Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.1.1
Ὁ μέντοι γε Κοτανίτζης τὸ σχῆμα φέρων τῶν μονα χῶν κἀν τῇ τῆς Περιβλέπτου μονῇ ἀσκῶν, ὑποκρινόμενος δὲ καὶ πᾶσαν ἁπλότητα ὡς ἐκ ψυχῆς ἀγαπήσας τὴν πολιτείαν καὶ ταύτῃ συναποθανεῖν αἱρούμενος, καὶ τοιαύταις ἀπάταις τοὺς μοναχοὺς 67 ὑπελθών, πείθει ἐφεῖναι τούτῳ καταλαβεῖν τὴν ἐν Προύσῃ με γίστην μονήν, ᾗ δὴ ἀφιγμένος ἐκεῖθεν τεχνιτεύει τὴν ἐπὶ τὰ οἰ κεῖα δραπέτευσιν. γράφει γὰρ δι' ἀπορρήτων, ἐνασχολουμένου τοῦ βασιλέως τοῖς ἄλλοις καιρὸν εὑρηκὼς τὸν ἁρμόδιον, καὶ ἁλιὰς ἐνήρης παρὰ τῶν οἰκείων εὐτρεπισθεῖσα ἵππους φέρουσα πέμπεται. καὶ δὴ προσισχούσης αἰγιαλῷ τῆς νεὼς οἱ ταύτην ἄγοντες δηλοποιοῦσι τῷ Κοτανίτζῃ τὴν ἄφιξιν, καὶ ὁρισθείσης νυκτὸς αὐτοὶ μὲν τῷ τείχει τῆς μονῆς ἅμα καὶ πόλεως ἐφιστῶσι τοὺς ἵππους, ἐκεῖνος δὲ ὑποχαλασθεὶς σχοίνῳ καὶ ἐπιβὰς ἵππου. καταλαβὼν τὸν αἰγιαλόν, αὐτονυχεὶ ἀνάγεται καὶ τὴν φυγαδείαν ὡς εἰκὸς διατίθεται.
24.1.2
Δεινὸν δὲ πάθος ἐντεῦθεν εἰσῄει τὸν πατριάρχην Ἰωάννην, καὶ ἤλυε δεινῶς δι' εὐλάβειαν ἐξ αἰτίας τοιᾶσδε. τινὲς γὰρ τῶν ἐκείνου, οἷς νέοις οὖσι ζωγρεῖν ἐπῄει περιστερῶν νεοσσοὺς νεοκομουμένους ἐν τοῖς κατηχουμενείοις, ἐφίστανται καὶ τῷ κίονι ἔνθα τὰ δηλωθέντα τῶν γραμμάτων ἐκπώματα ἐν κρυφῇ κείμενα ἦσαν (Γαμηλιὼν δ' ἐνειστήκει μὴν καθ' ὃν ταῦτ' ἐπράττετο) ἐν ἀριστεροῖς τοῖς εἰσιοῦσι κατηχουμενείοις τοῦ πε ριωνύμου ναοῦ. καὶ ἐπεὶ περιστερεὼν ἦν τῇδε, καὶ ἔδει οὐκ ἰξοῖς καὶ λίνοις ἀλλὰ χερσὶ καὶ μόναις νεοσσοὺς ἀπτῆνας αἱρεῖν, κλίμακά τε ἐπιτιθεῖσι, καὶ εἷς ἀναβὰς ἐκείνων νεοσσοὺς μὲν ἐκεί νους ὑπὸ χεῖρας εἶχεν, ὑπεφαίνετο δ' εὐθέως καὶ τὸ ἐν μυχῷ τῆς ὀπῆς κείμενον. τὸ δ' ἦν τὸ συνεπτυγμένον τῶν ἀρῶν ὄστρακον. ὡς δ' ἀναπτύσσοντες κατεμάνθανον ὅ τι ποτ' ἦν ἐκεῖνο, ἐν θαύ ματι ὡς εἰκὸς ἦσαν καὶ διηπόρουν ὅ τι καὶ δράσουσι. τέως δ' 250 ἀπαγγέλλειν μὲν πατριάρχῃ, ἐγχειρίζειν δὲ καὶ χάρτας καὶ ὄστρα κα ἔγνωσαν. ὡς γοῦν εἰς χεῖρας ὁ πατριάρχης εἶχε καὶ κατενόει τὸ δρᾶμα, προσαναφέρειν ἔγνω τὰ περὶ τούτου καὶ βασιλεῖ, ὅτι καὶ οὐδένα ἄλλον ἢ αὐτὸν ὑπενόει τὸν παρασυρέντα καθ' οὗπερ ἦσαν καὶ αἱ ἀραί. καὶ δὴ τὸν ἀδελφὸν πέμψας Μεθόδιον, ἠξίου βασιλέα παραγενέσθαι οἱ· μηδὲ γὰρ ἔχειν ἀπαντᾶν παρ' ἐκεῖνον. ἀπήγγελε δὲ καὶ τὴν αἰτίαν, ὡς ἔλαθον ἐπὶ τοσοῦτον φρικτῶν ἀρῶν εὐθύναις ὡς οὐκ οἴδασιν ἐνεχόμενοι, καὶ ὡς ἀπεναντίας τῆς πάλαι περιστερᾶς, λύσιν εὐαγγελιζομένης κατακλυσμοῦ, ἡ ἐπὶ τοῦ κίονος ἐκείνη φαίνεται, παρ' ὅσον οὐκ εὐλογίας ἀλλὰ κα τάρας καὶ ἀφορισμῶν μηνύτρια γέγονε. καὶ τὸ χείριστον, ὡς τότε μὲν ὁ δέων πατριάρχης ἦν καὶ τὴν τοῦ δεῖν ἐξουσίαν τοῦ πνεύματος ἔφερε, νῦν δ' ὁ καὶ ἴσως λύειν μέλλων, εἰ τέως καὶ λύοι, ἐστερημένος τῆς τοῦ λύειν ἐξουσίας εὑρίσκεται. καὶ διὰ ταῦτα ὡς πολλῆς τῆς δυσκολίας οὔσης χρὴ κοπιᾶν, ἔλεγε, καὶ συμβουλεύειν τὸ ποιητέον, ὡς ἐμβραδύνουσιν ἴσως μὴ σφίσιν ἀκίνδυνον ὄν. ταῦτα βασιλεὺς ἀκούσας διευλαβήθη τέως τὴν πρᾶξιν καὶ πρὸς τὸν λόγον ἐθορυβήθη, καὶ ὡς εἶχεν εὐθέως παρὰ τὸν πατριάρχην γίνεται. ὡς δὲ τὰ γράμματα εἶδε, καὶ ὅπου κεί 251 μενα καὶ ὅπως εὑρέθησαν πέπυστο, ἐν ἀπόρῳ ἦν καὶ τὸ ποιητέον ἐσκόπει· τὸ γὰρ πατριάρχην Ἀθανάσιον δέοντα ἀξιοῦν ἰδιωτεύ σαντα λύειν, οὐχ εὕρισκον αὔταρκες. ὅθεν καὶ συνέρχεται μὲν σφίσιν ἐκ προσταγῆς ὁ Ἀλεξανδρείας, συνέρχεται δὲ ὁ τῆς Ἐφέσου Ἰωάννης, οὕτως ἀργῶς τῆς τιμῆς ἔχων, συνῆσαν δὲ καὶ τῶν ἀρχιερέων οἱ παρευρεθέντες, καὶ κοινῇ σκέψει τὸ πρᾶγμα ἐδίδο σαν. κοινῶς οὖν κατεστύγουν ἅπαντες, καὶ τῆς πράξεως τὸν πράξαντα ἐν οὐ καλαῖς ὑπονοίαις ἦγον· οὐ γὰρ ἄλλο τι ἀλλ' ἑαυ τῷ καὶ πάλιν περιποιεῖν τὴν τιμήν, ἀφύκτως οὕτω καὶ ταῦτα ὃν οὐκ ἐχρῆν δεσμοῦντα. τέως γε μέντοι τοῖς μὲν ἐδόκει αὐτὸν ἀξιοῦν λύειν, τοῖς δὲ ἀλλ' ἀδύνατα ἀξιοῦν καὶ ἄλλως ἀπᾴδοντα κατεφαίνετο, εἴπερ ἰδιώτης ὢν καὶ τῆς ἱερατείας γεγυμνωμένος ἄλυτα λύοι· τοῦ γὰρ εἶναι καὶ τὸ σκέμμα τῷ πεπραγότι. διὰ ταῦτα ἑτέροις ἐδόκει, καὶ μᾶλλον τοῖς ἀκριβέσι, μηδ' ἀξιοῦν ὅλως κατὰ λύσιν, ἀλλὰ κρίνειν ὅπως ἐν ἀδήλῳ τὰ φρικτὰ πρά ξειε, καὶ εἰς ἀπολογίαν καθιστᾶν ὑπὸ Ῥωμαίοις πᾶσιν ὅπως καὶ 252 ποίοις κανόσιν ἑπόμενος ἀνθρώπους Χριστιανοὺς ἀφορίσειε μηδὲν γινώσκοντας, καὶ οὕτω συνελᾶν αὐτὸν ἐκεῖνον καταγινώσκειν τῆς πράξεως. ἧς δὴ καταγνωσθείσης καὶ παρ' ἐκείνου, προκατε γνωσμένον πάντως καὶ τοῖς τῆς ἐκκλησίας κανόσι, μὴ λύσιν ἄλ λην ζητεῖν· τὰ γὰρ δικαίως καὶ ὑπὸ κανόσι δεδεμένα, ἐκεῖνα καὶ λύεσθαι εἶναι ἀνάγκην, τὰ δ' ἐξ ἀρχῆς ἀνυπόστατα μόχθον πε ριττὸν ἄλλως εἶναι καὶ ζητεῖν λύεσθαι. εἰ δ' οὖν, ἀλλ' αὐτίκα καὶ πατριάρχην εἶναι καὶ σύνοδον εἰς λύσιν τὴν ἀπὸ τῶν κανόνων δικαίαν ἀξιοπίστους. αὐτὸν δὲ καὶ μᾶλλον ὑπ' αἰτίας δικαίας ἀχθέντα κανονικῶς εὐθύνεσθαι. τὸ γὰρ ἑαυτὸν συνιστᾶν ὑπο νοηθέντα τὰ χείριστα ἐν ὅρκοις τε καὶ ἀραῖς ταῖς καθ' αὑτοῦ, τίνα λόγον ἔχειν, εἴπερ καὶ τοῦθ' ἱκανὸν εἰς τελείαν τῶν ἐγκλη μάτων ἀποφυγήν; οὐκ ὀμνύειν γάρ, ἀλλ' ἀποτρίβεσθαι τὴν κα τηγορίαν διὰ πιστῶν παραστάσεων εὔλογον. τὸ δὲ τοὺς κατει πόντας ἢ τοὺς συναρπασθέντας ἀραῖς ὑποβάλλειν, ποῦ δίκαιον καὶ ὅλως κανονικὸν καὶ τῶν νόμων τῆς ἐκκλησίας; βασιλεὺς δὲ 253 σοφώτερόν τι ποιῶν, ὡς ἐδόκει, καὶ ἀεὶ τὰς ἐς εἰρήνην αἱρού 253 μενος, συνεβούλευε πέμπειν καὶ ἐρωτᾶν Ἀθανάσιον, καὶ τοὺς χάρτας δεικνύντας πυνθάνεσθαι εἰ αὐτὸς πράξειε καὶ ὅπως πρά ξειε καὶ εἰ τούτοις αὖθις ἐμμένοι. ἐκλέγονται τοίνυν πρὸς τὴν ἀποστολὴν δοξάσης τῆς βουλῆς ὁ ἐπὶ τοῦ κανικλείου τε Χοῦμνος καὶ ὁ Κυπριανὸς χαρτοφύλαξ, οἳ καὶ συγγεγονότες ἐκείνῳ τὴν ἀπὸ τοῦ βασιλέως καὶ τῆς συνόδου, ὡς ἐχρῆν, διαμήνυσιν ἐποιή σαντο. ὁ δ' αὐτίκα καὶ ὡς αὐτὸς γράψειεν ὡμολόγει καὶ ὡς ἐκ μικροψυχίας τότε ποιήσειε, μὴ μὴν δὲ καὶ ἄλυτα ἔχειν, ἀλλὰ καὶ αὖθις αὐτίκα λύειν. εἰ καὶ οὐκ ἐξεγένετο, φησί, καὶ τοὺς χάρτας ἐκεῖθεν ἐπανελέσθαι ἐπεισπεσούσης τῆς ταραχῆς. ταῦτ' ἔλεγε μὲν ἐκεῖνος, ὑπενοεῖτο δὲ τὰ μὴ ὄντα λέγων. ἔδει γὰρ ἐμ φανίζειν, οἱ δοκιμάζοντες ἔλεγον, καὶ ζητεῖν συγγνώμην, εἴπερ εὐθύτης ἠκολούθει τοῖς πράγμασιν, ἀλλὰ μὴ ἐμπερισκεψία καὶ βαθύτης ὕπουλος, ὡς ἂν εἰς καιρὸν τὰ φοβερὰ καὶ φρικώδη προανατετακὼς ἀξιοῖτο λύειν, ἀναλαβὼν τὴν τιμὴν ἣν παρῃτεῖτο, σκοπῷ δὲ εἰ μὴ διὰ ταῦτα τῇ ἐκκλησίᾳ καὶ αὖθις παρεισήχθη διὰ 254 τὴν πλείστην περὶ τὰ θεῖα τοῦ βασιλέως εὐλάβειαν, ὃν καὶ ἄφυ κτον εἶχε δεσμεῖν ὡς δῆθεν παρασυρέντα. τότε δὲ ἐπεὶ καὶ ἕτοι μος ἦν γράμμασι πιστοῖς ἐγχαράξαι τὰ τῆς ἀπολογίας, ὡς καὶ ἀπῄτητο, λαβὼν χάρτην οἰκειοχείρως τὰ πλεῖστα τάδ' ἔγραψεν." ἐμοὶ συνέβη πατριαρχεύοντι πολλοῖς καὶ πειρασμοῖς ἐμπεσεῖν, καὶ διὰ τοῦτο ἐξ αὐτῆς τῆς κατασχούσης με ὀδύνης καὶ πικρίας παρακινηθεὶς γράμματα ἐξήνεγκα βάρος ἀφορισμοῦ καὶ λοιπῶν ἐπιτιμίων κατ' αὐτῶν ἔχοντα τῶν θλιψάντων με καὶ λελυπηκό των. ἐγνώρισε δ' ἐξ αὐτῶν τῶν ἐπιτιμηθέντων οὐδεὶς οὔτε περὶ τῶν εἰρημένων γραμμάτων οὔτε περὶ τῶν ἐν αὐτοῖς ἐπιτιμίων. εἶτα αὐτὰ μὲν τὰ γράμματα ἐν ἀποκρύφῳ τινὶ καὶ παντελῶς ἀδή λῳ τόπῳ τοῦ μεγάλου ναοῦ τῆς τοῦ θεοῦ ἁγίας σοφίας ἀποτε θέντα ἐν αὐτῷ τῷ τόπῳ καὶ διέμεινε φυλαττόμενα. ἐγὼ δὲ ἐπεὶ τοῦ θρόνου ἀναχωρῆσαι καὶ τῆς πατριαρχικῆς πάσης προστασίας παραίτησιν ἠβουλήθην ποιήσασθαι καὶ ἡσυχάζειν πάλιν κατ' ἐ μαυτὸν ὡς καὶ πρότερον, εὐθὺς καὶ τὸ σύμπαν τῶν γεγραμμέ νων ἐκεῖνο βάρος ἐξ αὐτῆς ψυχῆς διαλύσας ἠθέτησα, συγχωρή σεως πάσης τῇ τοῦ θεοῦ πάσῃ μεταδοὺς ἐκκλησίᾳ, καὶ αὐτοῖς τοῖς ἀνωτέρω, ὡς εἴρηται, θλῖψαι ἡμᾶς καὶ παραλυπῆσαι σπου δάσασιν. οὐ γὰρ ἦν οὔτε τῆς τοῦ θεοῦ ἐντολῆς οὔτε τῶν ἐκεί 255 νου νόμων καὶ παραγγελμάτων, οὔτε ψυχῆς φόβον ὅλως ἐχού σης αὐτοῦ τοῦ θεοῦ καὶ ἔννοιαν τῆς μελλούσης κρίσεως ὁμοῦ καὶ ἀνταποδόσεως, ἀκατάλλακτον τὴν ἔχθραν τηρεῖν καὶ ἀντὶ κακῶν ἀντιδιδόναι κακά, οὔτε μὴν ἐπαρᾶσθαι κατὰ τῶν ἐπηρεαζόντων, εὔχεσθαι ὑπὲρ αὐτῶν θεοῦ σαφῶς καὶ λέγοντος καὶ προστάσσον τος. διὰ ταῦτα καὶ γράμματα μὲν ἐκεῖνα πάντα τὰ τῆς μικρο ψυχίας, μᾶλλον δὲ πᾶσαν τὴν αὐτοῖς ἐγκατατεθεῖσαν βαρύτητα τοῦ ἀφορισμοῦ τε καὶ τῶν ἐπιτιμίων, ἐκ ψυχῆς πάσης ἀπεβαλ λόμην, πᾶσι τοῖς ἐπιτιμηθεῖσι καθαρὰν διδοὺς τὴν συγχώρησιν· ὥστε δὲ καὶ ἀναλαβέσθαι τὰ τοιαῦτα γράμματα καὶ ἀφανίσαι ἠμελήθη παρ' ἡμῶν, καὶ οὔτε ἐλάβομεν οὔτε ἠφανίσαμεν. εὑ ρίσκονται