Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
θάνατος τοῦ πορφυρογεννήτου. 23. περὶ τοῦ μεγάλου καὶ ἔτι δουκός. 24. περὶ τοῦ Ἀτταλειώτου καὶ τῶν Μαγνησιωτῶν καὶ τοῦ δούκα Νοστόγγου. 25. περὶ τῶν κατὰ τὴν Τρίπολιν τὴν κατὰ Μαίανδρον συμβάντων. 26. περὶ τοῦ μεγάλου καὶ ἔτι δουκὸς καὶ τῶν περὶ τὸν Ἀτταλειώτην. 27. περὶ τοῦ Ἰωάννου τοῦ 9 Χοιροβοσκοῦ τοῦ καὶ Ματζουκάτου λεγομένου. 28. ἐκστρατεία τοῦ βα σιλέως Μιχαὴλ εἰς τὰ περὶ δύσιν. 29. ἀνδραγαθία κατὰ Γεννουϊτῶν τοῦ τῶν Λαζῶν ἄρχοντος Ἀλεξίου. 30. τὰ κατὰ τὴν Ἄννην τὴν κατὰ δύσιν βασίλισσαν. 31. ἀπόδρασις Ἀλανῶν ἐκ τοῦ μεγάλου δουκός, καὶ ἀνδραγαθία περὶ τὰς Πηγάς. 32. τεράστιον τελεσθὲν παρὰ τῆς ἁγίας ὁσιομάρτυρος Θεοδοσίας. ΤΗΣ ΕΚΤΗΣ. πρόλογος. 1. περὶ τοῦ τῶν ἀνατολικῶν Τοχάρων Κάνι τοῦ Καζάνη. 2. δημηγορία τοῦ βασιλέως πρὸς τοὺς σχιζομένους, καὶ ἀπολογία ἐκείνων. 3. διαπεραίωσις τοῦ μεγάλου δουκὸς σὺν τοῖς Κατελάνοις πρὸς δύσιν. 4. περὶ τῆς ἐπιδημίας τοῦ Μπυριγερίου Τέντζα Κατελάνου καὶ τῶν κατ' αὐτόν. 5. δημηγορία πρὸς Κατελάνους τοῦ βασιλέως. 6. προσαγγελία πρὸς βασιλέα κατὰ Κατελάνων τῶν Γεννουϊ τῶν. 7. ἄφιξις πρὸς βασιλέα τοῦ μεγάλου δουκὸς καὶ ὑπὲρ τοῦ Μπυρι γερίου ἀξίωσις. 8. αἰτία τῆς τοῦ σιτοκρίθου συναγωγῆς ἀπὸ δύ σεως. 9. ἐπισκευασία τῶν κατ' αὐτοὺς Γεννουϊτῶν κατὰ τὴν περαίαν. 10. περὶ τοῦ πειρατοῦ Ἀνδρέου καὶ τῆς αὐτοῦ παραδοχῆς. 11. μετά κλησις παρὰ βασιλέως Μπυριγερίου Τέντζα. 12. ὅρκοι τοῦ Μπυριγε ρίου Τέντζα καὶ ἀξιώματα. 13. ἀτασθαλία κατὰ δύσιν τῶν Κατελάνων. 14. πρεσβεία τῶν Κατελάνων πρὸς βασιλέα, καὶ ἀπολογία τοῦ βασιλέως. 15. ἀπόδρασις τοῦ μεγάλου δουκὸς Μπυριγερίου Τέντζα. 16. ἀποστολὴ τοῦ βασιλέως πρὸς τὸν ἀπὸ μεγάλων δουκῶν, καὶ ἐπαγγελίαι τοῦ Και σαρικοῦ ἀξιώματος. 17. ὅρκοι τοῦ βασιλέως πρὸς τὸν ὃν Καίσαρα κα θίστα καὶ ἀποστολαί. 18. δημηγορία πρὸς τοὺς συνηλεγμένους τοῦ Ἰταλοῦ Ῥουντζέρη καὶ Καίσαρος μετ' ὀλίγον. 19. πρεσβεία καὶ αὖθις τῶν Κατελάνων πρὸς βασιλέα καὶ τοῦ αὐτῶν ἐξηγουμένου. 20. κατά στασις τοῦ πανυπερσεβαστικοῦ ἀξιώματος ἐπὶ τῷ υἱῷ τοῦ πορφυρογεν νήτου. 21. περὶ τοῦ φαμούσου, καὶ τοῦ τελεσθέντος εἰς τὸν Ἀρμένιον. 10 καὶ δημηγορία τοῦ βασιλέως.
22.1.2
ἀνάρρησις τοῦ Καίσαρος Ἰταλοῦ. 23. ὅπως ἀπῆλθε πρὸς βασιλέα Μιχαὴλ ὁ Καῖσαρ, καὶ τὰ κατ' ἐκείνου. 24. φόνος τοῦ Ἰταλοῦ Καίσαρος. 25. ὅτι Κατελάνοι ὑποκνισθέντες τὰ κατὰ δύσιν ἠρήμουν. 26. περὶ τῶν διὰ τὸν ἀμηραλῆν πραχθέντων.
