Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Τότε καὶ οἱ περὶ τὸν βασιλέα Ἀλανοὶ νόστου ἐμέ μνηντο, καὶ ἀπολύειν σφᾶς βασιλέα πρῶτον μὲν ἱκέτευον, ἔπειτα δὲ καὶ κατήπειγον. ἐπὶ χρόνον γὰρ καὶ προσταλαιπωρεῖσθαι, ὥστε δεῖν αὐτοῖς καὶ ἀνέσεως ἀήθεσιν οὖσι πολέμων ἐπὶ τοσοῦτον πολυημέρων· αὐτοὺς γὰρ Νογᾷ συστρατεύοντας, κατὰ πόδας τοῖς ἀντιπάλοις συμπλεκομένους, ἐπ' ὀλίγον μάχεσθαι, καὶ τὰ 315 πράγματα καθιστάντας τὸ λοιπὸν ἐν ἀνέσει τε καὶ τρυφῇ διαζῆν, ἐπὶ τοσοῦτον δὲ κατατρύχεσθαι μάχαις καὶ ἐκστρατείαις μήτ' εἰ δέναι μήτε μὴν δύνασθαι. ταῦτα λέγοντες δῆλοί τε ἦσαν ἕτοιμοι ὄντες ἀναχωρεῖν καὶ βασιλέως μὴ ἀφιέντος, καὶ τοῖς ἐπισχεῖν ὡρμημένοις ἀντιστῆναι. ταῦτα μὲν μαθὼν βασιλεύς, καὶ πολ λῶν ἀβουλήτων ἑτέρων αὐτὸν περιστάντωνκαὶ γὰρ ἔνθεν μὲν ὅσον ἦν περὶ αὐτὸν Ῥωμαϊκὸν μάχιμον, πεπυσμένοι περὶ τῶν σφῶν οἰκιῶν κειμένων ἤδη εἰς ὄλεθρον, ἀφέντες τὴν περὶ τὸν βα σιλέα στρατείαν ἀνεχώρουν, τὰ ἑαυτῶν ἕκαστος περιποιησόμενος· ὁ τούτου τε θεῖος ὁ Ἀσὰν ἐτεθνήκει, ὁ δ' ἕτερος θεῖος αὐτοῦ Μιχαὴλ ὁ δεσπότης νόσῳ περιπεσὼν ἀνεχώρει καὶ αὐτὸς πρὸς τὰ οἴκοι, καὶ τὸ πᾶν ἦν ἐν τοῖς Ἀλανοῖς. τὸ μὲν βιάζεσθαι σφᾶς καιρὸν οὐκ εἶχεν, ὅμως δὲ κατεῖχεν ἐκείνους ἐπὶ ῥητῷ τριμηνιαίῳ καιρῷ ἐφ' ὁμολογίαις ἐν ὅρκοις, ἦ μὴν ἢ ἱκανοῦν ῥόγαις ἢ ἀπο λύειν ἐντεῦθεν, ἐλπίζων διὰ τῶν πρὸς τὸν πατέρα καὶ βασιλέα γραφῶν τε καὶ μηνυμάτων πόρον ἐπὶ τούτοις σχεῖν ἢ μὴν χρημά των ἢ καὶ βουλῆς. βασιλεὺς δὲ μαθὼν ἐν φροντίδι ἦν τοῦ καὶ τῷ υἱῷ περιποιεῖν τὰ προσήκοντα καὶ τῷ ἔθνει τὰ ἀναγκαία ἐξι 316 κανοῦν· οὐδὲ γὰρ ὅλως ἀσφαλὲς ἔκρινεν ἀναχωρεῖν ἐκείνους ἐκεῖ θεν. ἀλλ' ἐν τούτοις ὄντος, ἔνθεν μὲν τὰ τῆς ἐκκλησίας ἄρ χονται καὶ αὖθις ταράσσεσθαι, ἔνθεν δὲ τὰ περὶ τὰ τῇδε μέρη ξυμπίπτειν δεινά, περὶ ὧν ἐσαῦθις ῥηθήσεται. καλὸν δὲ συνεί ρειν ἐς τέλος τὰ τῶν Ἀλανῶν, εἰ κἀκεῖνα ἐν τῷ μεταξὺ ξυμβεβή κει, ὡς ἂν ἡ περὶ τούτων ξύμφρασις συνεχὴς ᾖ.