οὖν ἀρτίως, καὶ δίδονται εἰς χεῖρας τῷ κρατίστῳ καὶ βασιλεῖ μου καὶ αὐτοκράτορι. παρ' οὗ καὶ πρὸς ἡμᾶς ἐρωτήσεως γενομένης αὐτῶν δὴ τούτων τῶν γραμμάτων ἕνεκεν, οὐδὲν ἕτερος ἢ αὐτὸ τὸ ἀληθὲς εἰπόντες ἐπληροφορήσαμεν οἷον ὅτι οὐ νῦν πρότερον τὴν γνώμην μεταβαλόντες καὶ τὴν ἐπιτίμησιν λύοντες πᾶσι καθαρῶς συγχωροῦμεν καθ' ὧν αὕτη γέγονεν, ἀλλά τοι καὶ πρότερον, ἐξ ὅτου δηλονότι τῶν πατριαρχικῶν θρόνων ἀναχω ρῆσαι ἠβουλήθημεν, εὐθὺς καὶ τῆς πρὸς πάντας ἔχθρας ἀπέστη μεν, μηδεμίαν πρὸς οὐδένα φανερὰν ἢ κεκρυμμένην ἔχοντες ἄμυ ναν, καὶ τοὺς εἰρημένους ἀφορισμοὺς καὶ λοιπὰς ἐπιτιμήσεις ἀπὸ τότε εὐθὺς καταλύσαντες ἠθετήσαμεν. καὶ εἶχε ταῦτα ἐπ' ἀλη θείας οὕτως. ἵνα δὲ μή τινι τῶν κατὰ τῆς τοῦ θεοῦ ἁγίας ἐκ 256 κλησίας ἐπιχειρούντων καὶ ταύτην βουλομένων διαταράττειν πρό φασίς ποτε γένοιτο, κακῶς μὲν παντάπασι καὶ ἀδίκως, γένοιτο γοῦν μετὰ τοῦ πονηροῦ ζητοῦντι τὰ σκάνδαλα, τούτου δὴ χάριν καὶ τὰ παρόντα γράμματα, θεοῦ αὐτοῦ κατενώπιον κατὰ τῶν πρώην ἐκείνων, ὡς ἔφημεν, γεγραμμένων ἐξεθέμεθα. δι' ὧν καὶ πάλιν οὐ συγχώρησιν μόνον πᾶσαν πᾶσιν ἀπονέμομεν τοῖς, ὡς εἴρηται, ἡμῶν ἔτι πατριαρχευόντων ἐπιτιμηθεῖσι λόγοις ἢ γράμμασιν ἡμετέροις τισὶ φανεροῖς ἐν τῷ παρόντι γεγενημένοις ἢ ἐν τοῖς ὕστερον τῶν χρόνων δήλοις ἐσομένοις, ἀλλὰ καὶ εἰρήνην καὶ τὴν κατὰ θεὸν ἀγάπην μετὰ πάντων τούτων κυροῦμεν, οὐ δενί τι τῶν ἁπάντων ὡς ὑπ' αὐτοῦ δῆθεν ἠδικημένοι ἔχθραν ἢ ὀργὴν ἢ βάρος τὸ τυχὸν ἀποταμιεύοντες. καὶ εἴ τις δή ποτε τὰ λεχθέντα γράμματα καὶ οὐ βάρους μετέχοντα, ἢ ἕτερα κἀκεῖνα ἡμέτερα, εἰς ταραχῆς πρόφασιν κατά τινων τῶν κοινωνούντων τῇ ἐκκλησίᾳ προβαλέσθαι θελήσοι καὶ ταράσσων προβάλλοιτο, τοῦτον ἐπάρατον καὶ μὴ ἀνεύθυνον εἶναι βουλόμεθα, ὡς ἰδίαν μὲν πληροῦντα κακίαν, ἀφορμὴν δ' ἡμᾶς οὐκ ἀληθῆ ψευδῆ δὲ παντελῶς προβαλλόμενον. μηνὶ Σεπτεμβρίῳ, ἰνδ. ιαʹ." ἦν δὲ καὶ τοῖς γράμμασιν ὑποσήμανσις αὕτη" Ἀθανάσιος ἁμαρτω λὸς ὁ χρηματίσας πατριάρχης Κωνσταντινουπόλεως νέας Ῥώμης." Ἀθανασίῳ μὲν οὖν οὐδὲν ἐλάττων τῶν ἄλλων αἰτία καὶ αὕτη 257 προσπεσοῦσα, τοῦ δόξαι οὐχ ἧττον βαθέως ἢ ῥᾳδίως ἐργάζεσθαι, μείζων παρὰ τοῖς κατ' ἐκείνου ἐπιτηροῦσιν ἔδοξεν ἑαυτῆς ἔκ τε τοῦ καὶ αὐτὸν ὁμολογεῖν τὸ προσῆκον Χριστιανοῖς, ὡς οὔτε τῆς τοῦ θεοῦ ἐντολῆς οὔτε τῶν ἐκείνου νόμων καὶ παραγγελμάτων, οὔτε μὴν ψυχῆς φόβον ὅλως ἐχούσης αὐτοῦ τοῦ θεοῦ καὶ ἔννοιαν τῆς ἀνταποδόσεως, κακὰ ἀντὶ κακῶν ἀποδοῦναι. εἰ δέ τι ἄλλο ἀπὸ Χριστοῦ ἀφορισμῶν μεῖζον κακὸν ταῦτα ἐπ' αἰτίαις τισίν, ὁ θέλων κρινέτω. τέως γε μὴν κἀν τῷ ὁμολογεῖν, ὅσον τὸ δοκεῖν, ὡς οὐκ ἐν χρόνῳ τινὶ ἀλλὰ καὶ αὐτίκα ἐπ' αὐτοῖς μεταγνοίη γράμμασι καὶ λύειν ἐθέλοι καὶ ἀφανίζειν αἱροῖτο ἃ τέως ἔδεέ τε καὶ ἠσφαλίζετο.
