Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
Τότε δὲ μετ' ὀλίγον, εἰκοστῇ δευτέρᾳ τοῦ Ἀνθεστη ριῶνος μηνός, Βενετικοὶ μακραῖς ναυσὶ πέντε καὶ ἑβδομήκοντα τὸν Ἑλλήσποντον διελθόντες ἐξαπιναίως τῇ Κωνσταντίνου προσ βάλλουσι. καὶ ἡμέρα κυριώνυμος ἦν, ὅτ' ἐκεῖνοι μὲν προσελῶν τες ἐν χρῷ τῶν τῆς πόλεως τειχῶν, μεθ' ὅτι πλείστης κορύζης Ἰταλικῆς καὶ φρυάγματος, πρὸς τὸ τοπικὸν ῥεῦμα ἀντωθοῦντες ταῖς κώπαις ἀνήγοντο, βασιλεὺς δὲ πρωϊαίτερον ἐπιβὰς ἵππου σὺν τοῖς ἀμφ' αὐτόν, ἐν τῇ τοῦ Ἱπποδρόμου σφενδόνῃ ἱστάμε νος, τὴν τῶν νεῶν ἀναγωγὴν κατεπώπτευε. κάτωθεν δὲ οἱ περὶ τὸν μέγαν δομέστικον Ἰωάννην τὸν Σεναχηρεὶμ καὶ Ἄγγελον τῆς στρατιώτιδος τάξεως ὡπλισμένοι διέθεον ἔνδον καὶ αὐτοὶ τοῦ τείχους, ὅπου ἂν αἱ νῆες προσβάλλοιεν, ἐννοίας οὔσης (οὐ γὰρ εἶχον ἀκριβῶς εἰδέναι τὴν ἄφιξιν), μή τί που καὶ τῶν δεινῶν ἐπὶ 238 τῇ πόλει καταπανουργεύσαιντο, ὥστε καὶ τὰς πύλας ἐγκεκλεισμέ νας πολλοῖς ἔνδοθεν τοῖς ὁπλίταις διατηρεῖσθαι, μιᾶς δὲ κατὰ τὴν μονὴν τοῦ ἁγίου Λαζάρου πυλίδος ἀνοιχθείσης κατ' αὐτὴν ἐξελθεῖν τὸν ἀπὸ βασιλέως πρὸς ἐκείνους σταλέντα περιφανῆ τινὰ ἄνδρα Βενετικὸν κατὰ χρείαν πρεσβείας ἐνταῦθ' εὑρισκόμενος, ὥστ' ἐρωτῆσαι καὶ μαθεῖν ἐφ' ᾧ παραγένοιντο ἐκείνους, καὶ τὸν ἀπόστολον παρακατασχεῖν, καὶ μηδὲν ἀξιῶσαι τῶν εἰς ἀπόκρισιν. παρ' ἣν αἰτίαν καὶ μᾶλλον τοὺς κατὰ τὴν πόλιν Βενετικοὺς ἐν δειναῖς ὑποψίαις ἄγοντες φυλακαῖς διετήρουν. ἐκεῖνοι δὲ τότε, ὡς προσελῶντες ἀνήγοντο, νῆας μακρὰς φανείσας Γεννουϊτῶν ἐγγύθεν πλεούσας ἐπέσπευδον τὴν πρὸς ἐκείνας. ἀλλ' αἱ μὲν ἐλαφραὶ οὖσαι, θαρροῦσαι τῇ ταχύτητι, ἐπ' ὀλίγον προσέμε νον, καὶ πλησιαζόντων ἐκείνων αὐτοὶ ταχυναυτοῦντες πολλῷ πλέον ἢ πρότερον ἀπεῖχον διάστημα. τοῦτο δὶς καὶ τρὶς γεγο νός, ἐπεὶ ἑώρων πονοῦντες ἀνήνυτα, ἀφέντες ἐκείνους πληροῦσι νεῶν τὸν λιμένα τὸ Κέρας. καὶ Γεννουΐτας μὲν οὐ κατὰ τὴν περαίαν καταλαμβάνουσι. τὴν γὰρ τῶν νηῶν