Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1.1
Ὅπερ μαθὼν ὁ βασιλεὺς καὶ ἐν δεινῷ ποιησάμενος, ἐπεὶ καὶ τὸν τοῦ Ἰωάννου τοῦ Δούκα καὶ δυσικοῦ σεβαστοκράτο ρος υἱὸν Μιχαὴλ πολλὴν δραστηριότητα ἔχειν ἐμάνθανε, τοῦ μὲν τὸ θερμουργὸν ὑπονοῶν ὅμως εἰς καιρὸν ἐτίθει τὴν περὶ αὐ τοῦ σκέψιν, τοῦ δὲ τὸ αὐτίκα δραστήριον τὰ πολλὰ ὑποπτεύσας ὡς ἐσομένου πολεμίου ἀπαραιτήτου πρὸς ὃ δὴ καὶ ὁρμήσειε, λό γους τε κινεῖ περὶ τούτου καὶ τῇ ἰδίᾳ αὐτανεψίᾳ συσκέπτεται Ἄννῃ τῇ βασιλίσσῃ. ἡ δ' ἐκ τῶν δυνατῶν καὶ βασιλεῖ χαριζο 68 μένη καὶ γειτονοῦν κακὸν ἑαυτῇ ὠθοῦσα, ὡς εἶχε καθυπισχνεῖτο παντοίως τὸν ἀνεψιὸν μετελθεῖν, καὶ μηδὲν ἀνεῖναι δουλαγωγῆ σαι, καὶ ὡς δυνηθείη ἐκεῖνον περισχεῖν ἀφύκτως εἰς χεῖρας καὶ πέμπειν τῷ βασιλεῖ. συνέταττε δὲ καὶ δυνάμεις ὁ βασιλεὺς ἀφι ξομένας συνάμα τῷ πρωτοβεστιαρίῳ Ταρχανειώτῃ πρὸς δύσιν πεζῇ καὶ τῇ Δημητριάδι ἐπιμιξομένας, ὡς κατασχεῖν μὲν ὁπόσον καὶ τῶν ἐκεῖ δυνηθεῖεν νόμῳ πολέμου καὶ μάχης, ἕτοιμον δ' εἶναι λαμβάνειν πεμπόμενον παρὰ τῆς Ἄννης, εἰ κατασχεῖν εὐο δοῖτο, τὸν Μιχαήλ. ταῦτα τάξας τε καὶ κυρώσας ὁ βασιλεὺς τὴν Ἄνναν μετ' εἰρήνης ἀπέπεμπε καὶ τιμῆς, αὐτὸς δὲ παντοίως ὑποποιούμενος τὸν πρωτοβεστιάριον καὶ τιμᾶν αἱρούμενος τοῖς μεγίστοις, ὡς καὶ τῷ τοῦ Καίσαρος ἀξιώματι σεμνύειν καθυ πισχνεῖσθαι, πρὸς τὴν δύσιν ὥρμα. ὁ δὲ μόλις ἀξίωμα μὲν ἔλεγε τότε λαμβάνειν διδόντος, ὅτε καὶ αὐτὸς ἄξιόν τι Ῥωμαίοις ἐπεξεργάσεται κατόρθωμα, ὡς μὴ δωρεὰν ἀλλ' ἆθλον λαμβά νειν· τότε δὲ χρείας ἐνούσης χρημάτων αὐτὸς μὲν ἐκ τοῦ κοινοῦ ταμιείου, ὡς αὐτὸν διαβεβαιοῦσθαι πρὸς τοὺς οἰκείους ὕστερον, 69 ἐζήτει τὰ χρήματα, ἡ δὲ περὶ τὸν βασιλέα βουλὴ ἐκ κοινῆς συγ κροτήσεως συλλέγεσθαι ἐδικαίου. ἡ δ' ἦν τὸ τῆς προνοίας τῶν ἐχόντων προνοίας δέκατον. ὃ δὴ καὶ συνήγετο μὲν ὡς δῆθεν ἐκ τῶν δικαίων τῶν δεσποτῶν, τὸ πᾶν δ' οἱ παροικοῦντες ἀπετίν νυον δυναστευόντων ἐκείνων. συναχθέντων μὲν μεγάλων χρη μάτων ἐντεῦθεν, ταῦτα λαβὼν ὁ πρωτοβεστιάριος ἅμα πλεί σταις δυνάμεσιν ἐπὶ Δημητριάδος καὶ τῶν ἐκεῖ ταχέως ἐξώρμα, πεζῇ τὰς δυνάμεις ἄγων. (26) τὸ δὲ ναυτικὸν ὁ ἐκείνου γαμ βρὸς Ῥαοὺλ Ἀλέξιος ἦγε, περί που τὰς ὀγδοήκοντα ναῦς· συνῆν δ' αὐτῷ καὶ ὁ μέγας στρατοπεδάρχης Συναδηνός. καὶ χρή σιμον ἐδόκει τὰ μέγιστα τότε ναυτικὸν τοῖς Ῥωμαίων πράγμασιν, εἰ καὶ μετὰ τὴν ὑποστροφὴν οὕτω δόξαν κατημελεῖτο ὡς ζημιοῦν πλέον ἢ συνοῖσον κατὰ καιρούς. ὑπενοεῖτο γὰρ καὶ ταῦτα, καὶ πρὸς τὸ πιστεύειν ἦσάν τινες οἷς ἤρεσκε τὸ οὕτω πεπρᾶχθαι, ὡς ἐπεί γε τὴν ἐκκλησίαν ἐν ἀταραξίᾳ καταστῆναι ξυνέβη βασιλέως σπεύσαντος, πᾶν ἐντεῦθεν πολέμιον συσταλῆναι τότε καὶ ἀπρα 70 κτήσει τοῦ θεοῦ νεύοντος. ἐκεῖθεν δὲ καί τινες τῶν βασιλικῶν ἀρχόντων καὶ βουληφόρων βουλὰς εἰσῆγον, πολὺ μὲν τὸ ἀντερε τικὸν εἶναι πολὺ δὲ τὸ κατὰ τὰς ναῦς μισθοφορικόν, ὧν ἐκείνων μὲν τὰ τέλη τῷ δημοσίῳ ταμιείῳ καταβαλλόντων, χρημάτων εὐ πορεῖν πολυβδάλουσαν βασιλείαν, καὶ τούτοις κατὰ σπονδάς τε καὶ συνθεσίας ἀκονιτί τε καὶ ἀπραγμόνως διαφέρειν τὰ τῆς ἀρ χῆς. ταῦτ' ἐκεῖνοι πείθοντες βασιλέα, οὐκ ἐνιδόντες καὶ πρὸς τὸ μεγαλεῖον τῆς ἀρχῆς τῶν Ῥωμαίων, ὡς οὐχ οἵας τ' οὔσης ἀρχῆθεν τοῖς οἰκείοις ἐμμένειν, ἀλλὰ ζημίαν ἡγουμένης εἰ μὴ καὶ ἄλλα προσλάβοιτο, καὶ ὅτι τῆς Κωνσταντίνου κρατούσης καὶ νήσους ἐχούσης ἀδύνατα δίχα τριήρεων ἄρχειν, καὶ ταῦτα τοῦ Ἰταλικοῦ ἐξ ὅτι πλείστης κορύζης ἀνεγηγερμένου πρὸς ἀνά ληψιν ὧν χθὲς καὶ πρὸ τρίτης ἐκείνων ἦσαν καὶ τῇ ἀρχῇ τῶν Ῥωμαίων ἐκ τῶν τριήρεων προσεκτήθησαν. ταῦτα βασιλεὺς μὲν ὡς εἰκὸς ξυνεώρα, ἱκανῶς ἔχων καὶ πρὸ τῆς ἐς ἅπαν ἡλικίας τῆς ἐς μάλιστα βασιλικῆς ἐπιστήμης, καὶ τῶν νεῶν εἴχετο· ἀλλ' ἐνίκα τὸ μόρσιμον, καὶ τοῖς λέγουσι πείθειν ἦν. καὶ τὸ εἰρηνι κὸν δὲ τοῦ καιροῦ, συνυποκλινομένων καὶ τῶν λοιπῶν Βενετι 71 κοῖς τε καὶ Γεννουΐταις, ἐκποδὼν μάλιστα καὶ τοῦ Καρούλου γε νομένου, εὐδιάθετον τὴν γνώμην ἐτίθει. οἱ μὲν οὖν τὰς ναῦς παριδόντες ἐνῆκαν ἐκείναις χρόνον ἱκανὸν καὶ μόνον δίχα τοῦ συν εργοῦντος εἰς φθορὰν λογιζόμενον. τὸ δὲ ἐπὶ ταύταις ἀποτε ταγμένον στρατιωτικόν τε καὶ μάχιμον παρ' οὐδὲν ἔχοντες, τοῖς