Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
176.1.1
ἄξιοι λειτουργίας τοιαύτης, διὰ τοῦτο παραιτούμεθα καὶ ἡμεῖς αὐτοὺς μετὰ τῆς ἀρχιερωσύνης, καὶ εἴ τι ἠγνοήσαμεν ἢ καὶ διε πραξάμεθα ἔξω τοῦ πρέποντος, αἰτοῦμεν συγχώρησιν, καὶ ὑμᾶς ὁ κύριος συγχωρήσοι, καὶ τὸ συμφέρον παρέξει, καὶ κυβερνήσει ἀμφοτέρους, καὶ ποιμένα ὄψεται τὸν ἁρμόδιον, πρεσβείαις τῆς θεομήτορος." εἶχε δι' ὑπογραφῆς τὸ" Ἀθανάσιος ὁ χρηματί σας ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης, οἰκουμε νικὸς πατριάρχης." Ταῦτα τὰ τῶν γραμμάτων, ταῦτα τὰ τῆς παραιτήσεως Ἀθανασίου. οἷς ἐννοήσειέ τις τὸ ἐμφαινόμενον τοῦ γράφοντος ἐμπερίσκεπτον. καὶ τέως τί βούλεται τὸ" οὕτως ἐφρόνουν" καὶ αὖθις" κρεῖττον οὐκ ἐφρόνουν, μάρτυς θεός;" τοῦτο καὶ καταποντιστὴς οἶμαι νηὸς εἴπῃ, ὃς αὐτοβούλως καὶ αὐτονόμως κινδύνῳ περιβάλλει τὴν ναῦν, ὡς κρεῖττον οὐκ ἐφρόνουν. ἀλλ' εἶ πεν ἄν τις πρὸς αὐτὸν" ἀλλ' ἦσαν μεθ' ὧν ἂν καὶ συνεβου λεύσω, ὅτι οὐδὲ μόνος ἀλλὰ μετὰ πολλῶν κυβερνᾶν ἐτάχθης." ἀλλὰ τὸ παρὸν" ἐκρίθην γὰρ" φησὶ" τῷ λαῷ ἀδόκιμος," καὶ οὐ τοῖς ἀρχιερεῦσι καὶ τοῖς τῆς ἐκκλησίας μοναχοῖς· λαοῦ δ' ἀ ποδοκιμασία τί ἂν ἰσχυρὸν ἔχοι εἰς πατριάρχου παραίτησιν;" παραιτούμεθα δὲ καὶ αὐτοὺς" φησὶ" μετὰ τῆς ἀρχιερωσύ νης." οὐ θρόνον καὶ τιμὴν παραιτεῖται, ἀλλὰ λαὸν ἄτακτον καὶ ἀπειθῆ. πότερον δὲ τὸν λαὸν συνάμα τῇ ἀρχιερωσύνῃ πα ραιτεῖται, ὡς παραιτεῖσθαι δὴ καὶ ἀμφοτέρους, ἢ λαὸν παραι 177 τεῖται μετὰ τῆς ἐνούσης αὐτῷ ἀρχιερατικῆς ἰσχύος καὶ καταστά σεως, ὡς εἶναι καὶ αὐτὴν ἰσχυρὰν καὶ εὔλογον τὴν ἀποβολήν; τί δὲ βούλεται καὶ τὸ ἁρμόδιον λέγειν; εἰ μὴ πάντως τὸν τὰ πάντα τῷ λαῷ συγκαταβησόμενον. Ἀλλὰ ταῦτα μὲν ἴσως τῷ ἱστοροῦντι καὶ παρακαίρια λέλε κται. τοῦτο δέ τις καὶ μόνον παρατηρήσειεν, ὅτι τέσσαρσιν ἐνιαυτοῖς τὴν ἐκκλησίαν κατέχων αὐτὴν σχεδὸν ἡμέραν εἶδε τῆς ἐκβολῆς ἣν δὴ καὶ τῆς ἀναβάσεως ἔγνωκεν, ἥτις καὶ Ἐλαφηβο λιῶνος ἑκκαιδεκάτη ἦν, ὅτε καὶ ὁ μέγας λογοθέτης τὸν ἴδιον λό γον καταγνοὺς οἷον ἐκ τῆς τῶν πολλῶν βλασφημίας τῶν ἐν ἐκείνῳ γεγραμμένων, καὶ μᾶλλον ὅτι καὶ ὁ λύκος ὁ τῶν λαχάνων ἄνθρω πος παρὰ τοῦ ἀρχῆθεν εἰπόντος ἐλέγετο, πυρὶ παρεδίδου. ὁ μέντοι γε βασιλεὺς δεξάμενος τὴν παραίτησιν, διά τε τὸ τῆς ἰδίας γνώμης εὐθύ, καὶ τοῦ μὴ θέλειν κινεῖσθαι τὰ μηδὲν ὀνή σοντα ἀλλὰ καὶ μᾶλλον ἐκκλησίαν βλάψοντα, καὶ διὰ ταῦτα τοῖς γεγραμμένοις μηδ' εἰς βάθος προσσχών, καὶ τοὺς ἄλλους πρὸς τοῦτο πείσας, ἀγαπητὸν ἡγησάμενος εἰ μετ' εἰρήνης ἐξίσταται (οὐδὲ γὰρ συνέφερεν, ὡς ἐῴκει, κινεῖσθαι τὰ κατ' ἐκεῖνον καὶ 178 κρίσει δίδοσθαι, τῶν πάντων δι' ἔχθους δικαίου, ὡς ἐδόκει, ἐχόντων τὸν ἄνθρωπον), ἐκεῖνον μὲν τῇ ἰδίᾳ μονῇ καὶ πάλιν νυ κτὸς ἐξαποστείλας ἐγκαθιστᾷ, ὅπου σὺν τοῖς ἀμφ' αὑτὸν πολλοῖς οὖσι ἐπὶ χρόνοις ἀσκεῖν ἀπρόϊτος ἔμελλε τὰ συνήθη, τοῖς δέ γε ἀρχιερεῦσιν ἐφίησι τὸν τῆς ἐκκλησίας ζητεῖν προστησόμενον.