Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1.1
Τῆς γὰρ δευτέρας ἑβδομάδος μετὰ τὴν ἀναστάσιμον, ἣν δὴ καὶ διακινήσιμον λέγουσιν, ἐκτίθεται μὲν δόγμα βασίλειον, κατασκευάζεται δὲ ὁ τέως μοναχὸς Ἀθανάσιος εἰς ἀρχιερέα Ἀνδρόνικον, τάττεται δὲ καὶ γράφεται ὁ Σάρδεων καὶ εἰς πατέρα τῷ βασιλεῖ, ὡς δ' ἐγώ τινων ἤκουσα, ἀνδρῶν μὴ οἵων τε ψεύ δεσθαι, καὶ δικαίῳ θεοῦ, οὐ παρ' ἄλλων, ἀλλ' αὐτὸς παρ' ἑαυτοῦ ἑαυτὸν φημίζων, καὶ λέγων φυλάττεσθαι γὰρ παρὰ τῆς 51 προνοίας ἐφ' ᾧπερ ἐκδικῆσαι τὸ θεῖον τοῖς ἀνιέροις ἐπεξιόντα. καὶ τό γ' ἐλεεινὸν καὶ ξένον, τὸ ἐπ' ἄλλοις μὲν τοὺς ἐκχωροῦντας ἐφιέναι ταῦτα γίνεσθαι, ἐπ' ἄλλοις δ' ἐκεῖνον τὰς ἐκδικήσεις ποιεῖν ἑτοιμάζεσθαι. ἐκείνοις μὲν γὰρ ἦν θελητὸν τὰ χθὲς καὶ πρὸ τρίτης ἐπὶ τῷ πάπᾳ πραχθέντα κατὰ κανόνας τέως, ὡς κἀ κεῖνοι ἔλεγον ἀξιοῦντες, μετιέναι καὶ καθιστᾶν, ἐκείνῳ δὲ τὰ πάλαι ξυμβάντα διὰ τὰ εἰς τὸν Ἰωάννην παρηνομημένα τὸν υἱὸν τοῦ Λάσκαρι βασιλέως, καὶ τὴν τοῦ πατριάρχου παρόρασιν Ἀρ σενίου διὰ τὴν ἐκείνου ζηλοῦντος παραθεώρησιν, καὶ τρίτον τὴν ἑαυτοῦ ὑποχώρησιν, ἐφ' οἷς δεῖν εἶναι κἀκείνους ξυνέπεσθαι ἀρ χιερεῖς γε ὄντας, καὶ τῷ πατριάρχῃ συναίρεσθαι σὺν αὐτῷ τῆς σπουδῆς, μὴ μέντοι ἀθετεῖν ἐκεῖνον καὶ ἄλλον ζητεῖν, καὶ αὐτὸν μὲν παρορᾶν ζηλοῦντα, ἀντεισάγειν δὲ τῇ αὐτοῦ ἐκκλησίᾳ τὸν Χαλαζᾶν· ἐφ' οἷς καὶ παρακεκνισμένος τοῖς μὲν καθ' αὑτὸν ἐχόλα καὶ παλαιοῖς, ὅσοι δὴ καὶ περιῆσαν εἰσέτι, ὅμως δ' ἐπει 52 λύων τὴν γνώμην κοινῶς ἐπεξῄει πᾶσι. τοίνυν καὶ πρόσταγμα μὲν ἐκτίθεται βασιλέως, αὐτὸν μὲν εἰς πατέρα τάττον, ὡς εἴρη ται, τὰ δέ γ' ἐκείνῳ δόξαντα βεβαιοῦν· ἀντιπροσωποῦντες δὲ τῷ κρατοῦντι οἱ ἀμφὶ τὸν Στρατηγόπουλον πέμπονται Μιχαήλ, ὃς ἐσαῦθις καὶ τῷ τοῦ πρωτοστράτορος τετίμητο ἀξιώματι· τό πος δὲ τῆς ἐκείνων συνάξεως συμπαρόντος καὶ πατριάρχου ὁ τῆς Βλαχερνῶν τῆς θεοτόκου ναός. ἦν δὲ σὺν ἄλλοις κἀκεῖνο προσ τεταγμένον, τὸν κατά τι τοῖς δόξουσιν ἀντιστησόμενον ὡς ἐπὶ καθοσιώσει κρίνεσθαι. προκάθηνται τοίνυν ἅμα μὲν πατριάρ χης, ἅμα δὲ καὶ ὁ Σάρδεων καὶ οἱ ἀμφ' ἐκεῖνον τῶν σχιζομένων παμπληθεῖς ὅσοι· οἱ δὲ τοῦ βασιλέως ἑτέρωθι ἔκδικοι τῶν πρά ξεων προσεκάθηντο. οἱ μέντοι γε ἀρχιερεῖς μετακεκλημένοι εἰσή γοντο κριθησόμενοι. καὶ πλέον οὐκ ἦν ἐκεῖσε τὸ ἀκουόμενον ὅτι μὴ" ἀχθήτω ὁ δεῖνα," καὶ κατὰ πρόσωπον ἡ κατηγορία ὡς πα ρηνόμησεν. ἦσαν δ' οὖν καὶ τῶν μοναχῶν, οἳ δὴ καὶ παρίστων ὡς ἐδιώχθησαν. καὶ εὐθὺς ὁ μὲν κρίνων" ἀρθήτω," οἱ δὲ τὸ" ὁ ἀσεβής" ἐπέλεγον, οἱ δὲ τῶν τοῦ παλατίου χειρῶν καὶ ποδῶν ἡμμένοι μετ' ἀτιμίας ἐξῆγον σύροντες τὸν κατάκριτον, τῶν δὲ μοναχῶν οἱ μὲν ἐδίδουν μεγαλοφώνως τῷ ἀναθέματι, οἱ δὲ καὶ 53 προσαπτόμενοι ἰταμώτερον διέσχιζόν τε μανδύας αὐτῶν καὶ διε τίθεσαν τὰ δεινὰ ὡς ἀναξίως δῆθεν φορούντων. τούτων οὕτω τελουμένων τῆς ἑβδομάδος ἐκείνης, καὶ μηδενὸς ἐκφυγεῖν δυνα μένου τὰς ἄρκυς τῆς τιμωρίας, ὁ μὲν πατριάρχης δυσαρεστῶν ἦν, ὡς ἐδόκει, καὶ τὸ πλεῖστον πραττομένων διαπεφωνήκει, ὅμως δ' εἴπετο καὶ τοῖς δόξασι κατετίθετο. κρύφα δὲ καὶ πονη ρὸν συνέδριον τὴν ἐκείνων σύνοδον καλεῖν οὐκ ἀπώκνει. τέλος, ἐπεὶ καὶ τοὺς μὴ ἑκουσίως ἀπαντῶντας πέμποντες καὶ ἄκοντας ὑπὸ βασιλικοῖς ὑπηρέταις ἔφερον, ζητοῦσι καὶ τὸν Κυζίκου Θεό δωρον. ὁ δὲ τῇ τοῦ Προδρόμου μονῇ ὡς εἶχε παραδυόμενος ἐπειρᾶτο διαφεύγειν τὴν τοῦ καιροῦ δυσκολίαν· οὐ γὰρ τὰ τῆς καθαιρέσεως ἐκείνοις τόσον ἦν ἐπαχθῆ ὅσον τὰ τῆς ἀτιμίας ἣν παρ' ὡνδηποτοῦν ὑφίσταντο. καὶ δὴ πέμπουσι τοὺς ἀπάξοντας. ὃ δ' ἀντέτεινε καὶ ἀντέσπα, καὶ ὡς λεπὰς πέτρας τῆς μονῆς εἴ χετο. ἀλλὰ καὶ ἄλλους ἐπισυνάπτουσι τοῖς προτέροις καὶ αὖθις ἄλλους, καὶ κατηνάγκαζον τῆς μονῆς ἀποστάντα τῷ κατὰ σφᾶς ἐπιστῆναι συνεδρίῳ. ὡς δ' οὐκ ἦν ὅλως πείθεσθαι καὶ βίαν ἐκεῖνοι προσάγειν ἠβούλοντο, αὐτὸς προκαταλαβὼν εἰσέρχεται τὰ ἄδυτα τοῦ ναοῦ, καὶ ὡς ἱερᾷ ἀσυλίᾳ τῇ μυστικῇ τραπέζῃ 54 χρώμενος, ἐκεῖθεν ἀντιπέμπειν τοὺς ἀπεροῦντας μὴ ἐξελθεῖν μήτε μὴν ἀφικέσθαι, κἂν ὅ τι καὶ πράττοιεν. ὡς γοῦν ἀνεσε σόβητο μὲν ἡ θήρα τοῖς ὑπηρέταις, ὑπέστρεφον δὲ κενοὶ πρὸς τοὺς ἀποστείλαντας, τῆς ἡμέρας ἐν τούτοις τελεσθείσης, ἐπα λαστήσαντα τὸν ὡς κριτὴν καθεζόμενον εἰπεῖν ὡς ἡ πρὸς τὸν Κυ ζίκου ἀσχολία πλείστας ἐπὶ τοῖς λοιποῖς πράξεις ἤργησε, καὶ μη δὲν προσθέντα ἀναστῆναι, κανόνα θέμενον καὶ ἐπὶ τοῖς λοιποῖς τῷ πατριαρχοῦντι, ᾧ δὴ στοιχῶν ἂν ἐκεῖνος τὰ ὅμοια καὶ τοὺς ἄλλους διάθοιτο. οὕτω μὲν οὖν ἐπὶ τοῖς προτέροις καὶ τῶν λοι πῶν ἐρήμην κατακριθέντων, τοῦτο πλέον σχόντων τὸ μὴ μετ' ἀτιμίας καθαιρεῖσθαι, πρὸς ἓν τοῦτο συμπαθῶν φανέντων τῶν καθαιρούντων, (18) μηνὸς ἐνστάντος Πυαντιῶνος, καθ' ὃν εἰς τέλος ἅπαν δένδρον καὶ πᾶν ἐκ γῆς ἀνατέλλον πεφύλλωτο, ψιάδες αἵματος οὐρανόθεν ἐφέροντο, ὅσαι μὲν εἰς γῆν ἔπιπτον, τοῖς χώμασιν ἐπειλυόμεναι μηδεμίαν παρέχουσαί τισιν αἴσθησιν, ὅσαι δὲ φύλλοις ἢ πέτραις ἢ ἱματίοις κατερράδατο, ἐπιμιαίνου σαι τὰ δεχόμενα, ἀκριβῶς παριστῶσαι τὴν φύσιν. ἐμοὶ μὲν οὖν ἀναμφιβόλως φάσκειν διὰ ταῦτα συμβῆναι κἀκεῖνα, οὐ πίστις ἔνε στιν ἀκριβής· ἱστοροῦντι δὲ λέγειν καὶ ταῦτα, κἂν ἐκείνων κἂν ἄλλων ἕνεκα γένοιντο, οὐκ ἀπᾷδον, οἶμαι, δοκεῖ. ἄλλους 55 μέντοι γε ἐκεῖνοι ταῖς ἐκκλησίαις ἀντισηκώσαντες, κατὰ τρόπον τὰ τῆς ἐκκλησίας ὡς εἶχον διίθυνον, τυραννοῦντες οἷον εἰς τὰ πολλὰ τούτων καὶ τὴν βασιλικὴν ἡμερότητα, ἑνὸς καὶ μόνου τὰ πάντα καταπροϊεμένου, τῆς κοινῆς ὁμονοίας καὶ καταστάσεως, ὡς ὑπέσχοντο. (19) ἀπῄτουν μὲν οὖν καὶ τὴν Αὐγοῦσταν Θεοδώραν λίβελλον μὲν πίστεως, ἀποβολὴν δ' ἔγγραφον τῶν χθὲς γεγονότων, ἀσφάλειαν δὲ καὶ τοῦ μή ποτε ζητῆσαι περὶ τἀν δρὸς αὐτῆς ἐφ' ᾧπερ ἐν ψαλμῳδίαις ταφήσεται· καὶ τὸ ἐπὶ τού τοις ἆθλον, ὡς ἐπὶ τῆς ἐκκλησίας, φασί, βασιλικῶς σὺν τῷ υἱῷ μνημονεύοιτο. ἀπῄτουν δὲ καὶ τὸν Ἀλεξανδρείας Ἀθανάσιον, ὁμογνωμοσύνην μὲν ἐπὶ τοῖς καθαιρεθεῖσιν, ἀποβολὴν δὲ καὶ αὐτὸν τῶν πραχθέντων, ἐπεὶ καὶ αἰτίαις ταῖς προρρηθείσαις φθάσας συγκεκοινώνηκεν, ὡς ἂν καὶ αὐτὸς δηλονότι τὰ ὅμοια κατασφαλισάμενος ἐν τοῖς διπτύχοις τοῖς πατριάρχαις συμνημο νεύοιτο. τῷ γὰρ Ἀντιοχείας Θεοδοσίῳ τῷ Πρίγκιπι λεληθὸς μὲν δέος ἐμπίπτει μὴ καί τι δράσωσι τοῦτον τῶν ἀβουλήτων, φανε
17.1.2
Τούτων οὕτως ἐχόντων ὁ μὲν πατριαρχεύσας Γρη γόριος νόσῳ πολυημέρῳ κατεργασθείς, ὡς δέ τινες ἔλεγον, καὶ διὰ τὴν παρόρασιν ἐκ μικροψυχίας, μετ' οὐ πολὺ τελευτᾷ τὸν βίον. καὶ τὸ μὲν ἐν ψαλμῳδίαις θάπτειν κατὰ τὸ εἰκὸς ἐδίδουν, τὸ δ' ὡς ἀρχιερέα, ὥσπερ δὴ κἀκεῖνος ᾤετο τὴν ἱερωσύνην πα ρακατέχων, συχνοὺς ὁ κρατῶν ἀποστέλλων ἀπέλεγε, καὶ τῇ αὐ τανεψίᾳ ἐπέσκηπτεν ἐπιτάττων, ἥ τις ἦν Ῥαούλαινα, μή τι τοιοῦτον ἐπιτελεῖν, ὃ δὴ καὶ γίνεται. 153 18. Αὐτὸς δὲ φθάσας ἐπ' ἀνατολῆς, τὸν πορφυρογέν νητον ἀποστείλας ἔχοντα καὶ τὴν συνοικοῦσαν ἐκ τῶν τοῦ Ῥαοὺλ κατὰ γένος, ἐξεληλακὼς ἐπ' ἀνατολῆς ὥρμα. καὶ διελθὼν τὰ τῆς Βιθυνίας μέρη, καὶ ὅσα πρὸ μικροῦ ἐρρέθη ἐπί τε τῷ Βέκκῳ καὶ τοῖς λοιποῖς εἰργασμένος, τῷ Νυμφαίῳ ἐφίσταται, φέρων καὶ τὸν Μουζάλωνα πρὸς τῷ τοῦ μεγάλου λογοθέτου σεμνώματι καὶ πρωτοβεστιάριον κλεϊζόμενον. οὗ δὴ καὶ σκηνήσας, ἐκεῖθεν τὰ κατ' ἀνατολὴν διοικούμενος, ἐσκέπτετο καὶ περὶ τοῦ υἱοῦ Μιχαήλ, ἐπαγαγεῖν ἐκείνῳ ἐκ τοῦ ῥηγὸς Πουλίας τὴν συνοική σουσαν, ἡ ἐκ τοῦ υἱοῦ τοῦ Βαλδουΐνου καὶ τῆς θυγατρὸς τοῦ Καρούλου, Αἰκατερίνα, ἥτις καὶ ἐπὶ τῷ πρὸς μητρὸς θείῳ τῷ υἱῷ Καρούλου θείαν εἶχε τὴν τοῦ τῆς Οὐγγρίας ῥηγὸς θυγατέρα, θείαν οὖσαν πρὸς μητρὸς καὶ τῷ βασιλεῖ Μιχαήλ, ἥτις καὶ τοὺς γάμους δυοῖν ἀδελφοῖν ἀνὰ μέρος κατήπειγεν. ὅθεν καὶ αὐτὸν μὲν ἐπὶ τῆς πόλεως καταλείπει ὁ βασιλεύς, τοὺς δέ γε τῷ κήδει μεσιτεύοντας Ἰταλοὺς ἐπήγετο πρὸς τὸ Νύμφαιον, συχνὰ κατα ναλίσκων καὶ προσφιλοτιμούμενος, νεύων ὅλος εἰς τοῦτο καὶ μό νον οὐ καὶ συνδέσμους τῶν ἀναγκαίων ποιούμενος. ἐπὶ πολὺ γὰρ καὶ προσελιπάρουν ἐκεῖνοι, καὶ συμφέρον παμπληθὲς ἐδόκει καὶ βασιλέως ἄξιον τὸ συνάλλαγμα. ὑπέτεινε δὲ καὶ χρηστὰς τὰς 154 ἐλπίδας ἐκείνοις ὁ βασιλεύς, καὶ ἐνησμένιζον τοῖς μέλλουσιν ὡς ἐξ ἀνάγκης ἐσομένοις. ὅθεν καὶ τοῦ συγγραφέως τῷ Νυμφαίῳ ἐσύστερον ἐνδημήσαντος, ἐκεῖνοι μαθόντες πολίηθεν ἐλθόντα ἀξιοῦσι βασιλέα ἐπ' ἀρίστῳ καθήμενον ἐρωτᾶν ἐφεῖναι ὅπως ἔχοι τῶν ὑγειῶν ὁ νέος βασιλεύς, καὶ ὅπῃ καὶ τίσι διάγων ἐνασχο λοῖτο. καὶ δὴ προσέταττε βασιλεὺς ἐκείνοις τε πυνθάνεσθαι καὶ τούτῳ διδόναι τὰς ἀποκρίσεις. καί γ' ἐφ' ἑκάστῳ τῶν λεγομέ νων