Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
περὶ τῶν καταλαβόντων τὴν περαίαν δεινῶν, καὶ ἔτι τῶν ὁπηδήποτε, ἐξαγγελία.
21.1.2
Αὐτὸς δὲ ἔμμονον μέριμναν ἔχων τῆς περὶ τὴν ἐκ κλησίαν ὁμονοίας καὶ καταστάσεως, δι' ἣν καὶ ταῦτα πάντ' 58 ἐπράττετο (ἡ γὰρ τῶν Ἀρσενιατῶν ἐπισύστασις πολλή τις οὖσα καὶ καθ' ἑκάστην πληθυομένη ἠρεμεῖν οὐκ εἴα), ἀπάρας τῆς Κωνσταντίνου ἐπ' ἀνατολῆς ἤλαυνεν, ἐπισκήψας καὶ πατριάρχῃ καὶ τοῖς λοιποῖς, ὅσοι τε περὶ τὸν πατριάρχην ἦσαν καὶ ὅσοι τῆς ἐναντίας μοίρας, ἐκεῖσε περί που τὰς Ὑποπλακίους Θήβας ἀπαν τᾶν τὴν ταχίστην ὑπὸ βασιλικαῖς τριήρεσί τε καὶ ἐφοδίοις, ὡς ἐκεῖ κινηθησομένων τῶν ὅλων. οὐκ ὀλίγον γὰρ καὶ περὶ τῶν χθὲς πραχθέντων ἀνέζη τὸ σκάνδαλον, καὶ μᾶλλον ὅτι καὶ τῶν παρ' Ἰωσὴφ ἢ καὶ παρὰ τῶν ἀμφ' ἐκεῖνον πραχθέντων παραβε βασμένων αὐτοὶ ζηλοῦντες ἐντεῦθεν καὶ τὴν τῶν Ἀρσενιατῶν πα ραδοχὴν ὑποπτεύοντες τοῖς παθοῦσιν ἐπῳκτίζοντο καὶ ἄδικα πάσχειν διωμολόγουν. διὰ ταῦτα καὶ συνόλους ἐκεῖ ὁ κρατῶν συνῆγεν, ὡς ἂν ἐντελοῦς γεγονυίας τῆς συνελεύσεως τὸ ποιητέον 59 ἀπὸ κοινῆς τῆς σκέψεως γένηται. καὶ δὴ συνελθόντων, καὶ τῶν εἰκότων προνοοῦντος σφίσι τοῦ βασιλέως ὡς διαχειμεριοῦσι περὶ τὸ Ἀτραμύτιον, ἀργήσας πάμπαν τῶν ἔξωθεν δουλειῶν ὁ κρα τῶν σχεδὸν τὰ περὶ τοῦ πῶς ἂν οἱ Ἀρσενιᾶται τοῖς πραχθεῖσι συγκατανεύσειαν εἰρηνεύσαντες διεσκέπτετο. συνήγοντο τοίνυν ἔνθεν μὲν οἱ περὶ τὸν πατριάρχην, οἷς συνῆν τὰ πλεῖστα καὶ ἡ Εὐλογία καί γε αἱ θυγατέρες αὐτῆς, ἥ τε Θεοδώρα καὶ ἡ ἐκ δυ τικῶν Ἄννα ἡ καὶ βασίλισσα, ἄρτι τότε κἀκείνη κατὰ φήμην τῶν γεγονότων ἀναχθεῖσα πρὸς βασιλέα, καὶ ὁ ῥηθεὶς μέγας λογο θέτης ὁ Μουζάλων τὰ πολλὰ παρὰ βασιλεῖ δυνάμενος καί γε τι μηθεὶς καὶ τῇ τῶν μεγιστάνων χρυσοκοκκίνῳ καλύπτρᾳ καὶ παρὰ τὴν τοῦ προσόντος αὐτῷ ὀφφικίου τάξιν, ἐκεῖθεν δὲ οἱ ἀμφὶ τὸν Ὑάκινθον μοναχοί, οἷς συνηριθμοῦντο καὶ οἱ χθιζὰ παθόντες καὶ τυφλωθέντες, Λάζαρός τε ὁ Γοριανίτης καὶ ὁ Περιστέρης Μακάριος· ὁ γὰρ Λεπενδρηνὸς Ἀθανάσιος ἐκ τῶν παλαιῶν ζηλωτῶν ἦν καὶ μεγάλων. οὐκ ὀλίγοι δ' ἦσαν σὺν τούτοις, τοῦ βασιλέως ἐνδόντος ἀνέδην φαίνεσθαι πάντας, καὶ ἐκ τῶν λαϊκῶν καί γε τοῦ παλατίου, οἷς δὴ καὶ συγκαλουμένοις ὁ βασιλεὺς ἐν 60 ἡμέραις τεταγμέναις τῆς ἑβδομάδος ἑκάστης ὡμίλει, ἔχων παρ' ἑκάτερα καὶ τοὺς τοῦ πατριάρχου, καί γ' ἐπείρα δι' ὅλης τῆς τεσσαρακονθημέρου συμβιβάζειν καὶ συνενοῦν ἀμφοτέρους εἰς μίαν καὶ τὴν αὐτὴν τῆς κοινωνίας συμπλήρωσιν. ἀλλ' οὐκ ἔπει θεν, ὁτὲ μὲν παρακαλῶν ὁτὲ δ' ἐλέγχων, καὶ πᾶσι τρόποις ὑπο τρέχων καὶ δουλαγωγῶν γνώμας ἀπανθρωπισθείσας οἷον τῷ χρό νῳ, καὶ ὑπό τισι θεόθεν σημείοις ἐθελούσας καὶ μόνοις καθυ ποκλίνεσθαι· τὸ γὰρ οὕτω πεισθῆναι λόγοις καὶ παρευθὺς εἰρη νεύειν, ὑφεικότας τόσης ἀκριβείας, δεικνύντων εἶναι γνώμης αὐτα ρεσκούσης καὶ τὰ τῆς πρὶν ἐνστάσεως ὑπελάμβανον. (22) ὅθεν καὶ πρὸς τὰ πάλαι τοῦ θεοῦ σημεῖα, οἷς δὴ ἐνεθαυμαστοῦτο τοῖς ἁγίοις, ἀπέβλεπον, καὶ ὥσπερ εἶναι τὸν αὐτὸν νῦν τε καὶ πάλαι, οὕτως ἀεὶ καὶ τὰ σημεῖα μὴ διακρινομένων μόνον ᾤοντο γίγνεσθαι, καὶ τέρασι θεοῦ ἐζήτουν ἑαυτοὺς ἐπιτρέπειν, ὡς ἐκεί νοις ἑψομένων πάντως καὶ ἀμφοτέρων οἷς δὴ καὶ θεὸς ἐμφανεῖ
21.1.3
Ὑπὸ μέντοι χρείας καὶ κακῶν ὅσα τοῖς ἀνωτέρω Περ γάμου ἐφίστατο ἀνέδην ἐπιόντων σφίσι Περσῶν, οὐδεὶς ἦν ἐκεί νων ὅστις εὔελπις ἐπὶ τοῖς ἰδίοις καθῆστο, ἀλλ' εὐθὺς ἀνάγκης ἐπιπεσούσης ἀπάρσεως ἐμέμνηντο πάντες, οἱ μὲν μέχρι καὶ αὐ τῆς Περγάμου καὶ ἐνδοτέρω περί που τὴν τοῦ Ἀτραμυτίου περί χωρον, οἱ δὲ καὶ ἐγγὺς θαλάσσης περὶ τὴν Λάμψακον· οἱ δὲ πλείους τὴν ἀντιπεραίαν κατελάμβανον, διαπεραιούμενοι τὸν Ἑλλήσποντον. ἄλλοι δὲ καὶ περαιτέρω προεληλύθεισαν διὰ τὸ φό βοις κατασεισθῆναι μεγίστοις καὶ τὴν ὑποστροφὴν ἀπεγνωκέναι τέλεον. καὶ προαπανίσταντο παντὸς βράδους εἰς κίνδυνον ὑπο νοουμένου μείζω πάσης ἀσφαλείας. καὶ τὸ χείριστον, ὅτι τοὺς τῶν προαπαιρόντων βίους οἱ ἐκ παρόδου καταλαμβάνοντες, δεύ τεροι τούτων εἰς φυγὴν τρεπόμενοι, οὐδὲν ἧττον καὶ ἀπόρως εἶ χον τῶν ἰδίων στερούμενοι. καὶ τὸ πρᾶγμα ποταμῶν ἔδοξεν 319 ῥεῦμα, ὃ οὔτε τὸν ἴδιον ἔχειν τόπον παρὰ τῶν ἐπιόντων συγχω ρεῖται, καὶ ὃ τέως κατείληφε, ταχέως ἀφίησιν ἐξωθούμενον, καὶ τέλος ἀστατοῦν καὶ πανταχοῦ φέρεται καὶ οὐδαμοῦ μεμένηκε, πᾶσιν ἐπιβάλλον καὶ οὐδέ τισι περικλειόμενον. κτήσεις δ' ἐκεῖναι καὶ οἰκίαι, ἔργα σπουδαίων ἀνδρῶν, εἰς οὐδὲν ἐλογίζοντο, ὅπου γε καὶ αὐτῶν τῶν ἐπιτηδείων καὶ κατὰ χρείαν ζωῆς ἀναγκαίας καὶ τούτων κατολιγωροῦντες, ἄποροι καὶ γυμνοὶ καὶ ἀνέστιοι, ὅπῃ ἑκάστῳ εἰς σωτηρίαν ἔδοξεν ἀσφαλές, ὅλῳ ποδὶ ἀνεχώρουν, μόνοις ἄστρασι τὰ ἑαυτῶν ἐκμετρούμενοι. 