ἐκεῖνοι προεγνω κότες ἔφοδον, προσλιπαροῦσι βασιλέα αὐτοὺς καὶ γυναῖκας καὶ παῖδας καὶ πράγματα ἐντὸς πόλεως δέξασθαι· φανερὰν γὰρ ἐπὶ σφᾶς εἶναι τὴν ἔφοδον. οἷς δι' ἀνάγκην βασιλεὺς γίνεται κά 239 ταινος, καὶ τὸ κατὰ Βλαχέρνας μέρος σφίσι δίδωσιν, ὅπου νῆας ἰδίας βυθίζουσιν ὡς φυλάξοντες, αὐτοὶ δὲ τὴν ἐκ τῆς ἰδίας χει ρὸς ἕκαστος πρὸς τὸ συμβὰν παραμυθίαν ζητῶν τῆς εἰς τὸ δυνα τὸν οὐκ ἠμέλουν σωτηρίας. διὰ ταῦτα κἀκείνους κακοῦν οἱ ἐπιόντες οὐκ ἔχοντες, σκευαγωγησάντων καὶ τῶν Ῥωμαίων ἐκ τῆς περαίας, πῦρ ταῖς τῶν Ἰταλῶν οἰκίαις ἐνίεσαν καὶ κατεπίμπρων τέλεον. κἀκεῖνοι μὲν τῷ κατεπαίρεσθαι τῶν ἐντὸς ἀπειροκαλίας αἰτίαν εἶχον, ἐπιμαινόμενοι τοῖς ἀψύχοις, οἱ δ' ἐντὸς τέως ἀνάνδρων ἔφερον σχῆμα κατεπτηχότες ὑπὸ τοῖς τείχεσιν. οἱ δ' ἐς τοσοῦτον αὐθαδείας ἐξώκειλαν, ὥστε καὶ συγκείμενον παρὰ βα σιλέως ἀρχῆθεν τοῦ δεξαμένου τὰ γένη ὥστε διαφορᾶς ξυμβάσης αὐτοῖς ἐκτός, ἔνδοθεν μὲν τῶν τῆς Ἀβύδου στενῶν ἔνδοθεν δὲ τοῦ Φάρου, οὕτω κατὰ θάλατταν μάχεσθαι, τὸ μέσον δὲ τού των πάσαις ἄβατον μάχαις ὥς τι τῶν ἀφωσιωμένων καὶ ἱερῶν καὶ ἀμφοτέρους διατηρεῖν, αὐτοὶ ἐκ φρονήματος κατεπαρθέντες μεί ζονος, παριδόντες καὶ τὰ συγκείμενα, ἐντὸς αὐτῆς τῆς βασιλέως οἰκίας κατὰ τῶν ἱκετῶν τῇ βασιλείᾳ πολέμους ἐξέφερον. καὶ διὰ ταῦτα βασιλεὺς μισήσας τὴν σφῶν ἔπαρσιν, ἐφίησι καὶ Ῥωμαίοις 240 Γεννουΐτας προσαμύνειν καταστᾶσιν εἰς πόλεμον. ὅθεν κἀκεῖνοι μὲν ἐξερχόμενοι καὶ ἰλαδὸν συνταττόμενοι διεμάχοντο γαίηθεν τοῖς ἐκ τῶν νηῶν. τὸ δὲ τοῦ βασιλέως στρατιωτικόν, ὅσον ἦν ἐν πεζοῖς τε καὶ ἐλαφρόν, ἐκ τειχῶν προκύπτον, τόξοις βάλλον τες καὶ σφενδόναις τοὺς ἐν ταῖς ναυσὶν ἐκάκουν καὶ τὰς ἐμβολὰς σφῶν ἐποίουν ἀσθενεστέρας. ἤδη δὲ καὶ πετροβόλον μηχάνημα διεκίνουν, ἐκεῖσε τοῦ βασιλέως ἔξω βελῶν ἱσταμένου καὶ βλέπον τος, καὶ μεγίστοις τοῖς ἀπ' ἐκείνου λίθοις τὰ τῆς ἡμετέρας νεὼς κόρυμβα, ἣν ἐκεῖνοι κατεῖχον πολεμοῦντες ἐκεῖθεν