ἀκούοντες, ἐπεὶ καὶ χρηστὰ ἐξ ἀνάγκης ἠγγέλλοντο, προσα ποδεχόμενοι δῆλοι ἦσαν εὐχαριστοῦντες θεῷ. 19. Τῆς δ' εἰκοστῆς ἐνάτης μηνὸς Μαιμακτηριῶνος, καθ' ἣν καὶ ἡ τῶν Ἁγίων ἀποστόλων ἑορτὴ τελεῖται, διετείας τρεχούσης ἐστρατοπεδευμένῳ τῷ βασιλεῖ, γίνεταί τι τοιοῦτον, ὃ δὴ καὶ κακῶν ἦρξε μεγάλων τῷ πορφυρογεννήτῳ Κωνσταντίνῳ. ἐπειδὴ γὰρ ἡ ἑορτὴ ἦν καὶ ἔδει συνάξεις μὲν τῶν μεγιστάνων πρὸς βασιλέα προσόδους δὲ καὶ τῶν ματρωνῶν παρὰ τὴν Αὐγοῦ σταν γίνεσθαι, ἀπήντων μὲν καὶ ἄλλαι πλεῖσται καὶ μέγισται, ἀπήντα δὲ καὶ ἡ εὐγενὴς γραῦς Στρατηγοπουλῖνα, ἡ τοῦ Ἰωάν νου μὲν τοῦ Δούκα καὶ βασιλέως ἀδελφιδῆ, Κωνσταντίνῳ δὲ τῷ Στρατηγοπούλῳ τῷ καὶ ὕστερον τυφλωθέντι παρὰ τοῦ υἱοῦ καὶ βασιλέως συνοικήσασα. ἐπεὶ δὲ οὔπω καιρὸς ἐκάλει εἰσελ θεῖν πρὸς τὴν Αὐγοῦσταν, ἐκείνη ἔξω που καθῆστο τὴν πρόσκλη σιν ἀναμένουσα. ἀλλ' ἐφίσταται καὶ ἡ τοῦ πορφυρογεννήτου 155 σύζυγος ἁβροσύνῃ καὶ χλιδῇ πρεπούσῃ ὑπὸ προπομποῖς τε πλεί στοις καὶ ὀπαδοῖς. ἐπεὶ δὲ τῇ θείᾳ ἢ μᾶλλον καὶ μάμμῃ προσήγ γιζεν (ἡ γὰρ πρὸς πατρὸς ἐκείνης μάμμη αὐτανεψία ταύτης ἦν, εἴπερ αὕτη μὲν ἐκ τοῦ ἀδελφοῦ τοῦ βασιλέως καὶ τὴν ἀξίαν σε βαστοκράτορος ἐγεγέννητο, ἡ δ' ἐκείνης μάμμη ἐκ θατέρου τῶν ἀδελφῶν, ἣ δὴ καὶ τῷ πρωτοβεστιαρίῳ συνῴκει τῷ Ῥαοὺλ Ἀλεξίῳ), ἐπεὶ γοῦν προσεγγιζούσῃ ἔδει τὴν γραῦν καθέδρας ὑπεξα νίστασθαι κατὰ τὸ προσῆκον τὰ δευτερεῖα πρὸς τὴν Αὐγοῦσταν φερούσῃ, ἐκείνη τοῦτο μὲν γήρᾳ τοῦτο δὲ καὶ ὡς δῆθεν παιδί, καὶ ἐκγόνης καταφρονήσασα, οὐδ' ἴκταρ ὑπεξανίστατο, παραι τησαμένη πρὸς ἐκείνην μόνον καὶ γῆρας προβαλλομένη καὶ τὴν τοῦ γήρως ἀσθένειαν. ὑβριοπαπαθεῖ τε παρευθὺς ἐκείνη καὶ ἀκάθεκτος ἦν τὴν ὀργήν, εἰ βασιλέως οὖσα νύμφη καὶ ἀνδρὸς ὑπὲρ δεσπότας σύζυγος οὐδὲν τῶν ἀξίων ἐπιτυγχάνει παρὰ προσ γενοῦς μὲν βασιλέως, ἀλλά γε καὶ ἰδιώτιδος νομιζομένης ἐκ τοῦ τὸν ἐκείνης σύζυγον ζῶντα μηδενὸς ἐπιβῆναι ἀξιώματος. τρέπει τε τὴν ὀργὴν εἰς λύπην, καὶ κλαυθμοῖς τε καὶ ὀδυρμοῖς ἀφω σιοῦτο τὴν δεινοπάθειαν. τοῦτο γεγονὸς τὸν ἐκείνης οὐκ ἔλαθε σύζυγον. ὁ δὲ φιλότιμος ὢν καὶ αὐτός, ἔτι δὲ καὶ τοὺς λογι 156 σμοὺς ἐπικλασθεὶς ἐκ τῶν θρήνων τῆς γυναικός, ἀντιλυπεῖν μὲν τὴν γραῦν παραμυθήσασθαι δὲ τὴν ἰδίαν ἐκ τῆς πρὸς ἐκείνην ὕβρεως ἐδικαίου. καὶ δὴ ἐκείνην μὲν οὐκ εἶχέ τι διαθέσθαι ἀνή κεστον, εὐγενῆ τε οὖσαν καὶ μάμμην λογιζομένην τῷ βασιλεῖ· εἶχε δ' οἰκεῖον ἐκείνη Κωνσταντῖνον Μαυροζώμην ὠνομασμένον, ᾧ δὴ καὶ συγχρῆσθαι κατὰ κοίτην κρυφίαν ἐλέγετο. καὶ τοῦτο δὴ μᾶλλον ἦν τὸ δοκοῦν ἐκείνῳ σοφόν, ἐφ' ᾧ ἀτιμουμένου ἐκεί νου ἡ κατ' ἐκείνης ὑποτρέχουσα βάξις ἐκ τῶν δυνατῶν θριαμ βεύοιτο. πέμψας γοῦν αὐτίκα καὶ περισχὼν τὸν ἄνθρωπον μηδὲν τῶν πραχθέντων εἰδότα, γυμνοῖ τε πάμπαν ἀτίμως καὶ κατὰ πᾶσαν ἀγορὰν θριαμβεύειν τοῖς οἰκείοις προστάσσει· ἅμα δὴ καὶ πληγὰς δεινάς τε καὶ πλείστας ἐντείνουσι. τοῦτο γινόμενον καὶ ἀνενεχθὲν βασιλεῖ, πολὺς ἦν ἐκεῖνος τὴν τόλμαν ἐν δεινῷ ποιού μενος, καὶ ἀχθόμενος τὰ μεγάλα εἰ αὐτοῦ βασιλέως ἐνδημοῦντος μηδὲν μηδενὸς ἐκεῖνος ἐπιστραφεὶς ταῦτα πράττοι, καὶ ταῦτα παρὰ τοιαύτην αἰτίαν. ὅμως τοὺς θυμοὺς κατασχὼν προσέταττε τὴν ταχίστην, καὶ μόλις μὲν ἀλλ' ὅμως νικησάσης τῆς ἐξουσίας ἐλευθεροῦται ὁ τιμωρούμενος. ἐντεῦθεν καὶ μῆνις μετὰ χόλον ἐντετήκει τῷ βασιλεῖ, καὶ δεινὰ ἔστρεφε πῶς ἂν ταπεινοίη τὸν 157 ὑπὲρ τὰ μέτρα κατεπαιρόμενον, εἰς ἑαυτὸν ἀνάγων τὸ γεγονὸς καὶ τὴν τοῦ καταφρονεῖσθαι δόξαν ἐν δεινῷ ποιούμενος, καὶ ἀπὸ προσώπου ἐποίει τὸν ἀδελφόν, καὶ ἀπόντος κατημέλει, καὶ προσιόντι ὀφθαλμοὺς ἱλαρότητος οὐκ ἐδίδου, καὶ συνιππαζόμε νος τὴν ἐγγύτητα ἀφῃρεῖτο, καὶ ἣν ἐξ ἐγγίονος εἶχε τῆς ὁμιλίας πρότερον δόξαν προσεποιεῖτο παρακατέχειν. ἀξιωματικώτερον γὰρ κἀκεῖνος ταῖς ἀληθείαις τῶν πραγμάτων ἐφήπτετο, πολλοῖς μὲν τοῖς ὑφ' αὑτὸν θεραπεύουσι, πολλῷ δὲ τῷ συναγομένῳ πλούτῳ καὶ τῇ χλιδῇ ἐντρυφῶν. ὑπὲρ γὰρ ἑξήκοντα χρυσίου χιλιάδας αἱ οἰκονομίαι τούτῳ ἀπεκληροῦντο παρὰ πατρός, καί γε σκοπὸς ἦν, εἰ περιῆν, καὶ ἐς ἑκατὸν ἐπαύξειν. καὶ μεγάλοις ἀνδράσιν ἄρχουσι τοῖς ἐκ τοῦ παλατίου εἰς θεραπείαν ἐκεῖνος ὑπέταττέ οἱ, καὶ διὰ τοῦτ' ἐκεῖνος πολλὰ μὲν προσόδων ἔχων ὀλίγα δ' ἐξαντλῶν, εἰ μή που