Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1.1
τὰ περὶ τὴν τῆς ἐκκλησίας τάξιν συμ 11 βάντα. 24. τὰ περὶ τοῦ μεγάλου πριμικηρίου τοῦ Κασσιανοῦ. 25. περὶ τῆς τῶν Ἰβήρων συμμαχίας, καὶ ὅπως αὐτῆς ἀπετύγχανον. 26. πῶς οἱ ἐχθροί τινα τῶν ἀνὰ τὸν Γάνον φρουρίων παρεστήσαντο.
23.1.2
Οὐ μὴν δὲ κατὰ Λάμψακον πρὸ τοῦ καὶ ἡ δίκη ἐπὶ μήκιστον χρόνον ἀργὸς ἦν, ὡς εἴθιστο τὰ πολλὰ διαμέλλουσα, ἀλλὰ τῷ ἀρχηγῷ τῶν τοιούτων, τῷ ἀπὸ Σάρδεων, κἂν οὐ πα ρῆν πραττομένων, παλίμπους οὖσα ἐξ ὑπερτέρας περιέστη χει ρός. καὶ δὴ παρὰ μαθητοῦ αὐτοῦ τοῦ μοναχοῦ προσαγγέλλεται Γαλακτίωνος χείριστα καὶ φρονῶν καὶ λέγων κατὰ βασιλέως. ὡς δὴ καὶ ὑποπτευθεὶς τὰ μέγιστα πρὸς πολλὰ δίκαις καθοσιώσεως καθυπάγεται. τὸ δ' ἐντεῦθεν ἁπάσαις τε λοιδορίαις περιβλη θεὶς καὶ ἐλεγμοῖς τοῖς εἰκόσιν, ὅτι καὶ μοναχὸς ὢν οὐκ ἔφριξεν ἀθετήσας τὸ σχῆμα καὶ πρὸς τὸν τῶν ἀρχιερέων μεταπηδήσας βαθμόν, καὶ τὰ δεινὰ παθὼν ἐκ πολλῶν, τέλος πυγμαῖς τε καὶ 66 ὠθισμοῖς ἀνάρπαστος γεγονὼς ἔξω που τοῦ κοινοῦ συνεδρίου πα ρέρριπται, ὅτε καὶ ὁ Λαρίσσης Νίκανδρος τῆς Ἰωάννου χειρο τονίας ὢν καὶ διὰ τοῦτο παρ' ἐκείνου καθαιρεθείς, ἐκεῖσε παρὼν καί γ' ἀτίμως ἐκεῖνον ἐκριφθέντα θεώμενος, λαβὼν μοναχικὸν ἐπιτύμβιον μεθ' ὅσου μυκτῆρος καὶ χλευασμοῦ ἐπιτίθησιν. ὁ δὲ πρὸς τοῦτο μόνον ἐν ἑαυτῷ γεγονὼς (τὰ γὰρ πλεῖστα ἔξω νοὸς ἦν) ἐρρίπτει τε παρευθὺς ἐπισχὼν τὴν καλύπτραν ἐκ σφενδονῶν, καὶ ταῖς ὀξείαις βολαῖς τοῦ ἡλίου γυμνὴν ἐδίδου καθυπακούειν τὴν κεφαλήν. ὁ δὲ καὶ αὖθις ἀναλαμβάνων ἐπετίθει, καὶ αὖ θις ἐκεῖνος ἀπέρριπτεν. καὶ τοῦτο πολλάκις γεγονός, γέλως ᾔρετο παρὰ τῶν παρόντων καὶ χλεύη καὶ ἐπιτίμησις οὐ μικρά. οἱ δέ γε προσεκτικώτεροι, ἀνάγοντες τὸν νοῦν πρὸς ἅπερ ἐκεῖνος ἐποίει τοὺς ἀρχιερεῖς πρότερον, ὁμοίαις δίκαις ὑποβάλλουσαν ἐκεῖνον κατενόουν τὴν πρόνοιαν.
23.1.3
Τοῦτο καὶ πρότερον ἐπὶ Ἀθανασίου πατριαρχοῦντος ἐποίει, καὶ κεφαλὴν ἄλλην σκανδάλου σοφῶς ἀπέκοπτε, καὶ λό γοις ἐπὶ κοινοῦ λεχθεῖσιν ὥς τισιν ἐπῳδαῖς τὸ ἀνοιδοῦν κατεμά λαττε· σοφοῦ γὰρ ἰατροῦ πρὸς τομῶντι πήματι τομὰς ἐπάγειν, πρὸς δ' αὖ ὑφιέντι τῆς ἀνοιδήσεως προσηνέσι φαρμάκοις ἐκ τῶν λόγων καταστέλλειν πειρᾶσθαι, καὶ μηδὲν διδόναι τῇ ἐκτήξει πάροδον. καιρὸς δὲ συνάπτειν τοῖς παροῦσι καὶ τὸ ἧττον ἐγγίζον διὰ τὴν τῆς ὑποθέσεως γειτνιότητα. κεκίνητο λόγος τῷ βα σιλεῖ περὶ τοῦ κατὰ τὴν Βαβυλῶνα σουλτάν, διευλαβουμένῳ τέως ὅπως εἰς ἀδελφότητα γράφοι τὸν ἐχθρὸν τοῦ σταυροῦ. καὶ τὸ πρᾶγμα ἐπιεικῶς τῶν ἀτόπων ἐδόκει, εἰ καὶ σύνηθες ἦν ἐξ ἀρ χαίου τοῖς εὐσεβῶς βασιλεύουσιν. οἷος οὖν ἦν ἐκεῖνος, πρὸς 247 τοιαῦτα διευλαβούμενος (τὸ γὰρ πατέρα γράφειν οὐκ ἀξιοῦντα τὸν πάπαν διὰ τὸ δῆθεν ἐσφάλθαι, εἰς ἀδελφοὺς τάττειν μὴ ὅτι γε ἄθεον ἀλλὰ καὶ ἐχθρὸν τοῦ Χριστοῦ, πόνος ἦν οὐ μικρὸς ἐκείνῳ) κοινοῦταί τισι τῶν ἀρχιερέων παροῦσι τὸ σκέμμα, καὶ τὴν θεραπείαν τοῦ συνειδότος ζητεῖ. καὶ ὁ μὲν ἔλεγεν, ὁ δὲ ἄλλος ἄλλο τι τὰ εἰς θεραπείαν τοῦ συνειδότος ἀπεσχεδίαζεν. ὁ μέντοι γε Φιλαδελφείας Θεόληπτος θέλων θεραπεύειν βασιλεῖ τὴν συνείδησιν, ἀνεκτὸν ἀπὸ γραφῶν ἐπειρᾶτο τὸ πρᾶγμα δεικνύειν. καὶ τί γε, φησί, τοῦτο δεινόν, εἰ καὶ τοῖς δαίμοσιν, οὐχ ὅπως ἄνθρωποι πάντες, ἀλλὰ καὶ Χριστιανοὶ ἀδελφίζουσιν; τὴν γοῦν ἀνάγκην γίνεσθαι χάριν νίκα τῇ συνέσει. ὅπου δὲ τοῦτο καὶ γέ γραπται; υἱοὶ μητρός μου ἐμαχέσαντό μοι, λέγει ἡ ᾀσματίζουσα. υἱοὺς δὲ μητρὸς τῆς ἐκκλησίας Χριστοῦ ὁ Νύσσης ἐξηγεῖται τοὺς 248 δαίμονας, ὡς ἂν ἐκ τῆς αὐτῆς καὶ μιᾶς αἰτίας (ἡ δ' ἔστιν, οἶ μαι, ἡ τοῦ θεοῦ ἀγαθότης, ἀρχή τις γενομένη τοῖς μὴ οὖσιν εἰς ὄντωσιν) τούτους τε κἀκείνους ὡς ἐκ τοῦ αὐτοῦ πατρὸς προῆχθαι καὶ ποιητοῦ. τοῦτο ἴσως καὶ κατὰ τὸ τυχὸν τῷ εἰ πόντι παρέρριπται, ἐξ εἰκότων δὲ γέγονε μέγα καὶ εἰς σκανδάλου πρόφασιν ἱκανόν. ὁ γὰρ Δυρραχίου Νικήτας τὸν λόγον ἀκούσας οὐκ ἀνεκτὸν ἀκοαῖς εὐσεβέσιν ἡγήσατο πάμπαν, εἰ δαιμόνων ἀν τικειμένων θεῷ ἄνθρωποι ὑπήκοοι τῷ Χριστῷ καὶ υἱοθετηθέντες θεῷ διὰ τοῦ βαπτίσματος ἀδελφοὶ λέγοιντο. γνησίοις γοῦν διὰ ταῦτα τὸν εἰπόντα βλέπειν ὄμμασιν οὐκ ἠνέσχετο, ἀλλὰ πολλοῖς διελάλει τὸν λόγον καὶ βλασφημίαν τοῦτον οὐ μετρίαν ἔκρινε. ταῦτα πολλοῖς μὲν ἐπῄει χλευάζειν καὶ τὸν λόγον ἐπιεικῶς ὡς ἰὸν πικρίας καὶ ὄφεων ἀποστρέφεσθαι· ἐπέπυστο δὲ καὶ βασιλεὺς πλατυνομένου τοῦ λόγου, καὶ ὡς εἰκὸς περιαλγήσας καὶ τῶν πρα γμάτων καταστενάξας, εἰ μὴ μόνον τοῖς σχιζομένοις ἀλλὰ καὶ αὐτοῖς δὴ τοῖς ἡνωμένοις τὰ τῶν ἰδίων χλευάζονται, σύνοδον συγκροτεῖ, καὶ διαλαλεῖ πᾶσι τὰ τέως λεχθέντα, καὶ ὡς ἦν κατὰ τὸ εἰκὸς τοὺς λόγους διευθετεῖ, ἐκβάλλων ὑποψίαν ματαίαν ἐκ καρδιῶν ἀκουόντων ἐνσκιρρουμένην ἤδη τῷ Θεολήπτῳ. αὐτὸς 249 δὲ πειράσας κακοῦν τὸν τὴν τοῦ σκανδάλου πυρκαϊὰν ὑπανά ψαντα αἰδοῖ τοῦ ἀνδρὸς εἴργεται, τὸ μὲν διὰ τὴν ἐκείνου κατά στασιν (ἦν γὰρ ταῖς ἀληθείαις εὐλαβὴς ὁ ἀνήρ, καὶ οὐ κακουρ γίᾳ ἀλλ' εὐλαβείᾳ παρακεκίνητο), τὸ δὲ καὶ διὰ τὸ ἀρθῆναι θέ λειν μέγα τὸ σκάνδαλον ἐκ τοῦ τὸν ὑπομνήσαντα κινδυνεῦσαι.
23.1.4
Συνέβη δὲ πρὸ τούτων, τοῦ αὐτοῦ μηνὸς τῷ πέρυσι καὶ ἡμέρας ταύτης, προσβαλεῖν τῇ πόλει ἐξ Ἀκουϊλίας τριήρεις Βενετικάς, πλὴν οὐ κατὰ τοιαύτην χρείαν καὶ πάλιν, ἀλλὰ τῶν ἐνεχυρασθέντων πραγμάτων διὰ τὴν τότε πυρπόλησιν ἕνεκα. οἳ δὴ ἐπεὶ κατὰ τὴν Θεσσαλονίκην πέμποντες, ἐκεῖ βασιλέως διά γοντος, οὐδὲν ἤνυτον, ἄλλως ἔγνωσαν τὰ περὶ τούτων ἐνεργέστε ρον μετελθεῖν. καὶ δὴ τριήρεις μιᾷ πλείους τῶν δώδεκα ἡτοι 323 μασμένοι, προσθεμένων καὶ πειρατικῶν ἑτέρων ἑπτά, τῇ Βυ ζαντίδι προσβάλλουσι, καὶ μεσημβρίας σαββάτου φανέντες μεθ' ὅτι πλείστης κορύζης, καὶ τὴν ἀπὸ τῶν πειρατῶν ἀπήνειαν ἐπα γόμενοι, τὸν λιμένα τὸ Κέρας εἰσπλεύσαντες καὶ καταντικρὺ τῶν ἀνακτόρων ναυλοχησάμενοι δεινὰ τοὺς προσχώρους