοῦ παρόντος ἐδόκει, εἰ παραβάντες τὸ μέρος τὸ καθόλου διαφυλάττοιντο. οἱ δὲ τοῦ κλήρου τῆς ἐκκλησίας μὲν τὸ παράπαν ἐξεκλείοντο, ὅπου γε καὶ αὐτὸς ὁ μέγας λογοθέ της, μηδενὸς κωλύοντος, ἀλλ' αὐτός γε κρίνων τὴν ἀπουσίαν ἑαυτοῦ ἀξίαν τοῖς τελουμένοις, μακρόθεν ἐπεζυγωμένης τῆς πύ λης ἱστάμενος μόλις ἑώρα καὶ τῷ ὑπεσταλμένῳ τοῦ ἤθους τὸ ἀνάξιον παρεδείκνυ· ἄνω δέ που τῶν κατηχουμενείων παραβυό μενοι ὀπτῆρας εἶχον τοῦ μὴ παρακύψαι μηδ' ἰδεῖν τὰ πραττό μενα, ὡς ἐντεῦθεν κωλυθησομένου δῆθεν τοῦ μὴ δυναμένου ὑπέ 47 χεσθαι τῷ ἀξίῳ τῆς τῶν συμπαρόντων ἀναξιότητος χάριν δι' ἀ γαθότητα πνεύματος. ἐπεὶ δὲ καὶ τὰ τῆς τελετῆς διήνυστο, καὶ τρισὶ προηγιασμένοις ἄρτοις, ὡς ταῖς τρισὶν ἡμέραις τῆς μεγά λης ἑβδομάδος ἀρκέσουσι, τὸ τῆς ἐκκλησίας πυξίον ἐνικανοῦτο, ὁ πατριάρχης πρὸς βασιλέα αὐτόθεν ἀπήντα ἐκτελέσων μετ' ἐκεί νου τὴν ἑορτὴν κατὰ τὸ σύνηθες, οἱ δὲ καὶ αὖθις τῶν ἱερῶν συνάξεων ἐξεκλείοντο, παρ' οὐδὲν θεμένων τὰς τοῦ Ἰωσὴφ προσ τιμήσεις. ἐπέφωσκεν ἡ δευτέρα, καὶ τοῖς μὲν τοῦ πατριάρχου ὁ ναὸς ἀνεῖτο, τοῖς δέ γε κληρικοῖς ἄβατον τὸ τέμενος ἦν. ἐπέ στη ἡ τρίτη, καὶ τὰ αὐτὰ διεπράττετο. ὡς δ' ἡ τετάρτη παρῆν καὶ ἤδη συγχωρεῖν ἔμελλον σφίσιν, ἐπεὶ οὐκ ἦν συμφωνεῖν ἐκεί νους ἐπὶ τοῖς δόξασιν ἀλλ' ἀμφεγνωμόνουν ἐπὶ πολύ, ὡς καὶ παρελθεῖν τὴν τῆς προηγιασμένης τελετῆς ὥραν, μόλις στήσαν τες ἐφ' ἑκάτερα ὄχλον ἄλλως καὶ πλῆθος δοκοῦν ἐν ζηλωταῖς ἀριθμεῖσθαι, μέσον ἐκείνων παρὰ θάτερα τῶν ὡραίων πυλώνων παρεῖχον τοὺς τῆς ἐκκλησίας διερχομένους προσπίπτειν καὶ συγ γνώμην αἰτεῖν καὶ οὕτως ἀξίους νομίζεσθαι τῆς συνεκκλησιάσεως. 