εἰς τὰς κατ' εὐεργεσίαν φιλοτι μίας, ὃ καὶ αὐτὸ εἰς ὑποψίαν ἔκειτο μείζω, πολλοῖς ἐνετρύφα καὶ ὑπερηφανεύετο εἰς ὑποταγὴν τὴν ἐς βασιλέα πρέπουσαν. ταῦθ' ὁρῶν βασιλεύς, καί γε τῆς ἐξ ὑπογύου ἐκείνης συμβάσης 158 αἰτίας χάριν παρακεκνισμένος, διενυκτέρευέ τε μετὰ τοῦ πρωτο βεστιαρίου ἐν νόσῳ πολυημέρῳ κειμένου· τὼ νεφρὼ γὰρ πολυω δύνοις πόνοις ἐβάλλετο, καὶ οὐδὲν ἦν τὸ εἰς θεραπείαν προσαγό μενον ὅπερ οὐ προσεζημίου τὸν πάσχοντα. καὶ διὰ τοῦτο μὴ οἵῳ τ' ὄντι αὐτῷ τῷ κρατοῦντι τὰς προσόδους ποιεῖν, τούτῳ προσιὼν βασιλεὺς ὁσημέραι περὶ τῶν κοινῶν συνεφρόντιζε. τότε τοίνυν ἐκείνῳ συνὼν διεπονεῖτο τὴν τἀδελφοῦ καὶ ὑπὲρ τὰ ἐσκαμ μένα ὑπέραλσιν, καὶ ταπεινοῦν συμφέρον ἀμφοτέροις ἐδόκει. τὸ δ' ἦν τέως ἀποπροσποιήσεσι καὶ ἀποστροφαῖς καὶ τῷ μηδὲν τῶν ἐκείνου φροντίζειν, κἂν παρῇ κἂν ἀπῇ· οὕτω γὰρ ὑπομα λάσσειν τὰ ἤθη καὶ πρὸς τὸ δουλικώτερον ὑποκλίνειν ᾤοντο. ἐκεῖνος δὲ ταῦθ' ὁρῶν βασιλέως πράττοντος, συχναῖς τε προσό δοις μᾶλλον πρὸς βασιλέα ἢ πρότερον θεραπεύειν προσεποιεῖτο, καὶ τῇ παιδεύσει καθυποκλίνεσθαι δοκεῖν ἤθελεν. ὅθεν καὶ πρὸς τὸν πρωτοβεστιάριον πέμπων ἠξίου καὶ αὐτὸν προσλιπαρεῖν βα σιλέα μὴ χολᾶν, κἄν τι καὶ ἐκ συναρπαγῆς ἐπράχθη νικήσαντος τοῦ θυμοῦ, συμπαθεῖν τε καὶ μὴ ὀργίζεσθαι. ἐν τούτοις οὖν τοῦ καιροῦ τριβομένου, καὶ τοῦ πατριαρχεύοντος μοναχὸς Σάβας ἐκεῖ παρῆν, καὶ τὰ συνήθη τῆς ἀτασθαλίας ἔργα διαπραττόμε 159 νος οὐκ ἀνίει, βασιλέως ἐπὶ πᾶσιν ἐφιέντος, μὴ κρίνοντος ἴσως πρέπον μηδ' ἄλλως εὔσχημον ἐμποδὼν ἵστασθαι τοῖς παρὰ τῶν τοῦ πατριάρχου πραττομένοις λόγοις εὐλαβείας, καὶ τοῦ μὴ δο κεῖν ἐμποδίζειν τοῖς εἰς διόρθωσιν τῶν πολλῶν νομιζομένοις. ἃ γὰρ ὁ Σάβας ἔπραττε, θέλημα τοῦ πατριάρχου ὅλως ἡγεῖτο, ὡς αὐτὸς ὕστερον ἔφηνε πρός τινα τῶν ἀρχιερέων ἀπολογούμενος· ἐκείνου γὰρ τῷ βασιλεῖ λέγοντος ὡς εἰκὸς ἦν ἂν ἐμποδίζεσθαι παρ' αὐτοῦ βασιλέως ὄντος τὸν πατριάρχην, εἴπερ ἐβούλετο, αὐτὸς ἀπελογεῖτο ὡς οὐκ ἄξιον πατριάρχην ὡς Τζυκανδύλην Νι κήταν, καὶ αὐτὸ δὴ τοῦτο ὄνομα ὑποκοριζόμενος (ὁ δ' ἦν ὁ τοῦ παλατίου ἐλάχιστος), παρὰ βασιλέως προστάσσεσθαι. ὡς γοῦν οὕτω ταῦτα καὶ ὁ μοναχὸς Σάβας συνήθης ὢν ἐκείνῳ πιστὸς ἐν πολλοῖς κατεφαίνετο, ἀκούσας, ὡς ἔλεγε, παρ' ἐκείνου βασι λεῖ προσήγγελεν, ὡς δῆθεν πρὸς αὐτὸν λέγοντος ἐν ἀπορρήτοις τοῦ πορφυρογεννήτου ὡς ἅμα μὲν βασιλεὺς ἐπιδημήσει τῇ Κων σταντίνου, ἅμα δὲ τὸν πατριάρχην ἐκβαλὼν τὸν μοναχὸν Κοσμᾶν ἀντεισάξειε. τότε γοῦν καὶ μᾶλλον ὁ βασιλεὺς ἐξηγρίαινεν, εἰ γέ οἱ ἐκπολεμῴη ἐκεῖνος καὶ αὐτὸν πατριάρχην ψευδόμενος, τοὺς οἰκείους ἐκείνῳ ὑποποιούμενος, καὶ ὑποψίας οὐκ ἀγαθὰς συνέλε γεν. ὀλίγον τὸ μεταξύ, καί τινες τῶν ἐκείνου βασιλεῖ προσιόν τες μεγάλ' ἄττα καὶ εἰς ἀπιστίαν τὴν κατὰ βασιλέως φέροντα λέ 160 γειν τε καὶ φρονεῖν ἐκεῖνον συνάμα πρωτοστράτορι Στρατηγο πούλῳ διανυκτερεύοντί οἱ προσήγγελον, καί γ' ἐλέγχειν σφᾶς ἑτοίμους ἑαυτοὺς παρεῖχον ἀναδεχομένου τοῦ βασιλέως. ταῦτ' ἐκεῖνοι μὲν ἔλεγον, ἐδόκουν δὲ πάντως ἐκ τῶν γινομένων καὶ τὰ τῆς κατηγορίας πιθανὰ τοῖς ἀκούουσι. διὰ ταῦτα δὴ πολλὴν καὶ μεγίστην πρόνοιαν ὁ κρατῶν ποιούμενος τοῦ τε λαθεῖν ἐκεῖ νον ἐφ' ᾧ προσκαλοῖτο τοῦ θ' ἁλῶναι, καὶ μή τι καὶ νεωτε ρισθείη παρ' ἐκείνου, ὡς ᾤετο, πέμψας ἄγει παρ' ἑαυτῷ τὰς δυνάμεις, καὶ τοῖς οἰκείοις πᾶσιν ὑπ' αὐγὰς ἕω ἐπήγγελε κατὰ τὸ παλάτιον συναθροίζεσθαι. καὶ τότε περὶ πλήθουσαν ἀγορὰν πέμψας προσκαλεῖται τὸν ταῖς κατηγορίαις ἐνεχόμενον, μηδὲν ἀκριβῶς εἰδότα. ὃν καὶ διὰ ταχέων παραγενόμενον ὁ μὲν βασι λεὺς εὐθύς, μὴ οἷός τ' ὢν κατέχειν τὰς κατ' ἐκείνου ὀργάς, ἅμα μὲν ἐκεῖνον ἅμα δὲ καὶ τὸν Στρατηγόπουλον, μετ' οὐ πολὺ καὶ τοῦτον τοῖς αὐτοῖς ἐνέχεσθαι καταγνωσθέντα, ὀνειδισμοῖς τε καὶ προπηλακισμοῖς ἔβαλλε, καὶ" τί παθόντες, ὦ οὗτοι," παρού σης καὶ πάσης τῆς συγκλήτου ἐβόα," καὶ κακῶν κάκιστοι, αὐ τοὶ τοσαῦτ' ἔχοντες ἀγαθὰ παρ' ἐμοῦ, τὸ εἰς ἀναβολὰς ὀφθῆναι πρὸς τὸν εὐεργέτην κακοὶ οὔμενουν θέσθαι προεθυμήθητε, ἀλλ' ἐξ αὐτῆς ὁ μὲν δεσπότου καὶ αὐταδέλφου, ὁ δὲ πρότερον μὲν 161 αἰτίου τοῦ καὶ ἔτι βλέπειν τὸν ἥλιον, ὕστερον δὲ καὶ εὐεργέτου, τοιαῦτα καταμεμελετηκότες ἐλέγχεσθε;" τοῖς δ' ἀρνουμένοις