ἐποίουν, καί τινι θημωνίᾳ ἐκεῖ που ἱσταμένῃ πῦρ ἐνιᾶσιν, οὐ τόσον εἰς ζημίαν τῶν κεκτημένων ὅσον εἰς χλεύην. βασιλεὺς δὲ τὴν μὲν ἐξ ἰδίων τριήρεων ἀντιπαλάμησιν μὴ ἔχων ἀντικαθιστᾶν (τὸ ναυτικὸν γὰρ πρὸ χρόνων ἀπέσβεστο· κἄν πού τινες περιῆσαν ἔτι ὡς μὴ τοῦ παντὸς καθάπαξ ἐκλείψαντος, κατὰ χρείας ἄλλας ἔτυχον ἐσταλμέναι) ἐν ἀμφιβόλῳ ἦν τοῦ τί δεῖ ποιεῖν. ὅτε μὲν οὖν εἰς τὴν ἐκείνων ἀποβλέψειε τόλμαν καὶ τὴν πρὸς αὐτὸν ὀλιγωρίαν, οὐ σύνηθες σφίσι τὸ τόλμημα ὄν, τηνίκα καὶ ἀνθίστασθαι ἐδικαίου καὶ κακῶς πράττειν πειρᾶσθαι τοὺς ἐπιόντας, ἐς ὃ καὶ μαθεῖν σφᾶς ὡς ὑπὲρ τὸ δέον ἐγχειροῦσιν· ὅτε δ' αὖθις εἰς τοὺς ἀποβη σομένους φόνους ἐντεῦθεν καὶ τὴν ἐν κενοῖς ἀντικατάστασιν καὶ τὸν ἀναγκαῖον κίνδυνον ἀφορῴη, παντὶ δικαίῳ μᾶλλον ἢ ἐκείνῳ συνωμολόγει. μηδὲ γὰρ εἰς μακρὰν καὶ τούτους γνωσιμαχήσαν τας ἐπεστράφθαι καὶ ξυγγινώσκειν δέεσθαι. εἶναί τε καὶ ὀλίγου πόνου τε καὶ δαπάνης ναυπηγεῖσθαι Ῥωμαίους, εἰ μόνον αὐτὸς 324 κελεύοι· κἂν ᾖρται δὲ σφίσι τὸ φρόνημα ἐκλειπουσῶν τῶν τριή ρεων, αὐτὸν κελεύειν, καὶ συνεστηκυιῶν ἐν ὀλίγῳ καταπίπτειν αὖθις καὶ ταπεινοὺς γίνεσθαι. ταῦτ' ἐννοούμενος ἀνέστελλε τὰς ὁρμὰς τῶν πολλῶν, οἳ δὴ καὶ ζηλοτυποῦντες οἷον εἰ οὗτοι κατὰ Ῥωμαίων οὕτως ἐπάρθησαν, καλὸν ἔλεγον γεφυροῦν ἁλιάσι καὶ φορτηγοῖς, ὥς τινας συνδέσμους ἐχούσαις καὶ τὰς καθευρεθείσας ἐνταῦθα μεγάλας ναῦς, τὸν τοῦ Γαλατᾶ πορθμόν, καὶ παρ' ἑκάτερα τοξότας τε καὶ σφενδονήτας στήσαντας οὕτως ἐπιχειρεῖν τοῖς ἐντὸς συνεβούλευον. καὶ τὸ βούλευμα ἄριστον κατεφαίνετο· χωρὶς γὰρ τῶν παρ' ἑκάτερα τεταγμένων καὶ ὅσους αἱ νῆες ἐχώ ρουν, οἱ ἀπὸ τῶν τειχέων ἱστάμενοι μόνοι αὐτάρκεις ἐδόκουν ἰοῖς πεμπομένοις καὶ ταῖς ἀπὸ τῶν τειχῶν πέτραις καταβάλλειν εἰς τέλος καὶ ἀφανίζειν τοὺς ἐπιόντας. ὁ δὲ βασιλεὺς τὴν εἰσβο λὴν κινδυνώδη κρίνων Χριστιανικοῖς ἔθνεσιν οὐδ' ὅλως ἠφίει, ἐνε δίδου δὲ μᾶλλον ἀναβάλλων τὰς ὁρμὰς