Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1.1
τὰ περὶ τοῦ ἱερομοναχοῦ καὶ πνευματικοῦ τοῦ βασιλέως Κοσμᾶ. 28. ψῆφος τοῦ ἱερομοναχοῦ Κοσμᾶ εἰς τὸ πατριαρχεῖον, καὶ περὶ τοῦ μοναχοῦ Γρηγο ρίου. 29. κοινὴ σύναξις γεγονυῖα περὶ τῶν κατακρίτων τῷ βασιλεῖ. 30. τὰ κατὰ τὸν ὀνομαζόμενον Λαχανᾶν. 31. θάνατος τοῦ πρωτοβε στιαρίου. 32. περὶ τῆς τοῦ κανικλείου ἐπὶ τοῦ μέσου ἀποκαταστάσεως, καὶ τῆς τοῦ βασιλέως εἰς ἅπαν καρτερίας. ΤΗΣ ΤΡΙΤΗΣ.
27.1.2
περὶ τῶν ἐκ Γεννούας φανεισῶν ι ʹ μακρῶν νηῶν. 28. περὶ τῶν διὰ τοὺς φρερίους τοὺς κατὰ τὴν πόλιν συμβάντων. 29. ὅπως Ἀμογάβαροί τε καὶ Κατελάνοι κατεπολεμήθησαν. 30. ὅπως ἐσφάλησαν κατὰ πόλε μον οἱ Ῥωμαῖοι. 31. δημηγορία τοῦ βασιλέως περὶ τῆς τοῦ λαοῦ ἀτα ξίας καὶ περὶ ὅρκων. 32. περὶ τῆς τοῦ βασιλέως Μιχαὴλ μάχης πρὸς Ἀμογαβάρους. 33. περὶ τῶν ἐν τῇ Ἀδριανουπόλει ἐγκεκλεισμένων Ἀμογαβάρων. 34. περὶ τοῦ Ἀνδρέου Μουρίσκου καὶ τῶν ἐκείνῳ πεπραγμέ νων. 35. περὶ τῶν μετὰ τῆς Σμιλτζαίνης συνοικεσίων. ΤΗΣ ΕΒΔΟΜΗΣ.
27.1.3
πρεσβεία Γεννουϊτῶν ἅμα καὶ βασιλέως πρὸς Ἀμογαβάρους. 28. τὰ κατὰ τὴν Βιζύην πραχθέντα. 29. ἔτι τὰ κατὰ τὸν Ἰσαὰκ Μελὴκ καὶ τοὺς Τούρκους. 30. περὶ τοῦ Φαρέντα Τζιμῆ. 31. τὰ κατὰ τὴν Ῥόδον συμβάντα. 32. περὶ τῆς ἐπαναστάσεως τῶν Ἀμογαβάρων. 33. ἅλωσις τῆς Τρικοκ κίας παρὰ Περσῶν. 34. περὶ τῶν ἑπτὰ νεῶν τῶν μετὰ Γίδου Ἀμογα βάροις ἐπιστασῶν. 35. τὸ πρὸς τὸν πατριαρχοῦντα ἀποσταλὲν γράμμα παρὰ τῶν ἀρχόντων τῆς ἐκκλησίας. 36. πῶς διῆλθον Ἀμογάβαροι καὶ σὺν Τούρκοις, καὶ πρὸς Κασάνδρειαν κατήντησαν. {Α.} Οὕτω μὲν τοῦ βασιλέως Μιχαὴλ μεταλλάξαντος ὁ ἐξ ἐκείνου Ἀνδρόνικος αὐτόθεν τὸ κράτος ἔχων, τεταινιωμένος εἰς βασιλέα, ἐπειλῆφθαι καὶ μόνος τῶν πραγμάτων κατηναγκάζετο, καὶ μᾶλ λον ὅτι τὸ Τοχαρικὸν ἐπιστὰν ἕτοιμον ἦν κατὰ τὰς προφθάσας ὁμολογίας ὁρμᾶν ὅπῃ ἄρα καὶ κελευσθείη πρὸς βασιλέως. μηδὲ γὰρ εἶναι κενοὺς ὑποστρέφειν, αἱμοχαρεῖς γε ὄντας καὶ μόνον ὁρῶντας πρὸς τὸ κερδαίνειν, ὁπόθεν δὲ καὶ τίσι, μηδ' ἐπαΐειν ἔχοντας, ὡς κινδυνεύειν, εἰ μή γε σκύλων ἐξ ἀλλοδαπῆς ἐπιβάλ 12 λοιντο, ἐπὶ Ῥωμαίους ὁρμᾶν καί γ' ἑτοίμους κειμένους εἰς προ νομὴν ἀπάγειν τε καὶ σκυλεύειν τὸν σφῶν τρόπον καὶ νόμον, μη δὲν μηδενὸς φροντίζοντας. τῷ τοι καὶ νέος ὢν ὁ ὑπολειφθείς, ἔτη γεγονὼς τέσσαρα πρὸς τοῖς εἴκοσι τηνικάδε, πρὸς τοιοῦτον ὄγκον ἀρχῆς κατωρρώδει. ηὖξε δὲ τὴν ὀρρωδίαν καὶ ἡ τῶν πρα γμάτων σύγχυσις, καὶ ὅτι πολλοῖς ἐπεισφρῆσαν τὸ τῆς ἐκκλησίας σκάνδαλον ἀποστατεῖν ἐποίει τὰς γνώμας τοῦ βασιλεύοντος, εἰ καὶ τοῖς σώμασι τέως ὑποτετάχατο. τὰ μὲν οὖν παρὰ πόδας καὶ λίαν ἐξεθεράπευε, πλείστοις μὲν καὶ ἄλλοις συμβούλοις χρώμε νος, μάλιστα δὲ καὶ διαφερόντως τῷ Μουζάλωνι Θεοδώρῳ, ὃν ὁ πατὴρ εἰς μέγαν λογοθέτην τοῦ Ἀκροπολίτου ἀποθανόντος ἐτίμα. καὶ δὴ ἐκ μεγάλου παπίου εἶτα δὲ καὶ πιγκέρνου εἰς μέ γαν κονοσταῦλον τὸν Ταρχανειώτην τιμήσας Γλαβᾶν τοῖς Τοχά ροις ἐφίστησιν, οὐκ ὀλίγου καὶ τοῦ Ῥωμαϊκοῦ περὶ τὸν δεσπότην Μιχαὴλ ὄντος, ἐφ' ᾧπερ σφᾶς ὁρμῆσαι ἔξω που τῆς τῶν Ῥωμαίων εἰς Τριβαλλῶν, οὐ χρείᾳ τέως πολέμου, ἀλλὰ κέρδους τῶν κεκλημένων καὶ σκύλων καὶ λημμάτων ἕνεκα, ὡς μὴ κενὴν σφίσι γενέσθαι τὴν ἐκστρατείαν, καὶ μᾶλλον παρακεκλημένοις πρὸς βασιλέως, ἐξ ὧν καὶ καταδραμοῦνται μισθοφορήσουσιν. ὁ δ' οὖν βασιλεὺς τὰ εἰκότα ἐκείνους καὶ λόγοις καὶ δώροις φιλο φρονησάμενος συνάμα τοῖς ἀμφὶ τὸν δεσπότην καὶ τὸν μέγαν κο 13 νοσταῦλον ἀπέπεμπεν, ἅμα μὲν προσβαλοῦντας ἅμα δὲ καὶ κερ δανοῦντας ἑτέρωθεν. αὐτὰς δὲ διὰ ταχέων ἄρτι πρώτως μηνο λογησάμενος πρόσταγμα τῷ πατριαρχοῦντι