πάμπαν καὶ τοὺς ἐλέγχους ζητοῦσιν εὐθὺς οἱ κατειπόντες παρί σταντο, καὶ ὡς ἦν ἐκείνοις ἰσχὺς ἅμα καὶ εἰς σπουδὴν πρόθεσις, ἤλεγχον. αὐτίκα τοίνυν, οἷα φιλεῖ ἐπὶ τοιούτοις γίνεσθαι, θροῦς ἦν τῶν μὲν ἐκπληττομένων τῶν δὲ καὶ στυγούντων, ἄλλων δὲ καὶ πλέον τοῦ εἰκότος κατά τινα θεραπείαν παρακεκινημένων καὶ λέγειν καὶ πράττειν. τέλος τοὺς μὲν τὰς ἐκείνων οἰκίας πολυόλ βους οὔσας, καὶ μᾶλλον τὴν τοῦ πορφυρογεννήτου, καθέξοντας ἀποστέλλει, αὐτοὺς δὲ τὸν μὲν φυλακαῖς ἐδίδου, τὸν δ' ἀδελφὸν συγκλείσας ἑνὶ τῶν κατὰ τὰ παλάτια βασιλικῶν οἰκημάτων ἐν ἀσφαλεῖ καθείργνυσι. προνοίας δ' ἐκείνας καὶ ἀγέλας καὶ ἀπο θήκας παντοίων εἰδῶν καὶ χρυσόν, τὸν μὲν ἐν νομίσμασι κεκομ μένον τὸν δ' ἐν ἐκπώμασιν εἰργασμένον, καὶ ἄργυρον καὶ πέπλα παντοδαπὰ τῷ κοινῷ ταμιείῳ προσανετίθεντο, καὶ ἡ χλιδὴ ἐκείνη καὶ περιφάνεια μιᾶς ὥρας σκηνὴ καὶ παίγνιον ἦν. καὶ θαῦμα ἦν τοῖς ὁρῶσιν ὄγκος τοσοῦτος τρυφῆς καὶ οἰκίας τοιαύτης φιλο τιμία, μηδ' αὐτῆς βασιλείου κατὰ πολὺ λειπομένης, πῶς ἐν ἀκαρεῖ εἰς τὸ μηδὲν κατήντησε, καὶ τὰ λαμπρὰ ἐκεῖνα καὶ τέως 162 περίπυστα πνευσάσης δυσχεροῦς καὶ τελχινώδους αὔρας κα τέσβεστο. Καὶ ταῦτ' ἐπράττετο Κρονίου μηνός, ὅτε καὶ πολλοῖς μὲν τῶν τοῦ παλατίου οὐκ ὀλίγοις δὲ καὶ τῶν τῆς ἐκκλησίας ἀσυνθε σίας πρὸς βασιλέα ἔγκλημα δι' ἐκεῖνον ὡς δῆθεν βασιλειῶντα ἐφῆπται. ἦν γὰρ ταῖς ἀληθείαις ὁ ἀνὴρ ἐς ἄκρον φιλοδωρότα τος, καὶ πολλοὺς συνυπήγετο τοῖς φιλοφρονήμασιν, ὥστε καὶ ἀγαπᾶν εὐεργετουμένους, οὐ μὴν δὲ ὥστε καὶ συνειδέναι οἱ ἢ δὴ συμβούλεσθαι ἃ δὴ ἐκεῖνος εἰδὼς καὶ βουλόμενον, ὡς οἱ κατ' ἐκείνου λέγοντες δεικνύειν εἶχον, ἐξηλέγχετο. τοῖς οὖν τοῦ παλα τίου πολλοῖς τισὶν οὖσι τοῖς παρ' ἐκείνου εὐεργετουμένοις συν εγνωμόνει ὁ βασιλεύς, ὑπὲρ ἀξίαν μὲν τοῦ διδόντος, ἄξια δὲ τοῖς λαμβάνουσι τὰ διδόμενα κρίνων. ἐκεῖνον μὲν γὰρ ἀδελφὸν βασιλέως ὄντα τοσούτοις δωρεῖσθαι ὅσοις μηδὲ βασιλέα σχεδὸν εἰκὸς ἦν αἰτίας ἐποιεῖτο δῆθεν· τοὺς δέ γε λαμβάνοντας μεγι στᾶνας ὄντας, εἰ καὶ ὑπὲρ τὸ μέτρον ἐλάμβανον, ἀλλ' οὖν δι καίους εἶναι τοιαῦτα καὶ τόσα λαμβάνειν ὑποκατακλινομένους ἐκείνῳ ἐκ τῶν εἰκότων ἐδικαίου. τοῖς δὲ τῆς ἐκκλησίας μὴ ὅπως τοῖς ἐξ ἐκείνου εὐεργετηθεῖσιν ἀλλὰ καὶ ξύμπασιν αἰτίας ὁ Σάβας ἐπειλημμένος εὐσχήμονας, ὡς δῆθεν κατ' ἐκείνων καὶ ὑπὲρ βα 163 σιλέως ζηλῶν, καὶ πρὸ τοῦ τοῖς πᾶσι κακοποιός, ἀνέδην τε δύσνους ὠνόμαζε (20) καὶ διιὼν ταῖς οἰκονομίαις ἐκείνων ἐπέ χρα, παρακατέχων καὶ ἀπαιτῶν τὰς προσόδους ὡς ἂν ἐκείνων καθωσιωμένων. ἅπερ τοῖς κληρικοῖς μανθάνουσι πόνος ἦν, οὐ μὴν δὲ ὥστε καὶ ἀποφυγεῖν τὴν κατηγορίαν δύνασθαι. ὃ δὴ καὶ πλέον τούτους τοῦ στέρεσθαι τῶν οἰκείων ὠδύνα, καὶ οὐκ εἶχον τὴν κατηγορίαν διαθέσθαι καὶ ἐν μετρίοις ποιήσασθαι. ὃ δὴ καὶ μεγάλως τοὺς τοιούτους ἐκύμηνε, καὶ οὐκ εἶχον ὅ τι καὶ πρά ξειαν, καὶ ὡς ἄν γε τῇ λύπῃ καθοσιώσαντες ἑαυτοὺς ἐν ἀπόρῳ ἦσαν. τέλος ἀποφυγὴν μίαν ἔγνωσαν τῆς κακίας τὴν πρὸς τὸν πατριάρχην καταφυγήν, ὡς αὐτίκα τῷ μαθεῖν ἐν δεινῷ ποιησο μένου κἀκείνου τὴν κατὰ τῆς ἐκκλησίας διαβολήν. ἐλθόντος τοι γαροῦν καὶ τοῦ Σάβα συνελθόντες ἐνεκάλουν τὸ πάθος, καὶ ὡς οὐκ ἀνεκτὴν ἐτραγῴδουν τὴν συμφοράν, καὶ" τί παθών, ὦ οὗ τος," ἔλεγον παρόντος κἀκείνου," τοιούτοις τοὺς τοῦ κλήρου περιβάλλεις δεινοῖς; δέον τὸν μὲν ἐπ' αἰτίαν κείμενον κρίνεσθαι, τοὺς δὲ λοιποὺς ἀθώους τοῦ ἄγους μένειν." τοῦ δὲ μηδὲν ἀπο 164 λογουμένου τῶν ἐς λόγον κειμένων, ἀλλὰ κύκλῳ περιβαλλομένου αἰτίας μηδὲν προσηκούσας μηδ' ὁπωσοῦν, τέλος ἠξίουν πατριάρ χην ἀμύνειν ἀδικουμένοις τὰ ἔσχατα. ὁ δέ, οὐκ οἶδ' ὅπως, ψυ χρὸς ἐπὶ τούτοις κατεφαίνετο καὶ ἀκίνητος. ὡς δὲ πολλάκις οἱ τοῦ κλήρου ἐπέκειντο καὶ προσελιπάρουν, ὁ δ' ἄφωνος ἦν καὶ τῷ μή τι λέξειν ἔχοντι ἀκριβῶς ἐῴκει. τέλος ἐκκλίνων τὴν ἐκ τῶν πολλῶν βίαν ἀπέπεμπε κατειρωνευσάμενος τὴν τιμωρίαν τῷ κατειπόντι, τὴν τοῦ Πιλάτου πρὸς Ἰουδαίους φωνὴν ἐπειπὼν παραδιδόντος εἰς σταύρωσιν τὸν δεσπότην," λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε." τοῦτο ἐπῆλθε μὲν ἐκείνῳ ἐκ τοῦ τυχόντος εἰπεῖν ἀγνώστῳ πολλοῖς διαθέσει ψυχῆς, τοῖς δὲ καὶ λίαν δόξαν βαρὺ παρώξυνε τὰς ὁρμάς, καὶ προσλυποῦντες καὶ οὗτοι ἐσχί ζοντο, ὥστε μήτε συνέρχεσθαί οἱ μήτε μὴν συνεύχεσθαι, βασι λεῖ προσανατιθέντας τὴν περὶ τούτων ἐκδίκησιν. βασιλεὺς δὲ τῆς νόσου κατεπειγούσης τὸν πρωτοβεστιάριον, ὡς μηδ' ἀναπνεῖν ἐώσης τοῖς πόνοις, σκέψει καὶ βουλῇ τούτου τὸν Χοῦμνον κοιαί στορα Νικηφόρον εἰς μυστικὸν ἀνάξας ἐπὶ τοῦ μέσου καθίστησι, προσνείμας αὐτῷ κοινωνὸν (οὔπω γὰρ ἐκείνῳ καὶ μόνῳ ἐθάρρει) καὶ τὸν ἐπὶ τῶν δεήσεων Γλυκὺν Ἰωάννην. καὶ δὴ τοῦ αὐτοῦ 165 ἔτους, ἐπιφερόμενος καὶ τοὺς κατακρίτους, τὸν μὲν ἀδελφὸν ἐν κλοβῷ (εἱρκτῇ φορητῇ τις εἴπῃ) τὸν δὲ Στρατηγόπουλον δέσμιον, ἐξελθὼν Νυμφαίου εἰκοστῇ ὀγδόῃ Μαιμακτηριῶνος τὴν μεγαλό πολιν εἴσεισιν. ἦν οὖν τοὐντεῦθεν κωφή τις ὀργὴ παρὰ βασιλέως τοῖς τῆς ἐκκλησίας, καὶ τὸ μὲν ἐπαγόμενον ἔγκλημα δύσνοια, αἱ δὲ πρὸς τοῦτο κατασκευαὶ αἱ ἀπὸ τοῦ πατριάρχου σφῶν ἦσαν ὑποστολαί, ὡς κακῶς δῆθεν τὴν τῆς δυσνοίας αἰτίαν, ἣν καὶ παρὰ τοῦ Σάβα κατηγόρηντο, δυσχεραινόντων. ὥστε καὶ μιᾷ συναγαγὼν ἐκείνους ἔκ τινων ὑποπτευομένων τὴν κατὰ πάντων συνίστα δύσνοιαν, περιποιούμενος δῆθεν ἐντεῦθεν τὸν τοῦ πα τριάρχου θεράποντα. θάλασσαν γὰρ συνόλην καὶ ἀπορροὴν ἐκείνης παρεδειγμάτιζεν, ὡς φύσιν ἔχοντος τοῦ παντὸς ἐκ τοῦ γεύματος οἷον ἐστὶν ἐκείνῳ γινώσκεσθαι. εἶναι δὲ καὶ τούτους οὐ πάντας, ἀλλ' ἐκ τινῶν ἴσως ὑποπτευομένων τοὺς πάντας ὑπά γεσθαι ταῖς αἰτίαις. ἦσαν δὲ ταῦτα δεσποτικὰ μᾶλλον ἢ ἀληθῆ, θέλοντος θεραπεύειν τὸν πατριάρχην. 21. Κἂν ἐπὶ πλέον τῆς ἀπὸ βασιλέως διὰ ταῦτα ἐπει ρῶντο ἀγανακτήσεως, εἰ μὴ καὶ ἕτερ' ἄττα πραχθέντα βασιλέα 166 μὲν ἐθορύβει, ἀρχιερέας δ' ἐκίνει ζητεῖν αἰτίας καθ' ἃς ταῦτα πράττεται ξένα τῶν τῆς ἐκκλησίας νόμων δοκοῦντα· μήτε γὰρ ἰατρὸν χρῆναι τιμωρεῖν ἀλλ' ἰατρεύειν τὸν πάσχοντα, μήτ' ἀρ χιερέα κολάζειν ἀλλὰ θεραπεύειν τὸν ἁμαρτάνοντα. διὰ τοῦτο καὶ συναχθέντες κοινῇ σκέπτονται, καὶ διαμηνύειν ἐκείνῳ καί γε διαπυνθάνεσθαι (ἥψαντο γὰρ τὰ δεινὰ καὶ ἀρχιερέων) ἐγνώκε σαν. τὸ δὲ μήνυμα, καθημένων ἐν τῷ ἐκκλησιαρχείῳ, ἐφ' ᾧ σφίσιν ἐφείη συνελθεῖν ἐκείνῳ ἐρωτῆσαί τε καὶ μαθεῖν πῶς ταῦτα πράττοιντο· μηδὲ γὰρ ἐκκλησιαστικὰ εἶναι ἀλλὰ τυραννικὰ τὰ πραττόμενα. ταῦτα λέγοντες προσετίθουν καὶ τὰ πραχθέντα, ὅσα τε ἔξω ὅσα τε ἐντὸς ἐπράττοντο. τὸν δ' ἀκούσαντα τὸ πα ράπαν μηδὲ φροντίσαι, ἀλλὰ σκήψεις τοῦτ' εἶναι φάναι ἀποστα σίας τῆς ἀφ' αὑτοῦ, καὶ διὰ τὰ μηδὲ δίκαιον ἐγνωκέναι πρὸς τούτους ἀπολογεῖσθαι. ὡς δὲ καὶ αὖθις πειρῶντες οὐκ ἔπειθον, διιστᾶν ἑαυτοὺς ἐκείνου ἐδικαίουν καὶ οὗτοι· τὸ γὰρ τοιούτων πραττομένων συγκοινωνεῖν μὴ ἔχειν λόγον ἀπολογίας τοῖς μεμφο 167 μένοις δικαίως. ἔπειθον δὲ καὶ οἱ περί τε τὸν Γεννάδιον καὶ τὸν Συλαιώτην βασιλέα μὴ ἐᾶν ἀνεξέταστα ταῦτα, ἀλλ' ἐπαρήγειν ἀρχιερεῦσι καλῶς λέγουσιν. αὐτοὺς γὰρ εἶναι πάντως τοὺς τὸν εἰς τὴν πατριαρχείαν ἀναγόμενον χρησταῖς μαρτυρίαις συστήσαν τας, αὐτοὺς δὲ καὶ πάλιν διαγινώσκειν ὡς ἐπιχωλαίνοι ὁ μαρτυ ρηθεὶς οὐ φαῦλος ἐπ' ἄλλοις τὴν ποίμανσιν· μηδὲ γὰρ πάντα πᾶσι διδόναι θεόν. ταῦτ' εἶναι θεοῦ, ὡς πάντας εἰδέναι. καί γε πολλάκις τὸν κατὰ τὸ ἠθικὸν οὐκ ἀπόβλητον κατὰ τὸ οἰκονομικὸν ὑποσκάζειν, καὶ αὖθις ἀριστεύοντα ἐπὶ τούτῳ μὴ φθάνειν τὴν ἐπὶ τῷ πολιτικῷ ἀρετήν. ἀναστέλλεσθαι δὲ τὴν κακίαν καλὸν καὶ προσῆκον εἶναι, πλὴν ἐντὸς μέτρων καὶ νόμων Χριστοῦ. νό μον δὲ Χριστοῦ πάντως εἶναι τὸ ἱερὸν εὐαγγέλιον. ἐκεῖ δὲ ζη τούντων τῶν μαθητῶν ἐξ οὐρανοῦ καταγαγόντας πῦρ ἀφανίσαι τοὺς ἀπειθοῦντας, εἰπεῖν τὸν δεσπότην ὡς οὐκ οἴδατε ποίου πνεύ ματος ἐστέ. τὸ γὰρ καλέσαν ἐκείνους πνεῦμα, κἂν μήπω οἴδασι, πλῆρες ἀγαθωσύνης καὶ φιλανθρωπίας καὶ συγκαταβάσεως πρὸς τοὺς ἁμαρτάνοντας, ἀλλ' οὐ τιμωρίας καὶ ἀγανακτήσεως καὶ κο λάσεως. ταῦτ' ἐκείνων λεγόντων καὶ ἀμφικλινῆ τὸν βασιλέα ποιούντων, καιροῦ δραξάμενοι οἱ κακῶς ἔκ τινων αἰτιῶν ἔχοντες 168 ἐκείνῳ ἐθορύβουν καὶ γράφοντες κατηγορίας ἀτόπους ἐδίδουν, καὶ ἀνέδην λοιδορίαις μονωθέντα τῶν πολλῶν περιέβαλλον, ὥστε καὶ μιᾷ ἱσταμένου ἄνω που, καὶ τῶν ὕμνων ἐξανυσθέντων ἐπευ λογοῦντος κατὰ τὸ σύνηθες, τινὰς ἐκείνου κάτωθεν ἱσταμένους κράζειν καὶ ἀπόφημα κατ' ἐκείνου λέγειν, ὡς ἂν πλέον τοῦ εἰκό τος διὰ τὸ μῖσος καταυθαδιζομένους.