ἐμπιπλᾶν. (24) ἀλλ' ἐκεῖνοι μὴ ἔχοντες πλέον ποιεῖν ὧν ἔπραξαν, ὡς ὀργάνοις τῆς σφῶν μανίας ἐχρῶντο τοῖς πειραταῖς, οἳ καὶ αὐτονυχεὶ τῇ Πριγ κίπων νήσῳ προσίσχουσι, καὶ οὐχ ὅπως τοὺς ἐν αὐτῇ πάλαι κα 325 τῳκηκότας, ἀλλὰ καὶ λαὸν ἱκανὸν ἐκ Πηλοπυθίων, ἄρτι τὰς τῶν Περσῶν ἐκφυγόντα χεῖρας καὶ τῇδε καταφυγόντα, ἐξανδρα ποδίσαντες πράγματα μὲν σκυλεύουσιν, ἀνθρώπους δὲ κατα σχόντες ἐν ναυσὶν εἶχον, καὶ ἅμ' ἕῳ δεινὰ ἐκείνους ἠπείλουν ποιεῖν, εἰ μὴ τὰ τιμήματα ἄξια καταθεῖντο, κρεμαννύντες καὶ αἰκιζόμενοι καὶ σφάττειν ἕτοιμοι ὄντες, ἐλεεινὴν θέαν μέσον θα λάσσης ἱστῶντες, καὶ τὰς τιμὰς παρὰ βασιλέως κατ' ἔλεον ἀναγ καῖον λαβεῖν ἐλπίζοντες. διὰ τοῦτο καὶ πόνος οὐχ ὁ τυχὼν κρα τοῦντι, εἰ φεύγοντες Πέρσας οἱ δείλαιοι χερσὶ πειρατῶν ἐμπεπτώ κεσαν, οὐκ ἄλλως καιρὸν τοῦ θαρρεῖν ἐχόντων εἰ μὴ ἐξ ὧν ὁμαι χμοῖεν σφίσιν ἑαυτοῖς, οἷς δὴ πολλάκις καὶ βασιλικαὶ συμβεβή κασι χάριτες. Ῥωμαῖοι δὲ παρ' αἰγιαλοὺς ἱστάμενοι τὴν δεινὴν κατεστύγουν θέαν καὶ τὸ πάθος ἀπωλοφύροντο. οἱ δέ γε καὶ ἀκμῆτες εἰς ὅπλα ᾔεσαν, καὶ Ὀδυσσείους, ὡς ἐκεῖνος ἐπὶ τὴν Σκύλλαν, οὕτως οὗτοι τὰς ὁρμὰς ἐπ' ἐκείνους προΐσχοντο· πλὴν κατ' ὄψιν καὶ μόνην τὸ ἀμυντικὸν περιίστατο. τοὺς μὲν γὰρ ὁ αἰγιαλὸς εἶχε σφαδάζοντας τὰς ὁρμὰς ἐφ' ᾧπερ ἀμύνοιντο, οἱ δὲ παρὰ μόνην τὴν θάλασσαν ἁλώσιμοι ὄντες, καὶ τίνων οὐκ ἀσθε νέστεροι; ὅμως ὡς ὀχυρώματι τῇ θαλάσσῃ χρώμενοι, ἐς ὅ τι 326 καὶ ἐδόκει σφίσι τοὺς ἐν χερσὶ διετίθουν, οἳ δὴ καὶ τὰ περὶ τῆς Σκύλλης εἰκόνιζον, χεῖρας ὀρεγνύντες τοῖς ἔξωθεν καὶ θρήνους ἐλεεινοὺς κλάζοντες. οὔπω πᾶν ἦμαρ τετέλεστο, καὶ βασιλεῖ ἀγγελλόμενα τὰ δεινὰ ἐνεποίουν οἶκτον· καὶ δὴ στήσας τιμὴν τοῖς οἰκτροῖς τεσσάρων χιλιάδων χρυσῶν νομισμάτων τοὺς πάν τας εἰλήφει. καὶ τότ' ἀποστείλας πρὸς τὸν τῶν νηῶν ἡγεμο νεύοντα τὴν ἀπόνοιαν κατωνείδιζεν καὶ τὴν τόλμαν, οἷς ὅτι πα ρὸν πρεσβείαν πέμπειν καὶ πρὸς αὐτὸν εἰς λόγους καθίστασθαι, περὶ τῶν