μὲν βαναύσας τέχνας μεταχειρίζειν ἐφῆκαν εἰς ἀποστροφήν, ὁπό ση τις ἐκεῖθεν δυνατὴ ἦν, τοῖς δὲ καὶ αὐτομολεῖν τοῖς ἐχθροῖς, ὥστε συνάμ' ἐκείνοις πειρατῶν τρόπῳ τὴν Ῥωμαίων κακοῦν. Τότε δὲ τοῦ πρωτοβεστιαρίου ἐξορμῶντος πολύ τι πλῆθος εἵπετο ἐπὶ δύσεως. καὶ δὴ προσβαλὼν Δημητριάδι ἐκεῖ συνέ ταττε τὰς δυνάμεις, οὓς μὲν πέμπων εἰς σκῦλα καὶ ἁρπαγάς, οἷς δ' ἐπὶ ἀνοικοδομὴν τῶν ἐκεῖ χρώμενος πολισμάτων, ἀποκα ραδοκῶν καὶ τὴν τῆς βασιλίσσης πρᾶξιν ἐπὶ τῷ ἀνεψιῷ Μιχαήλ, ὡς λέλεκται. καὶ πρῶτον αὐτῷ τῶν ἔργων πύργοις ξυλίνοις αὐ θημερὸν εἰς εἴκοσι καὶ τέσσαρας ποσουμένοις περιβαλέσθαι Δη μητριάδα, διχῇ τε περιταφρεῦσαι, καὶ ὕδωρ ἐκ θαλάσσης ἐνεῖ 72 ναι τοῖς τάφροις, καὶ οὕτως ἀνέδην κατ' ὀλίγον κτίζοντα ἀνεγεί ρειν λίθοις τὸ πόλισμα. διὰ ταῦτα καὶ ἀνοχὰς ἐποιεῖτο, καὶ ἀεργὸς πρὸς τοὺς ἀντιπάλους ἐφαίνετο. (27) τοῦ γοῦν καιροῦ τριβομένου νόσος ἐμπίπτει τῷ στρατιωτικῷ βαρεῖα πάντῃ καὶ αὐτουργὸς τοῖς πολλοῖς θανάτου· βαρείας γὰρ χεῖρας ὁ λοιμὸς ἐκείνοις ἐφῆκε, καὶ ἐπασσύτεροι ἔθνησκον. τέλος δὲ καὶ αὐτὸς ὁ στρατηγὸς πρωτοβεστιάριος νόσου γέγονε παρανάλωμα, κἀν τεῦθεν οἱ περιληφθέντες μηδὲν τῶν γεναίνων πράξαντες ὑπανε ζεύγνυον. ὕστερον δὲ αὐτὴ καθ' αὑτὴν ἡ βασίλισσα συνάμα τῷ ἀνδρὶ Νικηφόρῳ, δόλοις ὑπελθόντες καὶ ὅρκοις ἐξαπατήσαντες τὸν Μιχαὴλ ὡς γαμβρὸν ἐπὶ τῇ θυγατρὶ ἀξόμενοι, μηδ' αὐτὸ τὸ κεκωλυμένον ἐκ γένους ὑπονοήσαντα ὑπὸ χεῖρας ποιοῦνται, καὶ τῷ βασιλεῖ, συχνὰ τῶν χρημάτων λαβόντες, πέμπουσι δέσμιον· ὃν ὁ βασιλεὺς ὑπὸ φρουροῖς καὶ ἀνέσεσιν ἔχων ἐτίμα, καὶ τὴν ἀνεψιὰν τὴν τοῦ Ἀσὰν θυγατέρα εἰς γάμον δὴ κατηγγύα. ἀλλ' ἐκεῖνος πολλάκις μὲν ἐπεχείρησε φεύγειν, τοσαυτάκις δέ οἱ ἐμπο 73 δὼν ἔστη ἡ τύχη καὶ ἡλίσκετο παραυτίκα, ὥστε καὶ φυλακαῖς δίδοσθαι διὰ ταῦτα. οὗ δὴ καὶ μίαν φυγὴν τὴν ὑστέραν μετὰ χρόνους συμβᾶσαν καθ' εἱρμὸν τοῦ λόγου καὶ διηγήσομαι. ἀπε δήμει μὲν οὖν ὁ βασιλεὺς εἰς Θεσσαλονίκην, ὡς αὐτίκα κατὰ καιρὸν ἐροῦμεν, κατείχετο δὲ οὗτος ἐν φυλακαῖς, σὺν αὐτῷ δὲ ἦν καὶ ἡ αὐταδέλφη τούτου, ἣν δὴ παρὰ πατρὸς τοῦ Ἰωάννου σεβαστοκρατοῦντος δεξάμενος Τερτερῆς ὡς μνηστὴν τῷ υἱῷ Ὀσφεντισθλάβῳ, ἔτι ἐν ἀνηβότητι οὖσαν, ἐπειδὴ αὐτὸς τὰς πρὸς βασιλέα σπονδὰς ἠγάπησε, συνάμα τῇ τοῦ Ἀσὰν ἀδελφῇ καὶ αὐτὴν ἐς βασιλέα πέμπει. ἦν οὖν σφίσι μία ἡ φυλακή, οἳ δὴ καὶ τῷ Ἐρρῆ ἐξ Ἐγκλίνων ὄντι συνάμ' ἑτέροις καὶ τρίτῳ παιδὶ εἰς φυλακὴν ἐπιτετράφατο. ὑπέρχεται γοῦν ὁ Μιχαὴλ τὸν Ἐρ ρῆν ὑπισχνούμενος γαμβρὸν ἕξειν ἐπ' ἀδελφῇ ταύτῃ, ἢν δραπε τεύσειαν. εἰσὶ δ' οἳ λέγουσιν ὅτι καὶ πορνικῶς ἐκείνῃ ὁ ἐξ Ἐγκλί νων συνήρχετο, τὰ πιστὰ τῆς ἐπιγαμβρίας ἐντεῦθεν λαμβάνων. ἦν γοῦν ὁ Ἐρρῆς καὶ τῶν λοιπῶν φυλάκων ἐπιστάτης, καὶ πολ 74 λοὺς ἀνὰ χεῖρας ἔχων, πιστὸς τὰ πολλὰ δοκῶν βασιλεῖ. δελεά ζεται τοίνυν ὁ βάρβαρος μείζοσιν ἢ καθ' αὑτὸν ὑποσχέσεσι, καὶ κατανεύει τὴν πρᾶξιν. καὶ δὴ εὐτρεπίζεται μὲν παρὰ τῶν οἰ κείων τῷ Μιχαήλ, οἳ δὴ καὶ ἐν ἐλευθερίᾳ διάγοντες ὑπούργουν ἐκείνῳ τὰ ἀναγκαῖα, ἁλιὰς ταχυναυτοῦσα καὶ ἄνδρες ἐρέται μι σθοῦ τοῦ μεγάλου οἱ τέως αὐτάρκεις, καὶ ὁ καιρὸς καθ' ὃν ἐκεῖ νοι μὲν τῇ κατὰ δύσιν θαλάσσῃ προσχόντες σταθήσονται, αὐτοὶ δὲ τῆς φυλακῆς ἐκβάντες ἐπιβήσονται, ἐς τὸ ἀκριβὲς τάττεται. κἀπειδὴ δύ' ὄντας οὐκ ἦν καταγωνίσασθαι τοὺς λοιποὺς (οὐδὲ γὰρ πᾶσιν ἔκπυστος ἦν ἡ βουλὴ) μερίζουσιν ἐκείνους ὡς ἐπὶ πράξει πέμποντες, καὶ καθ' ἕνα ὑποδεχόμενοι κτείνουσι, τοῦ δευτέρου μὴ εἰδότος τὸ τῷ προτέρῳ συμβάν. οἶκτος δὲ σώζει τὸν παῖδα καὶ μόνος, συμποδίσαντές τε καὶ ἐπαγκωνισάμενοι καί γε δεσμὸν ἐμβαλόντες τῷ στόματι ἀφιᾶσιν. ἐκεῖνοι δ' ὡς εἶχον ὑπὸ κλεισὶ τὴν φυλακὴν σφραγίσαντες, ὡς μὴ ἐκκυλισθὲν τὸ παι δίον ἐμφανὲς πρὸ καιροῦ τὸ δρᾶμα ποιήσειεν, ὑπὸ πρώτας φυ λακὰς τῆς νυκτὸς ἐξίασι. τῷ γὰρ Ἐρρῇ, ὥσπερ αἱ φυλακαί, οὕτω καὶ αἱ τῆς πύλης τῆς ἐκεῖ κλεῖδες ἐπιτετράφατο. ὡς ἂν δὲ μὴ δόξῃ δόλος τὸ δρώμενον, ἐκεῖνος κάτωθεν τοῖς φύλαξιν ἐκφωνεῖ, διυπνίζων δῆθεν πρὸς τὴν τῶν κατεχομένων φυλακήν, ὡς αὐτοῦ γε τάχα ἐν ἀπορρήτοις δουλείαις σχολάζοντος· καὶ
25.1.2