22.1.3
Ἐπεὶ γοῦν Ἀθανάσιος ἔγνω μονωθεὶς καὶ τὰς αἰτίας ἐξ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν ὡρμημένας, τὰς δὲ λοιδορίας ἀπὸ πολλῶν συμβαινούσας, ὡς καὶ κρίσιν θέλειν ἄγειν, καὶ οὐκ ἀνυστά οἱ γένοιτο εἰ βούλοιτο τὴν τιμὴν κατέχειν (μηδὲ γὰρ ἐν τεῦθεν εἶναι τὸν εἰρηνεύσοντα ἢ καὶ προσέξοντα), καθυφίει καὶ ἄκων τῆς προστασίας. οὐκ ὀλίγοι γὰρ καὶ τῶν χθὲς καὶ πρὸ τρί της τῶν ἰδίων παρὰ τῶν ἐκείνου στερηθέντων ὁμοῦ συμφρήσαν τες διεφόρουν ἄρδην τὰ ἴδια. οἱ δὲ καὶ τοῖς σιτῶσιν ἐπεχείρουν καὶ κατεγέλων καὶ ἐπετώθαζον ἀνέδην τε κατηρῶντο καὶ ἀπεφή μιζον. ἄλλοι δὲ καὶ λίθους ἔβαλον φανέντος ἐκείνου. τόσον 169 τὸ μῖσος. καὶ κατεστύγουν οἱ πλείους. αὐτὸς δὲ γνοὺς ἐντεῦ θεν καὶ εἰς κρίσιν ἀπαξόμενος, ὡς τοῖς δοκοῦσι μᾶλλον ἐδόκει, βασιλεῖ διαμηνύεται ἀποσταλῆναι μὲν τοὺς τὸ πατριαρχεῖον ἀνα δεξομένους, ἀποσταλῆναι δὲ καὶ τοὺς διακομίσοντας κατὰ τὴν ὁδόν, ὡς μὴ κινδυνεύοι. ἐν τοσούτῳ δὲ σχεδιάσας βιβλία δύο, τὸ μὲν ἓν τῆς αὐτοῦ παραιτήσεως, θάτερον δὲ πόλλ' ἄττα πε ριέχον καὶ ἰδίας κατὰ τὸν βίον συστάσεως χάριν καὶ καταρῶν τῶν ὡς δῆθεν κατ' αὐτοῦ ἀποφημισάντων, ὁ μίμησιν ἀναδεξάμενος τοῦ Χριστοῦ, τὸν μὲν ἐν ἀφανεῖ κρύπτει ἐν κορυφῇ κίονός τινος τῶν κατὰ τὰ ἀριστερὰ εἰσιοῦσι κατηχουμενεῖα τοῦ μεγάλου νεὼ ἱσταμένων, ὑπ' ὀπὴν περιστερεῶνος, δίκην φωρός, ὡς μήτις εἰδείη προμηθευσάμενος, κλίμακά τ' αὐτὸς προσερείσας καὶ ἐπι θεὶς πλὴν οὐ γυμνὸν τὸν χάρτην, ἀλλὰ δυσὶν ἐκπώμασιν ἐμβα λών, ὑπογραφῇ ἰδιοχείρῳ καὶ βούλλῃ μολιβδίνῃ τὰ γράμματα ἐξασφαλισάμενος, τετρήνας καὶ σπαρτίῳ περισφίγξας, ὡς μή τινι ἐπιβουλευθείη τῶν λυμαντήρων ἐς μακρὰν ἐκεῖ κείμενος. θάτερον δὲ τὸν τῆς παραιτήσεως πέμπει πρὸς βασιλέα, ἀξιῶν τὴν ταχίστην τούς γε τὴν ὁδὸν ἀσφαλῆ οἱ θήσοντας ἀποστεῖ λαι. εἶχον δ' ἐπὶ λέξεως ὁ μὲν ἐν τοῖς ἐκπώμασι χάρτης τάδε. (23)" δύο τινὰ ἐφάνη πρὸς καταβολὴν τῆς ἐκκλησίας, εἰς ὠφέ 170 λειαν δῆθεν αὐτῆς ἐπινοηθέντα, ἐξ ἐπιβουλῆς τῶν ἐπιχαιρόντων τοιούτοις, ἓν μὲν τὸ τὸν Βέκκον ἐλθεῖν εἰς τὸ διαλεχθῆναι καὶ τάχα καταγνωσθῆναι καὶ ἡττηθῆναι, ὃ ἀμήχανον ἦν τοῦ λαοῦ μεμηνότος καὶ τὸ γλυκὺ πικρὸν ἐχόντων τε καὶ λεγόντων, δεύτε ρον, ἡνίκα τῷ Ὑακίνθῳ ἐξεχωρήθη ἁπανταχοῦ τῆς Ῥωμαίων προσκαλεῖσθαι κατὰ τῆς ἐκκλησίας οὓς εὕρισκεν οὐ συνειδήσει, οὐ νόμοις θεοῦ τεθραμμένους, ἀλλ' ἀγυρτώδεις καὶ τριωβολι μαίους τινάς, καὶ ἱκανοὺς καταστρέψαι τὴν ἐκκλησίαν Χριστοῦ, καὶ ὅσα παρέλαβεν, ἀλόγῳ θράσει καὶ διαβολῇ καὶ ὕβρει, ἐν οἷς εἶχον ἐκεῖνοι τὸ ἰσχυρόν. καὶ ἔτι, ὡς ἔοικεν, ἔμελλε τοῖς δυσὶν ἐκείνοις κακοῖς καὶ τρίτον ἀναφυῆναι, ὃ καὶ διὰ πλῆθος ἡμετέ ρων ἁμαρτιῶν τῇ ἡμετέρᾳ συνέβη ἡμέρᾳ καὶ καθ' ἡμῶν ἐστρα τεύσατο. τῆς γὰρ Χριστοῦ ἐκκλησίας οἷς αὐτὸς οἶδε κρίμασι τὴν φροντίδα δεξάμενοι, οὐκ ἐξησφαλίσθημεν τοῦ μήτε τοὺς σχιζο μένους τῆς ἐκκλησίας Χριστοῦ καὶ ὑβριστὰς αὐτῆς τιμωρεῖν μήτε τοὺς ἀκαθαρσίαις μοιχείαις τε καὶ πορνείαις ἑαλωκότας ἀναχαι τίζειν. ἠγνοήσαμεν δὲ ὅτι καὶ οἱ πατριαρχεύοντες τοιαύτας εὐ θύνας ὑπέχουσι παρὰ τῶν ἐπὶ σφάλμασιν αὐτῶν εὐθυνθέντων καὶ τῶν τούτοις ὁμοίων εἰς ἃ διῳκήκασι, καὶ ταῦτα μηδὲ τοῖς ἐνερ γοῦσι σήμερον τὰ δημόσια τοιαύτας ἐν οἷς ἐνήργησαν ὑπεχόντων εὐθύνας, ὅσα ἢ κακοτρόπῳ γνώμῃ ἢ καὶ ἀγνοίᾳ κατὰ τοῦ δικαίου πεπαρῳνήκασιν. ἀλλ' ὢ τῶν ἐμῶν κακῶν, ὡς μηδὲ κἂν ἴσα τού 171 τοις ἐξισωθῆναι καὶ τὰ ἡμέτερα. καὶ εἰ καὶ πόθεν ταῦτα ἐπῆλ θεν ἡμῖν, ἄδηλα τοῖς πολλοῖς, ἀλλ' οὐχὶ καὶ θεῷ. ὁ γὰρ εἰ πὼν παρρησιασάμενος πρὸς θεὸν ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέ φαγέ με, εἶπε καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. οὐ γὰρ ἡμετέρων ταῦτα σφαλμάτων ἀντέκτισις, καὶ χάρις θεῷ· ἡμεῖς μὲν ἀδικούμενοι οὕτως ἀδικούμεθα, ὅτι τὸν μὴ ἑαυτὸν ἀδικοῦντα οὐδεὶς δύναται παραβλάψαι, ἡ ἐκκλησία δὲ πάλιν ὑβρίσθη καὶ ἐζημίωται. τίς δὲ ἡ ζημία; τῶν μοναχῶν καὶ μοναζουσῶν καὶ λοιποῦ χριστωνύμου λαοῦ, τῶν μὲν λόγῳ τῶν δὲ καὶ βίᾳ βλεψάντων πρὸς τὸ σεμνότερον, ὡς καταιγὶς ἀγρία ἀθρόον ἐπεισπεσοῦσα ἡ καθ' ἡμῶν ὕβρις πρὸς τὰ πρότερα ἔστρε φεν. ἡ δὲ ὕβρις καὶ τὸ αὐτῆς λυπηρὸν τὸ μὴ κατὰ τῆς ἡμῶν ὑπολήψεως μόνον καὶ τὸ λίθους κρατῆσαι βαλεῖν ἡμᾶς καὶ ἀνα θεματίσαι, καὶ ὅσα σωματικῆς ὕβρεως ἐπειπεῖν, ἀλλ' οἴμοι καὶ κατ' αὐτοῦ τοῦ σεβάσματος. διὸ καὶ φημί, εἰ σύνοιδα ἐμαυτῷ πορνείᾳ ἢ μοιχείᾳ ἢ ἀρρενομανίᾳ ἑαλωκέναι, καὶ εἰ ἐφρόνησα πώποτε ἢ φρονῶ ἢ φρονήσω ἀλλότριον φρόνημα τῆς ἐκκλησίας Χριστοῦ τοῦ θεοῦ μου, ἀνάθεμά μοι ἀπὸ Χριστοῦ, καὶ ἡ μερίς μου σὺν τῷ προδότῃ καὶ τοῖς τὸν κύριόν μου σταυρώσασιν. εἰ 172 δὲ ὀρθῶς καὶ πιστῶς με λατρεύοντα καὶ φρονοῦντα, καὶ ἀποβαλ λόμενον ἐκ ψυχῆς ὃ μὴ δοξάζει ἡ ἐκκλησία μηδὲ παρέλαβε, συ κοφαντῆσαι οὐκ ἔφριξαν γλῶσσαι λέγειν μαθοῦσαι κακά, ὅσοι καὶ οἵτινες εἶεν, ἔχω αὐτοὺς καθὰ ὁ κανών, καὶ ἀπὸ τῆς ζωαρχικῆς τριάδος ἀφωρισμένους. ὅτι δὲ βιασθέντες ἀλλ' οὐ βιάσαντες ἐτέ θημεν εἰς τὴν ἐκκλησίαν, ἐλπίδι εἰρήνης καὶ ὠφελείας κοινῆς, οὐ προέβη δὲ κατὰ τὰς ἐλπίδας ὅσον διῳκήσαμεν, οὕτω συμφέρον ἡμῖν κατεφαίνετο, μάρτυς θεός, καὶ ὃ μὴ ὡς κακὸν ἀλλ' ὡς πρέπον ἐπράττομεν. πλὴν εἰ ἐν ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρη θησόμεθα, τὴν τούτων διάκρισιν ἀνατίθημι τῷ ἁγίῳ βασιλεῖ καὶ τοῖς ἀρχιερεῦσι ἐνώπιον τοῦ θεοῦ, καὶ εἴτε ἀποδοχῆς εἴτε εὐθύ νης κριθῶμεν, στέργομεν, καὶ ὡς ἐκ θεοῦ τὴν τῶν τούτων κέ λευσιν ἐκδεχόμεθα. ἕτερον, εἰ καὶ ὁποῖόν ἐστιν ἑκάστου τὸ ἔρ γον τῇ ἡμέρᾳ ἐκείνῃ δηλοῦται, χάριν τῆς δυσφημίας ἣν ἐξήμεσε καθ' ἡμῶν ὁ διάβολος λέγομεν. εἰ σύνοιδα ἐμαυτῷ πορνείᾳ ἢ μοιχείᾳ ἢ ἀρρενομανίᾳ ἑαλωκέναι, καὶ εἰ ἐφρόνησα πώποτε ἢ φρονήσω ἀλλότριον φρόνημα καὶ ἀπᾷδον τῆς ἐκκλησίας Χριστοῦ τοῦ θεοῦ καὶ κυρίου μου, καὶ εἰ μὴ ὡς οἱ ἅγιοι μαθηταὶ καὶ ἀπόστολοι τούτου παραδεδώκασι καὶ οἱ διάδοχοι τούτων θεοφό ροι πατέρες, ἰδικῶς καὶ συνοδικῶς, καὶ εἰ μὴ ἅπαν ἑτερόδοξον φρόνημα, ὃ μὴ παρέλαβε καὶ κρατεῖ ἡ ἐκκλησία Χριστοῦ, παρα 173 πέμπω τῷ ἀναθέματι, ἀνάθεμά μοι ἀπὸ Χριστοῦ, καὶ ἡ μερίς μου