κατὰ σφᾶς δικαίων λέγοντας, οἱ δὲ πειραταῖς μιχθέντες τὰ λῃστῶν σὺν ἐκείνοις πράττοιεν. ταῦτα λέγων τοῖς μηδὲν ἄλλο προτείνουσιν ἢ τὴν τοῦ κοινοῦ σφῶν συνεδρίου πρόσταξιν, ἐπεὶ τοὐντεῦθεν καὶ τούτοις τῶν αἰσχίστων ἔργων μετέμελεν, ἱκέτας τοῦ λοιποῦ ἀντ' ἀντιστατῶν εἶχε καὶ εὐπειθεῖς πρὸς εἰρήνην τοὺς πρὶν ἐχθίστους, εἰ λύοιντο τὰ ἐνέχυρα· τὰς γὰρ σπονδὰς καὶ αὐ τοὺς θέλειν, καὶ ἀξιοῦν ἐπὶ ταύταις ἐπιταχθῆναι, λυομένων μό νον τῶν κατὰ τὰ ἐνέχυρα διαμφισβητήσεων. ταῦτ' ἐκεῖνοι με ταβαλλόμενοι καθικέτευον, καὶ βασιλεὺς κατένευε τὰς ἐπὶ χρό νοις σπονδὰς προσιέμενος, καὶ οὕτω πρεσβείαν στειλάμενος τὰς εἰρηνικὰς ἐτάμετο. πόνος γὰρ ὁ τῶν Περσῶν ἤπειγεν ἄλλος, κυ 327 κλούντων ὥσπερ ἀπὸ θαλάσσης εἰς θάλασσαν τὴν ἀνατολὴν ἅπα σαν. καὶ ἀλλαχοῦ μὲν ἄλλοι κίνδυνοι τοῖς ταλαιπώροις Ῥωμαίοις περιειστήκεισαν, τὰ δὲ κατὰ Μεσοθινίαν πᾶσαν καὶ ἀπανέστησαν σφαλέντος τὰ μεγάλα τοῦ εἰς ἡγεμόνα τούτων ταχθέντος Μουζάλωνος.
23.1.5
Τὰ δὲ περὶ τὸν μέγαν δοῦκα στρατεύματα ἐν πολλῷ τῷ κατὰ σφᾶς θάρρει προσβάλλει τῇ Γέρμῃ, ὑπ' ἐλπισμοῖς ἀρα ρόσι τοῦ πλῆθος Περσῶν τῇδε καταλαβεῖν καὶ τὰ τῆς ἀνδρείας ἐνδείξασθαι. οἱ δ' ἐκ τῆς φήμης κατασεισθέντες καὶ μόνης, ὡς ἔδειξαν, ἀκόσμῳ φυγῇ καὶ ἀγενεῖ δρασμῷ ἀφέντες τὸ φρού ριον ἀπεδίδρασκον. οἱ δὲ κατόπιν ἐπιστάντες, ὡς εἶχον, τοῖς ἀπολειφθεῖσιν ἐξικανοῦντο. πλὴν εἰ χρὴ πιστεύειν, καί τισι δι' ἀγχόνης μόρον κατὰ τὸν τρόπον τῶν Ἰταλῶν ἐπῆξεν ὁ ἀφηγούμε νος, οὐ παρ' ἄλλο τι ἢ τὸ θέλειν ἐκείνους περιποιεῖν σφέτερα. 426 ὁ δὲ εἴτ' ἀμυνόμενος αὐτόθεν εἴτε μὴν καὶ τοὺς λοιποὺς δεδιττό μενος, καὶ ὑπὸ τοὺς δώδεκα, ὡς ἐλέγετο, ἀπηγχόνισεν, ὅπου γε καὶ αὐτὸν τὸν σφῶν ἐξηγούμενον, ἄνδρα ἀρεϊκὸν ἐκ Βουλγάρων καὶ μέγαν ἐξ ἀξιωμάτων τζαούσιον τὸν Χρανίσθλαβον, ὃν ἐκ τοῦ κατὰ τὸν Λαχανᾶν πολέμου ἐπὶ Μιχαὴλ τοῦ βασιλέως ἁλόντα καὶ δεσμοῖς ἐφ' εἱρκτῆς συνισχημένον πολλοῖς ὕστερον χρόνοις βασιλεὺς