24.1.3
Ὁ δέ γε μέγας δοὺξ ἐπ' ὀλίγον τῇ Φιλαδελφείᾳ ἐν διατρίψας, καὶ ἱκανὰ χρήματα συλλεξάμενος, νόστου ἐμέμνητο. καὶ δὴ τἀκεῖσε πάντα φρούρια κατασφαλισάμενος τοῖς κατὰ τὸν Ἕρμον Μαγνησιώταις παραγίνεται. καὶ τότε ὁ μὲν πρότερον καὶ ἀποστάτης δόξας ἐγγύς, εἷς τῶν βασιλικῶν ἱπποκόμων, Ἀττα λειώτης τοὐπίκλην, ἅτε παρ' εἴδησιν βασιλέως καὶ προσταγὴν κατασχὼν Μαγνησίαν καὶ ἰδίαις τισὶ θελήσεσι συνάμα τοῖς αὐτό χθοσι διοικῶν, μηδ' αὐτοῦ τοῦ εἰς κεφαλὴν ὄντος τοῦ Νοστόγ γου καὶ Δούκα φροντίζων, μηδὲ τῆς πρὸς τὴν πόλιν εἰσόδου παραχωρῶν, ὁ γοῦν τοιοῦτος ἐξελθὼν καὶ λόγοις καὶ ὑποπτώσεσι παραυτίκα τὸν μέγαν δούκα ἐκμειλιξάμενος καὶ γαμικῷ κήδει δεξιωσάμενος, ἅμα τε δι' ἐκείνου πιστὸς ἔδοξε βασιλεῖ, καὶ 429 ἅμα ὅλως ἦν ἐκείνῳ ὑποταττόμενος καὶ ὑπείκων ἐς ὃ καὶ προστά ξειε. τῷ γοῦν Νοστόγγῳ Δούκᾳ, ὃν καὶ ἐς μέγαν ἑταιρειάρχην κρατῶν ἔταττε γράφων πριμικήριον τῆς αὐλῆς ὄντα, οὐκ ἦσαν θυμήρη καὶ ἀρεστὰ τὰ ἀπὸ τοῦ μεγάλου δουκὸς προσταττόμενά οἱ, εἴτε μὴν καὶ πραττόμενα. εἴτε οὖν ὑβριοπαθῶν ἐκεῖνος ἐξ ὧν αὐτῷ οὐκ ἀξίως τοῦ κατ' αὐτὸν μεγαλείου ὁ τῶν ὅλων ἐξη γούμενος προσεφέρετο, εἴτε μὴν καὶ ὑποπτεύσας ἐξ ἐκείνου δείν' ἄττα εἴς τινας ἀπαιτήσεις χρημάτων ἐξ ὧν συλλέξας καὶ προσηγ γέλλετο, εἴτε καὶ δι' ἀμφότερα ταῦτα τὴν εἰς τοὐπιὸν ἀδοξίαν ἐν δεινῷ ποιούμενος, ἔγνω μὲν τὴν ὡς βασιλέα τεχνιτεῦσαι ἀπόδρα σιν, ταχὺ δὲ παρέσχε καὶ ἡ τύχη τὴν πρόφασιν. ἡ δ' ἦν, πέμ πεται μὲν παρὰ τοῦ μεγάλου δουκὸς ἀνὴρ οἰκεῖος τῇ πενθερᾷ οἱ ὁ Κανναβούριος πρὸς Κωνσταντινούπολιν διά τ' ἄλλα, καὶ ἀξιοῦντος ἀποσταλῆναι τὴν γαμετήν· ἐπεὶ δ' ἔδει τῆς κατὰ τὴν ὁδὸν ἀσφαλείας τῷ ἀνδρὶ προμηθεύσασθαι, πέμπει πρὸς τὸν Νοστόγγον παρεγγυῶν ἱκανῶσαι διασωσταῖς ἐκ τοῦ στρατιωτικοῦ τὸν ἀποστελλόμενον. αὐτὸς δὲ τὰς παρεγγυήσεις δεξάμενος τῷ δοκεῖν καὶ ὑπὲρ ἐκ περισσοῦ τὰ ἐπεσταλμένα θέλειν πληροῦν, ὡς 430 αὐτὸς ὑπὲρ ἄλλον εἰς χάριν ἅμα τοῖς ἰδίοις διασωσάμενος, ἐτε χνίτευεν ἀποφυγήν. ἐν τούτῳ δὲ καί τις τῶν ἐς γραμματέας ἐκείνῳ τελούντων, ἐπεὶ καὶ αὐτῷ ἐδόκει τοῦ κεκτημένου ἀλλο τριοῦσθαι, ἔνθεν μὲν οὗτος ἔνθεν δ' ἐκεῖνος τὴν πόλιν καταλαμ βάνουσι. ἀλλ' ὁ μὲν ἐπεὶ οὐδὲν ἑώρα ἀκίνδυνα ἑαυτῷ διὰ τὴν τῆς ἐνοχῆς παράλυσιν καὶ τὴν ἐς βασιλέα προσφυγήν, πατριάρ χου προσφεύγει· ὁ δὲ γραμματεὺς ἐπιστὰς πρὸ τούτου, καὶ τὰ πιστὰ προσδοκῶν ἔχειν ἔκ τινος γράμματος τοῦ ἀπὸ τοῦ μεγάλου δουκός, ὡς δῆθεν πρὸς τὸν κανικλείου δηλοῦντος τὴν ἀπόλυσιν ὡς ἑκούσιος, ἐλπίσι χρησταῖς ᾐωρεῖτο. λόγος δ' ἦν ἀμφοτέρους συνελθόντας πρὸς πατριάρχην ἀπολογεῖσθαι διὰ τούτου τῷ βα σιλεῖ τὴν ἐκ τοῦ μεγάλου δουκὸς ἀναχώρησιν, τὰ πολλὰ τῶν ἐκείνῳ πραττομένων ἀταμιεύτοις παρρησίαις