Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Ὀλίγον τὸ μεταξύ, καὶ ἐπεισφροῦσι τούτῳ ὑπηρέται μοναχοί ποθεν ἔξωθεν. καὶ οἱ μὲν ἐκτὸς οἱ δ' ἐντὸς ἐκεῖνα ποιεῖν οὐκ ἀπώκνουν, ἃ δὴ πνευματικῶν μὲν ἀνδρῶν οὐκ ἂν εἴ 148 ποι τις, τέως δ' ἀνθρώπων καὶ μετρίων τὸ παράπαν ἦσαν οὐκ ἄξια. πολλοῖς γάρ, μοναχοῖς δὲ μάλιστα, καὶ λίαν ἐπεῖχον. καὶ ἡ πρόφασις εὔλογος, ὡς ἀδιαφοροῦσιν ἐξ ἔθους, καὶ τὰς τῆς ἑβδομάδος νηστίμους καταλύουσι μὲν εἰς διφαγίαν καταλύου σι δὲ καὶ εἰς οἶνον πολλάκις καὶ ἔλαιον, καὶ παραρτύμασι χρῶν ται, καὶ παρὰ τοὺς πολλοὺς τρέφονται, καὶ ὡς χρήματά τινες ἔχοιεν. καὶ τοσοῦτον ἐφυλοκρίνουν ταῦτα καὶ ποιναῖς ἐξεκόλα ζον, ὡς μὴ μόνον τοὺς ἀδιαφοροῦντας δεδιέναι καὶ τρέμειν τὴν ἐκείνων ἐπιστασίαν, ὡς εἰ μόνον προσαγγελθεῖεν κολασθησομέ νους τὰ μέγιστα, ἀλλὰ καὶ τὸν δοκοῦντα προσεκτικώτατον. καὶ ὅπερ ἐπὶ τοῦ σκορπίου φασίν, ἐκ τῆς ὀπῆς ἐξιόντα μηδὲν εἰδέ ναι ὅπῃ τὸ κέντρον προσβάλοι, ἀλλ' εὐθὺς ἐνιέναι πᾶσι, καὶ φυτοῖς καὶ πέτραις καὶ ζώοις καὶ γῇ, τὰ αὐτοῦ πράττοντα, οὕτω κἀκείνοις ἄντικρυς ἦν τοὐπιτήδευμα, ἐνιεῖσι πικρίαν οἷς ἐπισταῖεν διὰ τὴν τοῦ πατριαρχοῦντος ἐπὶ πᾶσιν, ὡς ἐδόκει, ἀκρίβειαν. ἐκείνῳ τὸ εὑρεθὲν χρυσίον κατάγνωσις, τούτῳ τὸ τῶν ἱματίων καινόν, ἄλλῳ τὸ δυσὶ χιτωνίσκοις ἢ καὶ τρισὶ χρῆσθαι, ἄλλῳ ὅτι ὁ σταυρὸς ἐξ ἀργύρου ἢ μὴν καὶ χρυσίου, καὶ ὅτι πολυτελὴς 149 κατεσκεύασται, ἄλλῳ ὡς τὸ μαχαιρίδιον εὖ ἤσκηται, καὶ ἄλλῳ ὡς λελεύκωται τὸ χειρόμακτρον, ὡς ἐλούθη οὗτος, ὡς ἐκεῖνος ἀπερραθύμησεν, ὡς φίλοις ἐχρήσατο, ὡς ἀσθενήσας ἰατρῷ προσῆλθε. καὶ τίς ἂν τὰ αἰτιάματα ἀριθμήσειεν, ἃ δὴ καὶ ὡς ἐπὶ σκηνῆς τοῦ βίου τῶν ταλαιπώρων ἀνθρώπων ἡ τληπαθὴς φύσις ὡς ἐφόλκια ἐπισύρεται; οἷς ἐκεῖνοι ἐπιφυόμενοι κατωνείδι ζον καὶ ἠτίμουν καὶ περιέσυρον καὶ φυλακαῖς ἀπαρακλήτοις δι καιοῦν οὐκ ἔληγον. ἦν δή που καὶ ἀπὸ μονῶν ἐξέλεγον χρήματα, ὡς ὕλην παθῶν ὑποσπῶντες ταῦτα καὶ τὸ πῦρ τῆς ἐμπαθείας ἐντεῦθεν ἀπομαραίνειν δικαιοῦντες· εἰ δὲ καὶ ταῖς χερσὶν ἐκείνων οἱ σπινθῆρες, ὡς