ἐπέστελλε, γράψας δι' ἀπορρήτων καὶ τῷ μεγάλῳ τζαουσίῳ τῷ Παπύλᾳ, ἐκείνῳ μὲν τὰ εἰς φυλακὴν ἀσφαλεστάτην τῆς πόλεως προτρεπόμενος, τῷ δέ γε πατριάρχῃ τὸν τοῦ βασιλέως δηλοποιούμενος θάνατον, καὶ ὡς αὐτὸς ἐπιστήσεται κατὰ πόδας· μηδὲ γὰρ ἂν ἄλλως εἶναι γνῶναι τὴν Αὐγοῦσταν περὶ τῶν συμβάντων πρὶν ἂν αὐτὸς ἐπιστῇ κατὰ παραμυθίαν ὡς δῆθεν τὴν πρέπουσαν. ὁ γοῦν πατριάρχης ἔτυχε μὲν καὶ πρὸ τὸ δρᾶμα μαθεῖν, καὶ θρήνοις ὡς εἰκὸς τὸν τοῦ βασιλέως ἀφωσιώσατο θάνατον, μὴ γνωσθὲν ὅλως τοῖς περὶ ἐκεῖνον ἐφ' ᾧ καὶ θρηνοίη. τότε δὲ δεξάμενος τὸ τοῦ βασιλέως πρόσταγμα παρὰ τοῦ Παπύλου, καὶ ὡς εἰκὸς ἐποικτισάμενος, ἐκείνῳ μὲν τὰ εἰκότα κοινολογησάμενος ἀποπέμπει, τῷ δέ γε συγ γραφεῖ παρέχει τὸ πρόσταγμα, ἐρωτῶν εἰ αὐτὸς ἔχοι γνῶναι δια στοχασάμενος οὗ τινὸς ἂν εἴη τὸ μηνολόγημα· ἐπὶ τοσοῦτον γὰρ καὶ παρέϊκτο τοῖς τοῦ πατρὸς ὡς μὴ ῥᾳδίως διαγνῶναι ἔχειν καὶ τὸν εἰδήμονα, ἐκ μόνης δέ τινος ξυσμῆς βραχυτάτης ἐπὶ τῇ παραλλάξει κατανοούμενον ὑπονοεῖν ἐδίδου τὴν χεῖρα. καὶ γνω ρίσασιν ἤδη τὸ σύμβαμα τότε καὶ δῆλος μὲν ἦν πατριάρχης ἀλύων, δῆλος δὲ καὶ παραμυθούμενος, τὰ μεγάλα παρὰ βασι 14 λέως ἔχειν ἐλπίζων περὶ τῆς κατὰ τὴν ἐκκλησίαν ὡς εἰκὸς ἀνυψώ σεως, αὐτοῦ γε νύττοντος. καὶ ἡ πρὸς αὐτὸν ἀγάπη τοῦ βασι λέως, πολλή τις οὖσα καὶ θαυμαστή, ἐχέγγυον τῶν ἐλπιζομένων εἰς πίστιν ἦν. ὁ μὲν οὖν ἐν τούτοις ἦν. 2. Ὁ δέ γε βασιλεὺς μεθ' ἡμέρας καταλαβὼν τὴν Κων σταντινούπολιν ἐμφανὴς ἦν λογισμοὺς στρέφων καὶ μάλα δια νοούμενος περὶ ὧν ἂν καὶ πράξοι, ἐφ' ᾧ τὸ τῆς ἐκκλησίας σχίσμα συνουλωθείη κατασταλέντος τοῦ ἀνοιδοῦντος. τὸ δ' ἦν οὖκ ὀλίγης καὶ τῆς τυχούσης μελέτης, ἀλλὰ καὶ τῆς ἀναγκαίας, ὡς ἐῴκει, καὶ προύργου παντός. ἔτυχε γὰρ καὶ ἡ αὐτοῦ θεία ἡ Εὐλογία βουλὰς εἰσάγουσα πιθανάς, καὶ τὰ πολλὰ κατεπείγουσα καὶ ἄλλως παρακεκινημένον ἐξ ἑαυτοῦ τὸν κρατοῦντα τὰ χθὲς καὶ πρὸ τρίτης ἀναλαμβάνειν καὶ τοῖς σχιζομένοις ἀπολογεῖσθαι, ὡς παρὰ γνώμην τῷ πατρὶ συμπράξοι καὶ ὡς καταγνοίη τῆς πράξεως, ὡς ὑπ' αὐτοῖς ὅλον γενέσθαι, κἄν τι δικαιοῖεν ἐκεῖνοι παθεῖν αὐ τόν, ἑτοίμως ὑπέχειν τὰς δίκας ὡς ἁμαρτήσαντα. καὶ τῷ μὲν οὕτως ἐδόκει, ὑποποιουμένῳ τὰς γνώμας τῶν σχιζομένων, ὥσπερ ἂν εἰ ἀνερρωγότος βοθύνου ἐξαπιναίως πεσὼν ἐζήτει παρ' ἐκεί νων ἀναλαμβάνεσθαι. αἱ γὰρ διὰ χρυσοβουλλείων λόγων πίστεις 15 καὶ οἱ ἐν αὐτοῖς ὅρκοι, καὶ ὅσ' ἄττα ξυμβεβήκει τοῖς βασιλεύου σιν, αὐτῷ δηλονότι καὶ τῷ πατρί, εἰς τὴν τῆς τελεσθείσης εἰρή νης βεβαίωσιν, οὐκ ἀπεοικὸς πρὸς βοθύνους ἔχειν καὶ φάραγγας παρ' αὐτῷ, οἷς ὀλίσθῳ γνώμης ἐμπεσεῖν ᾤετο. οἱ δέ γε πρὸς τοῦτο παρακινοῦντες (ἡ Εὐλογία οὗτοι καὶ ὁ Μουζάλων Θεόδω ρος) ἐῴκεσαν μὲν καὶ κινουμένοις εἰς ζῆλον διὰ τὰ πραχθέντα, καί γε ζητοῦντες τὴν τῆς ἐκκλησίας κατάστασιν κατεφαίνοντο, ἐδό κουν δὲ τοῖς πολλοῖς προκατειλημμένοι τὰς γνώμας καὶ κατὰ τοῦ ἀποιχομένου μηνίοντες οἷς ὅτι ἡ μὲν εἰς τὸ τοῦ ἁγίου Γρηγορίου φρούριον συνάμα παιδὶ τῇ τοῦ Ῥαοὺλ γυναικὶ ἐξωρίζετο, ἐπαύ ξοντος καὶ τοῦ κατὰ τὴν Μαρίαν συμβάντος τὸ ἔχθος, ἣν θυγα τέρα ταύτης καὶ Βουλγάρων δέσποιναν ὁ λόγος προυδείκνυ, ὁ δὲ ζηλοῦν δόξας καὶ τὴν εἰς Ἰταλοὺς πρεσβείαν ἀποποιούμενος ἑνί γε καὶ μόνῳ εἰς τιμωρίαν ἀλλακτῇ τῷ αὐταδέλφῳ ἐχρήσατο Λέοντι τὰς ἐπιφορὰς τῶν ῥάβδων δεχόμενος. συνάμα δ' ἄμφω τὰς αἰτίας πρὸς τὸν πατριαρχοῦντα ἀνάγοντες, δεινὸν κατ' ἐκείνου ὡς δόξαντος τὴν αἰτίαν εἰληφέναι τῆς ἐπ' ἐκείνους ἀγανακτή σεως. 3. Ὡς γοῦν ἡ τῶν Χριστοῦ γενεθλίων προσήλαυνεν ἑορ τή, καὶ ἔδει μέν, ὡς εἴθιστο, προελθεῖν βασιλέα, ἔδει δὲ καὶ 16 τὴν μυστικὴν ἐν ἀνακτόροις