22. Τότε καὶ Ἀλανοῖς ἀφεμένοις τῆς περὶ τὴν στρατείαν ὑπηρεσίας, τοῦ συγκειμένου διανυσθέντος καιροῦ, διαπεραιοῦ σθαι τὸν κατὰ τὴν Καλλίου πορθμὸν ἔδοξε, καίτοι βασιλέως ἐν τεῦθεν κατὰ πολλὴν σπουδὴν καὶ πέμποντος τὰ φιλοτιμήματα καὶ πειρωμένου ἐμποδὼν ταῖς διαπεραιώσεσιν ἵστασθαι, ὥστε καὶ ἱκανὸν λαὸν προσαποστείλας ἅμα τῷ μεγάλῳ δομεστίκῳ Ῥαοὺλ Ἀλεξίῳ, ὃν ἐν ἀκμῇ ἡλικίας ὄντα ὁ δεσπότης Μιχαὴλ γαμβρὸν ἠγάγετο, τῆς δεσποίνης Θεοδώρας ζηλωτὸν ἐκτόπως ποιούσης τὸ κῆδος, τοῦτον ἐξαποστείλας ὁ βασιλεὺς σὺν δυνάμει πλείστῃ πρῶτον μὲν κωλύειν προσέταττε τὴν διαπεραίωσιν, εἰ 320 δ' οὐ πείθοι λέγων καὶ τοὺς ἀπεροῦντας προσαποστέλλων, ἀλλ' οὖν διαπεραιουμένους καὶ ἵππους ἀφαιρεῖσθαι καὶ ὅπλα· μηδὲ γὰρ δίκαιον εἶναι συνόλως πρὸς τὰς τῶν βασιλέων διαπειθοῦντας προστάξεις, καὶ μὴ θέλοντας συμπαρεῖναι βασιλεῖ, οὓς ἐπ' αὐτὸ τοῦτο καὶ προσηγάγετο, ἵππων ἐπιβαίνειν καὶ ὅπλοις χρῆσθαι οὕς τε τοὺς οἰκείους ἀφελόμενος σφίσιν ἐδίδου, καὶ ἃ παρέχων αὐτὸς γυμνοὺς καὶ ἀνόπλους ὄντας ἱκανῶς ὥπλιζεν. ὁ μὲν οὖν βασιλεὺς οὕτως ἐκέλευε, καὶ ὁ ἐπὶ τούτῳ σταλεὶς οὕτω τοὺς τοῦτ' ἐροῦντας ἀπέστελλεν· οἱ δὲ ἅπαξ ἀφηνιάσαντες, συμπλέ κοντες καὶ προφάσεις ὡς ἐπὶ χρόνον ταλαιπωρήσαντες οὐχ οἷοί τ' εἰσὶ παραμένειν καὶ ἔτι, ἀλλ' ἀνέσει δόντες μετρίᾳ πάλιν ἀπο στραφήσονται, ταῦτ' ἀπολογούμενοι πρὸς ἐκείνους τὸν πορθμὸν διεπεραιοῦντο. πλὴν κἀκεῖνοι τὴν ἐφ' ἑαυτοὺς ἐγχείρησιν ὑπο τοπάσαντες οὔτ' ἀνὰ μέρος ἐπέρων, οὔτ' ἐπὶ τὸν συνήθη τῆς ἀποβάσεως τόπον, ὅπου καὶ κατὰ προσδοκὰς ἵσταντο διεφέξοντες τῷ τέως, ἀπέβαινον, ἀλλ' ἅμα πολλὰς φορτηγοὺς κατασχόντες καὶ ἐμπλησάμενοι ἐδοχμίαζον τὴν ἀπόβασιν, καὶ ἅμ' ἀπέβαινον καὶ ἅμ' οἱ πλείους ὡπλίζοντο, πλὴν οὐκ εἰς φανερὰν μάχην ἀλλ' ἐφ' ᾧ μόνον ἑαυτοῖς περιποιῆσαι τὴν τῆς δοκούσης ἀτιμίας ἀπό 321 δρασιν. ἀλλ' ἑκατέρωθεν καὶ οἱ ἀμφὶ τὸν μέγαν δομέστικον, θέλοντές τι πρᾶξαι καί γ' ἀτιμίαν καὶ αὐτοὶ ἐκφυγεῖν τὴν δόξῃ δειλίας ἐπιτρίβεσθαι σφίσι μέλλουσαν, ὡπλίζοντό τε καὶ τῶν ἵπ πων ἐπέβαινον. φιλονεικία καὶ μάχη τις φυλετικὴ συνερρήγνυτο· εἰ γὰρ καὶ γένει διέφερον τὰ στρατεύματα, ἀλλ' οὖν ὑπὸ μίαν ἀρχὴν τὴν βασιλικὴν ἤγοντο, καὶ ἦν ἐμφύλιος ὁ πόλεμος ὅσον εἰκάζειν. ὅθεν καὶ ἀκροβολισμοῖς ἀλλήλων ἐπειρῶντο, καὶ σα ρίτταις ἔβαλλον ὀϊστεύοντες. ὁ τοίνυν μέγας δομέστικος ἴσας ὑσμίνῃ καθισταμένας τὰς πράξεις κατανοῶν, ὑβριοπαθῶν οἷον εἰ αὐτοῦ παρόντος ἐκ βασιλέως, ὄντος τοιούτου, αὐτὸν πολεμεῖν πειρῶνται καὶ ἀντιτείνειν τολμῶσι πρὸς βασιλικὴν κέλευσιν, τὸν κοντὸν ἀνὰ χεῖρας ἔχων θυρεόν τε φέρων φορῶν τε θώρακα ἐμ πίπτει τοῖς Ἀλανοῖς ὡς ἐφέξων μόνον φανείς. κἀκεῖνος μὲν οὕτω τὴν τῆς μάχης διῳκονόμει καταστολήν, εἷς δ' ἐκείνων ἐν ἀφανεῖ μιμεῖται Πάνδαρον καὶ ὀϊστῷ βάλλει, καὶ καιρίαν οὐ κατ' ἐκεῖ νον τὴν πληγὴν δίδωσι. τούτου δὲ γεγονότος τό τε πλῆθος ἀνε στάλη καὶ ἀμφοτέρωθεν τοῖς μὲν ὀδύνη τοῖς δὲ δέος περιίστατο· καὶ τοῖς μὲν μετέμελε τῆς ἐπὶ θατέρους ὁρμῆς, οἱ δὲ ξυνιέντες 322 ὁποῖος ἀνέρριπται σφίσι κύβος, τοὺς τὰ πράγματα παρασχόντας μεθ' ὅτι πλείστης τῆς πρὸς τοὺς Ῥωμαίους παραιτήσεως ᾐτιῶν το, καὶ βασιλεῖ ἐζήτουν ἀπολογεῖσθαι. ἐδεδίεσαν γάρ, ὡς εἰ κός, μὴ σφίσι κατάρξοι τοῦτο μεγάλων κακῶν ἐπὶ μέσης τῆς Ῥωμαίων διάγουσι, καὶ ἅμα δυσωπούμενοι, εἰ βασιλεὺς μὲν ξε νοτροφεῖν ὅσον ἐφ' αὑτοῖς αἱρούμενος ἐλπίδος ἀγαθῆς εἴχετο, αὐτοὶ δὲ τοιαύτας ξενίας ἀνταπεδίδουν, κακοῖς τὸ ἀγαθὸν ἀμει βόμενοι. διὰ ταῦτα καὶ βασιλέα μὲν πέμποντες καθικέτευον, ἐκείνοις δὲ παρεδίδουν καὶ ἵππους καὶ ὅπλα, καὶ ἀνθ' ὁπλιτῶν καὶ ἱππέων πεζοὶ καὶ ἄνοπλοι ἦσαν, ἕως πάλιν βασιλεὺς αὐτοὺς ἱκετεύοντας δέχεται, συγγινώσκων σφίσιν. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.
