Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1.1
Ἀλλὰ τούτων ἀνηρτημένων καὶ ἔτι ὁ βασιλεὺς τοῦ Τερτερῆ, ὃν δὴ βασιλέα Βουλγάρων ὁ λόγος ἐδείκνυ τοῦ Ἀσὰν ἐκεῖθεν ἀναχωρήσαντος, πέμψαντος καὶ ἀξιοῦντος περὶ τῆς γυ ναικὸς (τὴν γὰρ τοῦ Ἀσὰν αὐταδέλφην ὡς παρανόμως συζευχθεῖ σαν ἀπέστεργε, καὶ ἄλλως ὅτι καὶ τῆς ἐκεῖ ἐκκλησίας μὴ παρα δεχομένης αὐτὸν ἐν ἁγιασμοῖς, ὡς ἔλεγε, περὶ τὴν σύζυγον ἀνο μήσαντα) ταῦτα τοῦ Τερτερῆ διαμηνυομένου καὶ τὰς ἐσαῦθις ἀγα πῶντος σπονδάς, ἀποστείλας ὁ βασιλεὺς καὶ ἀγαγὼν τὴν γυναῖκα Νικαίαθεν (ἐκεῖ γὰρ καὶ συνετηρεῖτο) ἀπολύει πρὸς τὸν Τερτερῆν, πέμψοντα κἀκεῖνον αὐτίκα τὴν τοῦ Ἀσὰν ἀδελφήν, ὃ δὴ καὶ γέ γονε. καὶ τὸ ἐντεῦθεν, ἐπεὶ ἀδύνατον ἦν τὸν Ἀσὰν βασιλεύειν Βουλγάρων κραταιωθέντος ἤδη τοῦ Τερτερῆ, ἐκείνῳ μὲν σπέν δεται (τὰς γὰρ δυνάμεις τῆς Ῥωμαΐδος πολεμησειούσας ἐκλεί πειν), τὸν δ' Ἀσὰν κατὰ τὰς προτέρας συνθεσίας τοῦ πατρὸς δεσπότην Ῥωμαΐδος ἀποκαθίστησιν.
20.1.2
Ἐνεσχολακότος τοιγαροῦν τούτοις ὡς ἀναγκαίοις τοῦ βασιλέως κύκλῳ τὰ δεινὰ περιέστησαν, ὡς ἐκεῖ μὲν ἄλλους εἶναι τοὺς τὴν Ῥωμαίων κακοῦντας, ἐνταῦθα δ' Ἀμούριον καὶ Λαμίνσην καὶ Ἀτμᾶνα καὶ μυρίους ἄλλους τοὺς ἐπιόντας. οὕτω τοῦ τριμηνιαίου κατατριφθέντος καιροῦ Ἀλανοὶ καὶ ἄκοντος βασιλέως ἀναχωρεῖν ὥρμων. ὁ μὲν οὖν βασιλεὺς διὰ ταῦτα, ἐπεὶ οὐκ εἶχεν ἐν Μαγνησίᾳ καὶ ἔτι καθῆσθαι (οὔτε γὰρ προσβοηθεῖν εἶχε τοῖς κακουμένοις, καὶ ἀνία ἦν μὴ ἰσχύοντι, μυρία δὲ καὶ ἀπὸ τῶν ἐχθρῶν προσεδοκᾶτο ἡ ἐπιμώκησις, ἄλλως τε δὲ καὶ περὶ ἑαυτῷ ἐδεδοίκει τῶν ὅλων ἀνεστατωμένων), ἔγνω καὶ αὐτός, πλὴν ἀφα νῶς, ἀναχωρεῖν, ἔνθεν μὲν τοὺς τῶν ἰδίων ὀφθαλμοὺς ὑποκλέ 317 ψας, ἐκεῖθεν δὲ τὰς τῶν ἐχθρῶν ὑπονοίας παραλογισάμενος. ὅθεν καὶ ὑπὸ νυκτὶ καὶ χειμῶνι ἐκεῖθεν ἀναχωρεῖ. ἀλλ' οὔτε τοὺς ἰδίους ἔμελλε λήσειν εἰς τέλος, οὔτε μὴν τοὺς ἐχθροὺς ἐν παντελεῖ καταστῆσαι ἀγνοίᾳ τοιαῦτα ποιεῖν βουλόμενος. χρᾶται γοῦν διὰ μὲν