καθαπτομένους. ἃ καὶ ἀγγελθέντα, οὐχ ὅπως οἱ λέγοντες ἔπειθον, ἀλλὰ καὶ δυσμεναίνειν ἑαυτοῖς τὸν κρατοῦντα ἐποίουν· βασιλεὺς γὰρ κα κίας, οὐκ ἀληθείας τὰ λεγόμενα κρίνων, καὶ ὑπεκκαύματα φθό 431 νου μᾶλλον ἢ προνοήσεις ἐξ εὐνοίας ὑπὲρ αὐτοῦ, ἐκείνοις ἐχόλα καὶ ἐξωργίζετο. τοῦ δ' ἐπὶ τούτοις καὶ μετελθεῖν τοῦ μὲν τὸ οὐκ εἰς ὀλίγα χρήσιμον παρῃτεῖτο, τοῦ δὲ τὸ ἀξιοπρεπὲς εἰς τὴν ἀπὸ βασιλέως παρόρασιν διεκώλυεν. ἦν δ' ἄλλως ἐμποδὼν πρὸς τοῦτο καὶ ἡ πρὸς τὸν πατριάρχην καταφυγὴ τοῦ Νοστόγγου, ὅθεν ᾤετο ἔχειν τὴν ἐς ἅπαν ἀσυλίαν τῇ τῆς Περιβλέπτου τέως ἐγκεκλεισμένον μονῇ. ὅθεν καὶ παρὰ τῆς ἀδελφῆς ὁ κρατῶν πολλάκις παρωξυμμένος (ἀνάπυστα γὰρ κἀκείνῃ τὰ λεχθέντα κατὰ τὸ εἰκὸς ἐγεγόνει, καὶ ὑβριοπάθει τὰ μέγιστα, εἰ μή γε οἱ κα τειπόντες ἀξίας τὰς δίκας τίσαιεν, μηδὲ προσέξειν ἄλλον τῷ στρα τηγῷ, μὴ τῶν φυγάδων ἐκείνων ὑποσχόντων τὰς δίκας) ἀλλὰ τὸ μὲν μονῇ ἐγκεκλεῖσθαι καὶ ἀπὸ προσώπου εἶναι τῷ βασιλεῖ ἀρκε τὸν εἰς τιμωρίαν ἔκρινεν, ἐκεῖνο παρ' ἑαυτοῦ καταδικασθέντος ὅπερ ἂν βασιλεὺς παθεῖν ἐκεῖνον ὡς πρόστιμον ἐδικαίου, τῆς μονῆς ἀντὶ φυλακῆς οὔσης αὐτίκα, ᾗ δὴ καὶ παρὰ πατριάρχου ἀποσταλεὶς ἐγκέκλειστο. τῷ δέ γε γραμματιστῇ ἀπεπροσπάθει ὡς μὴ ἰδίῳ τὸ σύνολον ὄντι καὶ ὡς ἔκ τινος λατρείας ἐκείνοις 432 ἀναληφθέντι· δεῖν γὰρ τοῖς τῆς τῶν ἀρχόντων ἐπὶ πλημμελήμασι τιμωρίας οὐχ ἧττον κολάσεις ἢ καθάρσεις οὔσας ἰδίοις προσήκειν, εἰ μέλλοιεν οἱ μὲν κολάζοντες κερδαίνειν, οἱ δὲ δεινὰ πάσχοντες ὠφελεῖσθαι, κατὰ τὴν εἰς τοὐπιὸν χρείαν τὸ χρήσιμον παρεξόμε νοι. ἐπεὶ δὲ ὁ μὲν Νοστόγγος κατά τινα ἐλπισμὸν συμπαθείας τῆς μονῆς ἀπελύετο, ἡ δὲ τῆς ὀλιγωρίας δόξα καὶ ἔτι ἀναζέουσα ἦν, καὶ δείν' ἄττα τοὺς τῷ μεγάλῳ δουκὶ προσκειμένους ὑπέσμυ χον, εἰ καταφρονοῖτο, καὶ μάλιστα παρὰ τῶν δοκούντων καὶ ἐν ἀξίαις (τοῖς γὰρ καιριωτέροις μέρεσιν, ὅταν ἐνδῷ πρὸς τὸ χεῖρον, ἀνάγκη συνδιεστράφθαι καὶ τὰ λοιπά, ἢν μή τις ἐπίσχῃ), τότε βασιλεὺς πέμψας ἄγει καὶ ἀμφοτέρους, καὶ δὴ ἡμέρᾳ κυριωνύ μῳ, Μαιμακτηριῶνος τεσσαρεσκαιδεκάτῃ, τοὺς περὶ αὐτὸν παραστησάμενος, παρόντων κἀκείνων, πολὺν μὲν λόγον παρέ τεινε δημηγορῶν, τῷ μὲν δοκεῖν καθαπτόμενος τοῦ Νοστόγγου, τὸ δὲ πλεῖστον καὶ ὑπὲρ τοῦ μεγάλου δουκὸς πρὸς τοὺς μεγιστᾶ νας ἀπολογούμενος, ὡς μηδὲν ἀναξίως κἀκ τοῦ παρείκοντος μήτ' 433 αὐτὸν προβιβασμοῖς τιμῆσαι τὸν καὶ πρὸ τοῦ μέγαν δοκοῦντα, μήτ' ἐκεῖνον παρ' αὐτοῦ τιμηθῆναι, εἰ ἐπὶ τῶν ὅλων γένοιτο· εἶναι γὰρ καὶ ἀλλαχοῦ οὐχ ἥκιστα ἔνδοξον καὶ οὐδὲν ὅ τι λαβεῖν μὴ ἔχοντα. τέλος τὸ τοῦ λεοντοκόμου ποιεῖ, καὶ κυνὶ τὸν ὡς δῆθεν λέοντα ἐκδεδίττεσθαι· προστάττει γὰρ αὐτίκα, καὶ τὸν μὲν γραμματέα ἐξατιμοῖ κουρᾷ τριχῶν καὶ γενείου, τὸν δὲ Νο