21.1.4
Ηὔξανε δ' ὁσημέραι καὶ αὖθις τὸ ἀπὸ τῶν Περσῶν δεινόν, ὥστ' ἀποκεκλεῖσθαι πανταχοῦ τὰς τῆς σωτηρίας ἐλπίδας. τί γὰρ τῶν δυσχερῶν ἀπῆν; καὶ ἐῶ τὰ μακράν. ἀλλὰ τὰ κατὰ θύραν ταῦτα καὶ τῆς βασιλίδος προαύλια. τὰ δ' ἦν εὐθὺς νηὸς 411 ἀποβαίνοντι τῷ τὰ στενὰ τοῦ Βοσπόρου περαιουμένῳ, ὥστ' ἀφε μένῳ θαλάσσης λαμβάνειν κίνδυνον. ἀνέδην γὰρ διέτρεχον παν ταχοῦ τῆς περαίας, καὶ κατεσκήνουν ὅπου ἦν βουλομένοις αὐ τοῖς, καὶ ταῦτ' οὐκ ἰλαδὸν στρατεύουσιν ἀλλ' ἀσυντάκτως καὶ κατ' ὀλίγους, ὥστε κεῖσθαι τὴν περαίαν τῆς Βυζαντίδος Σκυ θῶν, ὃ δὴ λέγεται, ἐρημίαν, μηδενὸς τολμῶντος φανῆναι, ὅτε συνέβαινε καὶ παραβολώτερόν τινες διαπράττεσθαι καὶ ἐκθέειν τολμῶντας, ζήλου τινὸς πείθοντος ἢ καὶ μᾶλλον ἐνδείας πιεζού σης, τριβομένου τοῦ χρόνου καὶ τῶν ἐφοδίων σφίσι καταναλω μένων, ἅπερ οἴκοθεν ἀπεφέροντο. τὰ δ' ἦσαν μᾶλλον εἰς κίν δυνον. ὅθεν καὶ οἱ μὲν ἐκωλύοντο ἀπειλαῖς τῶν κρατούντων καὶ φόβῳ σωφρονιζόμενοι· οἱ δὲ τολμῶντες, ἤν πού τις προεξέδραμε ἱκανὸς δοκῶν ἄγειν σύντομον (λοχαγὸν τὸν τοιοῦτον εἴπῃ τις ἂν) καὶ ἐπὶ τὸ παρὰ πᾶσαν αἴσθησιν ἐξήρχοντο, ὥστε καὶ συνέβαινε ποτὲ μὲν εὐστοχεῖν ὀλίγοις πρὸς πολλοὺς γυμνοῖς καὶ ἀνόπλοις, πολλάκις δὲ καὶ σφάλλεσθαι. καὶ οὐκ ἦν σχεδὸν ἡμέρα καθ' ἣν ἢ μὴ τοῖς κατὰ θάλασσαν φρουρίοις προσβάλλοντες ἠκούοντο ἢ μὴ ἀπάγοντες αἰχμαλώτους ἢ μὴ φονεύοντες, καὶ μᾶλλον ὅτε καὶ ἱκεσίαις ἐχρώμεθα πρὸς θεόν, τὸ οἴκτιστον. διεῖχε δὲ μόνος ὁ 412 πορθμὸς οὗτος. καὶ πολλάκις μὲν μεθ' ἡμέραν ἐφαίνοντο τοῖς ἐντεῦθεν ἀφορῶσι καὶ πεζοὶ καὶ ἱππεῖς· κἄν που δέ τις ἢ ἐνδείᾳ ἐξαπορούμενος κἀντεῦθεν ἐλπίζων κερδαίνειν ἐκ τῶν ὑπολελειμ μένων ἄλλοις, ἢ μὴν καὶ κατὰ χρείαν ἑτέραν ἢ τοῦ σφετέρου κτήματος ἐπιμέλειαν ἐξορμᾶν ἐτόλμα, αὐτίκα ἢ ἡλίσκετο ἢ ἐκτεί νετο. καὶ πολλοὺς ἂν εἶδες ἐσφαγμένους ἢ τετρωμένους εἰς θά νατον, ἔστι δ' οὗ καὶ κεφαλῆς ἄνευ καὶ κόρσας ἀναύχενας. πε πλήθει δὲ τῶν ἀγρομένων ἡ πόλις, καὶ ἐστενοχωρεῖτο τοῖς παν ταχοῦ κειμένοις εἰκῇ τε καὶ ὑπαιθρίοις, πνοῇ ζῆν καὶ μόνῃ πι στευομένοις· λιμὸς γὰρ ἐντεῦθεν καί γε λοιμὸς τοὺς ἀθλίους διε μεριζέτην. καὶ οἱ ἀστικοὶ τοῦ κακοῦ παραπήλαυον, καὶ οἱ μὲν αὐτίκα τοῖς δεινοῖς συνείχοντο καὶ ἄποροι διῄεσαν καὶ ἀμήχανοι, οἱ δὲ ὅσον οὔπω τὰ τοῖς πλησίον συμβάντα καὶ ἑαυτοῖς ἐπ' ἴσης ἤλπιζον. οἱ δὲ μὴ μόνον Χηλῇ τε καὶ Ἀστραβητῇ, ἀλλὰ καὶ Ἱεροῦ φρουρίῳ προσβάλλοντες τὰ πάνδεινα διεπράττοντο, ὥσπερ ὑπνώττοντος βασιλέως ἢ μὴ ζῶντος. Νικομήδεια δ' ἐξησθένει, λιμῷ τε καὶ ἐνδείᾳ ὕδατος πρὸς τὸ ἀμηχανώτερον μετεβάλλετο. ἡ δέ γε περίπυστος Νίκαια ἀποκέκλειστο, καὶ τὰς πέριξ χάριτας 413 ἀποκειραμένη ἐνδείᾳ καὶ αὕτη ἐστενοχώρητο. καὶ νῦν μὲν Βη λόκωμα, νῦν δ' Ἀγγελόκωμα, νῦν δ' Ἀναγουρδὴς καὶ Πλατανέα καὶ τὰ Μελάγγεια καὶ τὰ πέριξ πάντα τῶν ἐνοικούντων ἔρημα γεγονότα θρήνους ἐφείλκοντο τῶν εἰδότων. ταῦτα Κρούλλα καὶ Κατοικία πεπόνθει καὶ χείριστα. ὡς γὰρ ἀποκέκλειστο μὲν ἡ ἐξ Ἡρακλείου καὶ Νεμικώμεως πρὸς τὴν Νίκαιαν, καὶ αἱ παλαιαὶ καὶ συνήθεις δίοδοι εἰς δεινὴν ὑποψίαν καὶ πεῖραν ἦσαν πολλάκις κινδυνευσάντων, ἡ δὲ κατὰ Κίον κατάσκιος καὶ συνηρεφὴς εἰ καίως πως πολισθεῖσα διεκδρομὴ πρὸς Νίκαιαν ἤνοικτο, οὕτω ἐν φόβῳ καὶ τότε μεγίστῳ καὶ ὑποψίᾳ· τὰ γὰρ αὐτὰ τοῖς Χαλκι δεῦσι καὶ Ἁλιζῶσι καὶ οἱ Βέβρυκες ἐκ Πυλῶν καὶ Πυθίων παρω νυμούμενοι ἔπασχον. καὶ ἦν τοῖς ἀποβᾶσι θαλάσσης κατὰ τὴν Κίον, τὴν ἡμέραν προσκαρτερήσασι, νυκτὶ πιστεύειν τὴν σωτη ρίαν, καὶ καταλαβοῦσι τὸ ἐκεῖσε παράλιον τῷ περὶ τὴν Ἀσκα νίαν πλῷ χρῆσθαι, καὶ οὕτω κατὰ τὴν τοῦ αἰγιαλοῦ πύλην τῆς πόλεως ἀποβαίνουσι διεκπαίειν εἰς