Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Georgius Pachymeresii 211 · pg-scrape-grcMore by Georgius Pachymeres
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
211.1.1
κατὰ τῶν ἡμετέρων λύσσαν καὶ καθιστῶν τὸ πολέμιον ἡμερώτε ρον, τοῖς δὲ τὰς τιμὰς ἐπαύξων καὶ τὰς προθυμίας ἐπιρρων νύων, μὴ μόνον ἐφιεὶς ἑκάστῳ κερδαίνειν ὅπερ ἐς χεῖρας ἐκ τῶν ἀλλοτρίων σκύλων ἐτύγχανε γεγονός, ἀλλὰ καὶ ἀφ' ἑαυτοῦ προσ τιθεὶς τὰ πλεῖστα, τὸν ἐκ τῶν ἐχθρῶν πλοῦτον ἡ μετὰ τύχης ἀρετὴ εἰς χεῖρας ἦγεν ἐκείνῳ. πρὸς γὰρ τοῖς ἄλλοις καί τι φρού ριον πρὸς τὸ Μελανούδιον τῶν δύο βουνῶν, πάλαι μὲν ἡμέτε ρον τότε δὲ τῶν ἐχθρῶν, ὃ πάλαι οἶμαι τὸ Μιλησίων Διδύμιον ἐφημίζετο, ἔτυχε πολέμῳ κρατήσας τοιῷδε τρόπῳ. ὡς γὰρ ἡ πρώτη τῶν γυναικῶν τοῦ Σαλάμπακι Πέρσου, ἐξ ἀνθρώπων ἐκεί νου γεγονότος, ἐκεῖ πεφύλακτο, τεθησαύριστο δὲ καὶ πλοῦτος παντοδαπός, τὸ μὲν πολέμου νόμῳ τοῦ φρουρίου περιγενέσθαι ἀδύνατα τέως εἶχεν, ἔγνω δὲ σοφίσασθαι τὴν γυναῖκα, ὥστε καὶ πέμπων ὡς δῆθεν ἐν ἀπορρήτοις ἀγαγέσθαι ταύτην σύζυγον ὑπισχνεῖτο. ὡς γοῦν πολλάκις πέμπων οὐκ ἔπειθεν, ἐπισχὼν τοὺς τῆς λίμνης καράβους συνδεῖ σχοίνοις, καὶ ξύλα μέγιστα ἐνιεὶς ἐπ' ἐκείνων κατασκευάζεται μόσυνας. τὰ δ' ἄλλα πλοῖα 212 πληρώσας πολεμιστὰς ἐν τούτοις ἑλεπόλεις ἱστὰς καὶ μαχόμενος (οὐδὲ γὰρ κατὰ τὸ τυχὸν καὶ αὐτὸς παρὰ τοῖς ἐχθροῖς ἐκλεΐζετο, ἀλλ' ὀνόματος ἐπέβαινεν ἅμα μὲν φοβεροῦ ἅμα δέ γε καὶ ἐρασμίου, ὡς καὶ πολλοὺς προσχωρεῖν καὶ ὑπ' ἐκείνῳ ἀγαπᾶν τάττεσθαι) αἱρεῖ μὲν οὕτω τὸ φρούριον, πλοῦτον δ' ἐκεῖθεν οὐ ῥᾳδίως ἀρι θμητὸν περιβάλλεται, τοῖς δ' ἰδίοις, ἀλλά γε καὶ τοῖς προσχω ροῦσιν εὔπορον καθίστα τὸν βίον. ὅθεν καὶ πολλοὶ ὑπ' ἐκείνῳ δεδουλωμένοι ἔχαιρον, καὶ ὑπ' αὐτῷ τεταγμένοι ἦσαν καθ' ὧν περ καὶ προσταχθεῖεν, ὡς κατ' ἀγάπην ἅμα γυναιξὶ μετῳκημέ νοι καὶ τέκνοις. ἐντεῦθεν καὶ παρὰ τὸ εἰκὸς ἀγαπήσαντες οἱ ὑπ' ἐκείνῳ ταττόμενοι, καὶ μᾶλλον οἱ Κρητικοί, ἤρξαντο θεραπεύειν καὶ τρόποις καὶ λόγοις ὑπὲρ ὃ προσῆκεν ἐκείνῳ, καὶ εἰς ἀποστα σίαν τὴν ἀπὸ βασιλέως ὑπέκνιζον. ὁ δὲ νέος ὢν ἄλλως καὶ φυ σηθεὶς ἐκ μεγίστου φρονήματος, τὰ μὲν πρῶτα τοὺς λογισμοὺς 213 κραδαινόμενος πολὺς ἦν προσλιπαρῶν βασιλέα τῆς ἀρχῆς μετατί θεσθαι. ἀλλ' οὐκ ἔπειθεν. οἶδα δ' ἔγωγε γνοὺς τῷ πυθέσθαι τοῦ βασιλέως Μιχαὴλ ἡμῖν ὁμιλοῦντος καὶ περὶ ἀμφοτέρων τῶν αὐταδέλφων λέγοντος καὶ ὥς τι τῶν εἰς ἔπαινον τιθεμένου μέγαν τὴν τἀδελφοῦ περὶ θατέρου κρίσιν τὴν τῆς ἀρχῆς παράλυσιν ἐπισπεύδοντος. ἐπειδὴ γὰρ ἐκεῖνος μὲν καὶ ὑπὸ μεσίταις ἐζήτει τῆς ἀρχῆς ἀφεθῆναι καὶ πολὺς ἦν εἰς τοῦτο δεόμενος, ὁ δὲ πρῶ τος τῶν σεβαστῶν καὶ ἀδελφὸς ἐκείνου δυσωποῦντος ἀκούων πε ριήλγει καὶ κατεμέμφετο, καὶ αὐτοῦ κατέναντι βασιλέως ἀπιστίας ἐγγὺς τὸ πρᾶγμα ἔκρινεν, ἤν τις κατασταθεὶς εἰς ἀρχήν, πρότε ρον ἢ βασιλέα ἀφ' ἑαυτοῦ κινηθέντα κελεύειν, αὐτὸς ζητοίη καὶ προσαναγκάζοι τὴν ἄφεσιν, βασιλεὺς τὸν λόγον ἀποδεξάμενος, ἐπὶ σχολῆς περὶ ἀμφοτέρων πρὸς ἡμᾶς λέγων, ἐκείνου μὲν τὴν ὑπὲρ τοῦ ἀποθέσθαι τὴν ἀρχὴν ἱκεσίαν ὑπεδήλου, τούτου δὲ τὴν κρίσιν ἐθαύμαζε, λόγῳ δεικνὺς ὁπόσον οἶδεν οὗτος ὑπὲρ ἐκεῖ νον τὸ πρὸς τοὺς βασιλεῖς παρὰ τῶν ἐν τέλει κατὰ τὸ εἰκὸς ὀφει λόμενον. τὰ πρῶτα γοῦν οὕτως ἐκεῖνος οἰκονομεῖν ἔγνω τοιού τους λογισμοὺς ἀποκρούσασθαι. ἐπεὶ δὲ ἡ ῥανὶς ἠνδελέχει ὥστε 214 καὶ τὴν πέτραν, τὸ τοῦ λόγου, κοιλαίνειν ἔχειν, καὶ οἱ ἀμφ' ἐκεῖνον μετέωροι πρὸς καινοτομίαν ἦσαν, μεῖζον ἢ κατὰ στρατη γὸν θωπεύοντες, καὶ τέλος τὴν ἀπὸ τοῦ βασιλέως τινὲς τῶν ἐκεί νου ἀποστροφὴν οἷον καὶ εἰς τὸ μετέπειτα ἐπλάττοντο κάκωσιν, ἐν δεινῷ τιθεμένου λέγοντες τὸν τοσούτων χρημάτων σωρόν, ὡς αὐτοῦ μὲν δέον ὂν τὰς δυνάμεις ἱκανοῦντος ῥόγαις, ἐκείνου δὲ νοσφίζεσθαι βουλομένου τὴν δι' ἐκείνων τῶν ἐχθρῶν προνομήν, φρόνημα ἐντεῦθεν νεανικὸν καὶ πλέων ἐξ ἀνδραγαθίας φρονήμα τος ὑποκατακλίνειν πρὸς ὅπερ ἤθελον ἤρξαντο, καὶ ἀδοξεῖν ἐποίουν ὡς οὐδὲν τὸν δεσπότην ὄντα. συνῆσαν αὐτῷ καὶ μονά ζοντες, ὁ μὲν φιλίως ὁ Τάρχας ἐκ δύσεως, τότε δὲ τῆς τῶν Σανίδων μονῆς καθηγούμενος, ὁ δὲ προσγενῶς ὁ Ἀκροπολίτης Μελχισεδέκ, θεῖος ὢν τῆς αὐτοῦ γυναικός, πρὸς ἐκεῖνον ἔχον τες, οἳ δὴ καὶ ὡς εἶχον κατήπειγον τὴν ἐγχείρησιν· πολλὰ γὰρ ἔλεγον φθάσαι πανουργήσασαν τὴν τύχην, εἴ που μὴ αὐτὸς προ λαβὼν τὰς ἀπὸ τοῦ βασιλέως ὀργὰς ὑποτέμοιτο. τὸ δέ γε στρα τιωτικὸν ἅπαν καὶ παρακεκινημένον ἦν καὶ πρὸς ταραχὴν μετέω 215 ρον, διὰ μίσους τοὺς περὶ τὸν βασιλέα ποιούμενοι, καὶ φανερῶς τὰ τῆς μεταβολῆς ἠβούλοντο, διαγανακτοῦντες εἰ αὐτοὶ μὲν διὰ πόνων χωροῦντες καὶ τῶν ἐσαεὶ κινδύνων ἑτέροις τὴν ἐξουσίαν χα ρίζονται, ἐκεῖνοι δ' ἐν ἀνέσει τρυφῶντες μηδὲ χάριν εἰσομένοις ἐῴκεσαν ὧν εὖ πεπόνθασί τε καὶ πάσχουσι παρ' αὐτῶν, ἀλλὰ καὶ μᾶλλον καὶ τῶν ἀποτεταγμένων κολούονται. καὶ προσερχό μενοι κατὰ στίχας πλέον ἐθεράπευον τοῦ εἰκότος, καὶ ἀξιώτερον ἄρχειν αὐτὸν παρὰ τοὺς ἄλλους ἐδικαίουν καὶ προσηνάγκαζον, ὀλίγα βασιλέως καὶ τῶν τοῦ βασιλέως φροντίζοντες. εἶναι γὰρ σφίσιν ἐκ πολλῶν τὸ βουλευόμενον ἀνυστόν, καὶ μᾶλλον τριῶν τῶν ἰσχυροτάτων, τοῦ τε τὸν λαὸν πάντα ζημίαις βαρούμενον καὶ συνδόσεσιν εἰς ἀποστασίαν ἕτοιμον εἶναι, τοῦ τε πάντας εὐ μενῶς πρὸς αὐτὸν ἔχειν, ὅσοι δὴ καὶ ὑπ' αὐτῷ στρατεύονται, καὶ τρίτου τοῦ καὶ παμπληθοῦς εὐπορεῖν Περσικοῦ, ἀνδρῶν οὐκ ἄλλον εἰδότων ἢ τὸν αὐτοὺς αὐτομολήσαντας καὶ ὑποδεξάμενον καὶ ὡς εἰκὸς θεραπεύσαντα· εἶναι δὲ καὶ εἰς χιλιάδας ποσουμέ νους, μαχίμους ξύμπαντας, ἑνὸς ἐξημμένους βλέμματος τοῦ 216 σφᾶς ἄγοντος. ταῦτα λέγοντες κατεμάλασσον τὴν ἐκείνου γνώ μην μετεωριζομένην ἤδη πρὸς ἀρχῆς ὄγκον, καὶ φανερῶς ἀπο στατεῖν ἔπειθον. τότε τοίνυν τόσους ὁρῶν ἐκείνους τολμήματος γέμοντας οὐ μετρίου καὶ ταῖς ὑπὲρ τοῦ ζῆν εὐμαρῶς ἐλπίσι σπερ χομένους, πρὸς μὲν τὸ τῆς ἐγχειρήσεως μέγεθος καὶ λίαν ἄτολ μος ἦν καὶ ἐπιεικῶς κατωρρώδει, τῷ δὲ κατὰ σφᾶς ἀλογίστῳ θράσει ἐν ἐλπίσιν ἦν ταῖς μεγίσταις καὶ ἀπεθάρρει τὸ τόλμημα. ἀλλ' ὅμως πείρᾳ θέλων μαθεῖν καὶ τῶν λοιπῶν τὴν γνώμην, καὶ εἰ πάντες πρόσκεινται τοῖς αὐτοῖς, συναγαγὼν εἰς ταὐτὸ συνό λους καὶ σταθεὶς ἐπὶ μέσων πλεῖστά τε κατετείνετο, ἐξ ὧν παρί στα τὴν πρὸς αὐτοὺς ἀγάπην καὶ τὸ δημοτικὸν ἐφ' ἅπασι, τήν τε ὑπὲρ τῆς τῶν Ῥωμαίων μετὰ σφῶν