Τέως δὲ πρὸ τοῦ τάδε γενέσθαι δυσὶ πρότερον χρό νοις, καὶ ἀφίημι τὰ κατὰ τὴν περαίαν τὴν δυτικήν, ὡς καὶ ἅπαξ καὶ δὶς ἐνεπρήσθη, οὕτω συμβάν, ἐπὶ Γρηγορίου πατριαρ χοῦντος. ἀλλ' οὖν κατὰ μῆνα μεσοῦντα Μουνυχιῶνα, ὑπ' ἀφὰς λύχνων, ἐντὸς τῆς μεγαλοπόλεως, ὅπου τὸ τῆς ἀγορᾶς μεσαίτα τον, ἀπὸ τῆς βασιλικῆς λεγομένης πύλης ἄρχεται τὸ δεινόν. καὶ πάντα τὰ κύκλῳ περιλαβὸν τὸ παμφάγον καὶ ἀνυπόστατον πῦρ, οἰκίας ἐκείνας πληθούσας παντοίων τῶν εἰς πραγματείαν εἰδῶν αὐτονυχεὶ διανεμηθὲν ἠμάθυνε τὸ παράπαν, ὥστε καὶ γυμνοὺς ἐκφυγεῖν τοὺς ἐνῳκημένους, μὴ ὅτι γε πλούτου καὶ περιουσίας ἀλλὰ καὶ αὐτῶν ἐνδυμάτων, καὶ μηδὲν πλέον ἐγκαταλειφθῆναι πρωΐας ὅτι μὴ κεράμων κατεαγότα ὄστρακα καὶ ἥλους σφίσιν ἐνει λημένους, ἀφέτους τῶν ξύλων οἷς συνέχοντες εἴχοντο. καί γε τὸ τῆς ἀγορᾶς κάλλος ὡς πεδίον ἀφανισμοῦ κατεφαίνετο. ὃ μηδ' αὐ τὸν βασιλέα λαθὸν τῷ Νυμφαίῳ ἐνδιατρίβοντα ἐποίει θαυμάζειν, καὶ ἐφ' ἡμέραις ζητεῖν, εἴ πού τις Βυζαντίοθεν παραβάλλοι, 179 ὅπως καὶ ἀφ' οἵων τῶν αἰτιῶν γέγονεν. οὐ γὰρ ἐπ' ὀλίγον ἐπι δραμόν, ἀλλ' ὅσον εἰκάσαιτ' ἄν τις, καταταχῆσαν καὶ αὐτὴν μέσην τὴν πόλιν ἐν ἀκαρεῖ περιλήψεσθαι, πολλῶν μὲν οἰκιῶν κάλλη πολλὰ δ' ἐν αὐταῖς ἀποτιθέμενα δαρδάπτον, καὶ τὰ δεινὰ τοῖς πόρρωθεν ἀπειλοῦν, οὐ πρότερον ἔστη, πρὶν ἂν ἀμφόδοις περιπεσὸν εἰς πλάτος ἐνδούσαις χειροποιήτως τῶν ἐχόντων φθα σάντων καταβαλεῖν καὶ προαρπάσαι τὴν ὕλην, ἐκεῖσε φθάσαν οὐχ οἷόν τ' ἦν ἐκπηδῆσαι καὶ τῶν καταντικρὺ παμφάγοις ἐπιδρά ξασθαι τοῖς ὀδοῦσιν. ἐπεὶ γὰρ πάντα τὰ κύκλῳ φρέατα ἐξαν τλήσαντες οὐκ ἀποχρῶν εἶχον τὸ ὕδωρ πρὸς τὴν τοιαύτην ῥύμην πυρός, ἐκείνοις μὲν τὸ λοιπὸν ἀντὶ ταμιείων ἐχρῶντο, κἄν πού τι καὶ ἀφήρπαζον τοῦ πυρός, ὁμόσε τούτῳ χωροῦντες καὶ τοῦ λα βεῖν τι ἐν δευτέρῳ τιθέμενοι τὴν παρακινδύνευσιν, εὐθὺς κατὰ τούτων ἐρρίπτουν καὶ ἐπωμάτιζον. αὐτοὶ δὲ τῷ μὲν ἅπαξ ἁλόντι οὐκ ἔχοντες προσαμύνειν, προκαταλαμβάνοντες δὲ τὰ ἐξωτέρω κείμενα προανῃροῦντο καὶ μετεκόμιζον, καὶ οὕτω τὴν τροφὴν τοῦ πυρὸς ἐκποδὼν ποιοῦντες τῇ ἀτροφίᾳ τὸ θηρίον ἀσθενέστερον ἀπειργάζοντο, κἀντεῦθεν μόλις κατ' ὀλίγον ἐξασθενοῦντος περιε 180 γένοντο, οὐχ ἧττον τῶν παλαιῶν ἐμπρησμῶν καὶ αὑτοῦ τὴν ἰδίαν μνήμην καὶ εἰς τὸ ἐπιὸν καταλείψαντος. ἀλλὰ καὶ αὖθις συνελ θόντες οἷς ἐκεῖνα διέφερον, καὶ μόλις γυμνὰ μόνα τὰ ἐδάφη γνω ρίσαντες ἀπό τινων ἀμυδρῶν σημείων, δαψιλέστερον ἐποικοδο μοῦνται, βασιλέως ἀπόντος, ὥστ' ἐπὶ μόναις ἀκοαῖς ἐκείνου τὸ πάθος στῆναι, οὐ μὴν δὲ καὶ αὐταῖς ὄψεσιν. ἐφίσταται γὰρ ἀνοικοδομηθεῖσι λαμπρότερα, καὶ ἁλμυρὰν ἀκοὴν αἱ πότιμοι τῆς ὄψεως ὀπωπαὶ ἰδόντος μεθ' ἱλαρότητος ἀπεκλύσαντο.
25.1.3
Βασιλεῖ δὲ καὶ αὖθις φροντὶς ἦν οὐ μικρὰ παρακεκι νημένων ἔνθεν μὲν τῶν Τοχάρων, ὅσοι δὴ καὶ ἐπὶ βορείοις τοῖς μέρεσιν ἔκειντο, ἐκεῖθεν δέ γε τῶν Τριβαλλῶν χρωμένων τῷ Κο τανίτζῃ, ὃς δὴ καὶ ἀποδρὰς ἐντεῦθεν, προσρυεὶς τῷ κράλῃ Σερ βίας ληΐστορος τρόπον καταθέων τὰ πρόσχωρα ἐληΐζετο, οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν τῆς ἀνατολῆς οὐ καλῶς ἐχόντων ἐκ τῆς προτέρας 258 ἐκείνης συγχύσεως. ταῦτά τοι καὶ βασιλεὺς ἀνδρὸς σπουδαίου ὁρῶν δεόμενον τὸν καιρὸν καὶ στρατηγοῦ, ἅμα μὲν ξυνετοῦ τῶν τοιούτων ἅμα δὲ καὶ τῶν ἐγγιζόντων αὐτῷ πρὸς αἵματι, παριδὼν τὴν ἐπὶ τῷ σχίσματι μικρολογίαν τοῦ Ἰωάννου, καὶ ὡς αὐτὸς μὲν ἥκιστ' ἂν διὰ τὸ σχίζεσθαι βλάψειεν, ὀνήσειε δὲ τὸ κοινὸν διὰ τὴν εὐβουλίαν καὶ τὸ ἐπ' ἔργοις σπουδαῖον, εἰ προσληφθείη, διανοούμενος, αὐτίκα ἀφεὶς ἐγκαλεῖν ἐκείνῳ τὴν πρὸς ἐκκλησίαν διαφοράν, ὡς εἶχε δὲ τῆς γνώμης καὶ πάλιν ἐάσας ἔχειν, προσ λαβών, ὀλίγοις τισὶν ἐφοδιάσας καὶ χρήμασι καὶ στρατεύμασιν ἐπ' ἀνατολῆς ἐκπέμπει. ὁ δὲ τὴν ἡγεμονίαν ἀναδεξάμενος πᾶσαν σπουδὴν ἐνδείκνυται καθιστᾶν μὲν τὰ τῇδε μέρη, θεραπεύειν δὲ καὶ βασιλέα ταῖς καθ' αὑτὸν ἐπὶ τοῖς πράγμασιν οἰκονομίαις καὶ διοικήσεσιν. ἐπειδὴ γὰρ οἱ μὲν πολλοὶ τῶν στρατιωτῶν καιρῶν πολλάκις λαβόμενοι καὶ προσηῦξον τὰς οἰκείας προνοίας καὶ ἀρ γῶς εἶχον ἐκ τοῦ δώροις καὶ δεξιώσεσιν ὑπέρχεσθαι τοὺς ἡγεμο νεύοντας, ἄλλοι δὲ πολλάκις καὶ σφῶν ἀξιώτεροι ἐκλελοιπυιῶν τῶν κατὰ σφᾶς οἰκονομιῶν τὴν ἀπορίαν εἶχον καὶ προαιρούμενοι τοῦ στρατεύεσθαι κώλυμα, καὶ ἦν ἀμφοτέρωθεν τῷ κοινῷ ζημία, 259 καὶ ἡ ἀνισότης αὕτη ἐδέετο ἐξισώσεως, αὐτὸς τὰ μεγάλα θαρρῶν, ὡς πιστῇ γνώμῃ καὶ καθαρᾷ πρὸς βασιλέα πράττοντι οὐδὲν ἂν προσσταίη τῶν ὅσα καὶ εἰς ἐμπόδιον εἴη, μεταγγίζειν ἔγνω πρὸς τὰ κοινὰ τὰ πληρέστατα καὶ οὕτως ἐξισοῦν τοῖς ἀνδράσι καὶ τὰς ὁρμάς, ἐξισῶν τοῖς πράγμασιν. ἐντεῦθεν καὶ στρατὸν μὲν συνί στα πλέον, νῆας δ' ἐξητοιμάζετο, καὶ διττὰ στρέφων ἔνθεν μὲν κατὰ γῆν ἐκεῖθεν δὲ κατὰ θάλατταν διηυμάριζε, καὶ καλῶς ἠκού ετο πράττων, καὶ βασιλεῖ ἀπόδεκτος ἦν, εἰ καὶ τῷ πατριαρχοῦντι Ἰωάννῃ ἡ ἐκείνου στρατηγία διὰ μεγίστης ἀγανακτήσεως ἦν, καὶ πολλάκις προσαναφέρων βασιλεῖ προσωνειδίζετο, εἴ γε ἀνὴρ στρα τηγοίη οὐχ ὅπως μηδὲν εἰδὼς τιμᾶν ἐκκλησίαν, ἀλλὰ καὶ πολλαῖς τοὺς αὐτῆς πλύνων ὕβρεσι. βασιλεὺς δὲ τῇ παρ' ἐκείνου θερα πείᾳ ἐνειλημμένος, ὡς αἱ συχναὶ πίστεις εἶχον, λογισμῷ διδοὺς πλέον ἢ ὀργῇ διὰ τὴν ἐκ τοῦ πατριάρχου ἀναφοράν, οὐδὲν πε ραίνειν κατ' ἐκείνου παρεῖχε τοὺς κατ' ἐκείνου λέγοντας, ἀλλὰ καὶ προσάντως μᾶλλον ἐδέχετο τὰς ὑπομνήσεις, τὴν ἐπὶ τοῖς πραττομένοις σταθηρότητα βασιλικωτέραν κρίνων παλιμβολίας 260 καὶ ἀστασίας ἐπὶ τοῖς δόξασι. πλὴν μετὰ καιρόν, ὡς ἁρμόζειν αὐτίκα λέγειν, ἐπιτίθενταί οἱ τινὲς τῶν ὅσοι καὶ τῶν οἰκονομιῶν τὸ πλεῖστον προσαφῃρέθησαν, προφάσει μὲν τῇ εἰς βασιλέα πί στει χρησάμενοι· οὐδὲν δὲ ἧττον ἑαυτοῖς ἀμύνειν ἤθελον, παρα λελυπημένοι οἷς προσαφῄρηντο. καὶ τῷ Θεολήπτῳ Φιλαδελφείας προσελθόντες τὰς πρὸς βασιλέα πίστεις ἠθετηκέναι τὸν Ἰωάννην ἔλεγον, καὶ δῆλον εἶναι, ἐξ ὧν γε καὶ πράττοι, τὸν τῆς ἀποστα τήσεως κύβον ἀναρρίπτειν ἀρξάμενον. ταῦτα λέγοντες ἔπειθον, καὶ μᾶλλον εἰς τὴν κατ' ἐκείνου ἀπέχθειαν ὡρμημένον πάλαι ἅτε καὶ αὐτὸν κατ' ἐκείνου τὰ πολλὰ μωμούμενον. καὶ σὺν σφίσι τὴν πρὸς ἐκεῖνον (ἦν δ' ἐπὶ τοῦ πυργίου τότε) ἠπείγοντο. ὁ δὲ προγνοὺς τὴν τῶν ἐπιόντων ἔφοδον, καὶ ὡς ἐπὶ κακῇ προϋπηρ γμένῃ φήμῃ, εἰ καὶ ψευδὴς ἦν, ἀπαντῶσιν ἤδη, θραύεται τὴν ὁρμήν, καὶ εἰσελθὼν τὴν ἐκεῖσε μονὴν τοῦ ἐν μάρτυσι μεγίστου Γεωργίου, τὴν τοῦ Διὸς ἱεροῦ πάλαι, τοῦ ἀσφαλοῦς ἑαυτῷ προυνόει. καὶ οἱ μὲν ἐπιστάντες ἔξωθεν ἐπιζυγωθεισῶν τῶν πυ λῶν τῆς μονῆς ἐσπουδασμένως τὰ τῆς κωφῆς ἐκείνης κατηγορίας συνέπλεκον, καὶ οὐκ ἂν ἔλεγον Ἰωάννην περαιτέρω τῶν ἐντολῶν 261 τῶν παρὰ βασιλέως προεληλυθέναι (τὸ δ' ἦν τὸ τὴν αὐτῶν ὑπαλ λάττειν στρατείαν), εἰ μή γε καὶ τῆς εἰς βασιλέα καταφρονήσεως ἄρχειν ἐγνώκει. τὸ δ' ἦν ἄντικρυς καταδημαγωγία, ὡς ἐντεῦθεν τὴν κατ' αὐτοῦ σφῶν ἰσχύειν ἐπίθεσιν, καὶ πρόβλημα ἦν αὐτοῖς ἰσχυρὸν τῶν κατ' ἐκείνου λοιδοριῶν ὡς δικαίως ἐπεξιοῦσιν. ὁ δ' ἔνδοθεν ἀφ' ὕψους τοῦ τείχους ἑωραμένος πρὸς τὴν κατηγο ρίαν ἀσφαλῶς ἵστατο, καὶ τῷ ἀρχιερεῖ προσωνείδιζεν, ἀνοίας κρίνων, εἰ συμπεπεισμένος τοιούτοις ἀνδράσι ποιεῖν τὰ ὅμοια ἔγνω παραγεγονὼς τὸν μηδὲ σκιὰν ἀπιστίας εἰδότα. βασιλεῖ γὰρ καὶ μᾶλλον φυλάττειν πίστιν καὶ βεβαίαν φέρειν τὴν εὔνοιαν, αὐτῷ δὲ τοὐντεῦθεν καὶ μᾶλλον μηδ' ὡς ἀρχιερεῖ προσέχειν, εἰ τὴν πρὸς αὐτὸν διὰ τὴν τοῦ σχίσματος αἰτίαν ἀπέχθειαν, ὃ δὴ καὶ βασιλεὺς οἶδε καὶ συγχωρεῖ αὐτός, τοῖς οὐκέτ' οὖσι κατὰ βα σιλέως αἰτιάμασι συμπλέκειν ἐθέλοι καὶ τοῖς ἐπιοῦσι συμπράττειν 262 φόνον μηδὲν προσῆκον διὰ τὴν τῆς συνειδήσεως καθαρότητα. ταῦτα λέγων ἀντετεχνᾶτο κἀκεῖνος, καὶ τὴν εἰκόνα τοῦ μάρτυρος φέρων ἐπευφήμει τοὺς βασιλεῖς. καὶ λοιπὸν ἄπρακτον μὲν ἦν αὐτοῖς τὸ ἐγχείρημα, συνεῖναι δ' ἐκείνοις ἥκιστα ἀσφαλὲς ἐδόκει. ὅθεν καὶ πᾶσαν ἀφεὶς ἐνοχὴν προστρέχει τῷ βασιλεῖ τῇ πολυαν δρούσῃ πόλει Θεσσαλονίκῃ ἐνδιατρίβοντι. ἀλλὰ ταῦτα μὲν ὕστε ρον, καθ' ὃν καιρὸν τά οἱ στρατηγοῦντι πεπονημένα ἐσπουδα σμένως τῆς τῶν ἐκεῖ πραγμάτων κατορθώσεως χάριν ἀθετηθέντα καὶ εἰς οὐδὲν λογισθέντα παρὰ τῶν ἐσαῦθις πεμπομένων πολλὴν τὴν λύμην ἐνέδοσαν γίνεσθαι, ὑπερημέρων μὲν καὶ τῶν μισθο φοριῶν γινομένων στρατιώταις παρὰ τῶν κατ' ἀνατολὴν συλλε γόντων χρήματα, ἐλλελειμμένων δὲ καὶ τῶν πλείστων ἐκ τῆς τῶν προυχόντων περὶ αὐτὰ σφετερίσεως, καὶ τῶν πολεμικῶν ἐντεῦθεν ἀμελουμένων κατὰ τὸ εἰκὸς πράξεων.
