Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Αὐτὸς δὲ μετὰ τοῦ πρωτοβεστιαρίου καὶ μεγάλου λογοθέτου κήδους συνάλλαγμα ποιησόμενος, ὥστε τὸν τοῦ βα σιλέως αὐτάδελφον Θεόδωρον εἰς γάμον ἀγαγέσθαι τὴν τοῦ Μου ζάλωνος, ἐπεί γε κατηγγυημένης οὔσης τῆς κόρης συνέβη τι ἐκ νοθείας πρός τινα τῶν ταύτης συγγενῶν, φερούσης ἀμφισβήτη σιν τῆς ζητήσεως εἰ κεκώλυται τὸ συνάλλαγμα, συνῆγε μὲν ἀρ χιερεῖς συνῆγε δὲ καὶ τοὺς τοῦ κλήρου λογίους, καὶ συνάμ' ἐκεί νοις καὶ πατριάρχην, ἐκεῖσε ὄντος καὶ τοῦ πρωτοβεστιαρίου· οὐδὲ γὰρ ἡ νόσος εἴα μακράν που τῶν ἀνακτόρων κατασκηνοῦν, ἀλλ' 181 αὐτό που διόλου ἔν τινι τῶν βασιλικῶν οἰκημάτων. ἐκεῖ τοίνυν συναγομένων αἱ σκέψεις ἐγίνοντο, εἰ ἐγχωρεῖ πορνείας ἐκείνης προβάσης συνίστασθαι τὸ συνάλλαγμα· καὶ ἐπεὶ τοῖς μὲν τοῖς δ' οὐδ' ὅλως ἐδόκει, ὁ βασιλεὺς ἀγάλλειν ἐθέλων ἐκεῖνον ᾧ δὴ καὶ συνέργῳ καὶ συμβούλῳ πρὸς πάντ' ἐχρᾶτο πρακτικωτάτῳ, τὸ ἀμφίβολον παρεικώς, τῷ μὲν ἀδελφῷ τὴν τοῦ πιγκέρνη Λι βαδαρίου θυγατέρα ἐκ πρωτοβεστιαρίου ἐξευγενιζομένην πάππου συνεζεύγνυ πρὸς γάμους, τὴν δὲ τοῦ πρωτοβεστιαρίου Μουζά λωνος τῷ ἰδίῳ παιδὶ Κωνσταντίνῳ κατηγγυᾶτο. ἀλλ' οὔτε ὁ Κωνσταντῖνος δεσπότης ἦν πω ἐξ ἀξιώματος, μόνῳ δὲ τῷ υἱὸς βασιλέως εἶναι περιφανῶς ἐκλεΐζετο, οὔτε μὴν ὁ πρωτοβεστιάριος ζῶν εἶδε τοὺς γάμους, ἀλλ' ἐν ἐλπίσι μόναις καὶ προσδοκίαις ἐτε λεύτα τὸν βίον. τὸ δέ γε εἰς τέλος ἐξέβη προβληθέντος καὶ δε σπότου τοῦ Κωνσταντίνου, οὗ δὴ ὁ Θεόδωρος οὐκ ἠξίωτο. ἐκεῖ νον γὰρ καὶ λίαν ἡ μήτηρ ὀρεγομένη δεσπότην κατιδεῖν παρὰ τἀ δελφοῦ καὶ βασιλέως φημισθέντα, καὶ πολλὰ τὸν υἱὸν ἀναγκά ζουσα, οὐκ ἐτύγχανε τῆς ἐφέσεως, οὐχ ὅτι ἦν τῇ μητρὶ ἀπειθὴς ὁ κρατῶν, ἀλλ' ὅτι τὸ εὐλαβὲς καὶ θεοσεβὲς διεκώλυεν· ἔφθασε 182 γὰρ ὁ κρατῶν οὕτω συμβὰν ὅρκοις ἀπειπεῖν αὐτῷ τὸ ἀξίωμα, καὶ διὰ τοῦτο τηρῶν τὴν ὁρκωμοσίαν οὐκ ἤθελε δεσπότην ἐγκα θιστᾶν. διδόντος δὲ διὰ ταῦτα τὸ σεβαστοκρατορικὸν ἀξίωμα, ἐκεῖνος οὐ κατεδέχετο. κἀντεῦθεν ἀγέραστος ἦν, ὅσον ἐξ ὀφφι κίου καὶ ἀξιώματος, μόνῳ δὲ τῷ βασιλέως μὲν υἱὸς βασιλέως δ' ἀδελφὸς εἶναί τε καὶ κεκλῆσθαι, καὶ τῶν Ῥωμαίων δεσπόσυ νος, ἐκλεΐζετο.
26.1.2