48 ἅμα γοῦν τὰ τῶν ἑσπερίων ὕμνων ὑπὸ σκότῳ τελέσαντες, παρι δόντες τὴν λειτουργίαν, οὐκ οἶδα διὰ τὸν καιρὸν μὴ ἐκχωροῦντα ἢ μᾶλλον διὰ τὸ μὴ δικαιοῦν ἔτι ἁγιασθῆναι τοὺς συγχωρηθέντας τῷ ἱερῷ κλάσματι, ὡς ἡ ὑστεραία ἔδειξεν, ἐπ' οἴκου ἀπελύετο ἕκαστος. ὡς δὲ τῆς ἱερᾶς καὶ μεγάλης πέμπτης ἐτελεῖτο ἡ λει τουργία καὶ αὐτοὶ συμπαρῆσαν, ἐκεῖνοι θέλοντες σφίσι παραλο γίσασθαι τὸν ἁγιασμόν, πέμψαντες κρυφηδὸν ἐξ ἀγορᾶς λαμβά νουσιν ἄρτον, καὶ κλάσαντες εἰς λεπτὰ μηδὲν εἰδόσι μετεδίδουν ὡς ἱεροῦ ἄρτου κλασμάτων, ὃ δὴ καὶ γνωσθὲν ὕστερον οὐκ εἶχον ὅ τι ἐξ ὑπερτέρας ἀνίας καὶ γένοιντο. ὅμως δὲ πρὸς τὰ ἐσαῦθις ἐλπιζόμενα οἰστὸν κἀκεῖνο ἐδόκει, καὶ φέροντες τὰ τῶν κακῶν προσεδόκων μείζω, οὐ τόσον τοῖς παροῦσι διὰ τὴν πεῖραν ὅσον τοῖς προσδοκωμένοις διὰ τὴν ἐλπίδα ἐξανιώμενοι. τὸ γὰρ παρὸν λυπηρόν, ἐπιστὰν ἀνθρώποις φύσιν ἔχουσι φέρειν καὶ τὰ ἀνύποι στα, λυπεῖ μὲν ὡς εἰκὸς καὶ ἀνιᾷ τὸν πειρασθέντα τῶν δυσχε ρῶν, τῇ δὲ παρὰ τῶν πολλῶν παραμυθίᾳ ἐκλύεσθαι πέφυκεν· ἐλπιζόμενον δὲ δυσδιάθετον τὴν φροντίδα τῷ πεισομένῳ παρέχει. 49 ταῦτ' ἄρα κἀκείνοις τὸ παρὸν τῶν κακῶν ὡς ἐνῆν φέρουσι δεινὴν ἐλπίδα τὸ ἐπελευσόμενον ἦγε, καὶ οἰστὸν ἐδόκει τὸ ἐπιστὰν πρὸς τὴν ἐλπίδα τοῦ μέλλοντος λυπηροῦ. Ἦν ταῦτα, καὶ ἡ κυρία ἐπέστη τῶν ἑορτῶν, καθ' ἣν ἔδει καὶ συνδεῖσθαι τοὺς τῆς ἐκκλησίας, Χριστιανούς γε ὄντας, ἀγά πης φιλήματι. καὶ δὴ προσεκαλοῦντο μὲν ἀρχιερεῖς προσεκα λοῦντο δὲ κληρικοί, καὶ τῆς ἐπὶ τῇ πρώτῃ καὶ κυρίᾳ δευτέρας συναχθέντες ἅμα φιλήμασιν ἁγίοις, ὡς ἥ τε ἡμέρα παρῄνει καὶ τὸ χρεὼν ἤπειγε, τὴν πρὸς ἀλλήλους συνίστων ἀγάπην. (16) ἦν δὲ ἄρα γέλως καὶ εἰρωνεία τὸ τότε πραχθέν, ὃ δὴ καὶ ἀστὴρ ὃν Κρόνον οἱ περὶ ταῦτα δεινοὶ λέγουσι παρεδείκνυ, ἵνα μὴ λέγω καὶ τὸ καθ' ὕπνους δόξαν τινὶ τῶν ἀρχιερέων, ὡς ἅμα καθεζομένων ἁπάντων ἐν συνόδῳ μείζονι συντετρῖφθαι μὲν ἐξαίφνης τὸν μακρὸν θρόνον ἐκεῖνον, ἅμα δὲ πάντας κατὰ γῆς ἀσχημόνως ἐρρῖφθαι, καὶ οὕτω κεῖσθαι ἕλκοντας τὸν ἀπὸ πολ λῶν ἔλεον. ἀλλ' οἷον τὸ τοῦ ἀστέρος. μεσούσης γὰρ ἡμέρας, τοῦ ἡλίου λάμποντος, μηνὸς Βοηδρομιῶνος ἱσταμένου, ὅτε τὴν ἐαρινὴν τροπὴν παρελαύνων ἥλιος καθαρώτερος ἢ πρότερον δεί κνυται τῶν χειμερινῶν νεφῶν διαλυομένων, κατ' οὐρανὸν μέσον ἐπέφωσκε στίλβων, εἰ καὶ μὴ στίλβειν οἱ πλανῆται διὰ τὸ ἐγγὺς εἶναι λέγονται· ἀλλ' ὅμως ἐκεῖνος, τοῦτο μὲν τῆς κατ' αὐτὸν 50 σφαίρας ὑψώματι τοῦτο δὲ καὶ τῷ τὰς τοῦ ἡλίου ἀκτῖνας δεχομέ νους τοὺς ὀφθαλμοὺς τῷ κατ' αὐτὰς ἀρρωστεῖν περιχύματι, εἴ περ καὶ ἐξ ἀτονίας τὸ στίλβειν, καθ' ὅσον ἦν ἔστιλβεν. οἱ μὲν οὖν ἐν ἀγαθοῖς ἔταττον τὸ σημεῖον· περιλάμψαι γὰρ σφίσι τὸ τῶν ἀγαθῶν φῶς μέλλειν καὶ πᾶν σκοτῶδες καὶ ἀμαυρὸν ἀπελα θῆναι τῇ τοῦ πατριαρχεύσαντος παρουσίᾳ. λόγιοι δὲ ἀνδρῶν μεγίστων ἀφανισμὸν καὶ τῆς κατὰ σφᾶς τιμῆς φθορὰν ἐνενόουν, κρείττω μαντευόμενοι· τὸ γὰρ ἀστέρος ὕψωμα τῷ μεγαλείῳ τῶν ἀνδρῶν παραβάλλοντες τὸ κρονικὸν καὶ ψυχρὸν αὐτοῖς ἐνετίθουν, ὡς πηχθησομένοις τῷ κρύει τῶν συμφορῶν, ὃ δὴ κατὰ πόδας ἠκολούθει.
15.1.2
Τότε δὲ διαφορᾶς ἐνστάσης μεγίστης μεταξὺ Γεν νουϊτῶν καὶ Βενετικῶν, ὡς πᾶσι πάντας δι' ἔχθρας εἶναι καὶ κα κὸν ἀλλήλοις ἀπάντημα γίνεσθαι καὶ ναυσὶ πλέοντας καὶ ὁδοιπο ροῦντας πεζῇ, οὐκ ἦν ὅλως καιρὸς καθ' ὃν οὐκ ἠκούοντο ἢ Γεν νουῗται τὰ χείριστα διατεθεικότες Βενετικοὺς ἢ Γεννουΐτας Βενε 233 τικοί, ὅλας ναῦς αὐτάνδρους καταποντίζοντες, καὶ χρήματα τὰ μὲν ἀφαρπάζοντες τὰ δ' ἀφανίζοντες, ὡς καὶ πᾶσαν μεσι τείαν καὶ αὐτῆς τῆς κατ' αὐτοὺς ἐκκλησίας εἰς εἰρήνην ἀγούσης ἀπρακτεῖν τὸ παράπαν, καὶ λόγους κενοὺς εἶναι τοὺς σφίσι τὰ τῆς εἰρήνης εἰσηγουμένους. πρώτην μὲν οὖν ἦγε Μαιμακτη ριών, καὶ βασιλεὺς τρισὶν ἡμέραις πρότερον τῆς Κωνσταντίνου ἐξεληλακὼς πρὸς τὴν Χηλὴν τὸ ἀμφιθαλασσίδιον φρούριον ἤλαυ νεν, ἔτι δὲ πρὸς τῷ Δαματρύϊ ἐσκήνου τὸ ὑπηρετικὸν προσμέ νων, καὶ ὅσοις ἦν αὐτῷ ἕπεσθαι. καὶ τῆς πρώτης τοῦ μηνὸς ἑσπέρας περί που τὸ μεσονύκτιον σεισμὸς ἐμπίπτει μέγας, κατὰ τοὺς τῶν ζώντων σωμάτων σφυγμούς· οὓς μᾶλλον καὶ δεινοὺς οἱ περὶ τούτων γράψαντες λέγουσιν ὡς κάτωθεν διιέντας καὶ ὑπο σπῶντας θεμέλια. τόσος γοῦν ὁ τότε ὥστε καὶ μηδένα ἔχειν μὴ παλαιὸν μὴ νέον εἰδέναι, μὴ ὅτι γε μείζω, ἀλλ' οὐδ' ἴσον πώ ποτε. τινὲς δὲ τῶν ἤδη γεγηρακότων τῷ κατ' ἐξοχὴν λεγομένῳ μεγάλῳ ἐκεῖνον παρείκαζον· οὕτω γὰρ καὶ τοῦτον ἐφ' ἡμέραις πλείσταις ἐπισυμβαίνειν, καὶ πλειστάκις τῆς ἡμέρας ἢ καὶ νυκτὸς προφαίνειν κατὰ μικρὸν τὰ τοῦ πνεύματος ἐγκαταλείμματα, ὥστε καὶ Ἀνθεστηριῶνος ἑπτακαιδεκάτῃ ἐνταῦθα μὲν πλείω τὸ τοῦ χρόνου μῆκος γενέσθαι, μαλακώτερον δὲ τῇ δυνάμει, ἐν δὲ τῇ 234 ἀνατολῇ καὶ μείζω τοῦ φθάσαντος καὶ δεινότερον. ἐνέσκηψε δὲ τὸ δεινὸν τότε ἀπὸ τῶν περὶ Πέργαμον διὰ Χλιαρῶν μέσων καὶ ἐς αὐτῆς Περσίδος μέρη, ὡς διαστῆναι μὲν πολλαχοῦ τὴν γῆν, ἐκ βλύσαι δ' ἐνιαχοῦ καὶ ὕδατα, ἀνατραπῆναι δὲ καὶ τοῦ κατὰ τὰ Χλιαρὰ φρουρίου θεμέλια, καὶ ναοὺς καὶ οἴκους τῶν περιπύστων καταπεσεῖν. τοῦ γοῦν πρώτου σεισμοῦ καὶ καθ' ἡμᾶς μεγάλου ἐνσκήψαντος πολλὰ μὲν ἀναστήματα τῶν κατὰ τὴν πόλιν κατέ πιπτον, ἐκ παλαιοῦ τὸν ἑδρασμὸν ἔχοντα πολλαὶ δὲ καὶ τῶν νέων οἰκιῶν κατηρείποντο. τοὺς δέ γε τῶν αὐλαιῶν θριγκούς, οἳ καὶ ἐκ ξηρῶν συνίσταντο λίθων, κατὰ σωρείαν ἕκαστον εἶδέ τις κεί μενον, ὅμοιον ὡς ἂν ἐπισωρευθέντων ἄλλοθεν ὁ τεχνίτης τοὺς τοίχους ἔμελλε συνιστᾶν. δύο δ' ἔργα τῶν μεγάλων πεσόντα τὴν βίαν ἐσήμηνε τοῦ κινήματος. ὁ γὰρ τῶν ἁγίων ἁπάντων ναὸς ἐς τότε συνεστηκώς, καὶ μηδενὸς τῶν ἀναγκαίων λειπόμενος, ἐλεεινὴν θραῦσιν πάσχει καὶ πτῶσιν τῆς ὀροφῆς, ὅση τε περὶ τὸ βῆμα καὶ ὅση περὶ μέσον ἀνῳκοδόμητο. καὶ ὁ ἐκεῖσε χαλκοῦς ἀνδριὰς τοῦ ἀρχιστρατήγου, ὁ ἐπὶ κιονώδους μὲν ἐρηρεισμένος τοῦ ἀναστήματος, ἐς πόδας δ' ἔχων τὸν