σὺν τῷ προδότῃ καὶ τοῖς τὸν κύριόν μου σταυρώσασιν. εἰ δὲ ὀρθῶς καὶ πιστῶς με λατρεύοντα καὶ φρονοῦντα καὶ ἀσπαζό μενον καὶ κηρύττοντα διαβολαῖς μέ τινες τοιαύταις διέβαλον, ὅσοι καὶ οἵτινες εἶεν, ἐκκήρυκτοι τῆς ἐκκλησίας Χριστοῦ, καὶ ἀλύτῳ ἀφορισμῷ τῷ ἀπὸ τῆς ζωαρχικῆς καὶ μακαρίας καὶ ἁγίας τριάδος ἡ μετριότης ἡμῶν ὑποβάλλει αὐτούς, καὶ ἀρᾷ ἀναθέματος καὶ τὸν τοιούτοις παρασυρέντα εἰς τὸ βλάψαι καὶ ἀδικῆσαί με. ὡς δὲ τοῖς ἀδίκοις καὶ βλασφήμοις αὕτη ἀρὰ παρὰ θεοῦ, οὕτω καὶ τοῖς φειδομένοις τὴν γλῶσσαν καὶ ἀλήθειαν ἀγαπῶσι καὶ λέγουσιν ἡ τοῦ θεοῦ εὐλογία καὶ σκέπη περικυκλώσοι καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι." Καὶ ταῦτα μὲν τὰ ἐν τοῖς ἐκπώμασι καὶ ἐν ἀποκρύφῳ τε θέντα· ἃ δὴ ὁποῖα μὲν καὶ ὅπως ἔχουσιν, ὡς καὶ αὐτὸν τὸν πα ρασυρέντα, ὅστις ἂν καὶ εἴη, ὑπ' ἀνάθεμα ἄγειν, καὶ εἰ σύστα σις ταῦτα ἀπαθῶν τρόπων εἴτε καὶ μή, εἰδεῖεν ἂν οἱ πνεύματι ζῶντες καὶ τῷ κυρίῳ δουλεύοντες. ὅμως ὕστερον εὑρεθέντα, ὡς μετ' ὀλίγον ῥηθήσεται, ἱκανῶς αἰτίαις δικαίαις ὑπῆγον τὸν γρά ψαντα. ἕτερον δὲ γράμμα σχεδιάσας πρὸς τὸν βασιλέα ἀπέστει λεν, οὕτω κατὰ ῥῆμα διαλάμβανον." θεῷ καὶ μετὰ θεὸν τοῖς λόγοις θαρρήσας τῆς ἐκ θεοῦ βασιλείας σου τὴν ἐκκλησίαν ἐκρά τησα. εἰ δ' ἐγκαλοῖ μοι καί τις ὅτι μὴ κατὰ τὸ ἀρέσκον ἑκάστῳ 174 διῴκησα, μάρτυς αὐτὸς θεός, κρεῖττον οὐκ ἐφρόνουν. ἐπεὶ δὲ Χριστὸς τῆς ἐκκλησίας αὐτοῦ καὶ τῆς βασιλείας σὲ κατέστησε φροντιστήν, ἰθύνειν πρὸς τὸ ἀρέσκον αὐτῷ, ἐνώπιον λέγω τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, εἰ καὶ ἁμαρτωλός εἰμι, ἀλλὰ πρα κτικῶς οὐκ ἐπίσταμαί τι ἀπεῖργον κατὰ κανόνας ἱερωσύνης. εἰ δέ τινες ἐξηγέρθησαν κατ' ἐμοῦ λέγειν ὅσα εἰς ἀνθρωπίνην ὕβριν φθάνει καὶ παραλύπησιν, καὶ εἰσὶν οἱ πιστεύοντες ταῦτα, θέτω σαν εἰς καθαίρεσιν ὅσα ἐκ τούτων καὶ βούλονται, καὶ εἰ ἀδικηθῶ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δικαιωθήσομαι. τὴν γὰρ παραίτησιν λογίζο μαι ἀκανόνιστον, καὶ αὕτη μου ἡ διάκρισις. ἐπεὶ δὲ πρὸς τρέ μοντα τὰ δικαιώματα θεοῦ βασιλέα λαλῶ, εἰ κελεύεις, τὸ θέ λημά μου ἐῶ, καὶ ἀνατίθημι τῷ θεῷ καὶ τῇ ἐξ αὐτοῦ βασιλείᾳ σου τὰ ἐμά, ἵνα ὅπερ αὐτῇ θεάρεστον δόξει καὶ τῇ ψυχῇ μου σωτήριον, εὐργετήσῃς καὶ συμβουλεύσῃς καὶ συνεργήσῃς μοι, καὶ οὕτω παρὰ θεοῦ χαρισθῇ τῆς εὐεργεσίας τὰ ἴσα τῇ ἐκ θεοῦ βασιλείᾳ σου." ἀλλὰ τοῦτο μέν, κατὰ τὸ εἰκός, οὐχ ὑπέγραψε, τὸ δέ γε πρότερον οἰκειοχείρως ὑπεσημήνατο· εἶχε γὰρ" Ἀθανά σιος ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ οἰκουμενικὸς πατριάρχης." ἦν δ' ἔτι φερόμενον καὶ ἄλλο τι ἐν κρυπτῷ γράμματι, ὅπερ οὐκ οἶδα εἰ προσετέθη ὕστερον παρὰ τῶν ἐκείνῳ προσκειμένων, ὡς" κἂν εἴ τι ποιήσω παρὰ ταῦτα, 175 ἄστοργον ἔχω καὶ ἔξω τῆς ἡμετέρας γνώμης, κἂν αὐτὴν ἐγχα ράξω μου τὴν παραίτησιν." Τέως ταῦτα γράψας, τὰ μὲν ἐν ἀφανεῖ τίθησι τὸν εἰρημέ νον ἐξασφαλισάμενος τρόπον, αὐτὸς δὲ τὸ πρὸς τὸν βασιλέα καὶ μόνον ἐξαποστείλας, ἐπεὶ οὐκ ἦν ἐκεῖθεν, καθὼς ἴσως καί οἱ ἤλπιστο, ἡ βοήθεια καὶ τὸ ἀντειλῆφθαι, ἀλλ' ἤδη μᾶλλον οἱ νυκτὸς ἐξελευσομένου κατὰ τὴν ὁδὸν δεφενδεύσοντες ἀπεστέλ λοντο, καὶ ἄλλοι οἱ τὸ πατριαρχεῖον ἀναδεξόμενοι, γνοὺς ἐντεῦ θεν ἴσως καὶ τὴν τοῦ κρατοῦντος γνώμην, ὡς οὕτω τὰ καθ' ἑαυ τὸν δοκιμάζοντος εἰς συνοῖσον εἰ ἐκσταίη παρακεκινημένων τῶν ὅλων (οὐδὲ γὰρ ἐχώρει ἄλλως γίνεσθαι), ἀωρὶ τῶν νυκτῶν δί δωσιν ἑαυτὸν τοῖς ἀπάξουσι. καὶ πρὸς τῇ κατὰ τὰ Εὐγενίου γε γονότες θαλάσσῃ ἁλιάδος τε ἐπιβαίνουσι, καὶ τὸν λιμένα τὸ Κέ ρας εἰσπλεύσαντες τὴν μονὴν τοῦ Κοσμιδίου καταλαμβάνουσι. κἀκεῖ τὴν νύκτα προσμείνας στέλλει πρὸς βασιλέα τὴν αὐτοῦ πα ραίτησιν, ἔχουσαν ἐπὶ λέξεως οὕτως. (24)" ἐπειδήπερ λυσι τελείας χάριν κοινῆς εἰς τὸν πατριαρχικὸν ἀνήχθημεν θρόνον καὶ διὰ τὴν τοῦ χριστωνύμου λαοῦ εἰρηναίαν κατάστασιν καὶ κυβέρ νησιν, ἀπέβησαν δὲ τὰ πράγματα εἰς τοὐναντίον καὶ παρ' ἐλπίδα τὴν ἡμετέραν καὶ τῶν βιασαμένων ἡμᾶς, ὡς ἐντεῦθεν κριθῆναι ἡμᾶς τῷ λαῷ ἀδοκίμους καὶ παραιτητέους καὶ ἀδιακρίτους, ἄλ λως τε δὲ καὶ ὡς ἀσθενεῖς καὶ ἁμαρτωλοὶ καὶ ἀνίκανοι καὶ οὐδὲ
22.1.4
Τῆς μὲν τοῦ βασιλέως περὶ τὴν ἐκκλησίαν κηδεμο νίας πολλὰ καὶ ἄλλα τὰ δείγματα, εἰ καὶ τὰ κατ' αὐτὴν πρά γματα ὕδρα τις ἦν ἡ μυθευομένη καὶ πολλὰς σκανδάλων ἀνέφυε κεφαλάς. ἔδει δὲ πάντως τῷ Ἡρακλεῖ τέμνοντι καὶ ἐπικάοντος Ἰολάου. ἀλλ' ὁ μὲν Ἡρακλῆς ἦν οὗτος, Ἰόλαος δὲ ὁ καὶ ἄξιοςσυνεργὸς ἐζητεῖτο μέν, οὐχ εὑρίσκετο δέ. διὰ τοῦτο καὶ οὐκ ἦν ὅλως μόνον τὰς τομὰς εὐοδεῖν, εἰ καὶ μὴ τὸ ξίφος τῆς φροντίδος ἠμβλύνετο. καὶ ἀφίημι τὰς παρὰ τῶν σχιζομένων ἀφανεῖς τε καὶ φανερὰς ἐπιτεχνιτεύσεις, ψυχρῶν χαρίτων παρὰ πολλῶν κα 245 τατιθεμένων αὐτῇ, ὡς εἰρηνεύειν μέν, οὐ μὴν δὲ καὶ παγίως ἔχειν πρὸς τὴν εἰρήνην, ἀλλ' ἀμφικλινῶς καὶ ὡς ἔτυχεν. ἀλλ' οἷον τὸ τότε. φάκελος γὰρ γραμμάτων καὶ τόμος, ὃ δὴ λέγεται φάμουσος, εἰς χεῖρας τῷ βασιλεῖ γίνεται, τὸ μὲν ὅθεν καὶ παρὰ τίνων οὐκ οἶδα, τέως δὲ πόλλ' ἄττα φέρων αἰτιάματα. τοῦτον βουληθεὶς ἀνατρέπειν ὁ βασιλεὺς καὶ λόγους φέρειν παλαίοντας (ἥπτοντο γὰρ ἐπιεικῶς κἀκείνου τὰ αἰτιάματα) τὸ μὲν γραφαῖς τὴν ἀντιλογίαν ἐπιτρέπειν γίνεσθαι, ὡς ἄν γε κατὰ ῥῆμα τὰ τῆς ἀνασκευῆς γίγνοιτο, οὐκ ἐδοκίμαζε τέως πολλῶν αἰτιῶν ἕνεκα· αὐτὸς δ' ἔγνω προκαθίσας, συναγωγῆς κοινῆς γεγονυίας, καθ' ἓν ἀναγινωσκόμενον ἀνατρέπειν. καὶ γέγονεν οὕτω. καὶ δὴ συνά γονται μὲν ἀρχιερεῖς συνάγονται δ' οἱ τοῦ κλήρου καὶ μοναχοὶ καὶ λαός, καὶ βασιλεὺς ἅμα τοῖς ἐν τέλει συνεδριάσας ἕκαστον κεφάλαιον τῶν τοῦ τόμου οὐκ ἀγενῶς διέλυεν, ἔργῳ δεικνὺς ὡς πειθὼ κρείττων βίας, καὶ μᾶλλον ὅπου καὶ τὸ τῆς ἐξουσίας ὑφο ρᾶσθαι πέφυκε πρὸς τὴν τοῦ κρατεῖν ἰσχὺν συμβαλλόμενον. καὶ ὁ γράψας ἀφανὴς ἦν, τὴν οὐδενίαν τάχα καὶ τὸ μὴ ἐπί τισιν 246 ἰσχυρίζεσθαι τῇ ἐκ τῆς ἐξουσίας ὑπωπτευμένῃ βίᾳ καλύπτειν οἰό μενος· βασιλεὺς δ' ἐμφανῶς ἀντέλεγε προτιθεὶς τοῖς πᾶσιν εἰς κοινὸν τοὺς λόγους, τὴν μὲν ἀνάγκην τῆς ἐξουσίας ἐν μέρει τι θείς, τῇ δὲ πειθοῖ προσάγεσθαι θέλων ἐκ περιουσίας πολλῆς τὸν ἀκούοντα.