Νίκαιαν, ἐπεὶ οὐκ ἦν τότε τὰς πύλας ἀνοίγεσθαι ἐπικειμένων τῶν ἐχθρῶν, καὶ τὰ μέγιστα Νι καεῖς ἐκινδύνευον. διὰ ταῦτα τὸ ὅλον ὁ κρατῶν ἀναστέλλειν οὐκ 414 ἔχων τῆς συμφορᾶς πέμπει τινὰ Σιοῦρον στρατοπεδάρχην τῶν τζαγκρατόρων τετιμημένον, συνάμα τισὶ καὶ μερικαῖς ἐξόδοις χρημάτων, ἐφ' ᾧ καὶ ἄλλους ἐκεῖθεν πρὸς τὸ στρατεύεσθαι ἱκανώσειε. τῶν δὲ τοῖς κατὰ τὴν Κατοικίαν μέρεσι φανέντων ἀνατεθαρσήκασιν οἱ λαοί, καὶ ἐμφανεῖς ἦσαν τὸ ἀσφαλὲς ἐλπί ζοντες. τὸ δ' ἦν συμφορὰ τούτοις καὶ ὄλεθρος. ἐπιτίθενται γὰρ παμπληθεὶ νυκτὸς ὡσεὶ πεντακισχίλιοι τῶν ἐχθρῶν, καὶ τὰς πρὸς τὸ φρούριον ὁδούς, λαθόντες πᾶσαν αἴσθησιν, προκατα λαμβάνουσιν. οἱ δ' ἐπεισπεσόντες ἑτέρωθεν ἑτοίμην ἐδίδουν δῆ θεν πρὸς τὸ φρούριον τὴν φυγὴν κατὰ νώτου φεύγουσιν· οὐδὲ γὰρ ἦν ὑπιδέσθαι τὴν πεῖραν, ὅπου γε καὶ ὑπειδομένοις οὐκ ἦν ἱκανὰ πρὸς τὸ σώζεσθαι. καὶ τότε οἱ μὲν ὑποστάντες ἐσφάττοντο, γύναια δὲ καὶ παιδάρια πλῆθος μυρίον πρὸς τὸ φρούριον φεύγον τα ἄγρα ἦν ἑτοίμη τοῖς προκαταλαβοῦσι. καὶ τέλος οἱ τέως τοῖς ἄλλοις προσεπαμύνειν ἀποστελλόμενοι δρασμῷ μηχανῶνται τὴν σωτηρίαν, καὶ αὐτὰ προσαποβαλόντες τὰ βασιλικὰ χρήματα· ἔπειτα πῦρ ἐναύσαντες οἱ ἐχθροὶ τὰ ἐκεῖ κάλλη εἰς τέλος ἠμάθυ ναν. τότε καὶ Ἀτμὰν ὑποστρέφων σὺν τοῖς ἀμφ' αὑτόν, ἐπεὶ συνῆσαν σφίσι κατὰ συμμαχίαν καὶ Βηλοκωμῖται, προσλαβὼν ἐκείνους κενῇ τῶν ἐποίκων Βηλοκώμῃ προσβάλλει καὶ κατὰ κρά 415 τος αἱρεῖ, καὶ τοὺς μὲν κτείνει, αὐτὸς δὲ μυρίον πλοῦτον εὑρὼν ἐξολβίζεται, καὶ τὰ πιστά οἱ τῆς ἀσφαλείας ἐκ τῶν ὀχυρωμάτων περιποιεῖ. τούτων ἀπώνατο τῶν δεινῶν καὶ Προῦσα, μόνη πε ριλειφθεῖσα τῶν ἔξωθεν καλλονῶν. τούτων καὶ Πηγαὶ παραθα λασσία πόλις τῶν δυσχερῶν ἐπειράθη. τῶν γὰρ ἔξω πάντων συγκλεισθέντων ἐντός, ὅσοι καὶ τὸ ξίφος ἔφυγον, ἐντίκτει νόσον λοιμώδη τὸ συνεπτύχθαι λιμῷ καὶ κακοπαθείαις. ἔτι δὲ καὶ τῇ νόσῳ ἐς ἑκατοστύας ἔπιπτον. τοῖς δὲ καὶ πρόστιμον ἐτέθη παρὰ βασιλέως ζημίας εἰς χιλιάδας ἐπ' αἰτίᾳ τοῦ μὴ τὸν μέγαν δέξα σθαι δοῦκα, οὕτω τοῦ βασιλέως Μιχαὴλ μετὰ τὴν ἐκεῖθεν ἐπά νοδον ἐπαγγείλαντος, καὶ δέει τοῦ μὴ παθεῖν κἀκείνους τὰ τοῖς Κυζικηνοῖς ξυμβάντα. οὐδὲ γὰρ ἀνεκτὰ οὐδ' ὅσον καὶ ὑποσχεῖν δυνατὰ τἀκεῖ τολμηθέντα ἠγγέλλοντο. βίοι γὰρ ἡρπάζοντο καὶ γυναῖκες ὑβρίζοντο καὶ κόρια διεφθείροντο. καὶ ὁ μὲν ἔχων εὐ θὺς ἐσκυλεύετο, ἀγαπητὸν ἔχων εἰ διδοὺς σώζοιτο· ὁ δὲ μὴ ἔχων τῇ τοῦ ἔχειν ὑποψίᾳ κατεδικάζετο, καὶ αἰώραις δειναῖς καὶ βα σάνοις ἠτάζετο, ἔγκλημα φέρων τὸ μὴ χρημάτων θέλειν τὴν σω 416 τηρίαν πορίζεσθαι. πᾶσα δ' ἐκείνων περιουσία οὐ μᾶλλον τοῦ κεκτημένου ἢ τοῦ καταλαβόντος τῶν Ἀμογαβάρων ἐφαίνετο· οὕτω γὰρ ἰδιωνυμεῖτο τὸ ἔθνος, τῷ ἐξ Ἀβάρων, οἶμαι, κατά γεσθαι. οὐ μόνον δ' αὐτόχθονες ταῦτ' ἔπασχον, ἀλλ' ὡς εἰπεῖν ἀνατολὴ πᾶσα Ῥωμαίων, ὅτι καὶ ὡς προσφυγίῳ χρησάμενοι τῷ ἐπιτειχίσματι πάντες ἐκεῖ κατέδραμον, καὶ καινή τις ἅλωσις ἦν παρὰ τῶν οἰκείων τοῖς ἀπ' ἐχθρῶν φεύγουσιν. ἐῶ σωμάτων ἀκρωτηριασμοὺς καὶ φόνους καὶ μιασμάτων φορυτὸν ἄλλως, οἷς οἱ ἀμύνειν ἐπιστάντες τοὺς ἀθλίους πυργηρουμένους ἐκ πάσης περιέβαλον ἀπηνείας. ὁ γὰρ σφᾶς ἄγων, τὸ μὲν προσθεραπεύειν θέλων ἐκείνους ὡς τὴν ἀρχὴν ἐκείνῳ πεπιστευκότας, τὸ δὲ δεδιὼς τὸν παρ' αὐτῶν κίνδυνον, εἰ αὐτοῦ ἱκανῶς τὰ κατὰ χρείαν εὑ ρόντος ὑστέρησαν ἐκεῖνοι τῶν ἠλπισμένων, οὐδ' ὁπωσοῦν ἀνα στέλλειν εἶχεν, ἀλλ' ἐνεδίδου σφίσι τὰ κατὰ νοῦν πράττειν, καὶ ταῦθ' ἱκανουμένοις καὶ τοῖς ἐκ βασιλέως σιτηρεσίοις, κἂν οὐδὲν 417 ἔτι κατώρθουν οὐδ' ὅλως ἔπραττον. ἀλλ' ἀναληπτέον τὸν λό γον πρὸς τὸ εὐσύνοπτον. Στρατηγὸς ἦν τῇδε Μαρούλης, καὶ μέγας ἄρχων ἐξ ἀξιώ ματος ἐκλεΐζετο. οὗτος τὰ μὲν πλεῖστα ἐκείνῳ προσεῖχε καὶ ἐθε ράπευεν ὑποκείμενος (οὕτω γὰρ καὶ τὸ βασιλικὸν ἐβούλετο πρόσ ταγμα), τέως δ' οὖν καὶ τοὺς οἰκείους κακῶς παρ' ἐκείνων πά σχοντας κατῳκτίζετο, μᾶλλον μὲν οὖν καὶ συνίστα καὶ περιέθαλ πεν. ἧπτο γὰρ κἀκείνων τὸ κοινὸν ἐκεῖνο δεινόν, καὶ εἰς στρα τιώτας τεταγμένους ἔτι καὶ ταῖς ἀληθείαις ἐμπειροπολέμους πε ζοὺς καὶ ἀνόπλους καθίστων καὶ τῶν κατ' οἶκον ἐστέρουν ὡς εἴ τινας ἀγρότας καὶ μετανάστας, ἐνθρυπτόμενοι σφίσιν. οἱ δὲ τῷ τοῦ κρατοῦντος δέει καὶ τῷ ἐξ ἐμφυλίων πολέμων νομιζομένῳ κινδύνῳ ὑποστελλόμενοι, ὡς μή τι νεωτερισθείη τῶν ἀνηκέστων, τέως ἐκ βίας ὥρμων καὶ πολλάκις ἐσφάδαζον ἀμυνούμενοι. τέλος τῶν ἐχθρῶν ἐγγὺς ἀγγελθέντων κατὰ τὸν τοῦ Γουλιέλμου πύργον, 418 οἱ μὲν ἁπαντόθεν συνάμα τῷ σφῶν στρατηγῷ τῷ Μαρούλῃ χω ρεῖν οὐκ ἀπώκνουν ὁμόσε τοῖς πολεμίοις, οἱ δ' ἐλπισμὸν μὲν πα ρεῖχον φανῆναι καὶ συμμαχεῖν, ἀλλὰ τῶν συνήθων οὔμενουν οὐκ ἐλήθοντο· βραδέως γὰρ ἐζώννυντο, καὶ μόλις ἐκόσμουν τοὺς ἵππους, καὶ προμηθεῖς ἦσαν τοῦ ἀκινδύνου σφίσιν, ὡς φαίνε σθαι. καὶ τὸ βράδος ἐδίδου μεσούντων αὐτῶν τὴν ὁδὸν κατορ θοῦν τοὺς προτέρους καὶ μόνους τὴν μάχην. ὡς δ' οἱ μὲν ὑστέ ρουν οἱ δὲ κατωρθωκότες ὑπέστρεφον, ἐνταῦθά τις εἶδε τὸ τῶν συμμάχων κακόηθες, καὶ ὅτι οὐχ ὡς φίλοις, ὡς εἰκὸς ἦν, ἀλλ' ὡς ἐχθροῖς τοῖς ἡμετέροις προσεφέροντο. συνίασι γὰρ ἐξ ὑπο στροφῆς ἐκείνοις οἱ κατωρθωκότες, καὶ δέον ὀνειδίζειν σφίσι τὸ κατεβλακευμένον καὶ ἀμελές, οἱ δὲ καὶ δεινῶν ἐπειρῶντο, καὶ ὡς ἄλλοις πολεμίοις τοῖς ἰδίοις ἔγνωσαν προσβαλεῖν. ἦν δ' ἐκείνοις τὸ τῆς πείρας σοφόν, ὡς ἔδειξε, παρακερδαίνειν ἐκ τούτων τὰ λάφυρα. καὶ ὁ μὲν ὑπείκων διδοὺς τὸ ἐκ τοῦ πολέμου κέρδος ἐσώζετο· ὁ δ' ὁπωσοῦν ἀνθιστάμενος, οὐχ ἧττον φιλοκερδὴς ἢ φιλελεύθερος ὤν, εἰ ἀφαιρεθείη ἀνάνδρως τὸ νίκης σύμβολον οἰκείῳ αἵματι διακινδυνεύσας πρὸς τοὺς ἐχθρούς, οὗτος καιρίαν δεχόμενος ἀπηλλάττετο, τὸ πεσεῖν εὐκλεῶς τοῦ ἀκλεῶς στερηθῆ ναι τῶν ἐνάρων, ὡς εἰκός, ἀνθαιρούμενος. Καὶ ταῦτ' ἦσαν σφίσι τὰ κατορθούμενα εἰς ἦρος ἐξ Ἀρ κτούρου, ὅτε καί τινες ἐξ αὐτῶν, οὐκ ὀλίγη τις μοῖρα τῶν ὅλων, οὐκ ἔχοντες πλέον ἐκεῖ ποιεῖν ὧν πρὶν ἔπραξαν, τῶν αὐτοχθόνων 419 φυγῇ χρησαμένων διὰ τὴν ἐξ ἐκείνων καιρικὴν ἄδειαν, ἱκανὸν ναυσὶ φόρτον νηήσαντες, καὶ μᾶλλον ἐκ σίτου καὶ τῶν ἐς τροφὴν ἀναγκαίων, κατὰ πόδας τῶν περὶ Τζιμῆν καὶ οὗτοι ἐξώρμων, ὀλίγα τῶν πρὸς τὸν μέγαν δοῦκα συνθεσιῶν φροντίσαντες. τῶν δ' ἄλλων ἀργούντων διὰ παντὸς χειμῶνος περὶ τὴν Κύζικον, πρόφασις ἦν αὐτοῖς τῆς ἀργίας τὸ τοῦ τριμήνου πληρωθέντος ἐφ' ᾧπερ ἔλαβον τοὺς μισθούς, μὴ καὶ αὖθις ἐξ ἑτοίμου πέμπε σθαι ῥόγας τῆς ἐς νέωτα ξυμμαχίας κατὰ τὰ σφᾶς συμφωνη θέντα πρὸς βασιλέως. διά τοι ταῦτα ἐρυθριῶν οἷον διὰ τὸ σφῶν ἄπρακτον ὁ αὐτῶν ἐξηγούμενος πρὸς βασιλέα ταχυναυτεῖ. καὶ τὰ μὲν ἐκείνων ὡς οἷόν τε ἐπειλύων, μόνα δὲ τὰ περὶ τῶν μισθῶν ἀνενέγκας καὶ δεηθείς, ἔτι δὲ καὶ Ἀλανοῖς ἱκανοῦσθαι θέλων ὡς ἀρεϊκοῖς τὰ ἐς πόλεμον (ἐῴκει γὰρ ἐκείνοις τῷ μηδὲ τοῖς ἰδίοις πιστεύοντι), τὰ μὲν ἐντεῦθεν λαβὼν τὰ δὲ καὶ ὁρι σθεὶς ἐκ νήσων ἐκλέξαι, διὰ ταχέων ὑπέστρεφεν ὡς ἑτοίμως δε ξόμενος καὶ ἵππους σταλέντας τοῖς Ἀλανοῖς, ὡς ἐζήτητο. γέγονε ταῦτα. καὶ ὁ μὲν δι' ὅλης τῆς τεσσαρακοστῆς πεῖραν διδοὺς καὶ λαμβάνων ἐπὶ τῷ παραμένειν καὶ προθυμεῖσθαι τὸν τὴν ῥόγαν 420 λαβόντα, οὕτω διένεμε τὰ τοῦ μισθοῦ χρήματα. καὶ τοῖς μὲν Ἰταλοῖς διούγγια χρυσοῦ καὶ τριούγγια μηνὸς ἑκάστου ἐπλήρου, Ἀλανοὺς δ' ἕκαστον τρισὶ καὶ μόνοις τοῦ μηνὸς ἐνικάνου νομί σμασι, πρὸς τῷ καὶ ἵππους τισὶ δοθῆναι οὓς ἀπεξεδέχετο