ἱερουργίαν τελεῖσθαι, καὶ ἡ μὲν προέλευσις κατὰ δεῖγμα λύπης, κάτω που τοῦ βασιλέως ἱσταμέ νου, οὐκ ἐγεγόνει, τὰ δὲ τῆς μυστικῆς ἱερουργίας ἠπράκτει, μή πως καὶ ὁ εἰς πατριάρχην ἔτι τελῶν μνημονεύοιτο. ὃ δὴ κἀκεῖ νοι μὲν ἐπείλυον τέως αἰτίας πλαττόμενοι, δῆλοι δ' ἦσαν ἄλλοις τὰ μὴ ὄντα προφασιζόμενοι. ἡ γὰρ Εὐλογία νόμῳ μὲν συμπα θείας ἐθρήνει τὸν ἀποιχόμενον, τὸ δὲ πλέων θρηνεῖν προσεποιεῖτο τὴν τοῦ ἀδελφοῦ διὰ τὸ χθὲς γεγονὸς ἐξαπώλειαν, καὶ τὴν Αὐ γοῦσταν θρηνοῦσαν τὸν σύζυγον ἐν οὐ καλαῖς περὶ ἐκεῖνον ἐλπί σιν ἐποίει, ὡς οὐδὲν ἐντεῦθεν τοῦ ὑπὲρ ἐκείνου πραχθησομένου, κἂν ὅ τι καὶ ᾖ, βοηθήσοντος. ὅθεν καὶ τοῖς πατριάρχαις συνελ θοῦσι κατὰ παραμυθίαν ἐκείνη κατώδυνος οὖσα τὸ ποιητέον ὑπὲρ τῆς ἐκείνου ψυχῆς ἐπυνθάνετο. καὶ πρώτως ἔδειξεν ἐκείνη τοιαῦτ' ἐρωτῶσα τὸ παρὰ τοῦ βασιλέως βυσσοδομευόμενον. ἐκεῖνος γὰρ καὶ νύκτας ὅλας παρὰ Ἰωσὴφ ἴαυε, καὶ ἀνάγειν ἐπει ρᾶτο οὕνεκα σμικρᾶς πνοῆς νέκυν τὸ σύνολον ὄντα. ὡς δ' οἱ 17 περὶ ἐκεῖνον ἐκ τοῦ παραχρῆμα πεισθέντες μόνον οὐ κατήπειγον τὴν ἀνάβασιν, οἱ μὲν ὡς ἄν γε τὰ τῆς ἐκκλησίας δῆθεν κατα στήσωσι πράγματα τοῦ κατὰ τὸν πάπαν λυθέντος σκανδάλου, οἱ δὲ ὡς ἂν καὶ πλεῖον τοῦ εἰκότος κατεπαρθεῖεν καί γ' ἀνακαθάρ σεις μὲν ἐκκλησίας, ἀπομόρξεις δ' ἐκείνων καὶ ἱερῶν ἄλλων, ἐπιτιμήσεις δὲ καὶ κολάσεις τῶν τῆς ἐκκλησίας πείθοντες πατριάρ χην τελέσειαν (ἦσαν δ' οὗτοι καὶ μᾶλλον ὁ Γαλησιώτης τε Γαλα κτίων καὶ ὁ Μελέτιος, ὃς καὶ ἅγιος, ὁ ἐν τῇ μονῇ τοῦ ἁγίου καὶ δικαίου Λαζάρου κείμενος, ὧν ὁ μὲν στέρησιν ὀμμάτων ὁ δ' ἐκ τομὴν γλώττης πέπονθεν, ἐπ' αἰτίαις ὁ μὲν ψεύδους, ὡς ἴδοι βασιλέα λέγων ἀζύμοις εἰς ἁγιασμὸν χρώμενον, τὴν ἀνατολὴν διερχόμενος, ὁ δ' ὕβρεως, Ἰουλιανὸν ἄλλον τὸν βασιλέα εἰπὼν κατὰ πρόσωπον), ὁ βασιλεὺς ἔνθεν μὲν ἀποστέλλων τὸν πα τριαρχοῦντα Ἰωάννην τὴν ἐκείνου ἀπελογεῖτο παρόρασιν, ὡς βίᾳ καὶ ἐξ ἀνάγκης γεννησομένην. τὸ γὰρ ἐκ πολλῶν σκάνδαλον 18 ἀναζεῖν πεῖθον καὶ τὸν εὔνουν ἀποστατεῖν, αὐτὸν δὲ νέον εἰς ἀρ χὴν καθιστάμενον ἀνάγκην ἔχειν τὸ ἀνορμοῦν καταστέλλειν καί γε τὰς γνώμας, καθόσον ἔστι, τῶν ὑποδεξομένων ἐξημεροῦν. πολλοὺς δ' ἀκούειν σχίζεσθαι καὶ μεγάλους προφασιζομένους τὴν τοῦ Ἰωσὴφ ἀναχώρησιν καὶ τὸ σκάνδαλον ὃ δὴ πρωϊζὰ ξυνέβη, οὓς παρορᾶν μηδ' ὅλως ξυμφέρειν νεωστὶ μοναρχοῦντι. καὶ δὴ καὶ ἐπ' αὐτῷ γε μεγίστην πληροφορίαν ἔχειν ἀγάπης ἧς ᾔδει τῆς ἀπ' ἐκείνου πρὸς ἑαυτόν, μὴ μόνον πατριάρχου τιμὴν ἀλλά γε δὴ καὶ ζωὴν αὐτὴν ὑπὲρ τοῦ βασιλέως προεῖσθαι καὶ τῆς ἐκείνου συστάσεως. ἄλλως μέντοι μηδὲ χολᾶν ἀξιῶν, αὐτὴν ἐκείνην τὴν ἀγάπην ἣν ᾔδει καὶ τὴν τιμὴν ἕξοντα παρ' αὐτοῦ, εἰ καὶ ἄλλος τῆς ἐκκλησίας προστήσεται. καὶ ταῦτα μὲν πέμπων τὸν Μελιτηνιώτην χαρτοφύλακα καὶ ἀρχιδιάκονον θερμῶς τὴν ἀνάγ κην ἀπελογεῖτο, ἐκεῖθεν δὲ συνδιανυκτερεύων τῷ Ἰωσὴφ καὶ τοῖς περὶ ἐκεῖνον τὴν εἰς τὸ πατριαρχεῖον προκαθίστα ἀνάβασιν. 4. Ὁ μὲν οὖν Ἰωάννης καὶ ἄλλως εὐθὺς ὤν, ἔτι δὲ καὶ τῆς τοῦ πατριάρχου τιμῆς ἐπικόρως ἔχων, ὡς πολλάκις καὶ λέ 19 γων καὶ πράττων ἔδειξεν, ἐλπίζων δὲ καί τι γενέσθαι τῶν ἀγα θῶν ἐκ τῆς τοῦ Ἰωσὴφ ἀναβάσεως (τὰ γὰρ ξυμβάντα οὐκ ἂν πάν τως ξυνέβη ζῶντος ἐκείνου, ὡς ἐκ πολλῶν ἔστιν ὑπονοεῖν), διὰ ταῦτα ἕτοιμος μὲν ὢν ἐκεῖνος κατὰ τὴν Χριστοῦ ἑορτὴν λειτουρ γεῖν, ἕτοιμος δὲ καὶ περὶ τῆς τοῦ ἀποιχομένου κατὰ τὸ εἰκὸς μνή μης φροντίζειν, ἀφεὶς τὰ πάντα τῇ ὑστεραίᾳ τῆς ἑορτῆς κάτεισι, καὶ τῇ τῆς Παναχράντου μονῇ φέρων ἑαυτὸν δίδωσι, ζητήσας παρὰ βασιλέως καὶ τοὺς ἀπάξοντας, πρόφασιν μὲν ὡς ὑπερα σπιοῦντας, ἤν τις τῶν τοῦ κλήρου ἀπαιδεύτως ἐπ' ἐκεῖνον