αὐτοῦ σπουδήν, καὶ τὴν ἀπὸ τῶν ἐν ἀνέσει καὶ τρυφῇ διαγόντων (τοὺς περὶ τὸν βασιλέα λέγων) οὐχ ὅπως ἀποδοχὴν ἀλλ' οὐδὲν ἧττον ἀποστροφὴν καὶ ἐπαιτιάσεις μυρίας μηδὲν προσηκούσας, ὥσπερ ἂν αὐτὸς μὲν ἐτρύφα τοῖς πράγμασι καὶ συνάμα κατεβλακεύετο, ἐκεῖνοι δ' ἐπό νουν καὶ κατεγήρων τοῖς κράνεσι καὶ μάχαις ταῖς κατ' ἐχθρῶν 217 παρεβάλλοντο. δοκεῖν γὰρ ἐκείνους μὴ χαίρειν ἐπὶ τοῖς σφῶν κατορθώμασιν, ἀλλὰ καὶ μᾶλλον ἀδημονεῖν καὶ ἀλύειν ὡς κακὰ πάσχοντας. παρ' ὧν καὶ τί προσδοκᾶν εἶναι τῶν ἀγαθῶν τοῖς ὁσημέραι ταλαιπωρουμένοις, ὅπου γε καὶ οὐκ ἀγαθὰς τὰς ἀπ' ἐκείνων πρὸς αὐτοὺς ἀφιγμένας φήμας φόβον τὸν ἔσχατον ἐμ ποιεῖν συμβαίνει ὡς διαπραττομένοις τὰ χείριστα; ταῦτα δ' εἶναι μὴ μόνον πολλῶν φθονούντων ἄλλων, ἀλλὰ καὶ βασιλέως αὐτοῦ μηδὲν ἐπαΐοντος πρὸς τὰ παρ' αὐτῶν·" οὗ δὴ μὴ συνηδομένου, ὡς ἐκ τῶν πραγμάτων ἄν τις καὶ συλλογίσαιτο," ἔλεγε" κατορ θοῦσιν ἡμῖν, σφαλεῖσί γε πάντως τίς ἐλπὶς ὑπολέλειπται;" ταῦτα λέγων, καὶ τὰς δυνάμεις καταδημαγωγῶν τῷ καὶ βαθυτέρων ἅπτεσθαι καί γ' ἐμφανεστέραν τὴν αὐτοῦ γνώμην ποιεῖν ὡς ἀπο στατησείοντος σὺν αὐτοῖς, εἰ βούλοιντο (οὕτω γὰρ ἂν καὶ τοῦ λοιποῦ εὐμαρῶς διάξειν, εἰ καθ' αὐτοὺς πονοῦντες αὐτοὶ τῶν κινδύνων τὰ ἆθλα καρπίζοιντο), εὐθὺς καὶ ἔτι συνείρων τοὺς λόγους, καὶ τῶν κρατούντων τὰ πολλὰ καθαπτόμενος ὡς μηδ' 218 οἵων τ' ἐσομένων ἑαυτοῖς ἀμύνειν μηδὲ βραχὺ ἐκείνων ἀποκλι νάντων, ὑπερηφανῶν ὅλως καὶ μεγαλιζόμενος ἐν τοῖς πράγμασιν, ἐκείνους εὕρισκε παραυτὰ πειθηνίους ἐς τόσον ὥστε καὶ βοᾶν ἀπεν τεῦθεν καὶ πόλλ' ἄττα λέγειν ἀπόφημα κατὰ βασιλέως, ἀπο προσποιουμένους τὴν ὑπ' ἐκείνῳ δουλείαν καὶ ὑπ' αὐτῷ τάττε σθαι θέλοντας. ὅθεν καὶ ἀλλήλους παρακροτήσαντες ὡς οὐδὲν ὧν ἔγνωσαν μεταβληθησόμενοι, αὐτὸν καὶ τὴν ἡγεμονίαν δέχε σθαι κατηνάγκαζον ὡς ὑπὲρ αὐτοῦ γε καὶ τεθνηξομένων ἁπάν των, εἰ εἰς ἀνάγκην τινὰ κατασταῖεν. καὶ τοῦτο συμβαίη· μηδὲ γὰρ ἔχειν ἐντεῦθεν ὅλως ἀφηνιάσαντας ἀμφιγνωμονεῖν ἐπ' ἐκείνῳ, ἀλλ' ἀξιοῦν ἐρρωμένως καὶ τοῦτον στῆναι τοὺς λογισμοὺς καὶ μηδὲν τῶν ὅσα φέρει τοῖς