κατὰ τοῦ τεί χους, κατέφλων πέμποντες, καὶ τῆς ὁρμῆς τοὺς ἄνδρας ἀνέ στελλον. ἐπεὶ δὲ καὶ ἐσοψὲ ὁ πόλεμος διετείνετο καὶ ἅπαν τὸ παρ' ἐκείνων μηχάνημα ἔργων ὑστέρει καὶ οὐδὲν ἠνύοντο, ἐκ μα νίας ἀπαλλάξαντες πλείστης ὅτι καὶ αὐτοὶ Ῥωμαῖοι τούτοις ἐπῄεσαν, στραφέντες αὐθημερὸν πῦρ ἐμβάλλουσι καὶ ταῖς τῶν Ῥω μαίων οἰκίαις, καὶ καταφθείρουσι τέλεον. δι' ὅλης μὲν οὖν νυκτὸς τὸ πῦρ ἐνέμετο τὰς οἰκίας, φλεγομέναις δ' ἐπανέτειλεν ἡ ἡμέρα. αὐτοὶ δὲ τάς τε ναῦς προσελάσαντες καὶ τοῖς θυρεοῖς φραξάμενοι μάχην στερρὰν ἐγείρουσι Γεννουΐταις. οἱ δὲ τὰς ἐμβολὰς καὶ πάλιν δεχόμενοι ἀπημύνοντο, ἕως καί τινα τῶν ἐν μεγιστᾶσιν ἐκείνων βαλόντες φονεύουσιν. καὶ διὰ ταῦτα ψυ 241 χρότεροι τῆς ἐλπίδος ἀποχωρήσαντες ἀνακωχήν τε τῷ πολέμῳ ἐδίδουν καὶ κατ' αὐτοὺς ἦσαν. 19. Τότε καὶ βασιλεὺς πέμψας τὸν εἰς κεφαλὴν τεταγμέ νον ἐκείνων μετακαλεῖται μεθ' ὅτι πλείστης τῆς ἱλαρότητος, καὶ ὑπὸ τῇ προσηκούσῃ ἀσφαλείᾳ σὺν ἑτέροις καταλαβόντι ὠνείδιζέ τε τὰς παραλόγους ὁρμάς, καὶ τὴν τῶν συγκειμένων τῇ βασιλείᾳ μετὰ τούτων παραβασίαν εἰς φανερὰν ἐτίθει αἰτίαν, τὸ δὲ καὶ πῦρ ἐνιέναι Ῥωμαίων οἰκίαις ταττομένοις ἐν φίλοις ὑπερβολὴν μανίας ἔκρινεν. ὁ δὲ πόλλ' ἄττα πρὸς βασιλέα λέγων τε καὶ ἀπολογούμενος οὐδὲν πλέον τοῦ κακῶς δόξαι πράττειν καὶ παρὰ τὸ εἰκὸς ἀπηνέγκατο. ὅμως δ' ἐξ αὐτῆς πρεσβείαν μὲν στέλλει πρὸς τὴν ἐκείνων συναγωγήν, αὐτῶν γε λαβόντων ἐπὶ τῶν ἰδίων νεῶν τὸν εἰς πρεσβευτὴν ταχθέντα. ὁ δ' ἦν ὁ Κρήτης Νικηφόρος, ἀνὴρ γεραρὸς καὶ τίμιος καὶ διὰ πολλὰ μὲν προκριθεὶς εἰς τοῦτο, πλέον δὲ καὶ ὅτι ὡς οἰκεῖον δῆθεν ἀρχιερέα ἔμελλον βλέ πειν Βενετικοί· Κρήτη γὰρ ὑπὸ τούτους ἦν, ἧς ἐκεῖνος ἀρχιερεὺς ἐπικεκήρυκτο, εἰ καὶ πόρρω διῆγε ταύτης διὰ τὴν τῶν Ἰταλῶν ἐπικράτειαν. αὐτὸς δὲ βασιλεὺς εἰς ἀγανάκτησιν τὴν πρέπουσαν 242 προηγμένος, καὶ μάλιστα διὰ τὴν τοῦ καταφρονηθῆναι δόξαν, ἐπισχὼν τοὺς ἐν τῇ πόλει Βενετικοὺς ἱκανοῖς χρήμασι