25.1.4
Μηνὸς γὰρ Ἀνθεστηριῶνος εἰκοστῇ καὶ ἑβδόμῃ περί που τὸν Βαφέα (χῶρος δ' οὗτος περὶ τὴν θαυμαστὴν Νικομή δειαν) Ἀτμὰν συνάμα τοῖς ἀμφ' αὐτὸν εἰς χιλιάδας πλείστας ποσουμένοις ἐπιστὰς αἴφνης, μᾶλλον μὲν οὖνἀλλ' ἀναλη πτέον τὸν λόγον ἀρχῆθεν. Ἁλῆς γὰρ Ἀμούριος σὺν ἀδελφῷ Ναστρατίῳ τῷ παρὰ Ῥωμαίοις ἐπὶ χρόνοις ὁμηρεύσαντι, τοὺς περὶ τὴν Καστάμονα Πέρσας προσεταιρισάμενος, Ῥωμαίους κακῶς ἐποίει. καὶ τέως περί που τὸν Πόντον καὶ ἐνδοτέρω, πέραν Σαγγάρεως, τὰ τῆς ἀλαστορίας ἐπιδεικνύμενος τῇ καθ' αὑτὸν ἀσφαλείᾳ ἀπείχετο τῶν ἐπίταδε, ὠγκώθη δὲ τὰ πλεῖστα ἐκ πλείο νος καὶ τῶν ἡμετέρων καθυπερηφανεύετο ἐξ ὅτου τὸν τοῦ Ἀζα τίνη σουλτὰν υἱὸν τὸν Μελὴκ Μασοὺρ ἀπεκτόνει προπολεμῶν, ὃς δὴ τῷ πατρὶ συμπροφέρων ἐφ' ἱκανὸν τὴν πλάνην κατὰ τὰ βόρεια, ἐξ ὅτουπερ ἐκεῖνος Αἴνοθεν ἀπελύετο, καθὼς καὶ φθά σαντες εἴπομεν, ἐξ ἀνθρώπων ἐκείνου τῇδε γεγονότος περαιοῦται τὸν Εὔξεινον, καὶ Θυμαίνῃ προσσχών, μακρόθεν τὸν Τοχάρων Κάνιν, ὡς αὐτοὶ φαῖεν, Ἀργάνην δώροις ὑποποιούμενος, ἐν 328 τεῦθεν δεσπόζει τῶν τόπων ὡς πατρικῶν κλήρων, καὶ καθυπο κλίνει τοὺς προύχοντας τῶν τῇδε Περσῶν, οὓς δὴ σατράπας ἐκεῖ νοι καλοῦσι. καὶ οἱ μὲν ἑκόντες ἄκοντες ἐδουλοῦντο, Ἀμούριος δὲ ὁ τοῦ Ἁλῆ πατὴρ ὑπελθὼν Τοχάρους καὶ οὐλαμὸν ἐξ αὐτῶν προσλαβόμενος ὅλαις ὁρμαῖς ἀντέπραττε τῷ Μελήκ. οὐ μὴν δὲ ἀλλὰ καὶ πολέμους πρὸς αὐτὸν ἐκφέρων κατετροποῦτο, ὥστε καὶ ἀπηυδηκότα τοῖς ὅλοις συνάμα γυναικὶ καὶ ἰδίοις γνῶναι βασιλεῖ προσχωρεῖν. ὅθεν καὶ τὴν τοῦ Πόντου καταλαβεῖν Ἡράκλειαν. κἀκεῖθεν τῇ Κωνσταντίνου ἐπιδημήσας, ἐπεὶ βασιλεὺς ἐς Νύμφαιον ἀπεδήμει, τὴν μὲν σύζυγον τῇδε καταλιμπάνει, αὐτὸς δὲ σὺν τοῖς ἀμφ' αὐτὸν ἐφ' ἡμέραις ἀνεθεὶς τῶν ἐκ τῆς ὁδοῦ κό πων, ὑπὸ βασιλικῷ ποδηγέτῃ, βασιλέως προστάξαντος ἀκουσθέν, τῆς ἐπὶ τὸ Νύμφαιον ἵετο. ἀλλά που περὶ τὸ Ἀτραμύτιον γεγο νώς, εἴτε παρ' ἄλλου μαθὼν εἴτε μὴν καὶ αὐτὸς ὑποτοπήσας ὡς οὐκ εἰς καλὸν ἐσεῖταί οἱ ἡ πρὸς τὸν ἄνακτα ἄφιξις, γνωσιμαχεῖ τε αὐτίκα, καὶ καιροῦ λαβόμενος, τοῦ ποδηγέτου (ὁ δ' ἦν ὁ Ἀβράμπαξ πρωθιερακάριος) τὰς πολυωρίας παρενεγκών, αὐτό θεν ἐκφεύγει νυκτός, πλὴν οὐ νυκτιλόχου τρόπον, παρὰ γνῶσιν τῶν ἐντυγχανόντων δῆθεν, ἀλλ' ἐμφανῶς καὶ θαρρούντως, ὡς ἤν τις ἐπ' αὐτὸν ἴοι, αὐτόθεν ἐπεξελευσόμενος. Πέρσαις τε αὖ θις παραγίνεται, καὶ λαὸν συναγηοχὼς τῷ περιόντι τῆς φήμης 329 τοῦ προτέρου κράτους καὶ μείζονος ἔχεται. καὶ τοσοῦτον κρα ταιούμενος ἐνισχύετο ὥστε καὶ αὐτὸν Ἀμούριον μὴ συνοίσουσαν ἔτι τοῖς καθ' αὑτὸν πράγμασι τὴν ἀπ' ἐκείνου ἀφηνίασιν δοκι μάσαντα γνῶναί οἱ ἑπτὰ συνάμα παισὶ καθ' ἱκετείαν παραγε νέσθαι, καὶ δώροις ἐκμειλιξάμενον, εἶτα δουλεύοντα ἀγαπᾶν. ταῦτα γνοὺς καὶ δοκιμάσας ξυμφέροντά οἱ, λαβὼν τοὺς παῖδας συνάμα πλείστοις, ἱκέτου αὐτομολεῖ σχήματι. ὁ δὲ τοῖς προ τέροις ἀπομηνίων καὶ μηδὲν καθυφεὶς τοῦ κότου δέκτο μὲν δῶρα, πόνον δ' ἀμέγαρτον ὄφελλεν. ὡς γὰρ μόλις εἰσαχθεὶς μετὰ τῶν δώρων πρὸ ποδῶν ἐκαλινδεῖτο καὶ καθικέτευεν, ἐκεῖνος τὰ πάλαι προύφερε καὶ πικρῶς ὠνείδιζε καὶ ἀπήλεγχε, καὶ τέλος σκύφον οἴνου λαβὼν ὡς πιόμενος, τοῖς περὶ αὐτὸν συγκείμενον ὂν αὐτοῦ τὸ ξύμβολον δείξαντος (τὸ δ' ἦν ὡς δῆθεν σκορδινιῶντος καὶ τὰς χεῖρας ἐκτείναντος) αὐτοὺς τὰς σπάθας γυμνώσαντας κατακό πτειν τοὺς ἱκέτας, ἐκείνου τὸ σύμβολον δόντος εἰσπηδῶσιν αὐτίκα καὶ ἀθλίαν θοίνην ἐκεῖνόν τε καὶ παῖδας δεικνῦσι. τοῦτο τῷ Ἁλῇ πόνος ἦν καὶ τῶν συμφορῶν ἡ ἐσχάτη, παιδί γε ὄντι τοῦ κρεουρ γηθέντος καὶ ἔκ τινος προνοίας περισωθέντι, καὶ τὸ τοῖς ὁμοίοις ἀμύνεσθαι πάσης ἀσχολίας ὑπέρτερον ἐλογίζετο. ἱκανοὺς δὲ διὰ 330 ταῦτα προσεταιρίζεται τῶν Περσῶν, καὶ τρόπον ληΐστορος περι θέει, ἐμφανὴς ὢν ἢ ἀμυνούμενος ἢ πεσούμενος. ὡς δὲ κατα τρέχων ἠρήμου τὰς χώρας καὶ τὴν ἀνταγώνισιν ἔσπευδε, τὸ τοῦ Μελὴκ λῆμα τὸ μόρσιμον ἐρεθίζει, καὶ τοῦτον ἐκείνῳ συνίστησι κατὰ πόλεμον. οὗ δὴ συρραγέντος σφάλλει τὸν Μελὴκ ἡ τύχη, καὶ ὁ ἵππος ὅλῳ ῥυτῆρι φερόμενος συγκάμπτει τὼ πόδε, καὶ τὸν ἐπιβάτην μεθ' ὅτι πλείστης τῆς ῥύμης ἐπὶ γόνυ συγκατασπᾷ, καὶ ἔργον αὐτίκα σπάθης ὁ πεσὼν γίνεται. ταῦτα τὸν Ἁλῆν ἐπῇρεν εἰς ὄγκον Ἀμούριον, κἀντεῦθεν συνάγων πλείστους κακῶς ἔδρα τὰ Ῥωμαίων. οὔπω δὲ μάλα δὴ καὶ ἐς τέλος, ἕως οὗ δαι μόνιόν τι μήνιμα (τί γὰρ ἂν ἄλλο καὶ εἴποι τις;) κατὰ Ῥωμαίων ἐφύσησεν, ὃ δὴ καὶ λέξεται. ὡς γὰρ πέραν Σαγγάρεως διατρί βων τοῖς ἀνὰ τοῦτον φρουρίοις ἰσχυρῶς ἀντεκρούετο, ἃ φθάσας ὁ βασιλεὺς συνῴκισε Μιχαὴλ καὶ σταυροῖς μηκίστοις ἐκ δένδρων ἀξινοκοπηθέντων μεταξὺ κατωχύρωσε, μέχρι καὶ ἐς ἑκατὸν πόδας τὸ ἐντὸς πλάτος ἄβατον καταστήσας, ὡς ἐν τοῖς πρώτοις λόγοις ἐλέγομεν, καὶ ἦν τῷ Πέρσῃ στερρὸν ἐντεῦθεν τὸ τῆς καταδρομῆς