καθ' αὑτὸν ἀρωγὴν ταῖς ἀμφινοίαις καταπροΐζεσθαι. μηδὲ γὰρ δίκαιον αὐτοὺς μὲν ἐκ τοῦ παραχρῆ μα ὅλαις ἡνίαις αὐτῷ προσρυῆναι καὶ αὐτοῦ μόνου ἔχεσθαι, καὶ ἢ θωπείαις ἢ φόβοις ἕτοιμον εἶναι ἐνδιδόναι τε καὶ ὑποχαλᾶν. τοῦτο γὰρ ἰδεῖν τινὰς καὶ ἐπὶ τῶν ἐνοχλούντων, βάρος τὸ προσ τυχὸν εἴπερ οὐχ ἅμα πάντες ἐρρωμένως οὐδ' ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς ἀνωθοῖεν ἐνστάσεως, κινδυνεύειν, εἴ τινες καθυφεῖντο, ἐντεῦθεν πάσχειν τὰ ἔσχατα ξύμπαντας. μέγαν δ' εἶναι καὶ τοῦ 219 τον οὐχ ἧττον τὸν ἆθλον, καὶ κοινῆς τῆς ἀπὸ πάντων δεόμενον κατὰ τὸ προσῆκον ἐνστάσεως. ταῦτα λεγόντων τε καὶ τῷ πιστῷ κατὰ σφᾶς θάρρει διδόντων, εἴκει μόλις ἐκεῖνος καὶ τὸ τῆς ἡγε μονίας ἀναδέχεται ὄνομα. καὶ δῆλος ἦν ἐντεῦθεν ἐκ πολλῶν ὧν ἔπραττε στρατηγίαν φέρων καὶ ἀρχὴν ἀνυπεύθυνον, οὔπω δὲ ἢ παρασήμοις ἢ μὴν ὀνόματι ἀπεθάρρει κλεΐζεσθαι, καί τοι τὰ πολλὰ παρὰ τῶν προυχόντων ἐν τῷ στρατῷ βιαζόμενος. ἐξου σιαστικώτερον δὲ τῶν πραγμάτων ἐπείληπτο, καὶ οὐδὲν ἐδόκει οἱ ἐξ οὗπερ ἂν καὶ ὠρρώδει, οὐδ' ἄλλοις ὑπακούειν ὅλως τὸ ἀπὸ τοῦδε ὑφίστατο, ἀλλ' αὐτὸς ἡγεμὼν ἐν πᾶσι καὶ παρὰ σφίσι καὶ ὅπῃ παρῄει. ἔφριξαν γὰρ τότε καὶ οἱ περίοικοι τὴν ἐπισύστασιν, καὶ μᾶλλον ὅτι τὸ Περσικὸν πολὺ ἦν, οἷς δὴ καὶ πιστοῖς ἐχρῆτο καὶ παρασπίζουσιν ἀπεθάρρει, καὶ μόνον κελεύειν ἦν ὡς συνδρα μουμένοις αὐτίκα καὶ κατὰ τὸ ἐκείνου δρασείουσι θέλημα. ἀπέ σβεστο τοιγαροῦν ἐκεῖσε τὸ βασιλέων ὄνομα, παρὰ μόνον τὸ εἰς περισυρμὸν μεμνῆσθαι καὶ λοιδορίαν. αὐτὸς δ' ἦν ἐκείνοις καὶ ἄρχων καὶ ἡγεμὼν καὶ βασιλέως φέρων, εἰ καὶ μὴ ὄνομα, ἀλλ' ἀξίωμα. καὶ ὅσων τῶν ἐκεῖ φρουρίων ὡς ὕπαρχος βασιλέως ἐπείληπτο πρότερον, ταῦτ' ἀποστείλας τοὺς καθέξοντας ὑφ' 220 ἑαυτὸν ἄλλως καθίστη ὡς δεσποτικῶς τοὐντεῦθεν ἄρχοντα. ἢν δέ που καὶ μοναῖς παραβάλλῃ (πολλαὶ δ' αὗται καὶ μέγισται), οὐ βασιλέως ἦν ὄνομα τὸ μνημονευόμενον, ἀλλ' αὐτοῦ γε καὶ μόνου κατά τι κράτος ἀρχοντικὸν καὶ αὐτοδέσποτον ὄνομα. ἀφ' ὧν καὶ πολλὰ δεσποτικῶς ἀφαιρούμενος τοῖς στρατιώταις παρεῖ χεν, ἀσμένως τῶν ἐχόντων κατατιθεμένων