μέχρι δὴ καὶ εἰς χιλιάδας ὀγδοήκοντα ἐνεχύραζε τῶν πυρποληθεισῶν οἰ κιῶν χάριν, ὅσαι τε Ἰταλῶν κατὰ τὴν περαίαν ἦσαν καὶ ὅσαι Ῥωμαίων· καὶ γὰρ καὶ τὰς τῶν Ἰταλῶν χρεὼν ἦν δεφενδεύειν διὰ τὰ συγκείμενα βασιλεῖ τε καὶ σφίσι. δοκοῦσι δέ μοι καὶ Γεν νουῗται τῆς αὐτῆς χάριν αἰτίας ἐς ὕστερον τῶν ἐν τῇ πόλει κατε παρθῆναι Βενετικῶν. (20) τοῦ γὰρ αὐτοῦ ἔτους, μηνὸς Σκιρ ροφοριῶνος λήγοντος, ἔκ τινος εἰκαίας αἰτίας παρακροτήσαντες ἑαυτούς, καὶ αὐτοῦ τοῦ ῥηγὸς Ἀρμενίας τυχόντος ἐν πόλει, ὃς δὴ καὶ κατὰ φρερίους Ἰταλοὺς διῆγε, τὰ πλεῖστα γοῦν καὶ αὐτοῦ δυσωποῦντος καὶ μεσιτεύοντος, πλεῖστοι ὀλίγοις καὶ ἡμέροις ἄγριοι ἐπιθέμενοι, δυναστεύσαντες καὶ αὐτὴν τὴν βασιλικὴν ἐξουσίαν, τολμῶσι τὰ ἀνοσιώτατα πράττειν, θυμῷ τε συστρα τιώτῃ χρησάμενοι καὶ ὀργῇ ἐκ μνήμης τῶν χθὲς συμπεσόντων σπάθας τε γυμνοῦσι, καὶ συῶν τρόπῳ ὀδόντας θήξαντες ἄνδρας ὑποκλινομένους σφίσι καὶ λιπαρῶς ἐξ ἀνάγκης δεομένους μεγίστης ἀνηλεῶς αὐθημερὸν κτείνουσιν, ἐντὸς οἰκιῶν κατασφάττοντες ἱερείων νόμῳ. ἀπὸ γὰρ τοῦ σφῶν μπαϊούλου ἀρξάμενοι, ὃν ἐγ κεκλεισμένον ἀπὸ τέγους χαλασθέντες κρεανομοῦσι, τοῖς λοιποῖς 243 ὅπου τύχοιεν ἐπιτίθενται, ὡς καὶ συχνοὺς ἅμα τεθάφθαι καὶ γε νέσθαι τὰ μνήματα πολυάνδρια. τῶν γοῦν ἐπιφανῶν οὕτως ὀλωλότων ἀνδρῶν οἱ ἐλλελειμμένοι, βάναυσοί τινες ὄντες καὶ σκυ τοτόμοι καὶ κιβωτῶν τέκτονες καὶ πάσης ἄλλης ἐπήβολοι τέχνης, τότε μὲν ὑπὸ σκότον δύντες τὸ ξίφος ἐκφεύγουσιν, ὕστερον δὲ διὰ δέους ὄντες μετοικεῖν εἰς τὴν ἰδίαν χώραν καὶ τὴν τοῦ γένους συναγωγὴν ἔγνωσαν. (21) ὁ γὰρ βασιλεὺς ἅμα μὲν τῷ ταῦτα γενέσθαι δι' ἐννοίας γενόμενος μὴ αἰτίαν σχοίη ὡς συμπράξειε δῆθεν, πρέσβεις ἐκλεξάμενος τόν τε μοναχὸν Μάξιμον τὸν Πλα νούδην καὶ τὸν ὀρφανοτρόφον Λέοντα, ἄνδρας ἐλλογίμους καὶ συνετούς,
18.2.1