στόγγον τὰ πολλὰ καθαψάμενος ἐν δημηγορίαις τέλος ἀξιωμά των ψιλοῖ καὶ ἐγκλείει. ἀλλὰ ταῦτα μὲν ἐπράττετο τῇδε. 25. Οὐ χεῖρον δ' ἴσως καὶ τὰ κατὰ τὴν Τρίπολιν διελ θεῖν, ὅπως ἐν τοῖς μέρεσι τοῖς κατ' ἀνατολὴν φρούριον οὖσα, ἔπειτα ἐκ τῆς εἰκαίας καὶ τῆς τυχούσης προφάσεως ταύτην ἀρ χαίαν οὖσαν καὶ Φιλαδελφείας προβεβλημένην ὁ Δούκας καὶ βα σιλεὺς καὶ ὅπλοις καὶ σιταρκίαις ἐπετείοις ὠχύρου, καὶ τὸ τῆς Φιλαδελφείας μόρσιμον (τὸ δ' ἦν ἐκ πρώτης κατακλυσμῶν καὶ εἰσέπειτα μηδὲν ἁλῶναι, ὡς ἐφημίζετο) πιστὸν ἐντεῦθεν καθίστα. διά τοι ταῦτα καὶ ἐκυδροῦτο τὸ πόλισμα, καὶ τῶν ἐπιτιθεμένων ἠλόγει Περσῶν. ἀλλὰ χρόνος τὴν πολιορκίαν ἐμέτρει, καὶ τῶν 434 πολλῶν ὑποκλιθέντων εἰς μακρὰν ἀντεῖχον οἱ Τριπολῖται. πλὴν καὶ κατ' ὀλίγον τῇ τῶν ἀναγκαίων ἐνδείᾳ στενοχωρούμενοι καὶ τῆς ἔξωθεν ἐπικουρίας ἐς τὰ μάλιστα ἔχρῃζον. ἀλλ' ἐπεὶ ἐγγύ θεν οὐκ ἦν ἀρωγή, ἔγνωσάν τισι συνωμοσίαις ταῖς πρὸς τοὺς Πέρσας τὰ τῆς ἀνάγκης διευθετεῖν. ἀμέλει τοι καὶ πρὸς καιρὸν ἐσπένδοντο Πέρσαις, καὶ σῖτον ἐκεῖθεν ἐλάμβανον. καὶ ὁ συνε θισμὸς τῆς ἐμπορίας μὴ μόνον ἐκείνους ἐξερχομένους ὠνεῖσθαι τὰ ἀναγκαῖα ἐποίει, ἀλλὰ καὶ Πέρσας εἰσερχομένους ἀνέδην τὴν πόλιν ἀπεμπολεῖν παρεσκεύαζε. τοῦτο πολλάκις πραχθὲν ἔν νοιαν εἰσάγει Πέρσαις ἁλώσεως, καὶ προδόταις κοινολογησάμενοι τὰ εἰκότα ἐν προθεσμίαις πισταῖς τὰ κατὰ τῆς πόλεως ἐξειργά ζοντο. καὶ δὴ σάγμασι πλείστοις τὰ τῶν φορτίων ἐπισκευασάμε νοι, τὸ μὲν στράτευμα ἔγγιστά που ἐνεκρυφίαζον, ἅμα δὲ πολ λοὶ τὴν πόλιν εἰσῄεσαν. σῖτος δ' ἡ ἐμπορία ἦν, καὶ ἕκαστος τῶν κανθώνων ζυγάδα φέρων τῶν φορτωμάτων τὰ κατὰ τὸν πό λεμον ἠχεῖα, οἷς ἐκεῖνοι κροτοῦντες τὴν μάχην ἀνάπτουσιν, ἐν τὸς συνεπῆγον τῶν σάκκων· καὶ ἀντὶ πιποῦς, τὸ τοῦ λόγου, 435 σκορπίον οἱ πολῖται δεξάμενοι, ταῖς εὐθηνίαις ἐλπιδοκοπούμενοι ἐν ἀνέσει ἦσαν. νὺξ δ' ἤδη περὶ αὐτοὺς ἦν, καὶ ἠγνόουν, καὶ ταῖς ἀγαθαῖς προσδοκίαις ᾐώρηντο ἐν κακοῖς ἀναγκαίοις ὄντες. ἐντεῦθεν καὶ νὺξ μὲν ἐκείνη ἐμμέσον μηδὲν ὑπειδομένοις τοῖς πο λίταις, οἱ δ' ἀναλαβόντες ἕκαστος τὰ ἠχεῖα πολέμου τρόπον ἀνε κυμβάλιζον. καὶ τοῖς μὲν διυπνισθεῖσιν ἔκπληξις ἐμπίπτει καὶ ἀπορία τοῦ πῇ τραπῆναι καὶ ἐκφυγεῖν· οἱ δ' ἐπιστάντες ἀπτέρῳ τάχει ταῖς πύλαις αὐταῖς κλεισὶ καὶ ὀχεῦσι τῇ γῇ προσαράττουσι, καὶ ἐγγύθεν τοὺς σφετέρους ἑτοίμους ὄντας συμμαχήσοντας προσκαλοῦνται. καὶ οὕτως αὐτῆς νυκτὸς ἐκ μιᾶς ἐκείνοις ὁρμῆς τὸ πόλισμα παρεστήσαντο. ᾧ δὴ καὶ Ἀλισύρας ὁρμητηρίῳ ἐς τὰ μάλιστα χρώμενος, τὰς συνάμα Καρμανοῖς ἐκδρομὰς ὅπου παρείκοι ἐποίουν. τότε τοιγαροῦν ἐκεῖνος μὲν εὐκόσμῳ φυγῇ τῶν ἀμφὶ τὸν μέγαν ἀπαλλάξας δοῦκα, τὸ πόλισμα ὑποδύς, ὅλος ἐν ἀφοβίαις ἦν καὶ ὑπερηφάνει τὸ σύμπαν.