ἔδοξαν, ἐνεσποδιάζοντο, ἡράκλεις, τοῖς ἄλ λων, ὅ φασιν, ἰατροῖς, εἰ ἕλκεσιν ἔβρυον. ὅμως μέντοι μῖσος οὐκ ὀλίγον ἐντεῦθεν σφίσι παρὰ πολλῶν ἐντέτροφε καὶ ἄσπονδος μῆνις, καὶ κατεστύγουν ἅπαντες, ἐκείνων σπενδομένων μόνων οἷς δὴ καὶ ὡς ἰδίοις ἐχρῶντο. πολλοῖς δὲ καὶ πληγὰς ἐνέτεινον βαρείας ἁμαρτεῖν δόξασιν, ἀπὸ ζήλου δῆθεν καὶ ἀκριβείας, τὸ 150 ἀπαραίτητον ἐπὶ πᾶσιν δεικνύμενοι καὶ ἀσυγκατάβατον, ὡς πάν τας μὲν εἶναι ἐν φόβῳ καὶ ἀγωνίᾳ, τοὺς πλείστους δὲ καὶ ἐν καταγνώσει λογίζεσθαι. πάντα δ' ἀνέτρεπον καὶ συνέχεον διὰ τὴν νομιζομένην ἀκρίβειαν κατὰ τὰ Ἀναξαγόρεια χρήματα. οἱ δέ γε τῆς ἐκκλησίας ὁρῶντες τὰ πλεῖστα μὲν καθ' ἑαυτοὺς κατε μέμφοντο, ὑπομιμνήσκοντες δὲ καὶ τῷ πατριάρχῃ προσαναφέ ροντες ὅτι πολλοὶ παρὰ τῶν ἀγρίων ὑπηρετῶν πληγὰς ἀνηλεῶς ἐλάμβανον, ὡς δῆθεν τὰ πολλὰ μηδ' εἰδότι, κατεγινώσκοντο ὡς ἀταλαιπωρήτως ἔχοντες περὶ τὸ καλόν, ὥστε τῷ μὴ τὸ κακὸν ἐκτόπως μισεῖν μηδὲ τὸ καλὸν τοῖς αὐτοῖς ὑποδέχεσθαι μέτροις. ἦν γάρ, ὡς ἐῴκει, ὁ σκοπὸς τῷ πατριαρχεύοντι ἐκ μέσου θεῖναι τὸ ἀδιάφορον, εἴτε ὂν εἴτε δοκοῦν, ἐκ παλαιοῦ ἐπεισφρῆσαν διὰ τὴν τῶν πνευματικῶν προστατῶν, ὡς ᾤετο, ἀτημελησίαν ἢ 151 καὶ συνήθειαν. ὅθεν κἀκεῖνοι ἐπειλημμένοι προφάσεως εὐπροσώ που τοιαῦτ' ἔδρων, ἤν πού τις αἰτίαν ἀδιαφορίας εἰλήφει. τέως δὲ περὶ τὴν τοιαύτην αἰτίαν οὐκ ὀλίγοις καὶ αὐτὸς ἐνεπικραίνετο τὸ ἀδιάφορον ὀνειδίζων, μὴ κρίνων, οἶμαι, ὡς μέσον κακοῦ τε καὶ ἀγαθοῦ τὸ ἀδιάφορον κείμενον πρὸς ἑκάτερον ἐναντιοῦται τῶν ἄκρων, καὶ εἴγε πρὸς τἀγαθὸν κακὸν νομίζεται, ἀλλ' οὖν καὶ πρὸς τὸ κακὸν ἀγαθόν, καὶ ἀγαπητὸν ἂν μετριοπαθοῖμεν, μὴ τοῦ ἀπαθοῦς ἐφικνούμενοι. αὐτὸς δ' ὑπὸ κανόνι τῇ φαινο μένῃ ἰδίᾳ ἕξει, εἴτε καὶ γνώμονι, τὰ τῶν ἄλλων ἤθελεν ἀπευθύ νειν. κἀντεῦθεν καὶ οἱ πολλοὶ διυπνίζοντο καὶ ἐν ὑπονοίαις ἦγον μεγίσταις τὸν ἀπευθύνοντα. ἦν δ' ἐκείνους τὸ ἐφορμοῦν πρῶ τον μὲν τὸ ἀπ' ἐκείνου ἀτηρὸν καὶ πρὸς ἅπαν δυσέντευκτον, τοῖς μὲν ἐξ ἀρετῆς δοκοῦν, τοῖς δ' ἐκ γνώμης ἐμφύτου, τοῖς δὲ καὶ ἐκ συνηθείας τῆς πρὸς τὴν ἄσκησιν καὶ μονώσεως (ἅπαν γὰρ δύσοιστον τὸ μὴ σύνηθες), εἶτα δέ γε καὶ τὸ ἐπὶ τοῖς ὅλοις κρυ πτόν τε καὶ ἀφανὲς καὶ ψάλλοντος καὶ ἐσθίοντος καὶ κατὰ μόνας 152 διάγοντος, ὥσπερ ἤσκητό τε καὶ εἴθιστο. ὅμως (τὸ γὰρ τῆς ἀνάγκης ἐστὶν ἀδήριτον) τὴν σκληρὰν ἐκείνην καὶ ὡς ἐν σιδηρᾷ ῥάβδῳ διέφερον ποίμανσιν, οἱ μὲν εὐγνωμονέστεροι σφίσιν ἑαυ τοῖς τὴν αἰτίαν προστρίβοντες, ὅσοις δηλαδὴ μὴ ἦν ἐν νῷ τὰ τῶν ἄλλων κρίνειν ἀλλ' εἰς ἑαυτοὺς νεύειν καὶ ἑαυτοὺς κατὰ τὸ προσῆκον κατανοεῖν, εἰ δὲ καὶ ἀλλήλους κατανοεῖν, εἰς παρο ξυσμὸν ἀγάπης καὶ μόνον, συγχωροῦσι τέως τοῖς γιγνομένοις, ἀλλ' οὐ περιεργαζομένοις τοὺς ἐργαζομένους, κἂν ὅ τι ποιοῖεν. τοῖς δὲ καὶ πολυπραγμονεῖν ἐπῄει καὶ ἀνταμύνεσθαι πάσχουσι καὶ λαμβάνειν λόγους ἐξ ἄλλων, πιθανοὺς ἄλλως ἐκ τῶν εἰκότων ὡς ἀγνῶτος πολλοῖς ὄντος ἐκείνου διὰ τὴν ἐπὶ τῇ ἀσκήσει μόνωσιν.
16.1.2
Ταῦτ' ἄρα καὶ ἔσπευδε θεραπεύειν ἀφ' ἑαυτοῦ τὸ θεῖον, ἐφ' οἷς καὶ δίκαιον ἔχειν ἥγητο. δίκαιον δὲ βασιλείας τὸ περὶ ταῖς κρίσεσι δίκαιον καὶ ἀδέκαστον, μηδὲν παρατε θραυσμένον ἢ δώροις ἢ χάρισιν, εἴπερ καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. ἐδόκει δὲ τοῦτο καὶ παρορᾶσθαι τῷ τέως ἔκ τινος ἀμε λείας ἢ καὶ δωροδοκίας τῶν κρινόντων, ὡς αὐτὸς ᾤετο. καὶ δὴ λιτανείαν παραγγείλας παντὶ τῷ λαῷ, συνέρχεται καὶ αὐτὸς ἅμ' ἄρχουσι πολλοῖς ἄλλοις, ὡς πολλάκις εἴθιστο, καὶ πατριάρχῃ μὲν καὶ ἀρχιερεῦσι τὰ ἑαυτῶν ἐφῆκε ποιεῖν, εὐχὰς ἐκτενεῖς δη λονότι καὶ ψαλμῳδίας καὶ ἄλλ' ἄττα, οἷς τὸ θεῖον ἐξευμενίζε 236 σθαι πέφυκεν· αὐτὸς δὲ σχεδιάσας δημηγορίαν πρέπουσαν τῷ καιρῷ, παρακατέχειν βουλόμενος ἐκ τοῦ σύνεγγυς τοὺς συνει λεγμένους, μέχρι καὶ τοῦ Ἱπποδρομίου τὴν λιτανείαν περιορίσας ὡς χωρήσοντος ἅπαντας, κατεναντίον ἱσταμένης τῆς εἰκόνος τῆς θεομήτορος, μακρὰν καὶ διωλύγιον τῷ λαῷ κατετείνετο τὴν δη μηγορίαν, ὑποδηλῶν μὲν καὶ μήνιμα θεῖον τὸ γεγονός, παραπτό μενος δὲ καὶ αὐτῶν ὡς ἀμελῶς διαγόντων καὶ ἀνεπιστρόφως ἐχόν των πρὸς νόμους θείους καὶ δικαιώματα, τὸ πᾶν μέντοι γε εἰς ἀδικίαν συγκλείων ὡς μὴ οὔσης κατὰ τὸ προσῆκον τῆς ἐφ' ἑκά στῳ κρίσεως, ἧς δὴ καὶ αὐτῷ μέλειν βασιλεῖ γε ὄντι ὡς εἰκὸς ἔκρινεν. ἔνθεν τοι καὶ τοὐντεῦθεν καθυπισχνεῖτο συντάττειν λόγον χρυσοβούλλειον περὶ κρίσεως, καὶ δικαστὰς ἐκλέξασθαι ἔκ τ' ἀρχιερέων ἔκ τ' ἄλλως ἱερωμένων καὶ ἐκ τῶν συγκλητικῶν, ὡς συμποσοῦσθαι τοὺς πάντας εἰς δώδεκα, οἷς δὴ καὶ ὁρκωμοτήσα σιν ἦ μὴν ἀδωροδοκήτως καὶ ἀπροσωπολήπτως τὰς κρίσεις ἐκφέ ρειν ἀπ' αὐτῆς τῆς αὐτοῦ μητρὸς καὶ δεσποίνης ἄχρι καὶ εἰς αὐ τὸν τὸν τυχόντα, πιστοῖς χρήσαιτ' ἂν κριταῖς κατὰ τὰ ἀνάκτορα. καὶ πλεῖστ' ἄλλα παραινέσας ἀπέλυε τὸν λαόν. (17) ὀλίγαις δ' ὕστερον ἡμέραις καὶ ὁ χρυσοβούλλειος μὲν συντάττεται λόγος, οἱ δ' ἐκλέγονται πρόσφοροι, καὶ σύναξις πάλιν αὖθις κατὰ τὰ 237 τῆς δεσποίνης ἀνάκτορα γίνεται, τῇδε τότε τοῦ κρατοῦντος σκη νοῦντος. καὶ δημηγορεῖ βασιλεὺς τὰ εἰκότα, καὶ ὁ χρυσοβούλ λειος λόγος ἀναγινώσκεται. προέβη δὲ καί τισιν ὅρκος τῶν δικα στῶν, ὅσοι δὲ καὶ ἐκ τῆς συγκλήτου πείρᾳ νομικῇ καὶ συνέσει προφέροντες ἐκλελέχατο. καὶ φοβερὸν καθίστατο δικαστήριον μεγάλῳ τε καὶ μικρῷ ἐπ' ἴσης τὰς κρίσεις ἐκφέρον, εἰ καὶ μὴ ἐς μακρὰν διετέλεσεν, ἀλλὰ κατ' ὀλίγον, κατὰ τὰς τῶν μουσικῶν χορδῶν κρούσεις, ἐξησθενηκὸς διαπεφωνήκει.
16.1.3
Ταῦτα μὲν τοῦ ἔτους ἐκείνου γεγόνει· Ἀλανῶν δὲ μεγάθυμον ἔθνος ὡσεὶ δέκα καὶ ἓξ χιλιάδας ποσούμενον, ὧν τὸ ὑπὲρ ἥμισυ μάχιμον ἦν, ἀπολυθὲν Νογᾶ καὶ τῆς ὑπ' ἐκείνῳ δου λείας ἐν πολέμῳ ἀπολωλότος, ἐζήτουν προσχωρεῖν βασιλεῖ, καὶ τῷ ἀρχιερεῖ προσελθόντες Βιτζίνης ἱκέτευον δι' αὐτοῦ βασιλέα σφᾶς δέχεσθαι. ἐνόσουν γοῦν καὶ δεινῶς εἶχον τότε τὰ κατὰ ἀνατολήν, καὶ τοῦ Βιτζίνης τὴν σφῶν ἀγγέλλοντος ἱκετείαν ἕρ μαιον ἐλογίζοντο ὡς καιρόνδ' ἐπιστάντων· αὐτοὺς γὰρ εἶναι καὶ τοὺς τῷ Νογᾷ παρασπίζοντας, καὶ δι' ὧν ἐκεῖνος τὰ μεγάλα κα τώρθου. καὶ διὰ τοῦτο τὴν σφῶν ἄφιξιν θεόθεν τινὰ μηχανὴν ἡγοῦντο εὐκαίρως σχεδιασθεῖσαν εἰς ἀρωγήν. γράμματά τε παρ' αὐτοὺς βασιλικὰ κατεπέμποντο, καὶ παμπληθεὶ ἐφ' ἁμαξῶν καὶ λαμπήναις προσηυτομόλουν. καὶ βασιλεὺς ὅτι πλείστην