τοὺς ἰδίους νυκτί, διὰ δὲ τοὺς ἐχθροὺς χειμῶνι, οὕτω ξυμπεσόν. ὅσοι τοιγαροῦν εὔζωνοί τε καὶ πρὸς τὸ φεύγειν προητοιμάσθησαν, τότε συνειλούμενοι τῷ στρατῷ πεζῇ καὶ βά δην, ἄνδρες συνάμα γυναιξὶ καὶ νηπίοις, παρ' ἱππεῖς ἐσπουδα σμένως φεύγοντας ἔτρεχον, καὶ ὅσον μὲν τὸ εὐτονοῦν ἦν, ὡς εἶ χον, δρόμῳ καὶ πόνῳ τὴν σφετέραν ὠνοῦντο ζωήν, οἱ δὲ λοιποὶ οἱ μὲν ἐξαπορούμενοι καθυφίεσαν καὶ πόνου καὶ δρόμου, οἱ δὲ παρὰ δύναμιν συνωθούμενοι ἔπιπτον ἐν τῷ μεταξύ, καὶ οἱ μὲν τῷ χειμῶνι ἐναπέψυχον, οἱ δὲ καὶ συνεπατοῦντο. καὶ ἦν τότε πόνος ἀλεγεινός, τῶν μὲν ἐχθρῶν ἐγγύθεν προσκαθημένων καὶ ἡμμέναις ταῖς παρ' αὐτοῖς πυραῖς δήλων ὄντων καὶ ἐπιδραμου μένων, εἰ θέλοιεν, ἄλλων δὲ τῶν μὲν ἀπορίᾳ καὶ ἰσχύος ἐνδείᾳ, τῶν δὲ χειμῶνι, τῶν δὲ καὶ φόβῳ, ἔστι δ' οὗ καὶ ταῖς παρ' ἀλ λήλων συμπατήσεσι κινδυνευόντων; πολλῶν δὲ καὶ ἐξ ἐφόδου με 318 τόπισθεν κατασχεθέντων. γέγονε ταῦτα, καὶ περί που ψυχὰς ἑκατόν, ὡς ἡ πίστις εἶχε, συνέβη κινδυνεῦσαι. αὐτοὶ δὲ μόλις καὶ ἀσυντάκτως σπεύδοντες τὴν Πέργαμον αὐτονυχεὶ ἐν πλείστῳ πόνῳ καταλαμβάνουσιν.
20.1.3
Ταῦτα καὶ πλείονα τούτων διαλαλήσας ἐκείνοις μὲν τὸ σφίσι συνοῖσον ἀφῆκε βουλεύεσθαι, αὐτὸς δὲ τὸν τοῦ οἰκείου 517 αὐταδέλφου τοῦ πορφυρογεννήτου Κωνσταντίνου υἱὸν ἀναδοχῆς ἀξιώσας μείζονος ἢ κατ' ἀδελφόπαιδα, ἅμα δηλῶν ὡς τάχα ἂν καὶ τῷ πατρὶ τούτου καλῶς ἐς ἅπαν ἐχρᾶτο καὶ διὰ τέλους ἤγαλ λεν, εἰ μή γ' ἐκεῖνος τὰ πρὸς αὐτὸν ἐφωράθη δύσνους, τιμᾷ οὔπω τελέως τοῦ ἑπτακαιδεκάτου ἐπιβάντα ἔτους τῷ τοῦ πανυ περσεβάστου ἀξιώματι, πλὴν οὐ κατὰ τὸ ἀρχῆθεν τῆς ἀξίας ταυ τησὶ σχῆμα, ἀλλὰ καὶ τοῖς ἐκ τῶν κιρρῶν παρασήμοις σεμνύνει, ἃ δὴ τῆς ἐπαρχίας πρότερον σύμβολα ἦσαν, ἀξύμβολον ὅσον ἐπὶ τούτοις τοὐντεῦθεν τὸν ἔπαρχον καταστήσας. οὕτω γὰρ πρότε ρον κἀν δυσὶν ἐπάρχοις, τῷ τε Ὑπερτίμῳ καὶ τῷ Χαλκεοπούλῳ, πεποίηκεν, ἀξυμβόλους καταστήσας σφᾶς, ὡς ἄξιον ὂν τὸν ἐγ γὺς βασιλέως ὄντα καί γε