24.1.4
Ὁ μέντοι γε βασιλεὺς τῷ δυσχερεῖ πανταχόθεν τῶν πραγμάτων ἀντιπαλαμώμενος πέμπει μὲν τὸν γαμβρὸν αὐτοῦ Κασσιανὸν καὶ ἐξ ἀξιώματος μέγαν πριμικήριον ἀνὰ τὰ μέρη τῆς Μεσοθινίας, ἐφ' ᾧπερ καὶ ὡς ἔχοι ἂν τἀκεῖ καθιστᾶν· ὃς καὶ καιρὸν διατρίψας ἐν τοῖς ἐκεῖ φρουρίοις, ἐπεὶ ἔδοξε τῇ βουλῇ φό ρους ἐκλέγειν ἐκ τῶν κτηματικῶν τοὺς συνήθεις, ἵν' εἶεν οὗτοι τῷ ἐκεῖ στρατιωτικῷ εἰς μισθούς, ἐκεῖνος ἢ καταδημαγωγῶν τὸν λαόν, ἢ καὶ ἄλλο τί οἱ δόξαν, τὸν εἰς τοῦτο πεμφθέντα Βαρ δαλῆν κατασχὼν πολλαῖς ταῖς πληγαῖς ἱμάσσει, καὶ μᾶλλον ὅτι φθάσας Βαρδαλῆς προσήγγειλε βασιλεῖ τὰ χείριστα κατ' ἐκείνου, 619 δεξάμενος τοὺς λόγους παρ' ἄλλου, ὡς κῆδος πρὸς τὸν Πέρσην συνιστᾶν αἱρεῖται καὶ κοινοπραγίαν πρὸς ἐκεῖνον κατὰ τῶν βασι λικῶν πραγμάτων συντίθεται. ταύτῃ τοι καὶ προσταττόμενος ἀπαντᾶν, ὁ δὲ δυσελπιστῶν περὶ οὗ τὴν πρὸς τὸν βασιλέα φέ ρουσαν ἀναβάλλεται. προσεταιρισάμενος δὲ καὶ λαὸν στρατιω τικόν, πέμπων καὶ ζητῶν ἀσφαλείας πίστεις πρὸς βασιλέως, ἄνε τος ἠλᾶτο. ἐπεὶ δὲ τῇ Χηλῇ ἑαυτὸν ἐνεπίστευε καὶ τὰ πιστὰ τῆς ἀσφαλείας ἐκεῖθεν εἶχεν, ὡς ᾤετο, Χηλῖταί τινες κατὰ πόλιν εὑρεθέντες συντάττονται βασιλεῖ ἦ μὴν κατασχεῖν ἐκ δόλου τὸν φυγαδίαν καὶ παραδοῦναι τοῖς ἄξουσιν. ὃ καὶ γίνεται τὴν ταχί στην· ὡς γάρ τις τῶν εὐνούχων ἐπὶ τούτῳ ἐπέμπετο, αὐτὸς μὲν ὑπὸ τῶν καταστρωμάτων τῆς νηὸς ἐκρύπτετο, ἐκεῖνοι δὲ ἅτε συνήθεις εἰσελθόντες τὸ φρούριον κοινοῦνται τὸν λόγον κρυφη δὸν καὶ τοῖς ἄλλοις, καὶ μεσούσης ἡμέρας μετὰ δεῖπνον ἐπιστάν τες ἅμα, τῶν συντηρούντων διεσπαρμένων, περισχόντες δε σμοῦσι καὶ ἅμα παρὰ τὸν βασιλέα φέρουσι δέσμιον. βασιλεὺς δὲ πρὸς ἐκεῖνον μηδὲν ἀξιώσας εἰπεῖν, συνάμα τῷ Κοτανίτζῃ τοῦτον 620 καθείργνυσιν, ἐπεὶ ἔφθασεν ἐκεῖνος γράψας πρὸς τὸν ἴδιον συμ πένθερον τὸν ἐπὶ τοῦ κανικλείου, ὁμοίαν ἀποστασίαν καὶ τὴν αὐτὴν τῷ Κοτανίτζῃ, εἰ μὴ συμπαθοῖτο, προσαπειλούμενος. καὶ ἔδοξε μὲν τότε ζημιωθεὶς ὁ κρατῶν τῶν στρατηγῶν τὸν κρά τιστον, ὅμως γε μέντοι φροντίζων οὐκ ἀνίει οὐδ' ἐς βραχὺ πῶς ἂν διοικοίη τὰ καθ' ἑαυτὸν οὕτω πονήρως ἔχοντα.

Intertext edge

Open linked passage

Note