19.1.2
Ἅμα δὲ τούτοις προσταττομένοις, ἐπεὶ οὐκ ἦν ἀντι τάττεσθαι τοσούτῳ πλήθει τοὺς ἡμετέρους, οἳ δὴ ἐν μέρει μὲν περὶ τὸν ἐπὶ τοῦ στρατοῦ Μαρούλην ἐν μέρει δὲ περὶ τὸν βασιλέα τοῖς ὀχυροῖς κατεστρατοπεδεύοντο, πέμψας ὁ βασιλεὺς τὰ πέριξ τῆς πόλεως ἀπανίστα, καὶ ταῦτ' ἤδη καιροῦ δρεπάνου οὐκ ἄπο καὶ θερισμοῦ. οὐ γὰρ ὀλίγον φόνον εἰργάζοντο ἐφιστάμενοι. ὅθεν καὶ φήμη ἦν ἐκείνους αὐτοὺς λέγειν, ἐρωτωμένων παρὰ τῶν ἰδίων πόσους ἄρα ἐν τοῖς ἐνιαυτοῖς ἐκείνοις πεφόνευκεν ἕκαστος, καὶ λεγόντων, ὡσεὶ πέντε χιλιάδας τοὺς πεσόντας συμποσωθῆ ναι. καὶ ὁ μὲν βασιλεὺς ταῦτα· ἐκεῖνοι δ' ἐφ' ἁμαξῶν σκευάς τε 603 ἰδίας καὶ τὰ ἐφόδια φέροντες (λόγος δὲ καὶ ταύτας ὑπὲρ τὰς τετρακοσίας εἶναι) ὅλῳ ῥυτῆρι ὁμόσε τοῖς Ἀλανοῖς ᾔεσαν. καὶ δὴ περί που τὰς εἰσβολὰς τῆς τῶν Βουλγάρων ἐπικρατείας κατα λαβόντες, μάχην στήσαντες κρατερὰν Ἀλανοῖς καὶ αὐτοῖς ταῖς καθ' ἑαυτοὺς ἁρμαμάξαις ὠχυρωμένοις ἐμάχοντο. ἀλλὰ πολλοὶ μὲν ἐκείνων στήσαντες τῆς ἀγενοῦς φιλοζωΐας εὐκλεῆ θάνατον ἀντηλλάξαντο· αὐτοὶ δὲ πολλοὺς ἀποβαλόντες, καὶ μᾶλλον τοῦ Περσικοῦ, τέλος τῇ μάχῃ εὐημερήσαντες, ἐξαναλωθέντων τοῖς Ἀλανοῖς τῶν κούφων βελῶν κἀκείνων εἰς φυγὴν τραπέντων, πολ λὴν λείαν ἐξηνδραπόδισαν. καὶ τὰς ἐν ἡλικίᾳ γυναῖκας καὶ λά φυρα ληϊσάμενοι ἐς ἡμέρας ἐλαφυροπώλουν. εἰσβαλεῖν ἐντεῦθεν καὶ ἐς Ὀρεστιάδα ἐκ τοῦ αἰφνηδὸν ἔγνωσαν, ἵνα γεγονότες πρῶτα μὲν ἐξ ἀτασθαλίας τόσης ἀμπέλους μὲν κατέκλων, λήϊα δὲ μήπω παρηβηκότα πικρῶς ἐξεθέριζον. ἐντυχόντες δὲ καὶ τῷ κατ' αὐ τὴν ἐμπορίῳ πυρποληθέντι τῇ προτεραίᾳ καὶ παρὰ τῶν ἐποίκων πρὶν αὐτοὺς εἰσβαλεῖν, καὶ ἐκ τοῦ ῥᾷστα κατασχόντες, ἐκεῖθεν κατὰ τοῦ ἄστεος, ὡς εἶχον, ἠκροβολίζοντο. ἀλλ' οἱ ἀμφὶ τὸν πιγκέρνην Ἄγγελον καί γε τὸν Σκουτέριν Χοῦμνον προτερήσαντες τῆς μάχης εἰσῆλθον τὸ ἄστυ, καί που