ὁρ μῴη, τῷ δὲ βαθυτέρῳ σκοπῷ τὴν τοῦ λειποταξίου ἐκφεύγων κα τηγορίαν, ὡς ἐκεῖνος ᾤετο, παρὰ θεῷ κρίνοντι. καὶ ταῦτα μὲν ἐπράττετο εἰκοστῇ ἕκτῃ μηνὸς Σκιρροφοριῶνος· (5) τοῦ δ' αὐτοῦ μηνὸς μετὰ τὴν τριακοστὴν τὸ πρὸς ἑσπέραν ἐντεθεὶς λίκνῳ ὁ Ἰωσήφ, μόνον οὐκ ἄπνους, πολλῶν παρ' ἑκάτερα παρεπομέ νων καὶ ἐπευφημούντων τὰ προπεμπτήρια, ἐφ' ὕμνοις καὶ κρό τοις ἀνθρώπων, ἔτι δὲ καὶ τῶν τῆς ἐκκλησίας συνακτηρίων κω δώνων, εἰς τὸ πατριαρχεῖον ἀνάγεται. οἱ δὲ τοῦ κλήρου μόλις τὴν ἑσπερινὴν ὑμνῳδίαν καθ' ἑαυτοὺς ἐκτελέσαντες, ἐπεὶ ὄρ θρος ἦν καὶ πρὸς τὴν ἐκκλησίαν ἀπήντων κατὰ τὸ σύνηθες, σφί σιν ἑαυτοῖς ἄβατον τὸν ναὸν κατενόουν, ὡς μηδὲ σημάντροις καὶ κώδωσιν ἠθροισμένοι· ὡς δὲ καὶ τὴν αἰτίαν ἐμάνθανον, 20 προστεταγμένον μηδ' εἰσιτητὸν εἶναι εἰς ἐκκλησίαν ἐκείνοις θεοῦ, ἔξω που στάντες καὶ τὰ τῆς εὐχῆς ἐκτελέσαντες (τὸ γὰρ τῆς ἑορτῆς περιφανὲς καὶ παραβαίνειν τὰ σφίσιν δοκοῦντα ἔπειθον τοὺς τοῦ κλήρου) τέλος ἐπὶ τῶν οἰκιῶν καθεσθέντες ἐκαραδόκουν τὸ μέλλον, καὶ τί δεῖ νοεῖν τοῖς παραγεγονόσι τὸ πρόσταγμα. ἐπέφωσκεν ἡ ἡμέρα, καὶ οἱ μὲν ἐπιβατηρίους εὐχὰς ἐσχεδίαζον ὡς ἐπὶ τῇ μεγάλῃ ἐκκλησίᾳ καθαίρεσθαι προσδοκῶντες, οἱ δὲ ἐτέλουν ἁγιασμοὺς τοὺς δι' ὕδατος, καὶ πρόστωα καὶ ἐξώστωα ἀναστήματά τε καὶ κίονες, ἀλλὰ καὶ τίμιαι εἰκόνες τοῦ μεγίστου νεὼ διὰ τῆς τοῦ ὕδατος ἐπιρραντίσεως ἡγιάζοντο. διήρχετο τοί νυν τυφλῷ ποδὶ χειροκρατούμενος ὁ Γαλακτίων καὶ ἐπερράντιζε, καὶ τό, ὡς ἐκείνοις ἐδόκει, μύσος τῶν σεβασμίων εἰκόνων ὑπ' αὐτοῖς ἀπεκαθαίρετο ἁγιάζουσιν. ἐζήτουν δὲ καὶ οἱ ὁρῶντες ἀπολυμαίνεσθαι, (6) καὶ δὴ ἄλλα μὲν λαϊκοῖς ἄλλα δὲ ἱερωμέ νοις ἐσχεδιάζοντο ἐπιτίμια. καὶ τὰ μὲν τῶν λαϊκῶν μέλον ἦν ἐκτιθέναι τοῖς μοναχοῖς, καὶ ὡς σφίσιν ἐδόκει, πολλῶν καὶ ὀλί γων ἐτίμων τοῖς προσιοῦσιν, εἰ μὲν ἐπὶ μόνῃ ψαλμῳδίᾳ καὶ ἱεροῦ κλάσματος μεταλήψει τὰ τῆς κοινωνίας εἶχον, μετρίοις, εἰ δὲ καὶ ἐπὶ τῶν θείων δώρων μετοχῇ, ἐπιτιμῶντες τοῖς μείζοσιν. 21 ἀρχιερεῦσι δέ γε καὶ κληρικοῖς, αὐτοὶ τῷ πατριάρχῃ ὑποβαλλό μενοι ἐκείνῳ προσανετίθουν τὰ πρόστιμα. καὶ δὴ νοσοκομουμέ νου αὐτοὶ πράττοντες, ἔστι δ' οὗ κἀκείνῳ τὰ τῆς ἰδίας προσα νατιθέμενοι γνώμης, ἐν πολλοῖς ἑπομένῳ καὶ ἄκοντι, καθίστων τὴν ἐκκλησίαν ὡς σφίσι δέδοκτο. ποιναὶ γὰρ βαρεῖαι τοῖς κατά τι προστησομένοις εἵποντο. ὅθεν καὶ τοῦ ναοῦ πᾶσιν ἐγκεκλεισμέ νου, τῶν ἀρχιερέων προσελθόντων ἐφ' ᾧ καὶ μαθεῖν ἐπὶ τίσιν αἰτίαις πράττοιεν ταῦτα, αὐτοὶ τὸν μὲν πατριάρχην προθέντες ἄψυχον οἷον φόρτον, τὸν δὲ μοναχὸν Γεννάδιον προστησάμενοι, τὰ φρίκης ἐκεῖνα πλήρη ἀπελογοῦντο, ὡς παρανενόμηται μὲν σφίσι τὰ μέγιστα, παραβέβασται δὲ τὸ ἱερὸν εὐαγγέλιον. ἐφ' ᾧ καὶ δεινοπαθήσασι ταραχὴ καὶ θόρυβος ἐγεγόνει, καὶ κατεμέμ φοντο τοῦ εἰπόντος, καί γε τοῦ πατριάρχου διεπυνθάνοντο εἰ αὐτοῦ θέλοντος λέγοιντο ταῦτα. ὁ δὲ ἀπέσκωπτε τὸν εἰπόντα, καὶ ὡς οἷόν τε τὰ παριστάμενα προσωμάλιζε. τέλος ἐκτιθεῖσι γνώμην τοῦ πατριάρχου καὶ ἐπ' ἐκκλησίας ἀναγινώσκουσιν, ἀρ χιερεῦσι μὲν καὶ κληρικοῖς τρίμηνον καιρὸν προστιμῶντες, λαϊ κοῖς δὲ κατὰ τὸ μέτρον τῆς κοινωνίας, πλὴν ἐπ' ἔλαττον τὰ τῶν ἐπιτιμημάτων τάττοντες. τοῖς δέ γ' ἀρχιδιακόνοις, τῷ τε Μελιτηνιώτῃ φημὶ καὶ τῷ Μετοχίτῃ, ὅτι πρέσβεις ἐκπεμφθέντες 22 πρὸς βασιλέως ξυνῆλθον τῷ πάπᾳ λειτουργοῦντι καί γε συνί σταντο, ἐπείπερ καὶ ἐνταῦθα οἱ ἀμφὶ τὸν Παράστρον Ἰωάννην φρέριοι, καὶ αὐτοὶ πρὸς τοῦ πάπα κατὰ πρεσβείαν σταλέντες, οὕτως ἔπραττον λειτουργοῦντος τότε τοῦ πατριάρχου Ἰωσήφ, καί γ' ἀνεκτὸν ἐδόκει καὶ μηδὲν ἔχον πρόκριμα, ἀλλ' ὅμως ἐπὶ τοιαύ ταις αἰτίαις ὡς παραβᾶσι τὰ μέγιστα τέλειαν ἐπῆγον καθαίρεσιν. 7. Εἶτα μηνὸς Ἑκατομβαιῶνος πέμπτης ὀψὲ ἱκανῶς τὸν ναὸν καθαγνίσαντες (ἤπειγε γὰρ ἡ τῶν θεοφανείων ἑορτὴ) εἰς κοινωνίαν τοῦ ψάλλειν τοὺς τῆς ἐκκλησίας παραλαμβάνουσι. καὶ δὴ τελεσθέντων τῶν ὕμνων, ἐπεὶ ἔδει καὶ τὴν τοῦ ἁγιάσματος γίνεσθαι τελετήν, συνέρχονται μὲν ἀμφὶ τὴν φιάλην τῆς ἐκκλη σίας ἅμα μὲν ἐκεῖνοι ἅμα δὲ κληρικοὶ ἅμα δὲ καὶ λαός, ὅσοι τῶν Γραικῶν καὶ ὅσοι τῶν Ἰταλῶν, προϊστῶσι δὲ τὸν τυφλὸν Γαλακτίωνα τῆς τελετῆς ἔξαρχον, καὶ ὑπὸ πολλῷ καὶ δαψιλεῖ τῷ φωτί, δοθέντων κηρῶν καὶ αὐτοῖς Ἰταλοῖς, τὰ τῆς ἑορτῆς ἐτε λοῦντο. καὶ οἱ μὲν ταῦτα, τοῦ βασιλέως, ὡς σφίσιν ἤρεσκε, πάνθ' ὑφιέντος πράττειν. ὡς ἂν γοῦν μόνον τὰ τῆς χθεσινῆς καταιγίδος καταστορεσθεῖεν, ἧς χάριν δῆλος ἦν τοῖς ἀμφ' ἐκεῖ νον πιστοῖς καὶ πρότερον ὀδυνώμενος, τῷ πατρὶ συνάρχων τε καὶ συμπράττων, εἰ καὶ μηδ' ὅλως ἀντιβαίνειν εἶχε, ταῖς τοῦ καιροῦ δυσκολίαις ἀγχόμενος. οἱ μὲν οὖν οὕτως συμπαραλαβόν 23 τες καὶ τοὺς τοῦ κλήρου, ἄλλοι δέ γε τοὺς Ἰταλοὺς ὁρῶντες ἱστα μένους μετὰ κηρῶν, δι' οὓς χθὲς καὶ πρὸ τρίτης ἡ ἐκκλησία καθαιρομένη ὑπ' εὐχαῖς ἱλαστηρίοις ἠνοίγετο, ὀνείρους ἐδόκουν ὁρᾶν τὰ τελούμενα. ἀλλ' ὁ τότε καιρὸς ἐξεχώρει, καὶ τοιαῦτα τέως ἐπράττετο. ὁ γὰρ βασιλεύς, νοῦς ὢν ἐκεῖνος φιληδῶν τῷ καλῷ, καὶ τῆς ἐκκλησίας εἰρήνης καὶ αὐτὴν ψυχὴν προϊέμενος, ἠφίει πόλλ' ἄττα καὶ παρὰ τὴν αὐτοῦ γνώμην γίνεσθαι, μόνῳ τῷ τέλει πιστεύων, ἵν' εἴ πως ἐντεῦθεν ὁ λαὸς εἰρηνεύσειε τῶν τῆς διχοστασίας ἀπαμβλυνθέντων κέντρων. παρ' ἣν αἰτίαν καὶ σφίσιν ἐξεκεχώρητο πράττειν, καὶ τὰ δεινὰ ἐφῆπται ὡς παραβε βηκόσι τοῖς κοινωνεῖν ἀναγκασθεῖσιν, ὅπου γε κἂν εἰ κακίας δί κας ὑπέχειν ἐδικαιοῦντο διὰ ταῦτα ἃ δὴ καὶ βιασθέντων ἐπράχθη σαν, ἄλλους ἐχρῆν εἶναι τοὺς προστιμῶντας, οὐ τοὺς χάριν βα σιλικῆς εὐμενείας βιασαμένους, οἳ δὴ καὶ μίαν εἶχον τῆς μὲν πλημμελείας ἀπολογίαν τῆς δὲ προστροπῆς ἀποφυγήν, εἰ καὶ αὐ τοὶ χωροῖεν ὁμόσε τοῖς βιασθεῖσιν. ἀλλ' οὔπω ταῦτα. ἔτι δ' ὑπετύφετο τοῖς ταλαιπώροις τὸ χαλεπόν, κἂν τέως λόγοις ἡμέ 24 ροις καὶ τῇ τοῦ πατριάρχου ἐνστάσει ταῖς ἀληθείαις συνεκαλύπτε το. τοῖς μὲν γὰρ τῶν ἐσχάτων προστιμᾶν ἐδόκει ὡς πλημμελή σασι καὶ τὰ ἔσχατα, πατριάρχῃ δὲ τὴν βίαν εἰδότι καὶ τὴν πάλαι τοῦ βασιλέως ἐπίθεσιν, ὡς καὶ καθοσιώσεως τοὺς ἀνθισταμένους ἐγκαλεῖσθαι καί γε δὴ τὰ τῶν καθωσιωμένων εἰς τιμωρίαν ὑπέ χειν, συγγνωστὰ τὰ ἐκ βίας διεγινώσκοντο. πλὴν ἀλλ' αὐτῷ μὲν μέλον ἦν τῶν νοσοκομιῶν, ἐκεῖνοι δὲ τοὺς ἀρχιερεῖς ὑπο ποιούμενοι τὸ πᾶν τῆς αἰτίας προσανετίθουν τῷ γε πατριαρχεύ σαντι, ὥσπερ ἂν οὐκ αὐτὸς ἦν, ἄλλου μὴ καταδεξομένου τὴν τοῦ θρόνου τιμήν. πλὴν τὸ δύσζηλον, ὥσπερ ἀλόγοις, οὕτω δὴ καὶ λογικοῖς ἐφῆπται. καὶ διὰ τοῦτο τοὺς μὲν ἄλλους ἀμη γέπη τῶν μώμων ἀνίεσαν καὶ τῆς μέμψεως, πλέον δ' ἐκείνῳ ἐπεῖχον ὡς ἀδικήσαντι, καί γε αὐτὸν μηδ' ἐν ἐπιεικέσι λογίζε σθαι σπουδὴ ἦν πάσης ἀσχολίας καθυπερτέρα. εἰς τί γὰρ ἔδει καὶ κρίνεσθαι, καὶ μᾶλλον διὰ τὸ εἶναι ποιμένα τὸν τοῦ θρόνου καθαιρεθέντα τοῦ πρώτου προτιμηθέντος, κἂν καλῶς εἶχε τῆς γνώμης κἂν μή, εἰ μή γε αὐτὸν μὲν ἐβούλοντο ἀχρειοῦν, τοῖς λοιποῖς δὲ προστρίβειν ἄγος τὸ μέγιστον, καὶ οὓς τέως εἶχον κατ' ἐκείνου συλλήπτορας ὡς ὀρθοσεβεῖς σφαλέντος, τούτους καταδι 25 κάζειν ὡς κοινωνοὺς ἐσφαλμένου καθύστερον, ὡς καί τινα τότε τῶν ἐχεφρόνων λέγειν (ὁ Ἀδριανουπόλεως δ' οὗτος ἦν ὁ Θεόκτι στος) ὡς νῦν μὲν εἰς ὄπτησιν τὴν ἐκείνου ὀβελοῖς ξυλίνοις χρῶν ται τοῖς κρίνουσιν, ὕστερον δὲ καὶ αὐτοὶ πυρὶ δοθέντες καυθή σονται· ὃ καὶ γέγονεν ὕστερον.