τῆς εἱρκτῆς ἐκβαλὼν καὶ τιμήσας τῷ ἀξιώματι τοῖς ἐκεῖ μέρεσιν ἐπὶ χρόνοις ἀρχηγὸν εἶχε, καὶ αὐτὸν γοῦν τοῦτον, ὡς λέγεται, ἐξ ἑτοίμου τῇ μαχαίρᾳ τρώσας τοῖς ἀπαγχονίσουσι παρε δίδου. κἂν καὶ τοῦτ' ἐγεγόνει, εἰ μή γε πολλοὶ καὶ πρὸς ἱκε τείαν ἀξιόχρεῳ ὑπὲρ τοῦ ἀνδρὸς οὐκ ὀλίγα προτείνοντες δίκαια ἐξηρήσαντο. κἀντεῦθεν Χλιαρὰ διελθὼν καὶ τἆλλα τὴν ἐπὶ Φιλαδελφείας ἔσπευδεν ἐσχάτως, ὡς ἐρρέθη, κινδυνεύουσαν. κἀπειδὴ ἡλίσκετο μὲν Τρίπολις πρὸ καιροῦ, τὰ δὲ πέριξ φρούρια ἐξ ὁμολογίας διὰ τὴν ἀνάγκην Πέρσαις ὑπέκειντο, ἦσαν δ' οὗτοι οἱ περὶ τὸν Ἀλισύραν Καρμανοὶ τὰ κράτιστα τῶν Περσῶν, πέμ ψαντες οἱ ἐν τοῖς φρουρίοις κατὰ τὴν περὶ τὸν Αὔλακα διατρί βοντι ἀναγγέλλουσι μὲν τὴν βίαν, προσλιπαροῦσι δ' ἐπαμύνειν ἀντιπροσχωρήσουσιν ἐξ ἑτοίμου, ἤν που φανείη, Ῥωμαίοις γε 427 οὖσι καὶ τῇ τοῦ καιροῦ βίᾳ εἴξασιν. ὁ δὲ δέχεταί τε τὴν ἱκετείαν καὶ ἀμύνειν κατεπαγγέλλεται. οὐ μὴν δ' ἀλλὰ καὶ ἐντεῦθεν θάρ ρος λαβὼν οὐκ ὀλίγιστον πρὸς συμπλοκὰς κατὰ Περσῶν ἡτοιμά ζετο. πλὴν δ' ἀλλ' οὐδὲ Πέρσαις ἀνήκουστα τἀκείνου κατέστη, ἀλλὰ καὶ αὐτοὶ μαθόντες προσητοιμάζοντο. καί που περὶ τὸν Αὔλακα συνελθόντες οὐκ ἄξια μὲν τοῦ πλήθους οὐδέ γε τῆς παρασκευῆς ἑκατέρων ἀλλήλους ἔδρασαν, λέγεται δ' ὅμως τρω θέντος αὐτίκα τοῦ Ἀλισύρου καὶ εἰς φυγὴν διὰ ταῦτα βλέψαντος Πέρσας μὲν μετ' εὐκοσμίας καὶ κατὰ τρόπον ἀναχωρεῖν, τοῖς δὲ κατὰ τὸν μέγαν δοῦκα συναχθεῖσι κατὰ φρήτρας τριχῇ οὐκ ἦν ἀτάκτως μίγα πᾶσι διώκειν. ἕκαστοι δ' ὁρῶντες ἀλλήλους εἰ προπηδήσειαν, ὅμως τῷ ὑπὸ τῶν συνήθων ἐνεδρῶν Περσικῶν φόβῳ (μηδὲ γὰρ εἶναι Πέρσας ὄντας ἐκλαθέσθαι τῆς μηχανῆς) ἐπεχόμενοι ὑφειμένως ἐνέπιπτον καὶ βάλλοντες κατῃκίζοντο, ὥστε καὶ Πέρσας οὐκ ὀλίγους πεσεῖν. τέως δ' ἐντεῦθεν ἀναχωρησάν των Περσῶν Φιλαδελφεῦσι τῶν κακῶν ἄμπνευσις γίνεται, καὶ λιμῷ κινδυνεύοντες σιταρκοῦνται, καὶ πρὸς τὰ δεινά, ἤν που

Intertext edge

Open linked passage

Note