Ἀκουϊλίας ἀπέστειλεν, ἀπολογούμενος τῷ κοινῷ συνεδρίῳ τούτων καὶ παριστῶν τό οἱ ἐπὶ τοῖς τετελεσμένοις ἀναί τιον. οἳ καὶ παραγεγονότες ἐν χρῷ κινδύνου κατέστησαν, τῶν προσγενῶν τῶν φονευθέντων σφίσιν ἐπαναστάντων. μόλις δὲ τοὺς περιόντας οἰκείους ζητήσαντες καὶ λαβόντες, περὶ τῆς μετὰ τῶν Ῥωμαίων εἰρήνης τῆς νῦν ὡς πάλαι καιρὸν ἐτίθουν βουλεύε σθαι. οὐ μὴν δὲ καὶ πρέσβεις ἀντεπέστελλον τότε, ἀλλὰ δι' αὐ τῶν περιαλγῶς ἐξωνειδίζοντο βασιλεῖ τε καὶ Ῥωμαίοις, ὅπως ἐν τὸς χειρῶν ἐκείνων τοιαύταις συμφοραῖς μὴ χωρουμέναις τῷ 244 ἐκείνων ἔθει τοὺς οἰκείους οἱ ἐχθραίνοντες περιέβαλον. τὰ μέν τοι γε πράγματα τῶν Βενετικῶν καὶ σφοδρότερον ἀνταπῄτουν (τὰ δ' ἦσαν ἃ φθάσας ὁ βασιλεὺς ἀντὶ τῶν πυρποληθεισῶν οἰκιῶν ἐνεχύραζεν) ὡς οὐχ οἵων τε τῶν σπονδῶν γενήσεσθαι, εἰς ἀνα νέωσιν ἤδη κειμένων, ἐξηνυσμένων τῶν τῆς προτέρας εἰρήνης καιρῶν, εἰ μὴ ταῦτα γένοιτο. βασιλεὺς δὲ καὶ ἔτι ἀπρὶξ εἴχετο τούτων, οὐ κατὰ χρείαν μᾶλλον ἢ τὴν τοῦ δικαίου δόξαν, ὑπερ ηφανῶν ὅλως ὡς ἐκείνων καὶ μᾶλλον αὖθις τῆς πρὸς Ῥωμαίους δεηθησομένων εἰρήνης.
18.1.2
Ἐν τούτῳ δὲ καὶ Ὀσφεντίσθλαβος τῶν Βουλγάρων, ὡς εἴπῃ τις, βασιλεύς, εἴτε διὰ τὴν ἐκ τοῦ κράλη Σερβίας τῆς ἰδίας ἀδελφῆς διὰ τὸ τοῦ βασιλέως κῆδος παρόρασιν, εἴτε δι' αὐτὴν αὖθις καὶ τὸν ἐπ' αὐτῇ γαμβρὸν τὸν δεσπότην ἐπεσχημέ νον ἐξ αἰτιῶν ὧν ἐλέχθησαν παρακεκνισμένος, εἴτε καὶ διὰ τὴν τῶν ἡμετέρων δυνάμεων ἐξασθένησιν τῶν βασιλικῶν καταφρονή σας πραγμάτων καὶ οἷον τῆς τύχης τῶν Ῥωμαίων κατεπαρθείς, ἐξ αὐτῆς ὡς εἶχε κατατρέχει τὰ κατὰ τὸν Αἷμον φρούρια. καὶ πλὴν ὀλίγων τὰ μὲν κατὰ κράτος ᾕρει, τὰ δὲ καὶ δι' ὁμολογίας προσήγετο. προσδόκιμος δ' ἦν καὶ τοῖς λοιποῖς προσβαλεῖν, εὐκολίᾳ καιροῦ βαρβαρικὴν συμμίξας αὐθάδειαν. ὁ μέντοι γε βασιλεὺς ἐπιθήκην καὶ τοῦτο δεξάμενος τῶν δεινῶν, καλὸν ἡγού μενος καὶ σωτήριον τοῖς ἐκεῖ τόποις τοῦ βαρβάρου τὰς ὀργὰς προκαταλαβεῖν, ἐκείνοις μὲν ὡς εἶχε βοήθειαν πέμπειν ἠπείγετο, ὅμως γε μέντοι καὶ τὸν ἐξ αὐτοῦ βασιλέα πρὸς δύσιν ὥρμα, καὶ τέως αὐτόθεν ὑπονοῶν καὶ τὸν κατὰ τὸν Κρουνὸν ἐξάρχοντα τὸν τοῦ Σμίλτζου γαμβρὸν Ἐλτιμηρῆν, ὃς θεῖος μὲν ἦν πρὸς πα τρὸς Ὀσφεντισθλάβῳ (τῷ γὰρ Τερτερῇ ὡμαιμόνει), δεσπότου δ' εἶχε παρὰ Βουλγάροις ἀξίαν. καὶ διὰ ταῦτα τὴν ὁμαιχμίαν