ἄνακτα Μιχαὴλ τὴν πόλιν φέροντα κἀκείνῳ προσανατιθέντα καὶ τὴν ταύτης φυλακὴν ἐπιτρέποντα, ὁ τοιοῦτος οὖν ἀνδριὰς καὶ ἡ ἀνὰ χεῖρας τῷ βασι λεῖ πόλις, ὁ μὲν τὴν κεφαλὴν ἀφαιρεῖται, ἡ δὲ τῶν χειρῶν τοῦ κρατοῦντος ἐξολισθαίνει, καὶ πρὸς γῆν ἄμφω πίπτουσι. τούτων 235 οὖν συμβάντων ἡ μὲν πόλις πᾶσα ὑπ' αὐγὰς ἡμέρας, τῷ μεγά λῳ νεῷ προσδραμόντες, ἱκεσίαις ἐσχόλαζον καὶ λιταῖς· ὁ δέ γε βασιλεὺς εὑρεθεὶς ἔξω τῆς πόλεως, ὡς εἰρήκαμεν, καὶ τὸ δει νὸν ἐννοήσας ὁποῖον, ἐδεδίει μὲν καὶ περὶ τῇ πόλει πάσῃ μή πως κατεπόθη, ἐδεδίει δὲ μᾶλλον καὶ περὶ τῷ μεγάλῳ ναῷ, ὥστε καὶ συχνοὺς τῆς αὐτῆς ὥρας πέμπειν ὡς γνῶσιν μακρόθεν ἰδόν τες εἰ ἵσταται. τέως δὲ καὶ τὴν ἔξοδον οὐκ ἀγαθὴν ἐντεῦθεν οἰωνισάμενος ὑποστρέφειν ἔγνω, καὶ ἀντιπεραιοῦται πρωΐας ἐκ θαμβούμενος οἷον, καὶ μήνιμα θεῖον, ὅπερ καὶ ἦν, τὸ δεινὸν ἐκεῖνο ποιούμενος.
15.1.3
Τοῦ δ' αὐτοῦ ἔτους, μηνὸς ἐνεστῶτος Ἰαννουαρίου, ὃν οἱ τὸν Ἄσκρηθεν ποιητὴν ἐξηγούμενοι Ληναιῶνα κατ' Ἀθηναίους ἔλεγον, οὐκ ὀρθῶς, οἶμαι, εἰ καὶ ἡμεῖς ἐν τοῖς καθ' αὑ τοὺς ἐποποιοῦντες τῇ ἐκείνων ἠκολουθήκειμεν ἐξηγήσει (ἀκριβῶς γὰρ Ἀθηναῖοι τὸν κατὰ Ῥωμαίους Ἰαννουάριον Ἑκατομβαιῶνλέγουσι), κατὰ τοῦτον οὖν θεμέλιον πρῶτον τῆς σελήνης ἐχού σης ἔκλειψις ταύτης ξυμπίπτει, τῶν τῆς ἐπιστήμης ξυνετῶν τῷ βασιλεῖ προειπόντων. καὶ ἡμεῖς οὕτω πως ἐν τοῖς ἡμετέροις γεγράφαμεν. μηνὶ δὲ Ληναιῷ πρώτη βάσις ἵστατο μήνης, ἣ διχόμηνος ἔην, καὶ δὴ φθίνε καλὰ πρόσωπα, καὶ τότε νυκτὸς ἐνὶ τριτάτῃ σχεδὸν ἑσπερίηθεν λάμπ' ἐπιδίφριος, αἴφνης δὲ σκοτόεσσα τέτυκτο, ἀρξαμένη τὰ πρῶτ' ἐκλείπειν ἀντολίηθεν, μέσφ' ὅλη ἐξαπόλωλεν, ἐφ' ὥρῃ μηδὲν ἐοῦσα. ὥρης δὲ τρίτον ἔσβη. ἀτὰρ ἀπήρχετο φώσκειν, καὶ πάλιν ἀντολίηθεν ἐς ὥρην ἔμπλεος ὦπτο. τόρρα καὶ ἐς μετέωρα ἐειδώς τις ἔειπε, καί γε ἰδὼν θηήσατο, ὅς γε προμάνθαν' ἀκούσας. 307