κώλυμα, Κρονίου μηνὸς ἐκ τοῦ παραχρῆμα ὁ ποταμὸς μετοχε τεύεται καὶ ζητεῖ τὴν παλαιὰν κοίτην, καθ' ἣν καὶ ἡ Ἰουστινιά νειος ποντογέφυρα. ὕστερον δὲ μετοχετευθέντος τοῦ ποταμοῦ, 331 τὸν ἐξ ἐκείνου Μέλανα ὑπεδέχετο, οὐ τόσον ὄντα, ἀλλ' ἱκανὸν τέως καὶ τοῦτον ἐκ βάθους αὐτάρκους τὴν τῶν ἐχθρῶν ἀποκω λύειν ἔφοδον. τότε τοίνυν ἐξ ὄμβρων ὁ Σαγγάριος πλημμυρήσας τῆς ἰδίας μεταίρει καὶ αὖθις κοίτης, ἧς ἐκ παλαιοῦ ποτ' ἐκκοιτι σθεὶς ἐπελάβετο, καὶ πρὸς τὴν προτέραν ἀνέτρεχε, καὶ οὗ μὲν ἀπέστη, περαιοῦσθαι καὶ τῷ τυχόντι παρεῖχεν, οὗ δ' ἐπελάβετο πλημμυρῶν, μὴ ὅ γ' ἐκ τῆς πλημμύρας βάθος ἐδίδου τῷ ῥεύ ματι, ἀλλὰ καὶ χοῦν ἐκ μιλτοπαρῄων ὀρέων κατάγων καὶ χέρα δος ἱκανὸν προσέχων καὶ πόρον ἐτίθει τῷ περᾶν θέλοντι. τῷ τοι καὶ οἱ ἐν τοῖς πέραν φρουρίοις συνῳκηκότες, τὴν ξένην ἰδόντες μετάστασιν καὶ γνόντες ἐν χρῷ κινδύνου γενόμενοι, ἀπανίσταντο. οὐ μὴν δ' αὖθις ἐπὶ πολὺ τὸ σχῆμα τοῦτο τῷ ποταμῷ ἦν, ἀλλ' ἐς μῆνα προσχώσας μόνον ὑπέστρεφε. καὶ ἦν ἡ ἐκ τοῦ παλαιοῦ ἀποχώρησις καὶ τῶν ἐν τοῖς φρουρίοις φυγῆς καὶ τῆς τῶν ἐχθρῶν διαπεραιώσεως προφανὴς αἰτία, τῷ περᾶν ἀνέδην τοὺς βουλο μένους· ἡ δ' ἐξ ὑπογύου ἐσαῦθις ἀνυποστροφὴ τοῖς κἀν τούτῳ περῶσιν εὐθέτησε, τῷ περᾶν διὰ τῆς προσχώσεως. ταῦτα γε γόνει ἐκ παραδόξου, καὶ βασιλεῖ ἠγγέλλετο ὅτι πλῆρες ἐχθρῶν 332 τὸ μεσόγαιον, εἰ καὶ Ἁλῆς Ἀμούριος εἰρήνην καὶ ἐς τόδε σχηματιζόμενος ἐφησύχαζε τέως. ἀλλὰ τὰ τῷ Ἀτμὰν τὰ περὶ τὴν Νί καιαν κατατρέχοντι ἐσύστερον ἀριστουργηθέντα καὶ τοῦτον ἐπῇ ρεν, ἱκανὴν φιλοφροσύνην δόξαντα καταπράττειν τῷ βασιλεῖ, εἴπερ εἰρηνεύοι μὴ εἰσβαλλόντων ἄλλων· εἰ δ' οὖν, ἀλλὰ καὶ αὐτὸς ἁρπάζοι τὰ τοῖς πολλοῖς ἀπαγόμενα. Ἀτμὰν τοίνυν τῶν ἀμφὶ τὴν Νίκαιαν τόπων ἀπάρας (τὸ γὰρ συμβὰν πρότερον τῷ Μουζάλωνι σφάλμα καὶ πλέον ὤγκωσε τοῦτον), τοὺς ὀρεινοὺς διελθὼν σίφωνας ἕτοιμος ἦν καταθέειν Ἁλιζώνων. ἀλλὰ πρὶν αὐτὸν εἰσβαλεῖν, πλῆθος ἐχθρῶν συναχθέν, εἰς ἑκατὸν ποσωθὲν καὶ μόνους, περί που τὴν Τελεμαίαν καταδαρθεῖσι τοῖς περὶ τὸν Μουζάλωνα ἐπιστὰν ἐξ ἀπροόπτου, ἐκείνοις μὲν ὡς εἰκὸς ταρα χὴν ἐμβάλλουσι τὴν μεγίστην, πολλὰ δὲ λαβόντες, καὶ αὐτοὺς ἐν σαυρωτῆρσιν ὑσσούς, ὑποστρέφουσιν. ὡς δὲ συστάντες Ῥω μαῖοι τοὺς ἐπιόντας ἐδίωκον, ἐκεῖνοι τὰ ὀρεινὰ προκαταλαβόντες καὶ τὸ ἀσφαλὲς ἐντεῦθεν ἔχοντες, στάντες ἔβαλλον ὀϊστοῖς καὶ κυκλώσαντες ἐτοξάζοντο, καὶ τῶν διωκόντων τοσοῦτον περιγεγό νεισαν ὥστε καὶ αὐτὸν κατασχεῖν τὸν σφῶν ἐξηγούμενον· κἂν ἀπήγαγον, ἢν μή τις τῶν τῆς Ῥωμαϊκῆς φάλαγγος λῆμα γενναῖον φέρων, στερρῶς ἐμπεσὼν καὶ περιγεγονὼς τῶν ἀγόντων, τοῦ ἵππου μόνου τρωθέντος ἐκεῖνον ἐξείλετο. τοῦτο γεγονός τε καὶ 333 ἀκουσθὲν ἐπὶ πλέον παρώτρυνε τὸν Ἀτμάν, καὶ ὑπερηφάνει ὁ βάρβαρος· ἐς τόσον γὰρ τὸ περὶ αὐτὸν στράτευμα ἐπληθύνετο, ὥστε καὶ Πέρσας ἄλλους ἐκ τῶν περὶ Μαίανδρον παραγεγονότας συμμάχους ἔχειν καὶ πρὸς τὴν καταδρομὴν συλλήπτορας ἱκανούς. τοῦτο δ' ἦν καὶ τὸ τὸν Ἀμούριον ἐπῃρκὸς καὶ πεῖσαν παρασπον δεῖν, ζητολυποῦντα τέως εἰ ὧν αὐτὸς κατὰ τὴν πρὸς βασιλέα χά ριν ἀπέσχετο, ταῦτα μακρόθεν ἐσβάλλοντες ἄλλοι παρακερδαί νοιεν. ἀλλὰ τὰ μὲν τούτῳ πεπραγμένα μικρὸν ἦσαν, κἂν αὐτὸς οὐκ ἀφίστατο πράττων· τότε δ' Ἀτμὰν ἐπιστάς, καὶ ἄγων μὲν τοὺς ἰδίους, ἄγων δὲ καὶ πολλοὺς κατὰ συμμαχίαν ἑτέρους ἐξωρ μημένους κατὰ λύσσαν πάλαι τῶν κατὰ Παφλαγονίαν μερῶν, ἑτοίμους ἐξαλείφειν τε καὶ ἀπάγειν τὰ πρὸς ποσὶν ἐκ πολλῆς ἰτα μότητος, ἐκεῖ που πάντας συνῆγεν. οἱ δ' ἀμφὶ τὸν Μουζάλωνα, ὅσον Ῥωμαϊκὸν καὶ ὅσον Ἀλανικόν, ὅσον ἰθαγενὲς καὶ ὅσον ἔξωθεν, μόλις που περὶ δύο χιλιάδας συνίστατο. ὅμως γε μέντοι τὸ ἐπὶ τῆς οἰκείας μάχεσθαι πολλὴν σφίσι ῥοπὴν ἐπὶ τῷ τολμᾶν πρὸς πλείστους ὀλίγοις ἐδίδου. κἂν καὶ περιγενέσθαι σφᾶς ξυμ βεβήκοι, εἴπερ γνησίαις καρδίαις, ὡς πολλοῖς ἐλέγετο, ὥρμων 334 καὶ τῆς μάχης ἀντελαμβάνοντο. νῦν δ' ἀλλ' ἐρραθυμηκότες οἷον καὶ νάρκην παθόντες, οὐχ ἧττον ἐκ δυσνοίας ἢ ἀβουλίας, ἀφῃρημένοι ἐξ ὑπογύου καὶ ἵππους καὶ χρήματα διὰ τὴν ἐπισυμ βᾶσαν τῶν Ἀλανῶν ἕνεκα ἐξ ἁπάντων συντέλειαν, τὰς ὁρμάς τ' ἐπεκλῶντο καὶ ἀτολμότερον συνερρήγνυντο. ὃ καὶ τοῖς Πέρσαις μεγάλην ῥοπὴν ἐνεποίει, καὶ μᾶλλον ἐτόλμων κατ' ὀλίγων πλεῖστοι. οὕτω δὲ τῆς μάχης ἀνισουμένης καὶ πλήθει καὶ γνώ μῃ, πίπτουσι μὲν οὐκ ὀλίγοι, φεύγουσι δ' οἱ πλείους, καὶ τῇ Νικομηδείᾳ ἐγγύθεν οὔσῃ μετὰ περιφανοῦς τῆς τροπῆς διεκπαίον τες συνεισβάλλουσιν ἀκλεῶς. ἔδοξαν δὲ τότε καὶ ἐς πολὺ χρήσι μοι Ἀλανοὶ πεσόντες πλείους ὑπὲρ Ῥωμαίων· τῷ γὰρ πεζῷ πολλῷ γε ὄντι διδόντες ἄνεσιν εἰς τὸ φεύγειν κλινάσης ἤδη τῆς μάχης, αὐτοὶ μὲν περικυκλοῦντες τοὺς πολεμίους καὶ ὑπὸ πόδα χωροῦντες καὶ λέχριοί πως ἐπιτιθέμενοι, περιαργοῦντες