17.1.3
Ὁ μὲν οὖν βασιλεὺς Μιχαὴλ ταῖς ἀληθείαις μὲν πο λέμοις οὐκ ἐσχολάκει καὶ μάχαις ἐς τότε, ὅμως δ' εἶχε καὶ φρό νημα ἐμβριθὲς καὶ λῆμα γενναῖον καὶ ζῆλον ὑπὲρ τῶν κακουμέ νων Ῥωμαίων οὐχ ἥκιστα, καὶ ταῖς προθυμίαις, ὡς τοὺς εἰδό τας λέγειν, ἐσφάδαζεν. ἐπεὶ δὲ καὶ καιρὸς ἐφειστήκει ὁ τότε κα λῶν αὐτὸν στρατεύειν ἐπὶ τῆς ἀνατολῆς, ἕτοιμος ἦν αὐτίκα. καὶ ἅμ' ὁ πατὴρ καὶ βασιλεὺς προσέταττε, καὶ αὐτὸς ἐδίδου τὰς προθυμίας οὐκ ἀγεννεῖς. ἅμα γοῦν ἦρι περί που τὰς Πασχα λίους ἡμέρας ἐξώρμα, πολὺ μὲν βαρβαρικὸν ἐκ τῶν Ἀλανῶν ἐπαγόμενος, οὐκ ὀλίγῳ δὲ καὶ Ῥωμαϊκῷ ἐντυχεῖν ἐλπίζων, τῷ μὲν καὶ συνειλεγμένῳ ἐντεῦθεν ἤδη, τῷ δὲ καὶ ἐπὶ τὴν ἐκεῖ στρα 311 τείαν διάγοντι. ἐξῄει μὲν οὖν ἐν ἐλπίσι μείζοσιν, ὡς ἐννοεῖν πολ λοὺς ἦν, καὶ διὰ ταχέων τοῖς τῆς ἀνατολῆς ἐφίστατο μέρεσι, Μαγνησίᾳ δὲ τῇ κατὰ τὸν Ἕρμον προσοικήσας ἐκεῖθεν κατὰ τῶν ἐχθρῶν συνέταττε τὰς δυνάμεις ὡς πολεμησειούσας αὐτίκα ἤν που φανεῖεν. τέως δέ γε καὶ ἀποστολὰς ἐποιεῖτο, καὶ προσβάλ λοντες κατὰ λόχους ᾐχμαλώτιζον, καὶ σκύλοις τῶν πολεμίων οἱ ἡμέτεροι ἐνετρύφων. τὸ δὲ προφανῶς εἰσβαλεῖν οὔτ' αὐτοῖς ἦν ἀσφαλές, χρωμένων τοῖς ὀχυρώμασι τῶν ἐχθρῶν, οὔτ' ἐκεῖνοι παρεῖχον, ἅπαξ κατὰ φήμην τὴν βασιλέως ἀνασταλέντες καί γε τοῖς ἐρυμνοτάτοις τῶν ὀρέων ἐνδύντες. βασιλεὺς δὲ καιρὸν ἐζή τει τὸν εἰς τόλμην σφᾶς ἐπάξοντα, ὥστε καὶ τῶν μυχῶν ἀνακύ ψαι καὶ προσβαλεῖν ἐθέλειν. καὶ μόλις ἐφειστήκει, (18) ὅτε δὴ καὶ ἅμα κατ' αὐτὸν οἱ πολέμιοι γεγονότες, καὶ συνταχθέντες εἰς πλῆθος ἄπειρον, ἐθάρρουν καὶ αὐτοῖς τοῖς περὶ τὸν βασιλέα σὺν μεγάλῳ καὶ ἐμβριθεῖ ἐπιέναι φρονήματι. ἀγγελθὲν δὲ βασιλεῖ ὅτι τε κατὰ πλῆθος συνέστησαν οἱ πολέμιοι καὶ ὅτι μήπω θαρροῦντες προσβάλλειν γνωσιμαχοῦντες μένουσι, βουλὴν βου λεύεται ἐφ' ᾧ μὴ ἀναμένειν τοὺς ἐπιόντας, ἀλλ' αὐτοὺς ἐπιέναι σφίσι καὶ ἐμπεσεῖν μή πω θαρροῦσι τὴν συμπλοκήν, ὡς ἂν ἅμα μὲν καταπλήξαντες ἅμα δὲ καὶ τὴν τῶν θαρρούντων ἑαυτοῖς 312 ὑπόνοιαν θέμενοι πράξωσί τι γενναῖον. ταῦτ' ἔλεγε, καὶ μόλις τοὺς ὑφ' ἑαυτῷ ἡγεμόνας ἔπειθε. καὶ γὰρ ἔτι ἦν καὶ τὸ Ἀλανι κὸν ἀκμάζον, καὶ ἐν ἐλπίσι τοῦ εὖ σχήσειν ἦσαν, καὶ προεθυ μοῦντο μεῖζον ἢ ὥστε δύνασθαι. ἑτέρωθεν δὲ καὶ τὸ Ῥωμαϊκὸν πολὺ ἦν, καὶ οὐχ ἧττον καὶ τοῦτο τὰς ὁρμὰς παρεθήγετο ὑπὸ νέῳ βασιλεῖ στρατηγούμενον. καὶ ἦν ἐλπὶς τοῖς ὁρῶσι μεγάλων κατορθωμάτων καὶ παντὸς ἐπέκεινα σφάλματος. ἐπεὶ τοίνυν οὕτω βασιλεὺς μὲν ὥρμα στρατὸς δὲ ξυνώρμα, καὶ ἤδη ἐξιόντες προσέβαλλον μείζονι καὶ αἰεὶ νέῳ καθάπαξ τῷ λήματι χρώμενοι, καὶ ἤδη οὐ παρ' αὐτοῖς ἀλλ' ἐν αὐτοῖς ἦσαν τοῖς πολεμίοις καὶ προσβαλεῖν ἔμελλον, αὐτίκα, ὀστράκου φασὶ μεταπεσόντος, γνω σιμαχοῦσιν ἐκ δέους οἱ ἡγεμόνες καὶ ἐν ὑπονοίαις ἐγένοντο, οὐ δεδιότες ἐχθρούς, ὡς ἔφασκον, ἀλλ' ὑπὲρ βασιλέως φροντίζον τες δῆθεν. αὐτοὺς μὲν γὰρ καὶ μόνους λειφθῆναι μάχης οὐ τόσον δεινόν, βασιλεῖ δὲ συγκινδυνεύειν τὰ πράγματα καὶ λίαν παγχά λεπον εἶναι. μηδὲ γὰρ ἀραρότως καὶ ἀσφαλῶς τῶν ἐλπίδων πε ριγενέσθαι, ἀλλ' ἤδη καὶ ἡττηθῆναι. πλῆθος γὰρ κἀν τοῖς 313 ἐναντίοις εἶναι καὶ μάχης ἔμπειρον, καὶ οὐκ ἂν ἄλλως θαρρῆσαν φανεροὺς ἐπιέναι, εἴπερ οὐκ ἤλπιζον τὰ μεγάλα. ἀνάπυστον δὲ καὶ τὴν βασιλέως φήμην σφίσι γεγενῆσθαι, δι' ἣν καὶ μᾶλλον ἓν δυοῖν εἰκὸς εἶναι ξυμβῆναι, ἢ φοβηθέντας ἐξ ἀσθενείας ἀναχω ρεῖν ἢ θαρροῦντας ἐξ ἐλπίδος μεγίστης φαίνεσθαι. ὃ καὶ φοβη τέον ἂν μᾶλλον εἶναι σὺν βασιλεῖ καὶ μὴ μόνοις καθ' αὑτοὺς ἐπιοῦσι. ταῦτα λέγοντες αὐτοὶ μὲν τῆς ὁρμῆς καθυφίεσαν πάντῃ, ὑπέκλων δὲ καὶ τὰς τοῦ βασιλέως ὁρμάς, καὶ ἅμα δεύτερος ἐπὶ πρώτῳ καὶ τρίτος ἐπὶ τούτῳ καὶ ἐφεξῆς, φόβους λέγοντες καὶ ὑπονοίας εἰδωλοποιούμενοι φοβεράς, ὑποστρέφειν ἔπειθον, ὡς μήτε σὺν βασιλεῖ προσβάλλειν φαινόμενον ἀσφαλές, μήτ' αὐ τούς γε μόνους καταθαρρεῖν τὸν πόλεμον· πάντα γὰρ δεύτερα ἐλογίζοντο τοῦ βασιλέα τε καὶ στρατὸν τόσον ἐν ἀσφαλεῖ γε περι ποιήσασθαι. γίνεται τοιγαροῦν καὶ μὴ θέλων ὁ βασιλεὺς τῆς ἐκείνων βουλῆς, καὶ στρατὸς οὕτως ἔχων πλήθους τε καὶ παρα σκευῆς μηδέν τι πράξας ὑπέστρεφεν. οὐ μὴν δὲ καὶ ἀκίνδυνα ἦσαν ἐντεῦθεν τοῖς τοῦ βασιλέως λαοῖς. ἅμα γὰρ ἀγγελθὲν τοῖς