κατὰ τὰ συνθήματα. ὃ δὴ καὶ μέγαν μεταξὺ τούτων ἀνήγειρε κυδοι μὸν ἐκ φιλαυτίας ἀναρριπισθέντα, ὡς μετ' ὀλίγον ῥηθήσεται. ἐκεῖνος μὲν οὖν ἔξαρχον τῶν καθ' αὑτὸν καταστήσας νεῶν οὐσῶν ὡσεὶ δώδεκα, ὃν ἀμηραλὴν ἡ ἐκείνων διάλεκτος ἐξυμνεῖ. ὁρισμῷ πρὸς τοῦτο καὶ τοῦ κρατοῦντος, στόλον ἐξαρτύσας ἐξ Ἰταλῶν, ἅμα παλλακαῖς αὐτῶν καὶ παντοδαποῖς πραγμάτων εἴδεσιν ἐκ τῆς χώρας, ὧν ἕκαστος ἐγκρατὴς ἦν καὶ ὧν ἐξ αὐτῆς λαβεῖν ηὐπό ρησεν, ἀνὰ τὰς νήσους ἐκπέμπει, σύνθημα δοὺς ἐκείνοις τὴν σφετέραν αὐτοῦ κατὰ τὴν Ἀσίαν ἄφιξιν, τοῦ καὶ σφᾶς ἅμα προσ σχεῖν Ἀναίᾳ καὶ τοῖς ἐκεῖ μέρεσι συμμαχήσοντας. τῶν δ' ὑπο λειφθέντων ἀπεπειρᾶτο ἐς ὃ καὶ κινήσειεν ἐκ Κυζίκου τέως δυσα παλλάκτως διὰ τὴν ἐκεῖ βλακείαν τῆς χώρας ἔχοντας. καὶ ὁ μὲν ταῦτα, βασιλεὺς δὲ καὶ τὴν τοῦ ἀκούειν τἀκείνοις πεπραγμένα θέλησιν παραιτούμενος ὡς οὐδὲν ὑγιὲς ἔχοντα, μόνην δ' ὀργὴν θεοῦ τῶν ἁπάντων ἐκείνων ἐπαιτιώμενος, εἶχε μὲν καὶ τὸν τότε 421 πατριαρχοῦντα συχναῖς παννυχίσι καὶ λιτανείαις, ὧν οὐδ' αὐτὸς βασιλεὺς πολλάκις ἀπελιμπάνετο, αὐταῖς ἰδίαις εὐχαῖς καὶ κανόσι τὰ τῆς πρὸς θεὸν ἱκεσίας καὶ παρὰ δύναμιν ἐξανύοντα τῷ ἤδη θαρρεῖν ἐξανύτειν χρηστόν τι ἐντεῦθεν. ὅμως δὲ τὸ πᾶν ἐπ' ἐ κείνοις σαλεύων ἦν καὶ μόνοις, ὡς αὐτίκα εἰ κινηθεῖεν πράξειεν. ἤκουε γὰρ καὶ περὶ Φιλαδελφείας τὰ πάνδεινα, καὶ ὡς Ἀλισύρας σὺν Καρμανοῖς περιστὰς τὴν πόλιν, τὰ περὶ αὐτὴν πρότερον χει ρωσάμενος φρούρια, λιμῷ καὶ ἐνδείᾳ τῶν ἀναγκαίων ἐν ἐλπισμοῖς ἐστὶ παραστήσασθαι· ὁ γὰρ λιμὸς ἤπειγε, καὶ ὄνου μὲν κεφαλὴ τόσων σίκλων ἐξωνουμένη ἠκούετο, αἷμα δὲ σφαγῆς προβάτου καὶ χοίρου εἰς χρυσοῦν τιμώμενον νόμισμα, πρὸς μικρὰν ἐνδείας παραμυθίαν ἀρκέσον τοῖς ληψομένοις. διὰ ταῦτα καὶ τῆς μεγά λης ἑβδομάδος καταλαβούσης, Κρονίου μηνὸς λήγοντος, τὴν ἰδίαν αὐταδέλφην τὴν τοῦ Ἀσὰν Εἰρήνην ὡς πενθερὰν πλῷ χρη σομένην Κυζίκωσε ἀπολύει, οὐδενὸς χάριν ἄλλου ἢ τοῦ τὸν γαμ βρὸν ἐκμειλιξαμένην ὁρμῆσαι· εἶναι γὰρ καὶ τὸν καιρὸν εἰς ἐκ στρατείαν εὔθετον, ἀκμὴν δὲ ἀλλὰ καὶ στρατιωτικὸν ἐξ ὑπογύου λαβόντας ἔχειν τὰς ῥόγας καὶ ἐντελομίσθους εἶναι. ὡς γοῦν μεθ' 422 ἡμέρας ἐπέστη, ἐκείνη μὲν οὐδὲν ἦν τῶν ἐς ἐξόρμησιν συντεινόν των ὅπερ οὐκ ἔλεγέ τε καὶ ἔπραττε, Ἰταλοὶ δὲ καὶ αὖθις ἐν ὑπερ ημερίαις τρίβειν θέλοντες τὸν καιρὸν μάχας ἐμφυλίους ἐκ πολλῆς τῆς ὑπερηφανίας καθίστων, καὶ πρὸς Ἀλανοὺς εἰς διενέξεις ἀκαί ρους ἐχώρουν. παρώτρυνε γὰρ ὁ ζῆλος καὶ Ἀλανούς, ὅτ' ἐκεί νων τριουγγίοις καὶ διουγγίοις μηνὸς ἑκάστου ἱκανουμένων αὐτοὶ ἐν ὀλίγῳ τινὶ ἐμισθοῦντο καὶ τῶν ἀπερριμμένων παρ' ἐκείνοις ἐδόκουν. καὶ πρὸς ταῦτα διαφοραῖς τισὶ καὶ ἀπεχθείαις τὰς γνώ μας ἐκείνων ἠλλοτριοῦντο. ὡς γοῦν ἔτυχον μέν τινες τῶν Ἀλανῶν ἀλήθοντες κατὰ μύλωνα, ἔτυχον δὲ κἀκ τῶν Ἀμογαβάρων ἐξ ἀλαστορίας ὄντι ῥητῆς τῇ ἀλετρίδι ἐπιχειροῦντες, ἐπέβαλον δὲ τὰς χεῖρας καὶ τοῖς ἀλεύροις, ἔρις ἐντεῦθεν καὶ φιλονεικία διὰ λόγων τέως συνίσταται, καὶ Ἀλανός τις, ὡς λέγεται, πρὸς ἐκεί νους ἠπείλει ταῦτα σφᾶς ὅσον οὐκ ἤδη καὶ τὸν μέγαν διαθεῖναι δοῦκα ἅττα καὶ τὸν μέγαν δομέστικον ἔδρασαν. τοῦτο ῥηθὲν εἰ καίως οὐκ ἔλαθε, καὶ ἡ ὑποψία τοῦ λόγου δεινὴν ἐνέτεινε μῆνιν, καὶ ὡς ἤδη παθὼν ἀκούσας ἐκεῖνος ἠμύνετο. ἐμπίπτουσι τοίνυν νυκτὸς Ἀλανοῖς ὀλίγοις πολλοὶ καὶ εὐτρεπεῖς ἀνετοίμοις. οἳ δὴ καὶ ἐξ αὐτῆς τὴν μάχην ἀναρριπίσαντες, πεφραγμένοι πελταῖς, τῷ καθ' αὑτοὺς ἀσφαλεῖ πίσυνοι, οἱ μὲν κατὰ θύρας τῶν οἰκιῶν, 423 οἱ δὲ καὶ ἀποστεγοῦντες τοὺς οἴκους, στερρῶς κατηκόντιζον Ἀλα νῶν. οἱ δὲ καὶ αὐτοὶ τῷ ἀναγκαίῳ ἑαυτοὺς ἀρτύναντες ὑφιστά μενοι ἐτοξάζοντο, καὶ ἔπιπτον ἑκατέρωθεν.