18.1.3
Ἀλλ' ἰδού γε ἅμ' ἦρι μακραὶ νῆες περί που τὰς ἐν νεακαίδεκα ἐκ Γεννούας ἐφίστανται, πλὴν οὐ καθὼς διαπρεσβευό μενος βασιλεὺς πρὸς αὐτοὺς ἠξίου. ἀλλ' ὁ μὲν κρατῶν ἐπ' αὐ τῷ τούτῳ τῷ τῆς συμμαχίας μόνῳ μετεκαλεῖτο τὰς ναῦς, οἱ δὲ σκέψει διδόντες τὸ ἀξιούμενον καὶ τὸ πολὺ τῶν ἀναλωμάτων ἐκ λογισάμενοι, ὑποτοπάζοντες δὲ καὶ ταῦτα, μή πως βασιλεὺς ἐν τοσούτῳ ἄλλως πως τοὺς ἐχθροὺς μετέλθοι, ἢ κατὰ μάχην στρα τεύμασιν ἢ κατ' εἰρήνην χρήμασι, καὶ οὕτως ἄπρακτα σφίσι τὰ 598 καθ' αὑτοὺς φανείη, πρὸς τῷ καὶ τὰς ἐξόδους παρέχειν τὸν βα σιλέα ἐνέχεσθαι ἐξ οὗπερ καὶ τῶν ἰδίων ὅρμων ἀπολυθήσονται, ὡς αὐτοῖς ἐστὶ σύνηθες, ἐμπορικὰς ταύτας εὑρόντες πρὸς ταῖς ἐξόδοις καὶ πλείστῳ λαῷ ἱκανουμένας ἀποστέλλουσι, παραγγεί λαντες σφίσιν, εἰ βασιλεὺς προσκαλοίη συμμάχους, πάσης ἄλ λης ἀσχολίας ἀνωτέραν τὴν συμμαχίαν θέσθαι, ὁμολογήσαντες αὐτοῖς ἐκεῖθεν καὶ τὰς μισθοφορίας τῶν συνήθων ἐλαττουμένας χάριν τὴν πρὸς βασιλέα. συνέπραττε δέ τις ἐκείνοις ταῦτα Γεν νουΐτης Σπίνουλος, τὸν τοῦ βασιλέως υἱὸν καὶ δεσπότην Θεόδω ρον εἰς γαμβρὸν ἤδη λαβὼν ἐπὶ θυγατρί. ὁ γὰρ βασιλεὺς καὶ πατὴρ τὸν μετὰ τὸν Ἰωάννην πολλοστὸν τῷ χρόνῳ Δημήτριον δεσπότην καταστήσας εἰς Λαγγιβαρδίαν ἐξέπεμπεν· ἡ δὲ μήτηρ ὡς μείζω ἐξέκρινε τὸν Θεόδωρον, καὶ ἀπὸ Θεσσαλονίκης ἀντ' ἐκείνου τοῦτον πρὸς τὸν τοῦ ἀδελφοῦ κλῆρον ἀποκαθίστα, τὴν τοῦ μαρκεσίου τιμὴν ληψόμενον, ἐπεὶ ἐκεῖνος μὲν ἐξ ἀνθρώπων ἐγένετο, τὸν δὲ βασιλέα οἱ ἐκεῖ πέμψαντες ἠξίουν διά τινος τῶν ἰδίων τέκνων, καὶ μᾶλλον τοῦ τῷ χρόνῳ τῶν λοιπῶν προφέροντος Ἰωάννου, κατά τινα κληρονομίαν δικαίαν ἐκείνου ἄπαιδος τελευ τήσαντος, τῶν κατ' αὐτοὺς ἀντίσχεσθαι. ὃ καὶ γεγονὸς ὕστε 599 