27.1.4
Ἐπεὶ δὲ καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦ προστησομέ νου ἔδει, ἐζητεῖτο ὁ δοκῶν ἄξιος. εὑρίσκετό τις ἀνὰ τὴν πόλιν Κοσμᾶς μοναχός, ἐκ Σωζοπόλεως μὲν τὸ γένος ἕλκων, ἐπὶ χρό νοις δὲ καὶ συζύγῳ συζήσας καὶ βίον ἱερατικὸν ἰδικῶς ἐξηνυκώς, ἣν δὴ καὶ πάλαι καταλιπὼν μονάζειν αἱρεῖται συνάμ' ἀδελφῷ καὶ παιδί· καὶ δὴ καὶ ἐς πόλιν ὕστερον καταντήσας, ἐν τῇ τοῦ ἀρ χιστρατήγου τοῦ βασιλέως μονῇ ἄλλας τε διακονίας ἐξήνυε καὶ αὐτὴν δὴ τὴν τοῦ ἐκκλησιάρχου. οὗτος εὔγηρως ὢν καὶ πραῢς ἀνὴρ καὶ τὸ σύνολον ταπεινός τε καὶ ἥμερος, κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν τοῦ σκανδάλου, ἐπεὶ καὶ πέμπων ὁ βασιλεὺς μαθεῖν ἤθελε τοὺς τῆς οἰκείας μονῆς ὅπως ἐπὶ τοῖς πραττομένοις γνώμης ἔχουσι, καὶ ὁποῖοι μὲν οἱ τῷ θελήματί οἱ προσκείμενοι, ὡς προσμενοῦντες τῇ μονῇ καὶ ἔτι, ὁποῖοι δὲ καὶ ὅσοι οἱ ἐναντίως ἔχοντες, ὡς αὐτίκα τῆς μονῆς ἀπελαθησόμενοι, μέρος γίνεται 183 καὶ οὗτος τῶν ἀνθισταμένων, καὶ μετὰ χρονίαν ἑκούσιον φυλα κὴν ἐν τῷ συγκαρτερεῖν τοῖς ἐγκλείστοις μεσιτείαις τοῦ Ἀλεξαν δρείας ἀπολυθείς, τὸν πρώην καιρὸν ἔχων ἐν τῷ οἰκείῳ τόπῳ κελλίον μοναχικὸν ἐν νήσῳ τῆς θαλάσσης ἐκείνης ἐκεῖ κατασκηνοῖ. ὁ μέντοι γε τηνικάδε μέγας κονοσταῦλος ὁ Ταρχανειώτης Γλαβᾶς, ὃν καὶ πρωτοστράτορα ὁ κρατῶν μετὰ ταῦτα ἐποίει, πολὺ τοῖς τῇδε τόποις ἐνδιατρίβων (καὶ γὰρ ἐπετέτραπτό οἱ τἀκεῖ πρὸς βα σιλέως) ἰδὼν κἀκεῖνον, ἄλλως τε καὶ φιλομόναχος ὢν καὶ φιλά ρετος, ἐνησμένιζε τῷ τοῦ ἀνδρὸς ἤθει, καὶ οἷον συντακεὶς αὐτῷ κατά τινα διάθεσιν πολλοῖς τισὶν ἐδωρεῖτο καὶ ἐκυβέρνα οἰκτιρ μοῦ τρόποις καὶ χάριτος. εἶτα καὶ βασιλεῖ ἀναγγέλλει τὰ περὶ τούτου, καί οἱ ποιεῖται τὸν ἄνδρα ἐράσμιόν τε καὶ ποθεινὸν ἰδεῖν. διὰ ταῦτα καὶ ἄγων συνίστησί τε αὐτῷ βασιλεῖ καὶ τὴν ἰδίαν μο νὴν τὴν τῆς παμμακαρίστου θεοτόκου εἰς χεῖρας δίδωσιν. ὁ μέντοι γε βασιλεὺς καὶ λίαν ἐνησμένισε τῷ ἀνδρί, καί οἱ ἀγαπή σας τὸ ἦθος ἐν πνευματικοῖς ἔταττεν αὐτὸν πατράσι, καὶ ἀπεδί δου τιμὴν τὴν προσήκουσαν. μαρτύριον δέ· ἐπεὶ τῇ Κωνσταν τίνου ἐπιδημήσαντι βασιλεῖ μιᾷ τῶν κυριωνύμων ἡμερῶν οἱ τοῦ κλήρου προσῆλθον, καὶ κατὰ ναὸν ἐν καιρῷ λειτουργίας στάντες ἀπένεμον τὴν προσκύνησιν, διάφοροι ὄντες πατριάρχῃ τότε διὰ τὰ προειρημένα, ὁ βασιλεὺς αὐτοῖς προσποιούμενος τὴν ὀργὴν διὰ ταῦτα, τὸν μυστικὸν πρὸς τὸν συγγραφέα πέμψας, ἐζήτει 184 μαθεῖν περὶ σφῶν παρ' αὐτοῦ τί παθόντες οὗτοι οὕτως ἀνέδην προσῆλθον, μήδ' ὅλως ξυνιέντες ὡς ὑπ' ὀργὴν κεῖνται, τοῦ πα τριάρχου ἀποστατήσαντες. τοῦ δ' ὑπὲρ ἐκείνων ἀπολογουμένου ὡς οὐκ αὐτόθεν ἦλθον ὦ δέσποτα, ἀλλὰ τῷ σῷ πατρὶ προσελ θόντες κυρίῳ Κοσμᾷ παρ' ἐκείνου τὴν πληροφορίαν ἔσχον ὡς σε συμπάθηνται παρὰ τοῦ κράτους τοῦ σοῦ, αὐτὸς πάλιν ἀνταπο στείλας τὸν αὐτὸν μυστικὸν ἄλλα τε πολλὰ προσεμαρτύρει ἀγαθὰ τἀνδρί, καὶ ὡς ἀποθανόντος αὐτίκα, εἰ μὲν ἐκκλησία θέλοι τε καὶ τιμῴη ὡς ἅγιον, καὶ αὐτὸν ἐν πρώτοις τὴν ἐκείνων ἀποδέχε σθαι γνώμην διωμολόγει καὶ τιμᾶν τοῖς προσήκουσιν, εἰ δ' οὐ δοκιμάζοι τοῦτο ἡ ἐκκλησία, αὐτὸν καὶ αὖθις τῆς αὐτῆς εἶναι γνώμης, καὶ μεγαλύνειν τὸν ἀπελθόντα καὶ τιμᾶν ὡς ἅγιον. τόσον ἐπληροφορεῖτο, ὡς ἐδόκει, βασιλεὺς ἐπ' αὐτῷ. ὡς γοῦν συνελ θοῦσι