Περὶ δέ γε τῶν βορείων Τοχάρων (οἱ γὰρ κατ' ἀνα τολὴν τὸν Καζάνην εἶχον, ὡς αὐτοὶ φαῖεν ἄν, Κάνιν, ὃς δὴ καὶ ἐκ Χαλαοῦ τε καὶ Ἀπαγᾶ τὸ γένος κατῆγε) περὶ γοῦν ἐκείνων ἄξιον ἄνωθεν διελθεῖν. ὁ τοίνυν Νογᾶς, περὶ οὗ καὶ πρότερον 263 ἐρρέθη, πεμφθεὶς ἀρχῆθεν παρὰ τῶν ἐκ γένους ἀρχόντων, οὐκ ἄρχων ὢν ἀλλ' ὑποστράτηγος σφῶν, πεμφθεὶς οὖν μεθ' ὅτι πλείστης δυνάμεως ἐπὶ τῆς κατὰ βορρᾶν περαίας, ἵνα καὶ διά φορα ἔθνη πάλαι μὲν Ῥωμαίοις ὑπήκοα, ὕστερον δ' ἁλούσης τῆς Κωνσταντίνου καθ' αὑτὰ ὄντα καὶ τοπαρχίαις τισὶ μεριζόμενα, ὡς ἐρήμων καταδραμούμενος, ἐπιστὰς τῷ κατὰ σφᾶς δέει μόνῳ χειροῦται καὶ ὑποκλίνει Τοχάροις αὐτονομούμενα πρότερον. ἅμα γοῦν τοσούτων ἐθνῶν ἦρξαν, καὶ ἅμα πολυανδροῦντα τόπον ἰδόντες καὶ ἀρετῶσαν γῆν πρὸς πάντα τὰ ἀναγκαῖα, ἑαυτοῖς ὑπο ποιοῦνται τὰς χώρας καὶ καθ' αὑτοὺς ἦσαν. ὡς δὲ καὶ τῶν ἄνω Τοχάρων, οἷς καὶ ἦν ἄρχειν, ἐπιόντων καὶ τὸ κράτος ζητούντων ἐκεῖνος συνέσει τε καὶ τῷ καθ' αὑτὸν πλήθει περιεγένετο, τοῦ λοι ποῦ ἀνέδην ηὐτονομοῦντο καὶ τὸν ἄνω Εὐξείνου τόπον ἀρχοντι κῶς ἐκαρπίζοντο. ἦν γοῦν ταῦτα ἐπὶ καιροῖς, καὶ τῷ τοῦ βασι λέως κήδει ὁ Νογᾶς ἠγλαΐζετο. ἐπεὶ δὲ πολλῶν ἐκποδὼν γεγο νότων οἷς δὴ καὶ τὸ ἄρχειν ἐκ γένους προσῆν, ὁ Τουκτάϊς ἐγκα ταλέλειπτο καὶ ἤδη γεγηρακότι τῷ Νογᾷ ἐφειστήκει καὶ εἰσβολῆς 264 στερρᾶς γεγονυίας περιῆν κατὰ κράτος καὶ ὁ Νογᾶς ἔπιπτε, τὰ μὲν κατὰ τὸν τόπον γεγονότα ἐκ τῶν ἐνεστώτων πολέμων καὶ τῆς συγχύσεως, καὶ ὡς ἠρήμωτο μὲν χώρα πᾶσα καὶ ἄνθρωποι διε φθείροντο, ἐκεῖθεν δ' οἱ λελειμμένοι πρὸς τὰ ὧδε μετῳκίζοντο, καὶ ὅλα νηῶν πληρώματα καὶ φορτία ἄνθρωποι ἐγεγόνεισαν, ἰδίας ἱστορίας χρῄζει καὶ οὐ τῆς τυχούσης πρὸς ἀγγελίαν γλώττης. τέως δὲ περιγεγονὼς ὁ Τουκτάϊς κύριος τῶν τόπων κατέστη, καὶ τὸ Τοχαρικὸν ὑπ' ἐκείνῳ γίνεται, ὀλίγων τινῶν προσμεινάντων τῷ ἐκ τῆς Ἀλάκκης τοῦ Νογᾶ υἱεῖ Τζακᾷ τοὔνομα, οἷς δὴ καὶ ἐθάρρει ἐκεῖνος ἐπιὼν τὴν Βουλγάρων. ὁ γὰρ Τερτερῆς καὶ αὐ τὸς ἐκ τῆς ἀπειλῆς τοῦ Νογᾶ φυγὼν προσεχώρει τῷ βασιλεῖ, καὶ περί που τὴν Ἀνδριανοῦ διῆγε, τοῦ βασιλέως ἀποπροσποιουμέ νου τὴν ἱκετείαν, ὡς ἂν μὴ πέμψαντος τοῦ Νογᾶ αὐτὸς ἐκεῖνον κατὰ τὸ εἰκὸς ὡς προσφυγόντα περιποιούμενος τὰς τοῦ Νογᾶ ὀρ γὰς ἐρεθίσειεν. ὁ γοῦν ἐκείνου υἱὸς Τζακᾶς, τοῦ Νογᾶ ἐκποδὼν γεγονότος, θαρρῶν τοῖς περὶ αὐτὸν Βουλγάροις ἐπέχρα, πλὴν οὐ δίχα προφάσεως, ἄλλ' ἔχων τὴν τοῦ Τερτερῆ θυγατέρα εἰς σύζυγον ἑαυτῷ. προσλαμβάνει τε καὶ τὸν ταύτης ἀδελφὸν Ὀσφεντίσθλαβον, καὶ σὺν αὐτῷ Βουλγάρους δουλαγωγεῖν ἤθε 265 λεν. ἀλλ' ἐκεῖνος πένης ὢν ἀφνειῷ τινὶ ἀπὸ πραγματειῶν ἀνδρὶ Παντολέοντι προστυχών, εὐγενὴς ὢν καὶ ἐκ βασιλέως τυχόντι καὶ ἰδιώτῃ ἐπ' Ἐγκόνῃ Μαγκούσου τινὸς θυγατρί, τεκνοποιη