ἐκ χω ρῶν Θρᾳκικῶν τε καὶ Μακεδονικῶν τὴν ἐκείνων παρεσκευάκει σί τησιν. τοὺς δέ γε μεγιστᾶνας ἐκείνων εἰσαγαγὼν καὶ φιλοφρόνως δεξιωσάμενος, ἐκ συνδοσιῶν κοινῶν τὰ ἐκείνων ἑτοιμάσας ὀψώ νια, ἔτι δὲ καὶ ἵπποις ἱκανώσας ἐκ τῶν ἰδίων στρατιωτῶν μάλι στα, τοῖς ἱκανῶς ἔχειν σφίσι δοκοῦσι παραδοὺς διασωσταῖς Ῥω 308 μαίοις, ἐπ' ἀνατολῆς ὥρμα. ἦν δὲ καὶ προστεταγμένον πρὸς βασιλέως αὐτοὺς κατοικίζειν τῇδε. καὶ ἦν ὁ σκοπὸς τῷ κρα τοῦντι καὶ λίαν εὔελπις· εὐάγωγον γὰρ ἐμάνθανεν εἶναι τὸ ἔθνος καὶ εὐπειθές, πρὸς δὲ πολέμους καὶ λίαν ἀρεϊκόν τε καὶ μάχιμον. καὶ διὰ ταῦτα κατωλιγώρει σχεδὸν τῶν Ῥωμαίων ὡς γυναικι σθέντων ἄντικρυς καὶ ἐξ ἀνάγκης μὲν τὰ πολλὰ καταμαλακισθέν των, οὐχ ἧττον δὲ καὶ ἀπὸ κακοθελοῦς γνώμης καὶ προαιρέσεως. τοῖς δὲ καὶ μᾶλλον ἐθάρρει ἄρτι πρώτως φανεῖσι καὶ ἀποδυομέ νοις εἰς Περσικοὺς πολέμους, τὸ ἱκανὸν παρὰ βασιλέως ἔχουσιν. ἐκεῖνοι μέν, ὡς εἴθιστο πάλαι σφίσι σὺν Νογᾶ πολεμοῦσιν, οὕ τως κἀνταῦθα στρατεύειν ἐζήτουν, πανσυδίην δηλαδή, ὡς ἀλ λήλοις ἀρήγοιεν κατὰ πόλεμον. τὰ δέ γε κατὰ τὴν Ῥωμαΐδα πανταχόθεν πράγματα μερίζεσθαι τούτους ἐποίει, ὡς μήτ' αἰδῶ παρ' ἀλλήλων εἶναι σφίσι μήτε συνασπισμὸν ὑπὲρ ἀλλήλων τὸν πρέποντα. τῷ τοι καὶ τοὺς μὲν πλείστους κατ' ἀνατολὴν ἔπεμ πεν, ἄλλους δέ γε τῷ Μουζάλωνι Ἁλιζώνων ἡγεμονεύοντι παρε 309 δίδου. πολλοὺς δὲ καὶ τοὺς κρείττους προσετοιμάσας τῷ υἱεῖ συνεξώρμα καὶ βασιλεῖ· ἐδέησε γὰρ καὶ βασιλέως ἐπιστασίας τοῖς κατ' ἀνατολὴν πράγμασιν. ἀλλ' οἱ μὲν προεξεληλακότες ἐπ' ἀ νατολῆς ὡς ἤδη καὶ μόνον τὸν κατὰ τὴν Καλλίου πόρον ἐπεραι οῦντο, εὐθὺς ἐχρῶντο τοῖς αὐτῶν ἤθεσι, καὶ τῶν ἀγόντων κα τολιγωροῦντες μεγάλα διετίθουν κακὰ Ῥωμαίους, λῃστῶν ἐπιόν τες τρόπον, τοῖς μὲν παροικοῦσι τὰς χώρας κακὸν ἀπρόοπτον ἐφιστάμενοι, τοῖς δὲ συναντῶσι δεινὸν ἀπάντημα γνωριζόμενοι, οἷς δὲ καὶ συνεσκήνουν, χαλεπὸν γειτόνημα ὄντες, οἷς βοηθεῖν ἀπεστέλλοντο. εὑρόντες δὲ χώρας παντοίων πληθούσας καλῶν, ἐνευπάθουν ἐκείνοις ἁρπάζοντες. μόλις δ' ἀποσωθέντες, πολ λῶν ἀποναμένων