παρ' αἰτίαν ταύτην ὅτι τοιούτοις καιροῖς ἐμπεσόντες οὐ τὰ προσήκοντα τοῖς καιροῖς ἔπασχον, ἀλλ' ἄσκυλτοι διέμενον καὶ ἀτάραχοι. πρῶτον δ' ἦν ἐκείνου στρατήγημα τὸ ἐκεῖ που τὸν ἀδελφὸν τοῦ βασιλέως Θεό δωρον διατρίβοντα ἀποστεῖλαι τοὺς κατασχόντας· ὃν δὴ καὶ κα τασχόντες τῷ κατ' Ἔφεσον φρουρίῳ φέροντες ἐγκατέκλεισαν. ἔπειτα τὴν στρατείαν ἀναλαβών, συνεωσμένων σφίσι παρ' ἐλπίδα καὶ τῶν πραγμάτων, ἐν τοῖς κατὰ Νύμφαιον τόποις ἅμ' ἠυλί ζοντο. καὶ δὴ συνεκρότει μὲν τοὺς ἱππεῖς καὶ φιλοτιμίαις ἤγαλ λε πάσαις, τοὺς δέ γε πεζοὺς ἐπιβήσας ἵππων ἱκανοὺς ὁπλίτας ἐξητοιμάζετο. ἀφεώρα δὲ καὶ πρὸς τοὺς ἀλλαχόθι ἡγεμονεύον τας, καὶ ἐσκόπει πῶς ἂν αὐτῶν περιγένοιτο. καὶ τῶν μὲν ἄλλων ἀμελῶς εἶχεν, ὡς αὐτίκα ἢ χειρὶ ἢ λόγοις προσαξόμενος· περὶ δέ γε τοῦ πρωτοβεστιαρίτου Λιβαδαρίου, ὅσον συνέγγυς εἶχε τὴν ἀπ' αὐτοῦ ἡγεμονίαν ἐν τοῖς περὶ τὰ Νεόκαστρα καὶ Λυδίαν πᾶ 221 σαν καὶ Σάρδεις αὐτάς, τοσοῦτον καὶ διὰ φροντίδος πλείονος εἶχεν ἑλεῖν, εἰ καὶ ἄλλως ὑπερηφάνει, οὐδὲν τἀκείνου οἰόμενος, δίκην δὲ πτωκὸς ἐλπίζων ἐκεῖνον χειρώσασθαι. ἀλλ' ἔδειξε ταῦτα διὰ βουλῆς ἔχων, ὡς ὅπου θεὸς ἀντιπράττει, καὶ ὁ δοκῶν βρα δὺς φθάνει καὶ τὸν ὠκύτατον, πᾶσα δ' ἰσχὺς μάταιον συνέσεως ἀμοιροῦσα. ἐκεῖνον γὰρ καὶ βλέπειν ἤθελον ἐν βασιλικαῖς ἀξίαις οἱ συλλαμβάνοντες, ὡς ἐντεῦθεν ἀναρρίψαντας κίνδυνον ὅλως ἐμπεδωθέντας ὅλαις ἐνεργεῖν προθυμίαις καὶ ἐπαποθνήσκειν τῇ ἐγχειρήσει βούλεσθαι. τὸ δ' ἦν ἐν ἀναβολαῖς τὸ τόλμημα, ὡς δοκεῖν διευλαβεῖσθαι καὶ ἀμφιγνωμονεῖν. καὶ τὸ μὲν παρὸν στέργων, πρὸς δὲ τὸ μέλλον ἀποσκοπῶν, ἐκείνους μὲν ἐθερά πευε παντοίως καὶ χάριν ἐδόκει εἰδέναι μὲν τῆς εἰς αὐτὸν σπου δῆς, ἑαυτὸν δὲ παρεξῆγε τῶν μεγίστων ὀνομάτων, οὐκ εὔελ πις ἀραρότως ὢν ἐπὶ τῷ τέλει, ἀλλὰ καὶ λίαν δυσελπιστῶν. καὶ αὐτὸς μὲν οὕτω διττὰ στρέφων τὸν καιρὸν ἐζυγοστάτει, καὶ τὸν μὲν παρόντα ὡς εἶχεν ἐξεθεράπευε, τὸν δὲ μέλλοντα ὑφωρᾶτο, καί γε ἀπολογίαν ὑπολελεῖφθαι, ἄν τι προσκρούσοι, προυνόει. τοῖς δέ γε Κρητικοῖς, καὶ μᾶλλον τῷ σφῶν ἐξηγουμένῳ Χορτάτζῃ, 222 