πρὸς αἵματος, λέγων, παρασήμοις τοιούτοις σεμνύνεσθαι. ταῖς δὲ περὶ τὸν υἱὸν καὶ βασιλέα δυνά μεσι πέμψας προστάττει, ἐπεὶ ἐκείνους οὕτως ἀπέπεμπε, συνα χθείσας περί που τὴν Ἄπρω στρατοπεδεύεσθαι, κἄν που συνεξορ μῷεν σὺν Ἀμογαβάροις Κατελάνοι, πειρᾶν ἐπέχειν πολέμῳ. καὶ ταῦτα μὲν ἔπραττε βασιλεύς, οὐδὲ τὸν γαμβρὸν ἀφιεὶς ὅλως τῆς προσπαθείας καὶ ἀπαρτῶν τῆς κηδεμονίας, ἀλλὰ παντοίως προσποιούμενος καὶ Καίσαρα ἤδη φημιζόμενον, ἐπεὶ καὶ ἡ σύζυ γος ἐκείνου τὰ Καισαρικὰ ἅμα δεξαμένη περιεβέβλητο. καὶ 518 ταῦτ' ἔπραττε τῶν πολλῶν διιστᾶν ἐκεῖνον πειρώμενος, ἐπεὶ καὶ αὐτὸς τοιαῦτα πέμπων πρὸς βασιλέα διεμηνύετο.
20.1.4
Πρὶν δ' αὐτοὺς ἐκεῖ παραγγεῖλαι, ἐπεὶ καὶ αἱ ἐκ Γεννούας νῆες ἐκ Τραπεζοῦντος καὶ τῶν ἄνω τόπων κατάρασαι προσέσχον τῇ Κωνσταντίνου καὶ ἤδη ἐπ' οἴκου ἔμελλον ἀποπλεῖν (οὐδὲ γὰρ ἐδόκει τῷ βασιλεῖ παρακατέχειν σφᾶς κατὰ συμμα χίαν· αὐτοῖς μὲν γὰρ οὐκ ἦν κατὰ γῆν πολεμεῖν, Ἀμογάβαροι δὲ κατέθεον τὴν μεσόγειον), τέως δ' ὅπερ ἦν αὐτοῖς δυνατὸν καὶ τῷ βασιλεῖ χρήσιμον κατεφαίνετο, βασιλέα τε ἠξίουν ὅπερ ἂν βούλοιτο προστάττειν. ὁ δὲ ἐκ παρόδου προσσχεῖν τῇ Καλλίου προσέταττε καὶ πεῖραν προσάξαι, κἀκεῖνοι ὑφίσταντο, παρά τι νων εὐαριθμήτων φυλασσομένῃ, καί τι γενναῖον, εἰ δυνηθεῖεν, 606 διαπραξαμένους ἔπειτα ἀποπλεῖν. ὡς γοῦν προσέσχον, μάχην συστήσαντες τὸ μὲν ἐμπόριον πυρπολεῖν ἐπιχειροῦσι, πῦρ δ' ἐναύ σαντες καί τινα τῶν νηῶν ἐφορμῶσαν τῷ λιμένι καταφλέξαντες τὸ μέρος, οὐδὲν πλέον ἤνυσαν. εἶτα καί τινα τῶν ἰδίων εὐγενῆ γεννάδαν ἀποβαλεῖν κατὰ πόλεμον, πληγῆναί τε καὶ τὸν Μουρί σκον ἀμηραλῆν. ὡς δὲ τῷ ἄστει ἐπεχείρουν, μοῖρά τις τῶν πο λεμίων φανεῖσα, πολύν τε στήσαντες τὸν κονιορτὸν κἀντεῦθεν δόξαντες εἶναι τὸ σύμπαν τῆς στρατιᾶς, δειλίαν ἐμβάλλουσι μα χομένοις ἐκ τοῦ ἐξαίφνης. καὶ διὰ ταῦτα, οὐκ ὀλίγα καὶ τῶν λαφύρων ἐκεῖνοι λαβόντες καὶ πρύμναν κρουσάμενοι, ἀπελύοντο πρὸς τὰ ἴδια ἤθη.