τῶν δυσχερῶν οἷς τ' ἐπεστάτησαν οἷς τε συνήν τησαν, ἐμέμνηντο καὶ τῶν συγκειμένων, πλὴν οὐχ ὡς ἔδοξαν ἀπεφάνησαν, ἀλλ' ὑπερηφάνουν μὲν ἡγεμόνων, καθ' αὑτοὺς δὲ ὅσα καὶ βάρβαροι συνιστάμενοι Ῥωμαίοις πλέον ἢ πολεμίοις ἐπῄε σαν. ἐνίοτε δὲ καὶ δουλαγωγηθέντες ἐκ μεγάλης καὶ προμηθοῦς 310 δεξιώσεως συνελθόντες κατὰ τόπον τὴν Χήναν σὺν Ῥωμαίοις προσβάλλουσι, καὶ ἀνδραγαθοῦσι τὰ μάλιστα, ἀπαγωγὴν ἱκανὴν καὶ λείαν περιβαλλόμενοι. ἐδόκουν δὲ λῆμα μὲν πολεμικὸν ἔχον τες, ἤθεσι δ' ἀνυποτάκτοις ὡς βάρβαροι χρώμενοι, ἕξοντες δὲ κατὰ τρόπον, ἐπεὶ τῶν ἄλλων κατωλιγώρουν, ἢν ὑπὸ βασιλεῖ στρατηγοῦντι γένοιντο.
16.1.4
Ἡμῖν δὲ οὐδὲ τὸ κατὰ τὸν πάπαν Ἀλεξανδρείας σιγητέον. ἔτυχε μὲν οὗτος συνάμα τοῖς περὶ αὐτὸν κατὰ τὴν Εὔ βοιαν, ὡς ἀνωτέρω μοι εἴρηται, παρά τινι τῶν δημοτικῶν μι 594 σθοῦ ξεναγούμενος· ἐπεὶ δὲ καιρὸς διῆλθε καὶ οὐδὲν ὅλως συνέμιξε τοῖς ἐκεῖ, εἰς ὑποψίαν καθίσταται, καὶ μᾶλλον φρερίοις ἐκ ζη λοτυπίας διὰ τὸ σέβας, οἳ καὶ ἐπιστάντες, ἅμα καί τινες τῶν δυναστευόντων, τὴν ἐνδημίαν ἀνέκρινον. ὡς δὲ πλέον οὐκ εἶ χον μανθάνειν ἢ τὴν ἐκ παρόδου καταγωγὴν καὶ τὴν εἰς εὔκαιρον γενησομένην αὖθις ἐκεῖθεν ἀναγωγήν, τέως περὶ τῆς δόξης ἀνέ κρινον, καὶ ὅπως ἔχοι πρὸς τὴν αὐτῶν ἐκκλησίαν, καὶ οἷς εἰς ἁγιασμὸν χρῶνται ἀζύμοις, μετὰ πολλῆς ἠρώτων τῆς ἐπιθέσεως. ὡς δ' οὐκ ἦν αὐτὸν περὶ τούτων ἀποφαίνεσθαι, ἐκεῖνοι δίκαιον εἶναι καὶ πρέπον πατριάρχην γε ὄντα λέγειν αὐτὸν τὰ τῆς γνώμης σφοδρῶς κατήπειγον· εἰ δ' οὖν, ταῖς οὐ καλαῖς ὑποψίαις δο κεῖν ἐνέχεσθαι. τοῦτο ἐφ' ἡμέραις ποιοῦντες, ἐπεὶ οὐδὲν ἤνυ τον, τέλος θάτερον δυοῖν ποιεῖν ἐδικαίουν, ἢ λαμβάνειν τὴν ἐξ ἐκείνου περὶ αὐτῶν ὁμολογίαν, καθὼς ἦν βουλητὸν σφίσιν, ἢ κατακαίειν αὐτόν τε καὶ τοὺς ἀμφ' αὐτὸν ὡς περὶ τὴν ἐκκλησίαν αὐτῶν ἁμαρτάνοντας. ὥριστο τοίνυν ἡμέρα, καὶ λαὸς ἤθροιστο, καὶ λιπαρῶς ἀνέκρινον πάλιν. ὁ δ' οὐδὲν παρὰ τὰ πρότερα ἔλε γεν· εἶναι γὰρ ὁδίτην, καὶ μὴ ἀνάγκην ἔχειν μή τινος συνεστώσης συνόδου λέγειν. καὶ ἐπεχείρουν κατακαίειν. κἂν καὶ εἰς ἔργον