θείσῃ πάλαι τῇ τοῦ Νογᾶ Εὐφροσύνῃ ἐκ τοῦ θείου βαπτίσματος, διὰ τὸν πλοῦτον ἐπιγαμβρεύεται. καὶ τοῖς μὲν Βουλγάροις δό μασι τὰς γνώμας καταδουλώσας, τῷ Τζακᾷ δὲ ὡς κυρίῳ χρώμε νος, τῆς Τερνόβου σὺν ἐκείνῳ ἐπιλαμβάνεται. ὀλίγον τὸ με ταξύ, καὶ ἐνευκαιρήσας Ὀσφεντίσθλαβος, Βούλγαρος ὢν ἐκ μη τρὸς (ὁ γὰρ πατὴρ Τερτερῆς ἐκ Κομάνων ἦν), τέως δέ γε τὰ πλεῖστα οἰκείως πρὸς Βουλγάρους ὑπὲρ τὸν Τζακᾶν δοκῶν ἔχειν, ἐπιτίθεται τῷ γαμβρῷ ἐπισχὼν δόλῳ, καὶ φυλακαῖς ἀσφαλέσι δούς, ὕστερον Ἰουδαίοις ὑπηρέταις καὶ οἷς εἰς τὰ τοιαῦτα ἐθάρ ρει χρησάμενος, ἀποπνίγει κεκλεισμένον, καὶ τὸν τῇδε πατριαρ χοῦντα Ἰωακεὶμ κατακρήμνησιν ὡς σφᾶς προδοῦναι Τοχάροις τὸ πάλαι ὑποπτευθέντα, καὶ οὕτως ἐξ ἀλαστορίας τόσης τῶν ὅλων κύριος γίνεται. καὶ κατ' ὀλίγον προβαίνων κραταιοῦται, εἰ καὶ φθάσας ὁ βασιλεὺς πρὸ τοῦ κεῖνον ὅλως κραταιωθῆναι, τῶν Βουλγάρων πεμψάντων καὶ τὸν ἐκ τοῦ Κωνσταντίνου υἱὸν τῆς Μαρίας ζητούντων εἰς βασιλέα διὰ τὸ ἐξάντεις ἤδη φανείσης Το 266 χαρικῆς ἐξουσίας γίνεσθαι βούλεσθαι, ἀποστέλλει τὸν Μιχαήλ, ὃς καὶ οὐδὲν πλέον ἔσχε Βουλγάροις ἐπιστὰς ἢ τὸ ἔξω Τερνόβου περιπλανᾶσθαι καὶ βίον τρίβειν ἰδιωτικοῦ μὲν οὐ πόρρω, τέως δὲ βασιλείᾳ ἥκιστα πρέποντα. ἀλλ' οὕτω μὲν Ὀσφεντίσθλαβος, ὃς καὶ μετὰ χρόνους τοῦ ἰδίου πατρὸς Τερτερῆ πολλοὺς τῶν τοῦ παλατίου ἀντήλλαξεν. ὁ γὰρ τῶν Βουλγάρων σεβαστοκράτωρ Ῥαδοσθλάβος βασιλεῖ προσχωρήσας, καὶ παρ' αὐτοῦ δὴ εἰς τὸ τῆς σεβαστοκρατορείας βεβαιωθεὶς ἀξίωμα, γένους ὢν τοῦ πρω τίστου παρὰ Βουλγάροις (τῷ γὰρ Σμίλτζῳ καὶ ὡμαιμόνει), συν άμα πλείστοις Ἐλτιμηρῇ κατὰ τὸν Κρουνὸν δεσποτείᾳ τετιμημέ νῳ, ἀδελφῷ γε ὄντι τοῦ Τερτερῆ, καὶ αὐτῇ δὴ τῇ τοῦ Σμίλτζου συζύγῳ προσβάλλει, Σμίλτζου τοῦ πρὸ ὀλίγου καὶ αὐτοῦ Βουλ γάρων ἄρξαντος βουλήσει Νογᾶ ἀποδράντος τοῦ Τερτερῆ, εἰ καὶ μετὰ μικρὸν διὰ τὸ κῆδος καὶ τὸν Τζακᾶν προτιμηθέντος τοῦ Ὀσφεντισθλάβου μετὰ τὸν Τζακᾶν φροῦδος ὁ Σμίλτζος γίνεται. τότε τοίνυν ἐκ Θεσσαλονίκης παρὰ βασιλέως ἀποσταλέντες οἱ περὶ τὸν Ῥαδοσθλάβον, σὺν τοῖς μεγιστᾶσι τοῦ βασιλέως, 267 Βουλγάροις τοῖς περὶ τὸν Ἐλτιμηρῆ προσβάλλουσι κατὰ τὸν Κρουνὸν ἰδίως ἄρχοντα· καθ' ὧν αὐτὸς ἀριστεύσας, τὸν μὲν σεβαστοκράτορα ἐκτυφλώσας στέλλει παρὰ βασιλέα πρὸς τὴν οἰ κείαν αὐτοῦ σύζυγον, τοὺς δέ γε μεγιστᾶνας Ῥωμαίων Ὀσφεντισθλάβῳ πέμπει, οὓς δὴ καὶ κατέχων ἐκεῖνος οὐ πρότερον δια φῆκε πρὶν ἂν τοῦ πατρὸς Τερτερῆ παρὰ βασιλέως ἠμείψατο. καὶ οὕτως ἅμα μὲν ἐντεῦθεν ὁ Τερτερῆς ἅμα δ' ἐκεῖθεν οἱ μεγι στᾶνες Ῥωμαίων εἰς δέκα καὶ τρεῖς ποσούμενοι ἀπελύοντο. οὐ μὴν δὲ καὶ ἀπολαβὼν τὸν πατέρα ὁ ἐξ αὐτοῦ βασιλικῆς ἀξίας ἐπέβησεν, ἀλλὰ μιᾷ τῶν καθ' αὑτὸν πόλεων περικλείσας, ὡς ἧκεν ἡμῖν ἡ πίστις, ἀπραγμόνως ζῆν ἐν τρυφαῖς δὴ καὶ μόναις παρεσκευάκει. καὶ ὁ μὲν Ὀσφεντίσθλαβος ταῦτα, ἐπὶ νηπίᾳ τῇ ἡλικίᾳ καὶ συνειρχθεὶς τῇ μητρὶ κατὰ Νίκαιαν, καὶ αὖθις ἀπολυθείσης ἐκείνης κατὰ σπονδὰς αὐτὸς ὁμηρεύσας παρὰ Ῥω μαίοις, ὕστερον δὲ τοῦ πατριάρχου Βουλγαρίας Ἰωακεὶμ πρὸς βασιλέα πρεσβεύσαντος κατά τι προσδοκώμενον κῆδος, τὸ ἐπὶ τῇ θυγατρὶ τοῦ μεγάλου στρατοπεδάρχου Συναδηνοῦ, πρὸς τὸν πατέρα ἀπολυθείς. ἀλλὰ ταῦτα μὲν πρότερον. 268
26.1.3
Ὁ δὲ τῶν ὅλων ἀφηγούμενος στρατηγὸς ἀκίχητα γνοὺς διώκων, ὑποστρέψας προσβάλλει τῷ τοῦ Κουλᾶ φρουρίῳ, ἔνθα καὶ ἀπαγχονίζειν ἐφίησι πλείστους αἰτίαις περιβαλών. τοῦτο 436 δὲ φρουρίῳ τοῖς Φούρνοις. καὶ οἱ μὲν αὐτὸν (οὐδὲ γὰρ ἦν χθὲς καὶ πρὸ τρίτης προσχωρήσαντας κατ' ἀνάγκην Πέρσαις ταῖς πρὸς ἐκείνοις ὁμολογίαις καὶ ἔτι ἐμμένειν, φανεισῶν τῶν δυνάμεων) ὑπτίαις δέχονται ταῖς χερσὶ καὶ θερμαῖς μεταγνώσεσιν ἐμφανεῖς ἦσαν τὴν ἀναγκαίαν δυσχεραίνοντες μοῖραν τῆς πρὸς τοὺς ἐχθροὺς προσχωρήσεως· ὁ δὲ τοῖς μὲν ἄλλοις τῷ δοκεῖν ἀνίει τὰ πταίσματα, τοῖς δὲ δόξασι τῶν λοιπῶν προέχειν βαρέως εἶχεν. ὅθεν καὶ τὸν μὲν φύλακα τοῦ πολίσματος ἀφαιρεῖται τῆς κεφα λῆς, ἄλλους δ' ἄλλως τιμωρησάμενος ποινὴν ἀγχόνης καὶ πρεσ βυτέρου τοῦ τῶν λοιπῶν ἐξάρχου καταψηφίζεται. ὡς δ' οὐκ ἦν αἰωρουμένῳ οἱ ἀπερυγεῖν ἀναγκαίως αὐτίκα καὶ τὴν πνοήν, τῶν τις ἐπὶ τούτοις ἐπιτεταγμένων, θείαν ἔνδειξιν ἡγησάμενος τὸ τε λούμενον, εἴτε προσταχθὲν εἴτε καὶ μή, κοπίδι τέμνει τὸν βρό χον καὶ τοῦ κινδύνου τὸν κατάδικον ἐξαιρεῖται. εἶτα Φιλαδελ φείᾳ προσβάλλει, καὶ χιλιάδας συχνὰς ἐκεῖθεν ἐκλέγει χρυσίου, ἀδυσώπητον ἐπὶ πᾶσι φέρων τὸ φρόνημα. ἔπειτα τὰ ὅμοια δρᾷ Πυργίον καὶ Ἔφεσον, καὶ τὸν τῆς ἀπαναστάσεως φυγοῦσι, τὸ τοῦ λόγου, καπνὸν τὸ πῦρ ὑπανῆπτε τῶν πειρασμῶν. καὶ ὁ δι δοὺς πλεῖστα μετὰ πολλὰς βασάνους μόλις ἐσώζετο. ταῦτα κἀν ταῖς νήσοις Χίῳ καὶ Λήμνῳ καὶ Μιτυλήνῃ ἐπράττοντο. καὶ 437 ὅπου ῥοῖζος χρυσίου, κἂν μοναχὸς ἦν κἂν τάξεως ἱερᾶς κἂν τῶν ἐπιτηδείων καὶ γνωστῶν βασιλεῖ, δειναῖς αἰώραις ἠτάζετο, καὶ ὁ μακελλικῷ φιτρῷ καὶ κοπίδι πρὸ ὀφθαλμῶν ἀπειλούμενος θά νατος καὶ τὰ ἐν μυχοῖς γῆς κρυπτόμενα ἐκ τοῦ παρασχεδὸν