τοῦτ' ἀσφαλὲς οὐκ ἐδόκει τέως· αὐτῷ γὰρ εἶναι καὶ ἐσαῦθις με ταγνόντι παραιτεῖσθαι πρὸς βασιλέα, καὶ ὑπ' ἀσφαλείᾳ τῇ ἐοι κυίᾳ, ἔστι δ' οὗ καὶ ὑπὸ μεγίσταις χάρισιν, εἰς χεῖρας ἑαυτὸν ἐγχειρίζειν τοῖς πρὸς τὸν βασιλέα ἀξιοῦσι, σφίσι δ' εἶναι τὸν κίνδυνον ἄφυκτον πάντως, οὐκ ἔχουσιν ὅπῃ ἂν τῶν τῆς ἀποφυ γῆς τόπων ἐκσταῖεν καὶ ἀπερείσαιντο. Καὶ ταῦτα μὲν ὁρώντων τὰς τοῦ ἡγεμόνος ἀναβολὰς ὁ νοῦς οὐκ ἔξω τῶν εἰκότων ἀπεσχεδίαζε, καὶ ἐν ὑπονοίαις μεγίσταις ἐποίει εἶναι· (10) ἑτέρωθεν καὶ ὁ πρωτοβεστιαρίτης τὸ ξυμ πεσὸν παρὰ πᾶσαν ἐλπίδα μαθών, τῷ βασιλεῖ καθοσιούμενος ὡς παρ' αὐτοῦ τιμηθείς, ἐν φροντίσιν ἦν καὶ περὶ τοῖς ὅλοις ἐδε δίει. ποῦ γὰρ εἶχεν ἐκεῖνος ἀναρριφθέντος τοσούτου κινδύνου πρὸς τόσον στρατιᾶς ἀντιστῆναι πλῆθος; εἰ δ' οὖν ἀλλ' εἰ καὶ συμπλοκὰς ἐνενόει μόλις, ὁ γοῦν ἐντεῦθεν κίνδυνος οὔπω συστᾶ σαν τὴν περὶ τούτων ἔννοιαν ἔλυε. χωρὶς γὰρ τῶν ἐκ τῆς Ῥω μαΐδος δυνάμεων, τὸ περὶ ἐκεῖνον Περσικὸν μόνον καὶ ξενικὸν ἀποχρῶν εἶναι πρὸς τοὺς περὶ αὐτὸν εἰς ἀνταγώνισιν ᾤετο, ὥστε μηδ' ὑποστῆναι τούτους φανέντων ἐκείνων. ἄλλως τε δὲ καὶ φοβερῶν τοιούτων ἁψαμένους ἐκείνους εἰκὸς εἶναι καὶ ὑπὲρ τὸ 223 δέον ἀνδρίζεσθαι, ὡς τῆς ἥττης ἐχούσης καὶ κίνδυνον. δεῖν δ' εἶναι καὶ τοὺς ἀντιπάλους τοιούτους, ὡς ἴσας ὑσμίνῃ τὰς κε φαλὰς γίνεσθαι· ἀλλὰ ξυμβαίνειν μὴ εἶναι τοιούτους ἐξ ἀναγ καίων, καὶ μάλισθ' ὅτι πολέμοις ἐμφυλίοις ὁμόσε χωρεῖν οὐδ' οἴδασι τὸ παράπαν. ἔγνω γοῦν ἄλλως τὰ πράγματα μετελθεῖν, καὶ θράσει καὶ πλήθει καὶ παραλόγῳ φρονήματι ἓν ἀντιστῆσαι τὸ μέγιστον σύνεσιν, ὡς ἴσως οὕτω καὶ ἐξανύσων κἂν οὐ τὸ σύμπαν ἀλλά τι καὶ μερικόν. καὶ αὐτίκα στέλλει μὲν τοὺς ἀγγελοῦντας τὸ συμβὰν πρὸς τὸν βασιλέα, στέλλει δ' ἐν ἀπορρήτοις καὶ πρός τινας τῶν Κρητικῶν, οὓς ᾔδει δοκοῦντας, ὧν ὁ Χορτάτζης προέφερεν, ἀμνηστίαν τε κακῶν παρὰ τοῦ κρατοῦντος σφίσι γε 224 νέσθαι διομνύμενος καί γε προσφιλοτιμηθῆναι τὰ μέγιστα, ἤν που καὶ στραφέντες μεταβουλεύσαιντο καὶ εἰς συμπλοκὴν δῆθεν παραστάσει πολέμου παραδοῖεν τὸν ἀποστατήσαντα· δόξειν γὰρ ἐντεῦθεν καὶ ἀγαθοὺς καὶ πρὸς βασιλέα πιστούς, καὶ ἐς ὅ τι μὲν καὶ πέπρακτο ἀκουσίως ἀναγκασθέντας καθυπαχθῆναι τῇ τοῦ καιροῦ ῥύμῃ, μὴ ἔχοντας ἀντιτείνειν καὶ τοσοῦτον πλῆθος εἰς μεταβολὰς παρακεκινημένον ἐπισχεῖν, τὸ δὲ παρὸν τέως ἐνστάν τος καιροῦ, καὶ ἀνδρῶν φανέντων ἀντιστησομένων τοῖς γεγονόσι, καὶ αὐτοὺς ἑτοίμους μετακληθέντας τὴν ἀρχῆθεν πίστιν ἐμφαί νειν τῷ συνεργεῖν τοῖς ἀνθισταμένοις εἰς ἅπαν. αὐτὸν δ' ἐκεί νους ἀναδέχεσθαι μὴ ὅπως παθεῖν τι πρὸς βασιλέως τῶν ἀνηκέ στων, ἀλλὰ καὶ εὐεργεσίας εὑρεῖν. ταῦτα τοὺς ἀμφὶ τὸν Χορ τάτζην ἀκούσαντας ἐπὶ πλεῖστόν τε γνωσιμαχῆσαι, καὶ ἐς βου λὴν θέσθαι ἐς ὃ τὸ ἀκίνδυνον ἑαυτοῖς σφίσι περιποιεῖν. τὸ δ' ἦν ὡς εἰ μὲν βιασαμένων ἐκείνων τὸν στρατηγὸν αὐτὸς χωροίη καὶ ἐς τὰ μείζω, ὥστε καὶ ὀνόματι εἶξαι καὶ παρασήμοις συνή θεσι, τότε καὶ αὐτοὺς τὰ πιστὰ λαβόντας ὡς εἰς τέλος ἀνθεξο 225 μένῳ παρακινδυνεύειν· εἰ δὲ μὴ βούλοιτο ταῦτα πράττειν, αὐ τοὺς τὴν παρακινδύνευσιν παντὶ τρόπῳ διεκφυγεῖν πειρᾶσθαι, ἐπ' αὐτῷ καὶ μόνῳ τὰ τοῦ κινδύνου τρέψαντας. ὡς λέγοντες τοίνυν οὐκ ἔπειθον, ἀλλ' ἑώρων τοῦτον καταλαζονευόμενον τῶν φανησομένων καὶ ὕβρεσι πλύνοντα τὸν πρὸς αὐτὸν ἀντιπαρατάτ τεσθαι ἀκουόμενον ὡς αὐτίκα κατ' ἐκείνου λαφύξοντα (τούτοις καὶ γὰρ παραθαρρύνειν ἐδόκει τὰς ἐκείνων ὁρμάς, οὐδὲν πλέον ἤθελεν ἀναδέχεσθαι), ὑπολαβόντες ἐκεῖνοι ἐν σκέψει γίνεσθαι ταῦτα καὶ εἰς καιρὸν μεταγνώσεως ἀποκεῖσθαί οἱ βούλεσθαι, ὅ γε καὶ αὐτῷ μὲν ἴσως ξυνοίσει, σφίσι δὲ περιστήσεται μόνοις εἰς κίνδυνον, πρύμναν τε κρούονται, τὸ τοῦ λόγου, καὶ πρὸς τὸν πρωτοβεστιαρίτην τὰς γνώμας ἀνταποκλίνουσι, καὶ πίστεις λα βόντες ἅμα καὶ δόντες ἐξ ὅρκων φρίκης μεστῶν καί γε καὶ ἀντι δόσεσιν ἱερῶν ἐγκολπίων, ἦ μὴν παραδοῦναι τοῦτον ἐς χεῖρας 226 ἐκείνῳ ἀκονιτὶ φανέντι καὶ μόνον μετὰ τῶν συντάξεων (δέος γὰρ μή τι καὶ παρακινδυνευθείη τοῦ Περσικοῦ, οἷς καὶ μᾶλλον ἐθάρ ρει, ἐπεισπεσόντος), ταῦτ' ἐν ἀπορρήτοις πράξαντες ἐκαρτέ ρουν, τὴν ὑποψίαν ἐξ ἅπαντος ὡς εἶχον ἐκκλίνοντες.

Intertext edge

Open linked passage

Note