τοῖς ἀρχιερεῦσι περὶ πατριάρχου ἡ ζήτησις ἦν, τὸ μὲν καὶ αὖθις καταναγκάζειν τὸν Γεννάδιον δοκοῦντα πρὸς τοῦτο χρήσι μον, καθάπαξ ἀπειπάμενον τὴν ἀρχιερωσύνην, οὐκ ἔγνωσαν εὐ πρεπές, ἄνδρα δὲ ζητεῖν ἐφ' ᾧπερ ὁ βασιλεὺς πεπληροφόρηται, τῶν ἀναγκαιοτάτων ἐνόμιζον. καὶ λοιπὸν οὐδένα εὕρισκον τοῦ Κοσμᾶ ἀξιώτερον καὶ ἄλλως ἁρμόδιον τῷ καιρῷ· μετὰ γὰρ χει μῶνα ἡδὺ τὸ ἔαρ καὶ μετὰ ζάλην ποθεινὴν γαλήνην εἶναι τοῖς πλέουσιν, καὶ μετὰ τρικυμίας καὶ ζάλας πραγμάτων καὶ ἠθῶν 185 σκληρῶν ἀνωμαλίαν καὶ κάκωσιν μαλακὸν ἦθος καὶ ἥμερον αὐτό θεν ἀπόδεκτον. ὅθεν καὶ μιᾶς γεγονότες γνώμης τοῦτον ψηφί ζονται. ἦν γὰρ ὁ ἀνὴρ ταῖς ἀληθείαις, πλὴν ἑνὸς τοῦ ἀμηγέπη φιλοκερδεῖν ἐξ ἁπλότητος καὶ ἰδιωτείας, ἀλλ' οὐκ ἐκ πάθους ἐν τετηκότος ψυχῆς, τἆλλα προσήκων τῇ ψήφῳ· τὸ γὰρ συμπαθές, ὅπερ καὶ θεοῦ τοῖς ἀνθρώποις ἴδιον λέγουσιν, ὑπὲρ τἆλλα τῆς ἐκείνου ψυχῆς μεθ' ἱκανῆς ἁπλότητος ἐπεπόλαζε. 28. Ταῦτα μαθὼν ὁ βασιλεὺς ἀποδέχεταί τε ὡς εἰκὸς τὴν ψῆφον, καὶ προσκαλεῖται μηνύμασι, καὶ εὐθὺς κατανεύει, καὶ πρὸς τῷ προβληθῆναι ἦν, καὶ ἡ κυρία παρῆν, καὶ πάντ' ηὐ τρέπιστο. ἦν δέ τις μοναχὸς Γρηγόριος ἐν τῇ τοῦ Παντεπόπτου μονῇ, ὃς ταῦτ' ἀκούων παρὰ τοῦ οἰκείου ἡγουμένου Λουκᾶ τὸν λόγον οὐ παρεδέχετο· μηδὲ γὰρ Κοσμᾶν ἀλλ' Ἰωάννην ἐντεῦθεν μέλλειν γενέσθαι, κἂν ὅ τι γίγνοιτο, μὴ εἶναι τὸ βουλευόμενον ἀνυστόν. τοῦτο δ' ἔλεγεν ἐκ βίβλων ἔχων, οἶμαι, ἀλλ' οὐκ ἔκ τινος θειοτέρας μυήσεως. ὡς γοῦν πάντ' ηὐτρέπιστο καὶ ἡ κυ ρία ἐπέστη, καὶ ὁ μὲν προβληθησόμενος ἤγετο, ὁ δὲ Γρηγόριος ἐνστατικῶς τὴν πρᾶξιν ἀπέλεγεν, ὡς εἶναι τῶν ἀδυνάτων Κοσμᾶν μένοντα τοῦτον πατριάρχην γίνεσθαι, εὐθὺς ὀστράκου μεταπεσόν τος, φασίν, αὐθημερὸν Ἰωάννης μετονομάζεται, οὐ γνωσθέν τισι 186 πρότερον ἢ εὐφημουμένου τοῦ προβληθέντος. τότε παρὼν ὁ Λουκᾶς καὶ ἀκούσας τέθηπέ τε εὐθέως, καὶ ἀπελθὼν ἐξαγγέλλει τῷ Γρηγορίῳ τὸ δρᾶμα, καὶ τότε ὁ Γρηγόριος πιστεύσας μᾶλλον τοῖς γράμμασιν, ἢ πείθειν ἄλλους σπεύδων, καὶ τὰ λειπόμενα προσετίθει, καὶ ὡς τόσους χρόνους πατριαρχεύσει καὶ ὡς οὐ τῇ τιμῇ ἐπαποθανεῖται. καὶ ταῦτα γέρων ὢν καὶ πρὸς τῷ θανάτῳ προέλεγεν. ἀλλ' ἐκεῖνος τὴν ποιμαντικὴν βακτηρίαν λαβὼν παρὰ τοῦ κρατοῦντος, ὡς εἴθιστο, τιμᾶται καὶ διβαμβούλῳ. καὶ πρώτῃ Ἑκατομβαιῶνος μηνὸς τὴν χειροτονίαν δέχεται. Ἐντεῦθεν ἐκείνου πᾶσαν ἐνδειξαμένου τοῖς πράγμασιν ἡμε ρότητα, τὰ τῆς ἐκκλησίας μέλη καὶ μέρη, ἃ δὴ χθὲς καὶ πρὸ τρίτης διῃροῦντό τε καὶ διίσταντο ἐξ ἀντιπνοίας κυμαινούσης σφόδρα, συνηρμολογοῦντό τε καὶ καθίσταντο, οὐ μὴν δ' ὥστε καὶ τοὺς τῆς ἐκκλησίας τελείαν ἄγειν εἰρήνην, τῶν μὲν ἐπισχομέ νων τέλειον διὰ τὴν χθεσινὴν ἀκαταστασίαν, τῶν δέ, εἰ καὶ εἶ χον τούτους ἐν τάξει τοῦ βήματος καὶ συλλειτουργούς, περιορω μένων ἐν μείζονι προκοπῇ, τῶν μοναχῶν προτιμωμένων ἐν ψή φοις ἀρχιερότητος. ὅμως γε μέντοι (τὸ γὰρ κοινὸν οἰστόν, κἂν 187 τῶν λυπηρῶν λογίζηται καὶ ἀνύποιστον) διέφερον τὴν ὀδύνην με τρίως, καὶ τὸ ἐξ αὐτῶν εἰρηνεύοντές τε καὶ γαληνῶς ἔχοντες θεῷ προσανετίθουν τὰ καθ' αὑτούς. ὁ γὰρ Κοσμᾶς οὗτος καὶ Ἰωάν νης ἔτι μὲν ἐκτὸς ὢν τῶν πραγμάτων καὶ ἰδιωτεύων ἐφ' ἅπασι τὸ ἐπὶ τοῖς τῆς ἐκκλησίας τελούμενον ἄδικον ἔκρινε καὶ παντάπασιν