ἀνώ ρυττε καὶ ἐδείκνυ. ὁ μὲν οὖν διδοὺς ἐντεῦθεν ἠλευθεροῦτο τῇ τοῦ χρυσοῦ ὡς ἀληθῶς ἐτυμότητι, ὁ δὲ μὴ ἔχων πρόστιμον εἶχε τὸν θάνατον. ὃ δὴ καὶ τῷ ταλαιπώρῳ Μαχράμῃ κατὰ τὴν Μι τυλήνην γεγόνει. οὗτος γὰρ ἐν τοῖς μάλιστα τῶν βασιλικῶν ὑπη ρετῶν ὢν καὶ τῇ οἰκειότητι κλεϊζόμενος τὰς οἰκήσεις κατεῖχεν ἀνὰ τὸν Σκάμανδρον. ὡς δὲ πᾶσαν τὴν ἐκεῖ χώραν προκαταλαβόν των τὴν Ἴδην Περσῶν ἐρημοῦσθαι τῶν οἰκητόρων ξυνέβαινε, φθάνει καὶ αὐτὸς σὺν πολλοῖς ἄλλοις τὸ τῆς Ἄσου φρούριον ὑπεισδῦναι· ᾧ δὴ καὶ ὡς ἀξιωτέρῳ οἱ ἐκεῖ τῶν ὅλων, ἐπεὶ καὶ τοῦ ἐξηγουμένου ὡς εἰκὸς ἐν τοιούτοις καιροῖς περιστάσεως ἔχρῃ ζον, αὐτούς τε καὶ τὸ φρούριον ἐγχειρίζουσιν. ὁ δὲ ὑφίσταται τὴν ἡγεμονίαν διδόντων ἐκείνων ἀνεπισημάντως ὅσον ἐκ τοῦ κρα τοῦντος. ὅμως καὶ οὕτως ἔχων οὐκ ἐρραθύμει τῆς ἐφ' ἑκάστῳ προνοίας, καὶ ἐφ' ἱκανὸν ἀμφεπονεῖτο καὶ συνεῖχε τοὺς τῇδε πυρ γηρουμένους. ἐπεὶ δὲ δηουμένων τῶν ἐξωτέρων τέλος αὐτοὺς ἔμελλε περιστῆναι τὰ χαλεπά, τὸ δρᾶσαί τι γενναῖον οὐκ ἔχοντες εἰ προσμένοιεν, πρὸς φυγὴν ὥρμων καὶ προαπανίσταντο, ἀγκά 438 λας σφίσιν ὡς καὶ πολλοῖς ἑτέροις ἐξ ἐγγίονος προτεινούσης τῆς Μιτυλήνης, καὶ τὸ καθ' αὑτὸν σκοπῶν ἕκαστος ἠλόγει τοῦ ἄγον τος καὶ τῆς ἑκουσίου ἀνεῖτο ὑποταγῆς· ἐφ' οἷς μηδὲν ἔχων ἀντι πράττειν, τοῦ πλήθους ὡς εἰκὸς δυναστεύσαντος, συναπαίρειν ἔγνω κἀκεῖνος, καὶ κενὸν ἐντεῦθεν τὸ φρούριον καταλέλειπτο. ἀλλὰ μεθ' ἡμέρας ὁ μέγας δοὺξ προσίσχει τῇ νήσῳ, καὶ ἔδει πάντως αἰτίας τῶν πορισμῶν τὰς μὲν εὑρίσκεσθαι τὰς δὲ πλάτ τεσθαι. σὺν ἄλλοις πολλοῖς καὶ οὗτος τῷ τροχῷ συλλαμβάνεται. οἱ δὲ ἄλλοι πάντες μίαν τὴν τοῦ κακοῦ λύσιν, εἰ προτείνοιεν ἁβρὸν τὸ χρυσίον. καί τις δὲ ἄλλος ὃς προενηργηκὼς δημόσια τὰ ἐξ ἐκείνων κέρδη ἐν χιλιάσι καὶ μάλιστα εἰσεπράττετο. τῷ δὲ προσετιμᾶτο θανάτου διὰ τὴν τοῦ φρουρίου κατάλειψιν. εἰ δ' ὠνεῖσθαι βούλοιτο τὴν ζωήν, εἰς χρυσίου χιλιοστύας πέντε ἡ ἔκτισις ἵστατο. κατηντήκει δὲ καὶ ποινὴ μέχρι καὶ ἑκατοστύος μιᾶς τῷ Μαχράμῃ. ὡς γοῦν βραδεῖς ἐφαίνοντο οἱ μὴ ἔχοντες περὶ τὴν ἀπόδοσιν, αὐτῆς ὥρας προστάσσει ἐπ' ὄψει θατέρου καρατομεῖσθαι θάτερον τὸν Μαχράμην, καὶ ὁ μακελλικὸς φιτρὸς παρευθὺς καὶ τὸ ξίφος ἕτοιμον εἰς ἀναίρεσιν· τὰς γὰρ τῆς κεφα λῆς τρίχας ἱμᾶσι δεθείς, εἶτα δ' ἐκταθεὶς ἐπὶ τοῦ φιτροῦ καὶ καρτερῶς πιεσθείς, ὥστε καὶ τοὺς σπονδύλους τοῦ τραχήλου ἐκ 439 λυθῆναι τῆς φυσικῆς ἁρμογῆς, οὕτως ἀθλίως καὶ τὴν τομὴν δέ χεται. καὶ τὸ συμβὰν θατέρῳ θεασαμένῳ Γοργώ τις ἦν ἀπολι σθοῦσα τὸν δείλαιον, καὶ πικρὸν κλαίει, καὶ ποτνιᾶται πρὸς Γεννουΐτας, καὶ τὴν ζωὴν χιλιοστύϊ χρυσίνων παρ' ἐκείνων περι ποιεῖται. Ἀλλὰ μικρὸν ἢ ταῦτα γενέσθαι πρότερον, Μαγνησιώταις ἐκεῖνος τιμὴν ταμιεύων Κυκλώπειον, ὡς καὶ αὐτοὺς τὰ ὅμοια δράσων, κἂν ὑπερημέρει τὴν ἔκτισιν, τοῦ πιστεύειν ἐκείνοις πλέον τῶν ἄλλων καὶ παρὰ τοῦτο ἀποτεταμιεῦσθαι καὶ ἵππους τῇδε καὶ χρήματα, ἃ δὴ ἐκ τόσης ἀλαστορίας συνέλεγε, φθά νει σφαλῆναι προνοίᾳ τῶν οἰκητόρων. τὰ γὰρ τοῖς ἄλλοις συμ βαίνοντα καὶ αὐτοὶ κατὰ τὸ ἀναγκαῖον δείσαντες, καὶ μάλιστα προπαθόντες καὶ ὡς γεύματος τὸ πᾶν προμαθόντες, πρὸς ἀπο στασίαν ἀφορῶσι. τὸ δ' ἦν εὐχερὲς ἐννοῆσαι σφίσιν, ἐκ τοῦ πρὶν καθ' αὑτοὺς εἶναι καὶ διοικεῖσθαι πιστεύοντας τῷ πολίσμα τι, ἕρμαιον εἶναι τούτοις, οὐ θησαυροὺς καὶ μόνον ἐκείνους καὶ ἵππους, ἀλλὰ καὶ πλῆθος μάχιμον εἰσελθὸν καὶ μοῖραν οὐκ ὀλί γην τῶν Ἀλανῶν καὶ σιτῶνας πλήρεις, οὓς ἐπὶ χρόνον ἀρκέσον τας ὑπελάμβανον. ταῦτα καὶ τῷ Ἀτταλειώτῃ συνέδοξε περὶ ἑαυτῷ τὰ μάλιστα δεδιότι. καὶ πίστεις διδόντες τε καὶ λαβόντες 440 ἀλλήλοις καὶ παρ' ἀλλήλων τοὺς ἐντὸς Ἰταλοὺς τοὺς μὲν ἔργον μαχαίρας ποιοῦσι τοὺς δὲ καὶ ἀσφαλῶς καθειργνῦσιν. ἑαυτοὺς δὲ τὰ μάλιστα συγκροτήσαντες ὡς θανουμένους πάντως εἰ καθυ φεῖεν (οὐ γὰρ ἦν ἐλπίζειν ἄλλο, εἰ ὑπὸ χεῖρας τῷ μεγάλῳ δουκὶ γένοιντο), τὰς πύλας ἐν ἀσφαλεῖ θέμενοι δῆλοι ἦσαν ἀποστα τοῦντες. ὡς γοῦν ἀνάπυστα γεγόνει τἀκείνων, καὶ οὐκ ἦν κα ταπέψαι τὴν χλεύην ὄντα Ἰταλὸν καὶ οὕτως ἀπηνῆ καὶ φρονημα τίαν, τἆλλα θέμενος ἐν δευτέρῳ, παραλαβὼν τὰς δυνάμεις ἐκεῖσε γίνεται, χρώμενος μὲν καὶ παντὶ τῷ Ἰταλικῷ συμμαχοῦντι, οὐκ ὀλίγον δὲ συνεπαγόμενος καὶ Ῥωμαϊκόν, ἔτι δὲ καὶ Ἀλανοὺς ἐπὶ τὴν μάχην προσβιαζόμενος. ἑκάστης οὖν προσβάλλων ἐπο λιόρκει, μηχανήματα ἐφιστὰς καὶ ἑλεπόλεις προσετοιμάζων, καὶ πολλαχόθεν θερμαῖς τισὶ προθυμίαις (ἐξωτρύνετο γὰρ καὶ προ φανῶς λοιδορούμενος ἔνδοθεν) κατὰ πρόσωπον ἀπεπειρᾶτο τοῦ τείχους. οὐ μὴν δὲ καὶ οἱ ἐντὸς κατημέλουν, ἀλλὰ πρῶτον μὲν τὴν τοῦ ὕδατος χρῆσιν ἀναγκαίαν οὖσαν ὀχυροῖς τειχίοις μέχρι καὶ 441 ἐς τὰ Μάκαρος, οὕτω πως λεγομένου τοῦ τόπου, φθάσαντες ἐκρατύναντο· ἔπειτα τὰς κατ' ὄρος ὑπονόμους μακρόθεν ὑδρα γωγοὺς τῶν ἔξωθεν ἀνορυξάντων ὥστε μετοχετεύειν τοὺς ῥύακας, ἐκεῖνοι παμπληθεὶ στρατεύσαντες διεκώλυον καὶ ὡς οἷόν τ' αὐ τοῖς τὴν ὀχετηγίαν κατησφαλίζοντο. ἐπὶ τῶν πύργων δὲ πετρο βόλα καὶ ἰοβόλα στήσαντες μηχανήματα καρτερῶς ἠμύναντο καὶ ἀντεῖχον. τέλος τὰ χρήματα ἀπαιτούμενοι, οἱ δὲ μὴ ὅτι γ' ἐδί δουν, ἀλλὰ καὶ προσελοιδοροῦντο καὶ πικρῶς ἐχλεύαζον. διὰ ταῦτα καὶ χρόνος μὲν τῇ πολιορκίᾳ ἐτρίβετο, ἠμελοῦντο δὲ τἆλλα, ὡς μηδ' ἂν ἦσαν οἱ χεῖρα σφῶν ὑπερέξοντες. καὶ οἱ Πέρσαι πάλιν κατὰ λόχους καὶ οὐλαμοὺς ἀνέδην τοῖς ἐρημωθεῖσιν ἐπῄε σαν, ἤν τι που τῶν ὑπολελειμμένων ὄναιντο. οὐδεὶς οὖν ἐν χώραις ὑπελείπετο, ἀλλ' ὀλίγοι μὲν ταῖς πόλεσι παρεβύοντο, καὶ οὗτοι ἐκ τοῦ παρείκοντος, οἱ πλείους δὲ σοφώτερόν τι ποιοῦντες οἱ μὲν εἰς νήσους οἱ δ' εἰς ἀντιπεραίαν ὥρμων, καὶ τὰ αὐτῶν μακρόθεν ἑώρων, προσπελάζειν οὐ τολμῶντες οὐδ' ἐς βραχύ. οἱ δὲ τολμῶντες διὰ τὴν ἀνάγκην τῆς ἀπορίας αὐτόθεν πάσχον τες τὰ δεινὰ κατεμάνθανον, καὶ προμηθεῖς τοῦ ζῆν ἐποίουν τοὺς 442 ἄλλους αὐτοὶ πίπτοντες· οὐ γὰρ ὡς πολεμίους σφᾶς οἱ Πέρσαι, ἀλλ' ὡς κλῶπας ὧν αὐτοὶ διὰ σπάθης ἐκτήσαντο, ἀνὰ χεῖρας πεσόντας ἐτιμωροῦντο καὶ ἀνηλεῶς ἔσφαττον.
26.1.4
Ἔφθασε δὲ καὶ βασιλεὺς ἕνα τῶν Κατελάνων προσ φυγόντα μετὰ τῶν ἰδίων εἰς ἀμηραλῆν τιμήσας καὶ ὡς πιστῷ, 530 ὡς ἐκ πολλῶν ἐδίδου δοκεῖν, χρώμενος, ὅτι γε καὶ εἰς Ἕλληνος καὶ γνώμην καὶ στολὴν μετετάττετο. πολλαῖς δὲ καὶ φιλοτη σίαις πρὸς τοῦ κρατοῦντος ἐκυδροῦτο ταῖς εὐεργεσίαις. πρὸς τούτοις καὶ εὐγενεῖ κόρῃ τῇ τοῦ παχέος Ῥαοὺλ εἰς γάμον νόμιμον συνῳκίζετο. τούτῳ βασιλεὺς ἐκτόπως πιστεύων, ἐξ Ἰταλῶν ἀρτυσάμενος ναῦν καὶ ῥόγαις ἐξικανώσας τοὺς ἐν αὐτῇ πρὸς τὸ ἀποστέλλειν ἦν, τριηραρχοῦντος αὐτοῦ. ἔμελλε δὲ ἄρα καὶ ἄλ λας κατόπιν ἐκπέμπειν συναμυνουμένας τοὺς ἐπιόντας. ὡς γοῦν συνετάττετο βασιλεῖ καὶ πρὸς ταῖς ἐξόδοις ἦν, ἀγγέλλεταί οἱ παρὰ τοῦ κόμητος τῆς νεὼς ὡς Ἀμογαβάρους καὶ ὑπὲρ τοὺς πεν τήκοντα, ὡς εἰκάσαι, κρυφηδὸν ἔχει τῶν καταστρωμάτων ἐντός· ὃ δὴ καὶ φωραθὲν εὐθέως τὴν ἀπιστίαν παρίστα καὶ τοῦ τριηράρ χου. καὶ ὁ μὲν ἐγκέκλειστο, οἱ δὲ καὶ αὐτοὶ (οὔπω γὰρ καὶ οὗ τοι τελέως ἠγγέλλοντο τὰ δεινὰ) ἐν τηρήσεσιν ἦσαν, πλὴν τῶν ἀποστάντων ἐκεῖθεν. ἀλλ' εὐθὺς αἱ πικραὶ φῆμαι κατελάμβα νον, ἃς οὐκ ἄλλος ἀλλ' αὐτοὶ ἐφήμιζον οἱ πάθοντες, καὶ θροῦς 531 ἠγείρετο παμπληθής, καὶ θόρυβος ἐκ πάντων διὰ τὸ φίλοικτον ἵστατο, καὶ τὴν τῶν Ῥωμαϊκῶν νεῶν κατῃτιῶντο κατάλυσιν, ὡς οὐκ ἂν πάθοιεν τοιαῦτα εἰ ὁ συνήθης στόλος περιὼν ἐξηρτύετο, καὶ πολλὰ καὶ παρὰ τὸ εἰκὸς διελάλουν. τοῦτο γνοὺς πατριάρ χης, ἀπάρας ὡς εἶχε