ρον, ἐκεῖνοι κατ' Ἰταλοὺς τὸ πᾶν τὸν δεσπότην μετασκευάσαντες οὕτως ἠγάπων ὑποκλινόμενοι πρὸς ὑπακοήν. ἀναχθεισῶν τοι γαροῦν τῶν νεῶν, προηγούμενον τῶν ἄλλων ἐκείνοις ἦν τὸ τοῦ βασιλέως μανθάνειν θέλημα, ὡς πραξείουσιν ἃ ἂν αὐτὸς ἐπι τάττοι. ὁ δὲ τὴν μετ' εἰρήνης διάλυσιν, εἰ δύναιτο, τέως τῆς μάχης πολέμου ἐτίθει πολλῷ περὶ πλείονος, εἰ καὶ χρήματα δα πανᾶν μεγάλα ξυμβαίη· τὴν μὲν γὰρ ἀναιμωτί, τὴν δὲ πολλῶν πεσόντων κατὰ πόλεμον γίνεσθαι. ἐπεὶ δὲ κἀκεῖνοι πολλάκις πέμποντες ἠξίουν τὰ κεχρεωστημένα λαμβάνειν καὶ ἀπαλλάσσε σθαι (τὰ δ' ἦσαν, ὡς ἐκεῖνοι ἐβρενθύοντο, περί που τὰς τρια κοσίας χιλιάδας τοῦ νομιζομένου χρυσίου), καὶ γὰρ τότ' ἦσαν ἐξ ὑπογύου καὶ οἱ πεμφθέντες εἰς τοῦτο πρέσβεις, ὧν δὴ προυξέ νουν μὲν Γεννουῗται, οἱ αὐτοὶ δὲ καὶ τὰ τῆς πρεσβείας πρὸς βα σιλέα διηυθέτουν, μὴ δυναμένων ἐκείνων βασιλεῖ ἐμφανίζεσθαι. διὰ δὴ ταῦτα προσιέμενος ὁ κρατῶν τὴν πρεσβείαν, τοὺς μὲν ἐν ταῖς ναυσὶ παρακατέχειν οὐκ εἶχεν ὁρμῶντας πρὸς Εὔξεινον διὰ 600 τὰ φορτία διαπλωΐζεσθαι, τέσσαρας δὲ μόνον τριήρεις ἐπὶ ῥη τοῖς μισθοῖς παρακατασχών, ἐφ' ᾧ διατηροῖεν τὰ τῆς Ἀβύδου στενά, ἅμα μὲν κωλύειν τοὺς διαπεραιουμένους Πέρσας, ἅμα δὲ καὶ τὰς πειρατικὰς ἐπέχειν, ἤν που φανεῖεν, τὰς δ' ἄλλας ἀπέ λυε, πλὴν ἐπὶ ῥηταῖς ἡμέραις εἴκοσιν, ἵν' ἢν μὲν ἐν τῷ μεταξὺ ξυμβιβάζοιντο, εἰ δ' οὖν, συμμαχοῖεν τότε κατὰ τὰ δόξαντα. καὶ οἱ μὲν ἀπέπλεον, ὁ δὲ βασιλεὺς ἐκλεξάμενος πρέσβεις πρὸς Ἀμογαβάρους ἀπέστελλε, τάξας καὶ ὃ ἦν βουλομένῳ οἱ δοῦναι χρυσίον, εἰς ἑκατὸν χιλιάδας ποσούμενον, εἰ δ' οὐ πείθουσι, προστιθέναι καὶ πλέον. οἱ γοῦν πρέσβεις ἐπιστάντες οὐδὲν ἤνυ τον· ἔτυχον γὰρ παμπληθεὶ πρὸ ἡμερῶν ἐκεῖνοι τῆς Καλλίου ἐκ στρατευσάμενοι. οὐδὲ γὰρ ἠρέμουν τὸ σύνολον κακουργοῦντες. καὶ δὴ τῆς βουλῆς ἐκείνοις ἐνδοιαζομένης, τοῖς μὲν ἐδόκει διελ θόντας τὸ μεταξὺ Βραγχιαλίου καὶ πόλεως, καὶ τὸ οἰκούμενον ἐρημώσαντας, τέλος τῇ πόλει