ἐπίτηδες, ὀϊστοῖς ἔβαλλον καὶ πεζοὺς τοὺς τέως ἱππότας ἐδείκνυον. πεζῶν δὲ νέφος ἐκείνων συνειλούμενον σφίσι καὶ διεκπαῖον τὰ πρόσω ἀπεσώζετο. ἐκεῖνοι δὲ τῆς αὐτῶν σωτηρίας τοὺς καθ' αὑτοὺς προβαλλόμενοι κινδύνους συνεχεῖς ἔπιπτον. καὶ οὐδὲν ἦν τὸ λοιπὸν καὶ τὸ νικᾶν 335 Πέρσας καὶ διασπαρέντας ἄλλον ἀλλαχοῦ κατατρέχειν τὰ πρόσ χωρα, τῶν πολλῶν ἐντεῦθεν εἰς ῥᾳδίαν προνομὴν κειμένων κατὰ πολλὴν ἐρημίαν τῶν κωλυόντων. ἦρξε τοίνυν ταῦτα μεγάλων κακῶν ἁπάσῃ τῇ χώρᾳ, ἐπὶ καιροῖς ἀναγκαίοις, τοῖς τῶν καρ πῶν συλλογῆς, τῶν μὲν ἀπαγομένων τῶν δὲ σφαττομένων, ἔστι δ' ὧν καὶ φευγόντων, εἴ τις καὶ προαπανίστατο τῶν δεινῶν καὶ φρουρίῳ τινὶ τὰ καθ' αὑτὸν ἐπίστευεν. 26. Εἶδες δὲ τότε καὶ τοὺς ἐνδοτέρω σκευαγωγοῦντας, καὶ οἰκτρὰν θέαν περαιουμένους εἰς πόλιν, ἀπογνόντας ἤδη τὴν τῶν ἰδίων σωτηρίαν. καὶ ὁ πορθμὸς οὗτος ἑκάστης μυρμηκιὰν ἀνθρώπων καὶ ζώων ἐδέχετο, οὐκ ἄνευ συμφορῶν τῶν μεγίστων ἀπαλλαγέντων· οὐδὲ γὰρ ἦν ὅστις οὐ τῶν ἰδίων ἀπεθρήνει τὴν στέρησιν, τῆς μὲν ἀνακαλουμένης τὸν ἄνδρα, τῆς δὲ τὸν υἱὸν ἢ μὴν τὴν θυγατέρα, ἄλλης ἀδελφόν τε καὶ ἀδελφήν, καὶ ἄλλης ἄλλο τι συγγενείας ὄνομα, πάντων δὲ ἐλεεινῶς προκειμένων, τῶν μὲν ἐντὸς πόλεως, τῶν δὲ καὶ ἐκτὸς παρ' αἰγιαλὸν εἰκαίως κατα σποδουμένων, λείψανα φερόντων καὶ ζωῆς καὶ βίου. νήπια δὲ καὶ γυναῖκες καὶ οἰκτροὶ πρεσβῦται προκείμενοι ταῖς ὁδοῖς ἀλγεῖν ἐποίει καὶ τὸν μόνον ἀκούοντα. πλὴν ἐντεῦθεν στρατὸς μὲν τὸ 336 μὲν ξενικὸν περαιούμενον ἀκλεῶς ὑπέστρεφε, τὸ δ' ἰθαγενὲς καὶ αὐτόχθον, καὶ αὐτῶν οἰκιῶν ἐκκεχωρηκὸς τοῖς ἐχθροῖς, ἐξ ἀναγ καίου ἐζήτει ὅπῃ γε καὶ ἀποφυγὸν σωθήσεται. ἐχθροὶ δὲ τέως πολλῶν ἐμπλησθέντες τῶν ἀνωτέρω ἀνέδην ἐκείνοις ἐνεσπατάλων, ἀπάγοντες μὲν αἰχμαλώτους, ἀπάγοντες δὲ καὶ ζῶα καὶ λείαν πᾶσαν καὶ αὐτὸν δὴ τὸν καρπὸν τῆς γῆς τὸν ἐπέτειον, ζώοις τοῖς ἐκ τῆς λείας διευθετούμενοι, καὶ ὅ τι καὶ ἔδοξεν ἀσφαλὲς μετα φέροντες. οὐ μὴν δὲ καὶ τῶν κατωτέρων Νικομηδείας ἥπτοντο, οὔπω θαρροῦντες ἴσως τὴν εἰσβολήν· ἐπῄει γὰρ ἐκείνοις φοβεῖ σθαι τὴν ἐξ ἐγγίονος ἔφοδον, καὶ ὡς ἱερῶν ἀθίκτων ἔτι τῶν τῆς πόλεως προαστείων ἀπείχοντο, εἰ καὶ τοῖς τῇδε τῶν δεινῶν προσ δοκωμένων ἀναστολῆς ἔδει, καὶ ὡς ἦν ἀνεστέλλοντο. οὐ γὰρ ἐνταῦθα μόνον ἦν τὸ δεινόν, ἀλλὰ τὰ μὲν κατ' ἀνατολὴν μέχρι καὶ Ἀτραμυτίου, ὅπου καὶ βασιλεὺς ἐπεχωρίαζε, τὰ ἀνωτέρω πάντα δίχα τῶν ὀχυρωτάτων φρουρίων τοῖς ἐχθροῖς εἰς προνο μὴν ἔκειντο, τὰ δὲ προσωτέρω περί που τὴν Ἀχυράους καὶ Κύ ζικον καὶ Πηγὰς καὶ Λοφάδιον ὀλίγῳ τινὶ διαστήματι τῷ ἀπὸ θαλάσσης ἐλεύθερον περιῆν. Προύσῃ δὲ καὶ Νικαίᾳ ταῖς πύλαις ἐπέχραε τὰ δεινά, ἁπάντων τῶν ἔξω προνομευθέντων, καὶ δει 337 νὸν τὸ πάθος καὶ ἀπαραμύθητον τὸ συμβάν, ἁπάντων ὀλίγων ἐξαπολωλότων μηνῶν. καὶ ὥσπερ θείας ὀργῆς καὶ μηνίματος δαιμονίου τὸ πάσχειν, οὕτω καὶ θείας ἀντιλήψεως μόνης καὶ συμπαθείας τοῦ κρείττονος τὸ τὰ δεινὰ στῆναι εἰκὸς ἦν ἐννοεῖν.
25.1.5
Ἀλλὰ μὴν οὐδ' ὁ βασιλεὺς Μιχαὴλ ἠμέλει τὸ σύμ παν, ἀλλὰ τὰ τῶν Βουλγάρων ἐν ἀνακωχαῖς θέμενος τοὺς ἀμφὶ τὸν μέγαν πριμικήριον ἐξορμᾷ, ὃς καὶ περικαθίσας τὸ φρούριον πολιορκῶν ὡς εἶχεν ἐμάχετο, ἔστι δ' οὗ καὶ κατετροποῦτο. πληθουμένων δ' ἐκείνων καὶ ἤδη θαρρούντων τὰς ἐκδρομὰς διὰ τὴν κενὴν τῶν Ῥωμαϊκῶν δυνάμεων ἀσχολίαν (ὁ γὰρ Μπυριγέ ριος περιεβουκόλει τὰς ἐλπίδας τῷ βασιλεῖ, καὶ πέμπων παρ' αὐτὸν τὴν δουλείαν καὶ τὸ ὑπήκοον ὑπεκρίνετο ὡς ἐν κενοῖς καὶ τῶν φόνων γενομένων, ὡς ἔλεγεν, ἀνακωχὰς σκαιωρῶν ἐντεῦ θεν) κατοχυροῦσι μὲν ἐκεῖνοι καὶ αὖθις ἐπὶ πλέον τὸ φρούριον, μακραῖς δ' ἑπτὰ ναυσὶ καὶ ἄλλαις ἐννέα μικραῖς μάχιμον ἐμβα λόντες λαὸν εἰς τὸν κατὰ τῶν παραιγιαλίων σκυλευμὸν ἐκπέμ 529 πουσι. καὶ ἐπειδὴ προσβαλόντες μὲν Ἀρτάκῃ ἐπινείῳ Κυζίκου, προσβαλόντες δὲ Προικοννήσῳ οὐδὲν ἤνυτον, ὑποστάντων στερ ρῶς τῶν ἐποίκων, τοῦ αὐτοῦ Πυαντιῶνος μηνὸς εἰκοστῇ ὀγδόῃ Πειρίνθῳ προσβάλλουσι καὶ ἡβηδὸν τοὺς ἐν αὐτῇ κατασφάτ τουσι. χώρας δ' ἠρήμουν τὰς παρ' ἑκάτερα, τῶν μὲν ἀπανι σταμένων τῶν δ' ἁλωμένων, ὧν τοὺς μὲν ἔκτεινον τοὺς δ' ἐλα φυροπώλουν. διὰ ταῦτα νυκτὸς ἀναπεπταμένων τῶν τῆς Κων σταντίνου πυλῶν, παντοίων ποταμείων ὑδάτων ῥεῦμα μιμούμε νον εἰσεχέετο, ὀλίγον καὶ ταῦτα ἐκ τοῦ τυχαίως ἐξ ὧν εἶχον ἐπι φερόμενοι. καὶ τὰ μὲν ἔξω αὐθημερὸν ἀπὸ θαλάσσης ἐντὸς ἠπείρου μέχρι καὶ ἐς πολὺ ἀνέδην τῶν νεῶν ἀποβαίνοντες ἐπυρ πόλουν τὰς χώρας καὶ τὰ πάνδεινα κατειργάζοντο, πλείστων ὅσων πυρὸς καὶ μαχαίρας ἔργον γενομένων τὰ δ' ἐντὸς σφαῖρος ἦν ἄλλος ὁ Ἐμπεδόκλειος· οἱ γὰρ κατὰ τὴν περαίαν πᾶσαν ἐσκευαγώγουν, καὶ ὅσοι νησιδίοις προσῴκουν ἀποδράντες Πέρ σας, μίαν εἶχον τὴν πόλιν ἐξ εἰκαίων ἐφοδίων καταφυγήν.
25.1.6
Ἔνθεν τοι καὶ πρὸς μὲν τοὺς ἑῴους Ἴβηρας πρεσβείαν στείλασθαι κατὰ συμμαχίαν ἐκ πλείστου διανοούμενος, πέμπει τοὺς συγκαλέσοντας, ἐπεὶ κἀκεῖνοι ἕτοιμοι ἀπαντᾶν ἦσαν ἀμισθὶ καὶ ἐπὶ μόνοις ἵπποις καὶ δαπάναις ταῖς ἀρκούσαις προσαμύνειν τοῖς Ῥωμαίων πράγμασιν. ὅθεν καὶ μετ' οὐ πολὺ Χατζίκης τις τῶν τῆς Ἰβηρίας μεγιστάνων προσελθὼν βασιλεῖ ἐφ' ᾧπερ καὶ τὴν πρὸς Ῥωμαίους καταστήσαιτο κοινοπραγίαν, ἐπείπερ οὐ συνέβαινον σφίσιν αἱ συμφωνίαι, ἄπρακτος ὑποστρέφει. τὸ δὲ πρὸς τὸν Χαρμπαντᾶν κῆδος καὶ λίαν ἐξητοιμάζετο. καὶ τὰ τῆς Νικαίας μέρη κακούμενα πυνθανόμενος, τὴν οἰκείαν αὐτα δέλφην Μαρίαν, τὴν καὶ δέσποιναν τῶν Μουγουλίων θρυλλου μένην, συνάμα λαῷ τῷ ἀρκοῦντι πέμπει πρὸς Νίκαιαν. ἀπήγ γειλε δὲ καὶ αὐτὴν καθημένην τῇδε καθιστάνειν τὸ πρὸς τὸν 621 Χαρμπαντᾶν κῆδος καὶ τὰ τῶν Περσῶν δουλαγωγεῖν ὡς οἷόν τε πράγματα. 26. Οὐ μὴν δὲ καὶ οἱ ἀνὰ τὴν δύσιν Τοῦρκοι τὸ παράπαν ἠμέλουν, ἀλλὰ τὸν τοῦ Γάνου κυριεύσαντες τόπον καὶ τὸ τοῦ ἁγίου Ἠλιοῦ περικαθίζουσι φρούριον, καὶ τοὺς κατ' αὐτοὺς οὐ λαμοὺς δίχα τεμόντες ἐκεῖ τοὺς ἐντὸς ἐκάκουν, ἕως οὗ συντακέν τες ἐκεῖνοι τῇ πολυημέρῳ λειψυδρίᾳ, ὡς καὶ τὰ φύλλα τῶν δέν δρων λείχειν καὶ θύοντες ζῶα ἀπορροφᾶν τοῦ αἵματος ἐπὶ πλεί σταις ἡμέραις, πολλοὺς δὲ καὶ ἀποθανεῖν, ἔγνωσαν ἑαυτοὺς προ διδόναι καὶ φρούριον. πλὴν οὐκ ἐθάρρουν τοῖς Πέρσαις διὰ τὴν ἀλλοτρίωσιν τοῦ σεβάσματος, καὶ πέμψαντες Ῥομοφόρτον ἐπε καλοῦντο. καὶ ὃς παρῆν, καὶ βίᾳ μὲν μόλις δ' ὅμως οἱ περὶ αὐτὸν τὸ Περσικὸν ἐξελάσαντες, τὰ πολλὰ δικαιολογούμενον πρὸς αὐτούς, καθ' ὁμολογίας προσχωροῦντας μετὰ τῶν θείων εὐαγ γελίων δέχονται, καὶ ὅσον τὸ ἀφ' αὑτῶν φιλάνθρωπον τὴν δια γωγὴν παρέχουσι. τοῦτο ποιοῦσι καὶ ἐν τῷ πύργῳ τοῦ Ῥαιδε στοῦ. ἐπὶ πολὺ γὰρ διετέλουν τῷ φρουρίῳ ποιούμενοι προσβο λάς, ἀλλ' οὐκ ἤνυτον. τέλος καὶ μηχάνημα ἐπιστήσαντες πε τροβόλον νυκτὸς τὰ πολλὰ κατηκόντιζον τὰς βολάς, ὡς ἐπιρρι φῆναι πέτρας περί που τὰς ἑκατὸν καὶ πολυταλάντους· πεντη 622 κονταμναῖαι γὰρ τὰ πολλὰ ἔπιπτον, εἰ καὶ διὰ τὸ ὀλίγιστον τοῦ φρουρίου αἱ πλεῖσται ἠστόχουν καὶ ἔξω ἐπέρρητον τὰ πεμπόμενα. οὐ μὴν δὲ καὶ ἀζημίωτοι ἔμενον, ἀλλὰ πολλάκις ὑπὲρ τριακοσίους οἱ ἐντὸς ὄντες εὐθαρσῶς ἐξελαύνοντες σφίσιν ἐπέρραττον καὶ τὰ πολλὰ ἐζημίουν, ἕως οὗ κατισχυθέντες καὶ οὗτοι προσχωρεῖν καθ' ὁμολογίαν ἱκέτευον. ἀλλ' οὐκ ἔπειθον· ἐπώμοτος γὰρ ἦν Ῥομοφόρτος, ἐπεὶ πολλοὺς ἀπέβαλε τῶν ἰδίων, ἦ μὴν καὶ θέ λοντας προσχωρεῖν μὴ δέχεσθαι, καὶ μᾶλλον τοῦ πύργου σα θρωθέντος ταῖς συνεχέσι τῶν λίθων βολαῖς αὐτοῦ μηχανήματος. τὸ γὰρ τοῦ ἁγίου Ἠλίου φρούριον χειρωσάμενος φιλανθρώπως προσηνέγκατο τοῖς οἰκήτορσι, καὶ φρουροὺς ἐμβαλὼν ἐκείνοις πρὸς Ῥαιδεστὸν γίνεται, ἐξελεῖν διανοούμενος καὶ ἀνοικτὶ φονεύειν. οἱ δὲ προσελιπάρουν θερμότερον, καὶ ἑαυτοὺς παρεδίδοσαν καθ' ὁμολογίας τοῦ σωθῆναι, ἐκ χειρὸς ἤδη τῆς μάχης οὔσης καὶ τοῦ κινδύνου ἐπηρτημένου. κἂν ἐκινδύνευον, ἢν μή τις τῶν ἐπι σκόπων συμπαρὼν σφίσι καὶ σὺν αὐτῷ ἄλλοι τὸν βάρβαρον ἱκε τεύουσι μὴ ἂν τόσον ἐργάσασθαι φόνον. ἅμα δέ γε καὶ συμβου λεύουσιν, ὡς ἐλέγετο, τοὺς τοῦ βαρβάρου θυμοὺς κολακεύον 623 τες, ὡς εὐθίκτως καὶ ἄλλοι προδοῖεν ἂν ἴσως ταῖς φιλανθρώποις ἐκ φήμης μετεωρισθέντες ἐλπίσι. ταῦτα λέγοντες τῇ δεινότητι τῶν λόγων μόλις τὸν βάρβαρον κατεργάζονται. καὶ τὰ μὲν χρή ματα ἀφαιρεῖται, γυμνὰ δὲ τῶν ἐνόντων τὰ σώματα καταλείπει, ὥστ' εἰ μὲν μένειν θέλοιεν, κηδεμονίας τινὸς ἀξιοῦσθαι, εἰ δ' οὖν, ἀλλ' ὡς ἔχουσιν ἐξ αὐτῆς ἀπαλλάττεσθαι. προῆγε δὲ τὰς δυνά μεις, ἀπὸ ῥυτῆρος ἐλαύνων, καὶ ἐπὶ τὰ λοιπὰ φρούρια. φήμη δ' ἵκετο συμπεριάγειν καὶ τὸν ἐπίσκοπον (Πανίου δ' οὗτος ἦν) καὶ τὰ πολλὰ καὶ αὐτὸν ἐφιστάμενον συνεργεῖν τοῖς ἐχθροῖς, ἐφ' ᾧ προδιδοῖεν αἱ πόλεις. καὶ διὰ ταῦτα ὡς εἰκὸς καὶ παρὰ τῆς ἐκκλησίας ἐκεῖνος ηὐθύνετο, καὶ ἡ δίκη πατριάρχου γράμμασιν ἐδηλοῦτο τῷ καταδικασθέντι. ἐκεῖνος δὲ πρὸς τὴν φήμην καὶ τὰ τῆς ποινίμου δίκης ὑπεραλγήσας, καιροῦ δραξάμενος φεύγει, καὶ τὴν ταχίστην τῷ βασιλεῖ παραγίνεται.

Intertext edge

Open linked passage

Note