τῆς κατοικίας ᾗ που κατῴκει, ἔργον ἔχων τὸ σπουδαιότατον περὶ τὸν δῆμον σπουδαιοτριβεῖν καί γε τὰ πολλὰ δημοχαριστεῖν, κατὰ τὴν μέσην τῆς ἀγορᾶς μεσημβρίας ἐφίσταται, καὶ ξυγκαλεῖ τοὺς ξύγκλυδας καὶ οἷς συνήθης ὁ θό ρυβος. καὶ ἔν τινι τῶν ἐκεῖ ναῶν καταστὰς μακρὰν κατέτεινε τὴν διαλαλιὰν καὶ καταστέλλειν θορυβοῦντας ἠπείγετο, τὰ πολλὰ συναινῶν ἐκείνοις, καὶ τῶν δυναμένων, οἷος ἐν πολλοῖς οὗτος, καταιτιώμενος. τέλος ἐπεὶ τὸν πολὺν γογγυσμὸν περὶ τῶν νεῶν κατεμάνθανεν, ὡς μὴ οἵου τ' ὄντος αὐτοὺς ἀσφαλῶς διαζῆν εἰ μή γε νῆες κατὰ τὸ πάλαι Ῥωμαίοις σύνηθες ἐξαρτύοιντο, γνώ μας ἀγριουμένας ἐξομαλίζειν θέλων ἀμηγέπη καὶ λόγοις καὶ ὑπο σχέσεσι, τινὰς ἐκείνων καὶ τοὺς ἐκδηλοτέρους παραλαβὼν ἀνα 532 φέρειν καθυπισχνεῖτο, ἔτι δὲ καὶ τὴν ταχίστην ἐξοτρύνειν εἰς τὴν τῶν ἐπιόντων ἄμυναν πρόθυμον ἑαυτόν. καὶ ὁ μὲν ἐν τούτοις ἦν δημαγωγῶν καὶ δημοχαριστῶν ἐς τὰ μάλιστα, εἰ καὶ τὸ ἦθος αὐτῷ ἀμετάβλητον ἦν, βασιλεὺς δὲ Γεννουΐτας ἠξίου καὶ χρημά των χιλιοστύας ἐδίδου ἐς ὅπερ ἐξ αὐτῶν ἐσβήσαντες πολεμαρχι κὸν ἐπιθήσονται. ὁ ξύγκλυς δ' ὄχλος εἰς ταὐτὸν γεγονότες, ἐπεὶ τὰ μὲν ἔξω δεινὰ κατηγγέλλοντο, αὐτοὺς δ' οὐκ ἦν ἐκεῖ γενομέ νους ἀμύνεσθαι, ἔγνωσαν τοῖς ἐντὸς τῆς πόλεως Κατελάνοις ἐπι χειρεῖν. οἷς μὲν ἦν συνδιάγειν κατὰ τὴν περαίαν τοῖς Γεννουΐ ταις, οὐκ εἶχον ἐκεῖ γενόμενοι τιμωρεῖν· μαθόντες δὲ τηρουμέ νους τινάς, ἐν οἷς ὁ ἀμηραλῆς ἐπεφέρετο, κατὰ τὴν τοῦ παχέος Ῥαοὺλ οἰκίαν, παμπληθεὶ συρρεύσαντες ἐμβριθῶς ἀπῄτουν ἐκεί νους. ὡς δ' οὐκ ἦν ἐκείνους ἐκ τοῦ ῥᾷστα προδοθέντας ἀναι ρεῖν, πῦρ ἐνιᾶσιν αὐτίκα καὶ οἰκίαν πυρπολοῦσιν ἐκείνην, καὶ πάντα τε τἀκείνῃ διαφέρουσι καὶ οὐκ ὀλίγα δεινὰ κατὰ τὴν οἰκίαν τῶν τολμώντων ἐγίνετο. Κατελάνους δὲ μέχρι καὶ αὐτοῦ θανά του στερρῶς ἀντεχομένους σὺν πολλῷ τῷ πόνῳ ἅμα μὲν σιδήρῳ 533 ἅμα δὲ καὶ πυρὶ καθαιροῦσι, μηδενὸς οἵου τ' ὄντος τὴν ὁρμὴν ἐπέχειν τοῦ πλήθους. καὶ γὰρ καὶ ὁ πατριαρχεύων ἐπιστὰς λό γοις μειλικτηρίοις ἐπειρᾶτο τὴν ὁρμὴν ἀναστέλλειν, ὃς καὶ τὴν παρακινδύνευσιν ὑποτοπάσας, ἄλλως φανεὶς ἐκείνοις τῷ καθυ φεῖναι ἢ ὡς οἴκοθεν ὥρμα, καὶ πολλὰ ἐλπίζων, καθυπέστρεφεν. ὥρμων δ' αὐτίκα καὶ ἄλλαις οἰκίαις ἐπιχειρεῖν, καὶ μάλιστα με γιστάνων, τοῖς δημαγωγικοῖς λόγοις τῶν ἐπιστάντων καὶ μᾶλλον παρακροτούμενοι. καὶ παρὰ τὴν τῶν Κατελάνων αἰτίαν ὡς δῆ θεν ἐν αὐταῖς κρυπτομένων, ἐχείρουν καὶ οἷς ἄρ' εἶχον ἔκ τινων αἰτιαμάτων μέμφεσθαι.