22.1.5
Τὸν δὲ φυλακίτην πορφυρογέννητον ἡ τοῦ μηνὸς πέμπτη νεκρὸν καθορᾷ. τὸ γὰρ τῆς κυνάγχης πάθος πάντα μᾶλλον ἐκεῖνον ἢ περιεσόμενον ἀπειργάζετο. ὃ γνωσθὲν βασι λεῖ, σπουδὴ ἦν κατὰ τὸ εἰκὸς πρότερον ἢ ἀπελθεῖν ἑτοιμασθῆ ναι. καὶ πέμψας (οὐδὲ γὰρ ἠξίου προσιδεῖν διὰ τὴν καθοσίω σιν) τὰ καθ' αὑτὸν προσέταττεν οἰκονομεῖν ὡς βούλεται. κἀ πειδὴ οὐδὲν ἦν ἄλλο οἱ προύργου περὶ οὗ διασκέψαιτο ἢ τὸ ἑτοι μασθῆναι καὶ μὴ ταραχθῆναι, ἀνακαλεῖται μὲν πατριάρχην, ἀνατίθησι δέ οἱ τοὺς λογισμούς. καὶ τέλος παρ' αὐτοῦ ἀποκεί ρεται καὶ Ἀθανάσιος ὀνομάζεται, πάντ' ἐκεῖνα τὰ πρώην μηδὲ λογισμοῖς ἐπιτρέψας, ὥστε καὶ περὶ τοῦ σφετέρου υἱοῦ ἐρωτώ μενος, βασιλέως πέμποντος, εἴ τι καὶ περὶ ἐκείνου βούλοιτο, προσθέντος καὶ τοῦ ἀνεψιοῦ, ἐκεῖνον βαρέως ἀπολογήσασθαι μήτ' αὐτὸν ἔχειν υἱὸν μήτ' ἐκεῖνον ἀνεψιόν, καὶ οὕτως αὐτῆς ὥρας ἐφησυχάσαντα τῇ ὑστεραίᾳ ἀποθανεῖν. ἡ δ' ἐκφορὰ τοῦ 425 νεκροῦ καὶ λίαν μεγαλοπρεπῶς ἡτοιμάζετο. κελεύει γὰρ βασι λεύς, καὶ πλεῖστον ὅσον ἐξ ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος, ἐξηγουμένου καὶ πατριάρχου σὺν ἀρχιερεῦσι καὶ κλήρῳ παντί, συναθροίζεται. καὶ ὑπὸ δαψιλέσι φωσὶ καὶ λαμπάσι καὶ ψαλ μῳδίαις μεσαζούσης ἡμέρας τῇ τοῦ Λίψη μονῇ παραπέμπεται, καὶ οὕτω λαμπρῶς καὶ πολυτελῶς, μόνον δὴ φέρων εἰς μνήμην τὴν εἰς Χριστὸν δουλείαν καὶ ψιλὸν ὄνομα, κατὰ τοὺς πολλοὺς τοῖς ἐξωτάτω σορίοις ἐνταφιάζεται. καὶ ὁ μὲν τῇδε καταλύει τὸν βίον, εἱρκτῆς πολυετοῦς τὸν τάφον ἀνταλλαξάμενος, ὡς καὶ πρὸ τοῦ χρόνοις τέσσαρσιν ὁ σὺν αὐτῷ κατακριθεὶς Στρατηγό πουλος.
22.1.6
Ἐν τούτῳ καὶ ὁ ἀπὸ μεγάλου δουκὸς Ἰταλὸς μὲν τὸ 522 γένος, ταῖς δ' ἀπὸ τοῦ βασιλέως ὀνομασίαις ὡς γαμβρὸς κλεϊζό μενος, πέμπων πολλάκις πρὸς βασιλέα καὶ τεχνιτεύων τὰς σκαιω ρίας, τέλος ἀποσταλέντα καὶ αὖθις τὰ τοῦ Καίσαρος σύμβολα κατὰ τὴν ἡμέραν τῆς τοῦ ἁγίου Λαζάρου ἐγέρσεως ὑποδέδεται καὶ Καῖσαρ φημίζεται, δέχεταί τε παρὰ βασιλέως καὶ χρυσίου νομίσματα χιλιοστύας τρεῖς πρὸς τριάκοντα. ξυνέκειτο δὲ σφίσι λαμβάνειν καὶ σίτου τοπικοὺς μοδίους ἑκατὸν χιλιάδας, καὶ μέχρι καὶ ἐς τρεῖς χιλιάδας μαχίμων ἀνδρῶν παρακατασχόντα τοὺς ἄλ λους ἀποπέμπειν, καὶ αὐτίκα περᾶν κατ' ἀνατολήν. ἀλλ' ὅμως ἐκ σκαιωρίας καὶ αὖθις οὐχ ὑπελείπετο πρόφασις, ἀλλὰ πολλοὺς μὲν ἀνὰ Κύζικον πέμπει πολλοὺς δ' ἀνὰ Πηγάς, ἱκανὴν δὲ μοῖ ραν καὶ τῷ Λοπαδίῳ προσνέμει. αὐτὸς δὲ καὶ τοὺς περὶ τὸν Μπυριγέριον θάλπων ἤδη ἀποστατήσαντα, ἔτι δὲ καὶ τοὺς ἀμφὶ τὸν νόθον ἀδελφὸν Θευδερίχου ὑποποιούμενος, τούτοις μὲν μέχρι καὶ Μιτυλήνης τὸν πλοῦν περιώριζεν, ἐκείνους δὲ παρακατεῖχε καὶ προφάσεις ἐπλάττετο καὶ ἄλλας μέν, τέως δέ γε τὴν ἔκδηλον, ὡς ἀκαθέκτους ὄντας οὐ δύναται καθυπάγειν εἰς τὸ οἰκεῖον θέ λημα, καὶ ταῦτα μηδὲ ταῖς κεχρεωστημέναις μισθοφορίαις ἱκα νωθέντας. ὑπεποιεῖτο δὲ καὶ τὴν τῶν ἑκατὸν χιλιάδων τοῦ σίτου συναγωγήν· καὶ ἀνὰ μέρος μὲν οἱ τοῦ βασιλέως συνῆγον ἐκ τῆς 523 χώρας ἐκείνῳ τὸν σῖτον, ἀνὰ μέρος δ' ἐκεῖνος τοὺς ἰδίους πέμ πων ἐξεφόρει τὸ εὑρισκόμενον, προφάσει μὲν ὡς