προσσχεῖν καὶ προσκαθημένους ἀπαιτεῖν τοὺς μισθούς. εἰ οὖν λάβοιεν τούτους· εἰ δ' οὖν, τὸ δόξαν ἐπιτελεῖν. τοῖς δέ, καὶ μᾶλλον Τουρκοπούλοις διὰ τοὺς οἰκείους αὐτῶν κατεχομένους παρ' Ἀλανοῖς, ἐπ' ἐκείνους πρότε 601 ρον ἰέναι ἐδόκει, ἱκανῶς καὶ τῶν ἐφοδίων ἐφ' ἁμαξῶν ἔχοντας. καὶ γὰρ καὶ Ἀλανοὶ ἅπαξ βασιλέως ἀποστατήσαντες, πέμποντες πρὸς Ὀσφεντίσθλαβον ἤδη κραταιωθέντα (οὐδὲ γὰρ Ἀγχιάλου αὐτῆς, ἤδη δὲ καὶ Μεσημβρίας, ἀλλ' οὐδ' αὐτῆς Ἀγαθοπόλεως καὶ τῶν πέριξ ἀπέσχετο, ἀλλὰ καὶ τούτων ἦν ἐγκρατὴς ἐξ ὁμολο γίας) ἠξίουν πέμπειν Βουλγάρους, ἤν πῃ καὶ πρὸς αὐτῶν, ἐρ χομένων κατ' αὐτῶν, ὁρμῷεν Ῥωμαῖοι ἐφέξοντας. ἀλλ' ἐκεῖνοι μὲν ἐπὶ χιλίους, ὡς ἡ φήμη εἶχε, ποσούμενοι ἐξεπέμποντο. οἷς καὶ θαρρήσαντες Ἀλανοὶ πολλὴν τὴν ἐκεῖ καταδραμόντες καὶ ληϊσάμενοι, πρὸς Ὀσφεντίσθλαβον προσεχώρουν ἅμα γυναιξὶ καὶ τέκνοις. ὧν χάριν ὑπεραλγοῦντες Τουρκόπουλοι (οἱ γὰρ αὐ τῶν οἰκεῖοι παρ' ἐκείνοις ὄντες συνεξηλαύνοντο) πείθουσιν Ἰτα λοὺς καὶ τοὺς σὺν αὐτοῖς Πέρσας Ἀλανοὺς καταλαμβάνειν πρό τερον σπεύσαντας· εἶναι γὰρ καὶ παρ' ἐκείνοις οὐκ ὀλίγην λείαν διεβεβαίουν, ἣν φθάσαντες ἐκ Ῥωμαίων περιεβάλοντο, καὶ τάχ' ἂν αὐτοῖς ἐκ τοῦ ῥᾷστα προγενήσεσθαι περιγενόμενοι τῶν Ἀλα νῶν. ταῦτ' ἔλεγον Πέρσαι, καὶ ταῖς βουλαῖς περιῆσαν· πλὴν 602 γάρ τινων ὀλίγων πᾶσαι αἱ γυναῖκες σὺν τέκνοις τῶν Τουρκοπού λων παρ' Ἀλανῶν κατείχοντο. διὰ ταῦτα ἑπομένους εἶχον καὶ τοὺς λοιπούς. ἀλλὰ καὶ ἱκανοὶ ἐάθησαν. πλὴν γάρ τινων ὡς αἱ σύζυγοι πρὸς τὴν πόλιν
18.2.2
Ἀλανῶν ἀπεστάλησαν τὰς σπον δὰς ἐπικρατούντων........ ἀποστατήσαντας πρότερον τοῖς λοιποῖς πόνοις...... διὰ τοὺς οἰκείους, καὶ διὰ ταῦτα προεκ θέουσι τούτοις ἑπομένους εἶχον καὶ τοὺς λοιπούς. οὐ μὴν δὲ ἀλλὰ καὶ ἱκανοὶ ἐάθησαν παρὰ τῇ Καλλίου καὶ τῇ Μαδύτῳ (καὶ αὐτὴ γὰρ πρὸ μικροῦ σὺν φόνῳ πλείστῳ αὐτοβοεὶ διὰ τὴν σιτο δείαν ἡλίσκετο, καθάπερ μοι εἴρηται) ἐφ' ᾧ φυλάττοιντο τὰ πο λίσματα.