περὶ τοὺς πεντήκοντα καὶ 604 ἑκατὸν ἀπῳκηκότας ἐξ ἀνατολῆς καταλαβόντες ἐκεῖ σὺν τούτοις, ὡς δυνατόν, τὴν ἐνδεχομένην ἐπιμέλειαν ἐποιοῦντο καὶ ὡς εἶχον τοὺς ἐπιόντας ἠμύνοντο. οἱ δὲ ἐφ' ἡμέραις ὀκτὼ σφοδρῶς ἐπι τιθέμενοι οὐδὲν τῆς καθ' ἡμέραν μάχης ἠφίεσαν. ἀπαιτοῦντες δὲ καὶ τὰ τοῦ Καίσαρος ὀστᾶ καὶ τοὺς ἔτι περιόντας τῶν Κατε λάνων, ὅσοι τῶν ἁλόντων τοῦ Ῥοντζερίου φονευθέντος Καίσαρος κατελείφθησαν, περί που τοὺς εἴκοσιν ἐναπολειφθέντας, εἰ καὶ τὸ ἄστυ παραδοῖεν, ἔφασκον μηδὲν ἄχαρι πείσεσθαι. ὡς δ' ἐπὶ μηδενὶ τοὺς ἐντὸς πειθηνίους εἶχον, ἐνεργέστερον ἐπολιόρκουν. καὶ τὰ μὲν πρῶτα τὴν τοῦ Βαρέως οὕτω πύλην καλουμένην, πῦρ ἐνιέντες, πυρπολοῦσιν εἰς τέλος· ὡς δ' ἔνδοθεν καὶ αὕτη τῷ ἐκ πετρῶν τειχίσματι περιεφράγνυτο, ἀμηχανήσαντες ἑλεπόλεις ἱστᾶσι. καὶ μηχάνημά τι πολιορκικόν, προωθουμένην εὐκινή τως ὑπότροχον κλίμακα, βύρσαις βοῶν δι' ὅλου κεκαλυμμένην, ἐξετοιμάσαντες φέροντες πρὸς τοῖς τείχεσιν ἵστων, καὶ τοὺς ἐπι βησομένους ἐξώτρυνον. ἦν δ' ἐν αὐτοῖς καὶ ὁ Φαρέντα Τζιμῆς σημαίαν ταῖς χερσὶ φέρων καὶ ἐξ ἄκρας κορύζης ῥὴξ μὲν Σικελίας φημιζόμενος, εὔελπις ὢν καὶ ἐπὶ τῇ ἁλώσει ὅσον οὔπω τοῦ ἄστεος. ἐκ χειρὸς τοίνυν καταστάσης τῆς μάχης καὶ ἀναρριχω μένων ἤδη τῶν θερμοτέρων, οἱ ἐντὸς ἀντιπαλαμώμενοι, κίονα 605 μακρὰν ὑπαναβιβασάμενοί τε καὶ προσαράξαντες ἐκ τοῦ αἰφνηδόν, τὸ μὲν μηχάνημα κατασπῶσι, πάντας δὲ τοὺς ἐκεῖ μεταχειριζομέ νους φθορᾷ προσεπέλασαν. καὶ οὕτω μὲν ἀπογνόντες τῆς ἀπα ναστάσεως ἅπτονται, οὐκ ὀλίγους ἄνδρας ἀρεϊκοὺς ἀποβαλόντες. κἀκεῖθεν Παμφύλου πειρῶνται, κἀκεῖ τὰ ὅμοια δράσαντες καὶ παθόντες ἐπὶ τὴν Καλλίου βαδίζουσιν. Διδυμοτείχου καὶ λίαν ἀπέσχοντο· καὶ γὰρ ὁ βασιλεὺς Μιχαὴλ ἐκεῖθεν ἐξώρμησε καὶ περὶ τὴν Μόρραν διέτριβε.

Intertext edge

Open linked passage

Note