ἐπιταχύνων τὴν ἀπανάστασιν, τὸ δ' ἀληθὲς καὶ ὃ μᾶλλον κατενοεῖτο, τὰς ἐπι θυμίας ἐμπιπλῶν καὶ καταφρονῶν ἐς ὅτι μάλιστα. ἐν τοσούτῳ δέ, ἵνα δὴ καὶ πλέον τὸν βασιλέα ὑποποιήσηται, ἅμα δὲ καὶ κατά τινας ἑτέρας προφάσεις, τὴν μὲν πενθερὰν καὶ τὴν σύζυ γον τῷ ἐγγαστρίῳ βαρουμένην φόρτῳ πέμπει κατὰ πόλιν πρὸς τὸν κρατοῦντα, περιαργῶν τὴν διαπεραίωσιν ἐκ προφάσεως, ὡς εἰ μὴ ἐπανέλθοιεν αὗται ἐξηνυσμένων καὶ τῶν ἀπαιτουμένων, οὐδ' ὅλως περαιωθησόμενος. (23) αὐτὸς δὲ συμπαραλαβὼν οἷς καὶ μᾶλλον ἐθάρρει, ποσουμένους περί που τοὺς ἑκατὸν καὶ πεντήκοντα, ἔγνω πρὸς βασιλέα Μιχαὴλ κατὰ τὴν Ἀδριανοῦ διά γοντα ἀπελθεῖν, προφάσει μὲν καὶ τῷ φαινομένῳ ὡς προσκυνή σων καὶ βλέψων ὃν ἐς τόδε οὐκ εἶδεν, ἔτι δέ γε, καὶ ὡς ἔλεγε, συνταξόμενος μέλλων διαπερᾶν, τῷ δέ γε βαθυτέρῳ, καὶ ἐφ' οἷς ὑπωπτεύετο, κατασκοπήσων τὸ περὶ τὸν βασιλέα στράτευμα. καὶ γὰρ οὐδ' ἐκεῖνοι πρὸς τὰς αὐτῶν ἀτασθαλίας ἠρέμουν, ἀλλ' ὑπονοοῦντες τὴν ἀπιστίαν, καὶ μᾶλλον Ἀλανοὶ καὶ τὸ ἐκ παλαιοῦ 524 Περσικόν, οὓς καὶ Τουρκοπούλους ὠνόμαζον, οἱ μὲν περὶ τὸν ἐκ Βουλγάρων Βοσσίλαν καὶ τοὺς οἰκείους κοσμήτορας, τὸ δὲ Ῥωμαϊκὸν περὶ τὸν μέγαν πριμικήριον τὸν Κασσιανὸν καὶ τὸν Δούκαν καὶ μέγαν ἑταιρειάρχην ταττόμενοι, τὰ τῆς Μακεδονίας τε ὀχυρὰ διελάμβανον ἀπαναστάντων τῶν οἰκητόρων κατὰ βασι λικὴν διὰ τὸν κίνδυνον πρόσταξιν, καὶ κύκλῳ περισχόντες τὸν τόπον ἐφ' ἡμέραις ἐστρατοπεδεύοντο, τοῦ μὲν προσβαλεῖν Ἰτα λοῖς ἀποσχόμενοι, ἔννοιαν δὲ διδόντες ὡς ἐπιθήσονται φανεροῖς εἰς ἀποστασίαν καταστᾶσιν, ὡς ἐκ πολλῶν ὑπωπτεύετο. ἦν τοί νυν ἐντεῦθεν καὶ κατασκοπήσεως ὑποψία, ὡς εἴρηται, αὐτόθεν ἀφικνουμένῳ, ὅτι γε καὶ ἑκάστῳ τῶν κατὰ δύσιν φρουρίων, οἷς ἐπισταίη, ἰδίους ἐκ Κατελάνων ἁρμοστὰς καθίστη καὶ φύλακας. Βοηδρομιῶνος τοιγαροῦν ὀγδόη λήγοντος ἦν, καὶ ἠγγέλλετο τῷ κρατοῦντι Μιχαὴλ ἡ τοῦ Καίσαρος ἄφιξις ἀνὰ τὴν δεῖξιν ἅμα τῷ στρατῷ διάγοντι. ἀγγελθὲν δὲ τοῦτο παρὰ τοῦ γυναικαδέλ φου ἐκείνου Ἀσὰν θαῦμα ἦν· καὶ πέμψας ὁ βασιλεὺς ἐπυνθάνετο πῶς ἂν καὶ παραγένοιτο, εἰ ὁρισθὲν αὐτῷ παρὰ τοῦ βασιλέως τε καὶ πατρός, ἢ αὐτὸς καὶ γνώμης ἦλθεν αὐτοθελοῦς. καὶ ὃς τὴν πρὸς αὐτὸν μὲν δουλείαν καθωμολόγει, καὶ ὡς προσκυνήσων πάρεστιν, ἅμα δέ γε καὶ κατὰ τὴν προκειμένην ὁδὸν τὴν ἐπ' ἀνα 525 τολῆς αὐτῷ συνταξόμενος. ὁ δ' αὖθις ἀντέπεμπε καὶ λόγοις ἐδεξιοῦτο προσήκουσι. τετρὰς ἦν τῆς τοῦ Θωμᾶ λεγομένης ἑβδο μάδος, καὶ τὴν ἑσπέραν ἀνέσας, βασιλεῖ φανεὶς καὶ φιλοφρονη θεὶς ὡς εἰκὸς ἀξίως βασιλικαῖς ὁμεστιάσεσι, τὴν μετ' αὐτὴν ἡμέ ραν συνάμα βασιλεῖ τὴν Ἀδριανοῦ εἴσεισι. ταύτην δὲ καὶ τὴν μετ' ἐκείνην ἀγήλας φιλοτησίαις αὐτὸν βασιλεὺς παρῄνει τὰ εἰς προσήνειαν διοριζόμενος, ὡς μηδὲν ὅλως τῶν Ῥωμαίων χωρούν των τοιαῦτα ἤθη τυραννικὰ καὶ ἀπόκροτα. ἐκεῖνος δ' ἔτι σπεύ δων τὴν ἀποχώρησιν οἱονεὶ συνετάττετο, καὶ τὴν παραίνεσιν ἀσμένως ἐδέχετο. (24) οἱ δὲ Ἀλανοὶ ἐθύμαινον κατ' αὐτοῦ, τὸν καιρὸν ἐπιτηροῦντες, ἔχοντες μεθ' ἑαυτῶν καὶ τὸν Γεωργοῦν, οὗ ὁ υἱὸς κατὰ τὴν Κύζικον ἀπεκτάνθη, καθὰ φθάσαντες εἴπο μεν. παρηκολούθουν οὖν τούτῳ σιγῇ ἔνθεν κἀκεῖθεν. δοθέν τος οὖν ἐκείνῳ καιροῦ τὴν Αὐγοῦσταν ἰδεῖν μόνον, τῶν ἄλλων Ἰταλῶν πάντων ἔξω που ἑστώτων, ἀπερχόμενος καὶ ἤδη τῆς πύλης ἀνοιγομένης τοῦ οἰκήματος ἐν ᾧ ἡ Αὐγοῦστα ἦν, δέχεται καιρίαν τὴν πληγὴν ὄπισθεν διὰ τῶν νεφρῶν παρὰ τοῦ Γεωργοῦ ζητοῦντος τὸ αἷμα τοῦ ἰδίου υἱοῦ. καὶ οὕτω παραχρῆμα πίπτει, ἀνὴρ βάρβαρος μὲν καὶ ἄδικος καὶ ὡς τὰ πολλὰ φρονηματίας, 526 ἀλλ' οὖν ὀξὺς εἰς πολέμους καὶ διεγηγερμένος. θροῦς ἐντεῦθεν ἐγείρεται, καὶ οἱ ἀπ' ἀνατολῆς, ὡς εἰπεῖν, ἐκεῖνον διεσπάραξαν καὶ ἀπερρόφουν τοῦ αἵματος, τῶν ἰδίων μεμνημένοι· οὕτως ὥπλιζεν αὐτοὺς ἡ κακία. ἄραντες οὖν τὸν νεκρὸν ἐκείνου ἔξω που καταρρίπτουσι. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ μόλις ἑαυτοῦ γεγονὼς ἠρώτα πρὸ πάντων περὶ τῆς Αὐγούστης εἰ περιῇ· φόνος γάρ, ὡς ἤκουεν, εἰργασμένος ἐν τῷ αὐτῆς οἰκήματι μή τι κἀκεί νη πέπονθεν ἀνήκεστον φοβεῖν ἐπῆγεν. ὡς γοῦν τὰ χρηστὰ μὲν περὶ τῆς Αὐγούστης μαθὼν ἦν, κἂν οἷον ὑπερπαθήσας τοῦ ἀν δρός, ὅμως φρόνιμος ὢν προεμηθεύσατο πάνυ σοφῶς, καὶ προσέταττε μὴ ἐκφανθῆναι τὸ σύνολον τοῖς ἄλλοις Ἰταλοῖς ἑκα τὸν καὶ πεντήκοντα τὸν ἀριθμὸν οὖσιν. ἐκείνους οὖν μηδὲν εἰ δότας τῶν συμβάντων σιγῇ κατὰ τὸ πρόσταγμα περικυκλώσαντες ἐκέλευσαν ὁρισμῷ τοῦ βασιλέως τὰ ὅπλα εἰς γῆν θεῖναι, καὶ ἀκο νιτὶ ἐχειρώσαντο, ταῖς εἱρκταῖς ἀνόπλους ἐγκατακλείοντες. ἐν τεῦθεν οἱ Ἀλανοὶ καὶ ἀνατολικοὶ τοῦ Καίσαρος φονεῖς φανέντι τῷ βασιλεῖ τὴν τόλμαν ἀπελογοῦντο, ὡς οὐκ ἄλλως οὐκ ὂν μὴ τὸν πολλῶν ἀλάστορα, αὐτῶν δὲ βασιλέων ἀποστάτην τὴν γνώ μην, ἀνηλεῶς κατασφάττοιεν. ἄλλοι δὲ καὶ μείζοσιν ὁρμαῖς 527 ἀλλήλους παρακροτήσαντες, καὶ μᾶλλον Ἀλανοί, ἐπιβάντες τῶν ἵππων ἐξέθεον πανταχοῦ, ὅπου ἂν καὶ καταλήψαιντο Κατελά νους. ἀλλ' ὁ βασιλεὺς μαθὼν τὴν ἐκδρομὴν ὅλην τῶν στρατευ μάτων, καὶ δείσας περὶ ἐκείνους μή πως ἀσυντάκτως ἐκθέοντες ἡττηθῶσι καὶ εἰς κίνδυνον αὐτοῖς ἡ ὁρμὴ περιστῇ, πέμψας τὸν θεῖον αὑτοῦ Θεόδωρον συνάμα καὶ ἄλλοις ὑποστρέφειν ἐπείρα. οὐ μὴν δὲ καὶ ἤνυτε τὸ παράπαν, ἀλλ' εὐθὺς ἐξέθεον καὶ τόποις τισὶν ἐφιστάμενοι Ἰταλοῖς μὲν (οὐδὲ γὰρ ἄπυστά πω σφίσι τὰ τοῦ Καίσαρος ἦσαν) φόνον ἐπῆγον, ἵππους δ' ἐκείνων καὶ ὅπλα καὶ χρήματα τοὺς μὲν ἀπῆγον τὰ δὲ συνέλεγον. φθάνει δ' ἐπὶ τούτοις καὶ τὰ τῆς φήμης ἐντελέστερον, καὶ ἀκαρεῖ ἅμα Κατε λάνοι πάντες τὴν Καλλίου εἰσελθόντες (ἦν γὰρ ἐκ πλείστου κατη σφαλισμένον τὸ φρούριον) ἑαυτοῖς μὲν προνοοῦσι τὴν σωτηρίαν, τοὺς δ' ἐν αὐτῇ Ῥωμαίους παμπληθεὶ κτείνουσι, μηδ' αὐτῶν φειδόμενοι τῶν νηπίων. τέλος περὶ τῶν ἰδίων, ὧν τε Καῖσαρ ἐπήγετο καὶ τῶν ἐν τῇ πόλει καὶ τῶν ἑκασταχοῦ πεμφθέντων, δείσαντες μὴ κἀκείνοις κίνδυνος περιστῇ, κατασχόντες τοὺς πε ριόντας φυλακαῖς ἐτήρουν. ἔμελλον δὲ καὶ τοὺς περὶ τὸν νόθον ἀδελφὸν Θευδερίχου ἐγγύς που ναυλοχουμένους εἰσφρήσεσθαι· ὡς δ' οὐχ ὡμολόγουν περὶ τὰ συμφωνούμενα, ἐκείνοις μὲν ἐφῆ 528 καν κατατρέχειν τὰς νήσους, κωφὴν ἑαυτοῖς συμμαχίαν καὶ ταῦθ' ἡγούμενοι, αὐτοὶ δ' εἰς στερρὰν παρεσκευάζοντο μάχην.