21.2.1
Ἰταλοὶ περιῆ σαν, καὶ ὁ τοῦ τῶν Ἀλανῶν ἐξηγουμένου Γεωργοῦς παῖς, ἀνὴρ μεγιστὰν καὶ τὰς μάχας ἀρεϊκός, σὺν πολλοῖς ἄλλοις πίπτει κα τακοντισθείς. καὶ τότε πολλοὶ μὲν τρωθέντες πολλοὶ δὲ καὶ πε σόντες, καὶ ἄκοντες διελύοντο. τῇ δ' ὑστεραίᾳ καὶ αὖθις καρ τερὰ συνίσταται μάχη, τῶν μὲν ὑπερηφανούντων, Ἀλανῶν δ' οὐκ ἀνεκτῶς ἐχόντων τὸν τοῦ πεσόντος οἴκτιστον θάνατον. καὶ τότ' ἀμυνομένοις τοῖς Ἀλανοῖς εἰς τριακοσίους πεσεῖν ὑπῆρξεν, ὡς λέγεται. καὶ ταῦτ' ἐπράττετο Βοηδρομιῶνος ἐνάτῃ, ὅτε οὐδ' αὐτὸς μέγας δοὺξ οἷός τ' ἦν ἀμωσγέπως μεταξὺ τῶν μαχομένων φαινόμενος ἀναστέλλειν τὸν πόλεμον. ὅμως ῥαΐσαντος τοῦ κακοῦ, πολλῶν καὶ περὶ αὑτοῖς δεδοικότων τῶν ἐγχωρίων, τοῦ Γεωργοῦς μεθ' ἡμέρας ἐπιστάντος ἐπὶ διαπεπραγμένοις τοῖς Ἀλανοῖς πολὺς ἦν ὁ τῶν Ἰταλῶν ἐξηγούμενος δώροις ἐκμειλίσσων τὸν βάρβαρον, εἰ κἀκεῖνος υἱοῦ ποινὴν κατατεθνειῶτος οὕτως ἀκόσμως οὐκ ἤθελε δέχεσθαι, ἀλλά γε καὶ μετόπισθεν κότον εἶχεν ὄφρα τελέσσοι. ἐπέστη Πυαντιών, κἀκείνους μὲν ἡ Ἀχυράους εἶχε ποσουμένους εἰς χιλιάδας, ὧν τὸ Ἰταλικὸν ἓξ ἦσαν, ἦσαν δὲ καὶ τὸ περιλει 424 φθὲν Ἀλανῶν πλῆθος ὡς εἰς χιλίους. τὸ δὲ λοιπὸν Ῥωμαϊκὸν ἦν ὑπὸ τὸν μέγαν ἄρχοντα τὸν Μαρούλην. ὧν ἁπάντων ὁ μέγας δοὺξ ἐξηγεῖτο, αὐτὸς καθιστὰς τοὺς μισθούς, αὐτὸς παρέχων, καὶ τρόπον αὐτοκράτορος στρατηγοῦ ἄγων καὶ φέρων ὅπῃ καὶ βούλοιτο.
21.1.5
Ὁ δέ γε πατριαρχεύων Ἀθανάσιος τὰ πολλὰ παρὰ τοῦ βασιλέως συγκροτούμενος, οὐδὲ αὐτός, ὡς ἐδόκει, καθυ φίει τῆς πρὸς ἐκεῖνον θεραπείας, καὶ μᾶλλον ὅτι γε καὶ πολλῶν τῶν δυναμένων βασιλεῖ συνεῖναι καὶ ξυνεργεῖν εἰς τἀγαθὸν ἔρημον τοῦτον ποιεῖν συνέβαινε, τοῦτο μὲν ἀποφυγόντων ἑκουσίως ἐς πόλεις ἑτέρας, τοῦτο δὲ καὶ αὐτῶν αἰτίαις περιβαλλόντων ἐκεί νους ὧν ἕνεκα καὶ ἀπηρτημένοι βασιλέως ἦσαν. καὶ διὰ ταῦτα ὑποποιούμενος τὸν καιρὸν οὗτος συνεχέσιν ἀγρυπνίαις καὶ λιτα νείαις περιεσπᾶτο, στῖφος μοναχῶν συγκαλῶν καὶ ἱερωμένους καὶ πλῆθος ἄλλο, καὶ πολλὰ ὑπερπαθῶν τῷ δοκεῖν συνόδοις ὁλοημέ ροις μόνος ἀρχιερέων, μόνος τῶν προυχόντων τῆς ἐκκλησίας, τοὺς μὲν παραπέμπων ὡς δῆθεν εἰς τὰς λαχούσας, τοὺς δὲ καὶ παρὰ φαῦλον τιθέμενος, τὰς ἀμφισβητήσεις τοῦ πλήθους δια λύειν πειρώμενος, κἂν ἄλλως κακῶς εἶχε τὸ τῆς ἐκκλησίας πλή ρωμα, τῶν περιφανῶν ἐν ἐνδείᾳ καὶ ἀτιμίᾳ διαβιούντων. οὐ 519 γὰρ ἐξήλλακτο τῷ ἀνδρὶ τὰ τοῦ ἤθους οὐδ' ἐς βραχὺ καταστά σεως τῆς ἀρχῆθεν, καίτοι γε τοῦ βασιλέως πληροφοροῦντος, ὅτ' αὐτὸν ἐπὶ τῶν ἐκκλησιαστικῶν καὶ πάλιν πραγμάτων ἐποίει, ὡς τὸ ἦθος ἐνήλλακται. ὅλως δὲ ἀθώπευτος ἦν καὶ ἄτεγκτος, καὶ ἵν' οὕτως εἴπω, κατὰ τοὺς κερασβόλους κυάμους ἀμάλακτος, βαρὺς μὲν μοναχοῖς, ἐξαλλάττων καὶ αὐτὰ τὰ τῶν μονῶν τυπικὰ καὶ μονοφαγίαν δι' ἔτους ἐξακριβούμενος, ὡς καὶ ἐννατίζειν ἀεί, κἂν ἐφιστῷτο δεσπόσυνος ἑορτὴ καὶ τῶν πασχαλίων, βαρὺς δὲ καὶ κληρικοῖς, βαρὺς δὲ καὶ λαϊκοῖς, καὶ τὰ πάντ' ἄγων καὶ φέρων εἰς θεῖα δικαιώματα, οἷς οὐδ' ὅλως οὐδ' οἱ ὁμολογουμέ νως περὶ τὰ θεῖα ἠκριβωμένοι κατεχρήσαντο. καὶ ἐπορεύετο κραταιούμενος ἐπὶ τούτοις βασιλέως συγκροτησμοῖς, κἂν πάντες, καὶ μᾶλλον τῶν