17.1.4
Ὁ μέντοι γε βασιλεὺς Μιχαὴλ ῥαΐσας τῆς νόσου ἔτι μὲν παρὰ ταῖς Πηγαῖς ἦν, καὶ τῷ μεγάλῳ δουκὶ προσελθόντι ἐκ τοῦ κατὰ τὴν Κύζικον τῶν ἀμφ' αὑτὸν κυδοιμοῦ, ἐφ' ᾧπερ κατὰ τὸ εἰκὸς ἀπονείμαι μὲν τὴν προσκύνησιν, ἀπολαύοι δέ γε τῆς θέας δεσπότου δοῦλος, ἄβατος ἦν ἡ πόλις τὸ παράπαν ἐξ ἐπιτάγμα τος· τὰ γὰρ ἐξ ὑπογύου πραχθέντα παρ' Ἰταλοῖς κατὰ Κύζικον καὶ λίαν ὠδύνα τὸν βασιλέα ἀνάπυστά οἱ γεγονότα, καὶ διὰ τοῦτο καὶ τὴν πρὸς ἐκεῖνον ὁμιλίαν ἀπέστραπται. ἤδη δὲ καὶ τελείας ἐπιβὰς ὑγείας, συνάμα τῇ Αὐγούστῃ τῇ ἑαυτοῦ, ἐπεὶ καὶ αὕτη συνῆν ἐκείνῳ κατὰ τὰς Πηγὰς ἀπαντήσασα, διαπεραιοῦται κατὰ δύσιν. καὶ ἐφ' ἡμέραις τοῖς κατὰ δύσιν χωρίοις ἐναυλισάμενος, ἐπεὶ ἔδει καὶ ἐπανήκειν ἐς πόλιν καὶ ὁ πατὴρ καὶ βασιλεὺς ἤπειγε τὴν ἐπιδημίαν, ἡμέρᾳ μὲν εἰκοστῇ τρίτῃ Ἑκατομβαιῶνος μηνὸς καταλαμβάνει τὴν Δρίπειαν, τῇ δ' ἑξῆς ἐξέρχεται μὲν βασιλεύς, συνεξέρχεται δὲ καὶ ἅπαν τὸ περὶ τὸν βασιλέα, καὶ μοναχοὶ καὶ οἱ τῆς ἐκκλησίας ἅπαντες συνεξίασιν, οὐδὲ τὸ τῆς πολιτείας ὅσον ἦν ἔκκριτον, ἐκεῖθεν λείποντος. καὶ τότε κατὰ τὸ μέσον τῆς 406 ὁδοῦ βασιλεὺς βασιλεῖ συναντᾷ, καὶ χρόνιος φαίνεται, καὶ ὥσπερ τις τροπαιοῦχος ὑπὸ πολλαῖς ταῖς εὐφημίαις τὴν πόλιν εἰσέρ χεται.
17.1.5
Μοναχός τις Ἱλαρίων, νέος ὢν καὶ κατὰ τὴν τῆς Περιβλέπτου μονὴν ἐνασκῶν, ἐπεὶ κατ' Ἐλεγμοὺς ἐγεγόνει πεμφθεὶς ἐπὶ ταῖς τῆς μονῆς χρείαις (ἦν γὰρ τὸ κτῆμα τοῖς ἐκείνων μετοχίοις ἁρμόζον) ὁσημέραι τε τὰς ἐκεῖθεν ἐκστρατείας ἑώρα Περσῶν, ὡς πάντα μὲν τὰ ἐκεῖ ληΐζεσθαι, ἐπιχρᾶν δὲ καὶ τοῖς κατ' Ἐλεγμούς, καὶ τολμητίας ὢν ἄλλως καὶ ἐμπειρίαις πολεμι καῖς οὐκ ἀπᾴδων, τὸν ἐκεῖσε συλλέγων λαὸν καὶ προσβάλλων τοῖς ἐπιοῦσι Πέρσας κακῶς διετίθει καὶ τὸν τόπον πολυωρῶν οὐκ ἀνίει. ἀλλ' ἡ πολιτεία εὐθὺς καὶ ἡ ὀφειλομένη σεμνότης καὶ ἡ κατ' ἀρετήν οἱ κυρία καὶ μόνωσις πρῶτον μὲν τὸν αὐτοῦ καθη γούμενον, μετέπειτα δὲ καὶ πατριάρχην πείθει μαθόντα ἐμβρι θῶς καὶ δι' ἐπιτιμημάτων σφοδρῶν ἀπείργειν τῆς πείρας τὸν μο ναχόν. ἀλλ' ἐπεὶ καὶ προστιμᾶν ἐδέδοκτο τοῖς μεγίστοις διὰ τὸ τόλμημα, γνοὺς ἐκεῖνος βασιλεῖ προστρέχει. ὁ δὲ καὶ δέχεται καὶ τὰ καθ' ἑαυτὸν διακυβερνᾷ, οὐ μὴν δὲ καὶ τὸν πατριάρχην ἐκείνῳ εἶχεν ἐξευμενίζεσθαι. ἐν τοσούτῳ τοῦ καιροῦ τριβομένου καὶ τῶν ἐκεῖ πραγμάτων ἀμελουμένων, ἐπισυνίστανται Πέρσαι καὶ ἐπιθέμενοι αἰφνηδὸν πλεῖστον φόνον ἐργάζονται, ἐκείνων φυ λαχθέντων καὶ μόνων ὁπόσοι καὶ παρεβύθησαν τῷ φρουρίῳ. ταῦτα γνοὺς βασιλεύς, καὶ ἐπαλγήσας τῇ συμφορᾷ, εἶχε μὲν 597 ἀνενέγκαι τὴν αἰτίαν ἐφ' οὓς καὶ δίκαιον ἦν ἀνενέγκαι· ἀλλ' ὅμως τὸ περιὸν τῆς εὐλαβείας, καὶ ὅτι ἐδόκει ζητεῖσθαι συντήρησις τάξεως μοναχῶν, ἀμελεῖν ἐποίει, καὶ τὰ τῆς θεραπείας ὡς ἐνῆν διεσκόπει, εἰ [γὰρ] καὶ ἄπρακτα πάντα κατὰ πεπραγμένων ἐφαί νετο. μόλις λιπαρῶς τῶν περιλειφθέντων ἀξιούντων βασιλέα περὶ τοῦ Ἱλαρίωνος, ἐνδυναστεύει τὸ τῆς ἀνάγκης, καὶ πεμφθεὶς ἐπὶ πατριάρχην μόλις ἀνίεται. καὶ αὖθις ἐπιστάς, ὅσον ἦν, τὰ ἐκεῖσε διησφαλίζετο· τὸ γὰρ πέριξ ἅπαν τοῖς Πέρσαις κατείληπτο, καὶ Προῦσα τὰ δεινὰ τὰ πρὸς ἐκείνους διδοῦσα τέλους ὀνόματι, σκιὰν εἰρήνης οὐκ ἐν εἰρήνῃ παρὰ τῶν Περσῶν ἀντελάμβανεν.

Intertext edge

Open linked passage

Note