ἐπιδήλων, δυσχερῶς εἶχον τοῖς παρ' ἐκείνου πραττομένοις. τὰ γὰρ ἐκείνου ἤθη πρὸς τὰ τῶν ἄλλων ἐξαίσια ἦσαν καὶ οὐδ' ὅλως ἐκείνοις συνέβαινον, τοῖς μὲν ἐξ ἐναρέτου δῆθεν δοκήσεως, τοῖς δ' ἐξ ἐμφύτου γνώμης δοκοῦν, τοῖς δ' ἐμ παθοῦς διαθέσεως κατὰ γνώμην τῶν πάλαι. ὁπόθεν δὲ τοῦτ' 520 ἦν, ἔξεστι γίνεσθαι τοῦ πείθοντος λογισμοῦ. ἀμέλει τοι καὶ μὴ μόνον τοῖς ἀρχῆθεν σχιζομένοις ἀλλὰ καὶ τοῖς ἄλλοις ἀγλευ κὴς ἐδόκει καὶ ἀτενοῦς ἤθους καὶ ὅλως δυσπέμφελος. βασιλεὺς δὲ οὐ μᾶλλον ἐκεῖνον ἢ τὴν οἰκείαν συνιστῶν οἷον, ὡς ἐῴκει, γνώμην, ἐφ' οἷς καὶ τὴν ἀρχὴν ἐκεκρίκει, οὐδ' ἐς βραχὺ τῆς ἐπ' αὐτῷ πολυωρίας καθυφίει. ἐπεὶ δὲ καὶ φάμουσ' ἄττα ῥι φέντα μέχρι καὶ ἐς αὐτοῦ χεῖρας πεφθάκει, δείν' ἄττα λέγοντα καὶ ἀπᾴδοντα, οὐκ ὀλίγην κἀκεῖνος εὑρίσκει σχεδιασθεῖσαν τῷ πατριαρχοῦντι σύστασιν ἐξ αἰτίας τοιᾶσδε. εἶχε μετὰ πολλῶν ἄλλων ἡ πόλις καὶ Ἀρμενίους ἐποίκους. τῶν τις καὶ προεπε φθάκει προσδραμὼν τῇ καθολικῇ ἐκκλησίᾳ καὶ μύρῳ τῷ ἁγίῳ χρισθείς. παρ' ἣν αἰτίαν καὶ ἄλλοις μὲν τοῖς ὁμογενέσιν ἀπό στοργος ἦν, διαφερόντως δέ γε τῇ ἀδελφῇ. ὡς δὲ καὶ πικρῶς εἶχον καὶ ἐλοιδοροῦντο τῷ ἀποκλίναντι διὰ τὴν μετάθεσιν, ἐνε πικραίνετό οἱ καὶ ἡ ὁμαίμων, καὶ μέσον τούτων ἔχθρα συνίστατο. ὧν ἐν μιᾷ διαλοιδορουμένων, κἀκείνου προσαπειλοῦντος ἀναφέ ρειν τῷ πατριάρχῃ καὶ τὰ παρ' αὐτῶν ὀνείδη διεγκαλεῖν, εἷς παρευρεθεὶς ἐκείνοις καὶ ἀναξιοπαθήσας οἷον, τὴν ἔγκλησιν 521 ἐβλασφήμει καὶ πίστιν καὶ πατριάρχην, τὸν καταφρονητὴν ὑπεμ φαίνων, ὡς ἥκιστα φροντιῶν, εἰ ἐπικαλοίη. μικρὸν διῆλθε τῆς ὥρας, καὶ ἀποστὰς ἐκεῖθεν, μεταξὺ τὴν ὁδὸν διερχόμενος, παρὰ μηδεμίαν αἰτίαν ἐμφανῆ ξυμποδίζεται καὶ πίπτει πτῶμα δεινόν, καὶ ἔδοξεν ὑποσχὼν δίκας τῆς βλασφημίας, δεινῶς συν τριβεὶς τὸν πόδα. ταῦτα μαθὼν βασιλεύς, καὶ ὡς εἰκὸς τὸ πραχθὲν ἡγησάμενος θαυματούργημα, τὸ πᾶν τοῦ παραδόξου τῷ πατριαρχοῦντι προσανετίθει, δέον ὄν, οἶμαι, καὶ μᾶλλον θεῷ καὶ τῇ πίστει, ἣν ἐκεῖνος ἀφρόνως βεβλασφημήκει. καὶ αὐτίκα πρωΐας σύναξιν κοινὴν παραγγέλλει, ἐπιτάττει δ' ἐνεχθῆ ναι καὶ τὸν καταραχθέντα ὡς εἶχεν ἐπὶ τοῦ σκίμποδος. οὗ δὴ καὶ ἐς μέσον τεθέντος, πολλὴν καὶ διωλύγιον διεξῄει δημηγορίαν, συνιστῶν ἐντεῦθεν ὃν συνιστᾶν ἤθελε, τῶν δ' ἀπ' αὐτοῦ σχιζο μένων, καὶ μᾶλλον τῶν ἰδίως ζηλούντων, τὰ πλεῖστα καθήπτε το, κἂν ἐκεῖνοι τὴν γνώμην ἀμετάθετον εἶχον ἐφ' οἷς ἀρχῆθεν ἐπισχυρίζοντο. καὶ ἔπασχον μέν, ἔπασχον δ' ἂν καὶ τὰ μέγιστα, εἰ βασιλεὺς ὑφίει καὶ συνεχώρει. ἀλλ' ἀνεῖχεν ὅλως τὰς ἐπ' ἐκείνοις τῶν ἄλλων ὁρμὰς τρόποις χρηστότητος.
21.1.6
Βασιλεὺς δὲ καὶ αὖθις πέμπων ἐπείρα μετ' εἰρήνης τῷ λαβεῖν χρήματα ἀπαλλάττεσθαι πείθειν. ἀλλ' οὐκ ἔπειθε διαπρεσβευόμενος· τοὺς γὰρ αὐτοὺς ἀντέπεμπε Ῥομοφόρτος τὴν εἰρήνην ἀπεροῦντας, εἰ μὴ τὰ καὶ τὰ γένοιτο, λέγων ἅπερ δὴ καὶ προείπομεν. ἦσαν δὲ καὶ πρέσβεις ἐξ Ὀσφεντισθλάβου πρὸς Ῥομοφόρτον, σπονδὰς ζητοῦντες καὶ τὴν ἀδελφὴν Ὀσφεντισθλάβου, τὴν τοῦ Τζακᾶ τοῦ φονευθέντος σύζυγον, ἐγγυωμένους πρὸς γάμον ἐκείνῳ, ὥστε ἔχειν ὁμαιχμίαν κατὰ Ῥωμαίων· καὶ τούτοις ὁ Ῥομοφόρτος συγκάταινος ἦν. τῶν δὲ ποῦ βασιλέως