ἀκανόνιστον, καὶ δῆλος ἦν, ὡς ἐῴκει, εἰ αὐτὸς ἐπισταίη τοῖς πράγμασι, λύσων τὴν καταδίκην ὡς ἱεροῖς ἀνθισταμένην κανόσι καὶ καιρικαῖς ἀναφυσηθεῖσαν ἀνωμαλίαις, αἷς δὴ καὶ τὸ καθε στηκὸς ταράσσεσθαι πέφυκε, φύσιν ἔχοντος τοῦ κακοῦ μὴ μόνον ἐκεῖνο μένειν κακόν, ἀλλὰ καὶ πολλοῖς ἐπιφύεσθαι. ἐπ' αὐτῶν δὲ γεγονὼς τῶν τῆς ἐκκλησίας πραγμάτων ἄστρασι τὰ κατ' ἐκεί νους ἐῴκει μετρεῖσθαι, συνυπαγόμενος τοῖς λοιποῖς. ὅθεν καὶ πολλάκις τινῶν ἐπικλαιομένων ἐπὶ συνόδου καὶ τὴν κωφὴν κατα δίκην ὀδυρομένων, ἐκεῖνοι μὴ ἔχοντες ὅπῃ ἂν στῶσι καὶ ἀπερεί σωνται (τὰ γὰρ τῶν κανόνων καὶ θεσμῶν τῶν πατέρων προσί σταντο ταῖς βουλήσεσι καὶ ἔλεγχος σφίσιν ἦσαν) ἐπήρειδον τὰς πράξεις τῷ βασιλεῖ, αὐτοὶ μὲν τῶν κειμένων καταρραθυμοῦντες κανόνων, τῷ δέ γε κρατοῦντι τῆς παραβασίας ἐχρῶντο κατὰ τὸ δυνατὸν προτειχίσματι. 188
27.1.5
Ὁ μέντοι γε βασιλεὺς τὸν Τουκτάϊν ἐπὶ νόθῳ θυ γατρὶ τῇ Μαρίᾳ ἐπιγαμβρεύεται. ᾗ δὴ καὶ ἁρμοσάμενος ὁ Τουκτάϊς, ἐπεὶ καὶ ἔτι τὰ τοῦ Τοχαρικοῦ πολέμου συνεκεκρότητο καὶ τὰ κατὰ τὸν Νογᾶν ὡς οὐραῖον παρέσπαιρεν ὄφεως, ἀσχο λίαις πολεμικαῖς ἐκεῖνος θέλων ἑαυτὸν διδόναι καὶ μὴ γάμοις τὸ σῶμα ἐκθηλύνουσιν, ἀνταποστέλλει καὶ πάλιν τὴν Μαρίαν πρὸς βασιλέα. κἀνταῦθα ἐπὶ χρόνοις ἦν, ἕως οὗ κατὰ κράτος ἐκεῖ νος τὸ Τοχαρικὸν ἐχειρώσατο, ὡς μηδὲν τὸ ἀντιξοοῦν εἶναι ἁπάν των ὑποκλιθέντων. καὶ τότε πέμψας πρὸς βασιλέα ἀπῄτει τὴν σύζυγον, ἣν δὴ καὶ ἐσαῦθις ὁ βασιλεὺς ὑπὸ προσηκούσῃ τῇ τι μῇ καὶ δορυφορίαις ἁπάσαις ἐκπέμπει. καὶ ὁ μὲν Νογᾶς ἠφά νιστο, ὁ δὲ Τουκτάϊς τὰ τῆς ἐπικρατείας ἐκείνου ὑφ' ἑαυτῷ ποιησάμενος ἔσχε, τὰς σπονδὰς διὰ τὸ κῆδος βεβαιοτέρας ἀποτα μόμενος.
27.1.6
Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. οὐκ ἦν δὲ ἄρα καὶ ἀρχιερεῖς ἡσυχάζειν καὶ μὴ δι' ὄχλου μεγίστου τῷ πατριάρχῃ γί νεσθαι τοῦ τῆς Ἐφέσου καὶ πάλιν Ἰωάννου καὶ τῆς ἐκείνου ἀνορθώσεως ἕνεκα. εἷς δέ τις αὐτῶν (ὁ Σηλυβρίας οὗτος ἦν Ἱλα ρίων) καὶ μέγα τι κατὰ τοῦ πατριαρχοῦντος ἐφθέγξατο, οὐ τότε πρώτως, ἀλλ' ὅτε δὴ πατριάρχης ἐπὶ τῇ τῆς Παμμακαρίστου μονῇ ἀναχωρῶν τῶν φροντίδων καθῆστο, οὐκ αὐτὸς ἰδὼν ἀλλὰ παρ' ἰδόντος ἀκούσας, ὡς ἔλεγεν. ἀπῆν δὲ τῶν ζώντων ὁ φή σας, ἀνάγωγος καὶ ἄλλως ὢν ἐκεῖνος καὶ ἐπὶ διαβολαῖς γνώριμος. ἀλλὰ καὶ τὸ ἔγκλημα ἀπᾷδον ὅλως καὶ ψευδολόγημα ἄντικρυς. ὅμως ὁ Σηλυβρίας οὐ πάνυ τι καὶ αὐτὸς πιστεύων, ὡς ἐῴκει λέ γων, τὸ τοῦ πράγματος ἄτοπον ἐν ἀπορρήτοις παραλαβών, βα σιλεῖ πιστεύει τὸν λόγον. τῷ δὲ μέγα μὲν ἀκούσαντι ἔδοξε, καὶ βαρέως ἤνεγκε τὸ λεχθέν· ὅμως δὲ μέντοι καὶ μὴ πιστεύσαντι ἐπῄει φροντίζειν τοῦ ἐν ἀπορρήτοις διακεῖσθαι τὸν λόγον, ὡς 338 ἄλλως καὶ ἀπρεπῆ ὄντα οὐ μᾶλλον ἢ ψευδῆ. διαφυλάττεσθαι γὰρ καὶ τὰς τῶν πολλῶν ὑπονοίας ἄξιον ἐκεκρίκει. πλὴν καὶ τοῦ προσανενέγκαντος κατεγνώκει, ὡς τὸ τέλος ἔδειξεν, ὅτι καὶ ὅλως ἐπὶ τοιούτῳ καὶ παρὰ τοιούτου πιστεύσειε λέγοντος. ἦν ταῦτα, καὶ οἱ μὲν ἀρχιερεῖς καὶ αὖθις διὰ τὸ τοῦ πατριάρχου πρὸς αὐ τοὺς ἀμφίγνωμον περὶ τῶν κατὰ τὸν Ἐφέσου πραγμάτων πα τριάρχῃ ἐπεῖχον καὶ οὐ καθαρῶς εἰρήνευον. ἦσαν δ' οἵτινες τούτων καὶ ὡμογνωμόνουν τῷ πατριάρχῃ καὶ πρὸς τοὺς λοιποὺς διεφέροντο. βασιλεῖ δὲ πάντα τρόπον τὰ τῆς εἰρήνης στέργοντι οὐκ ἦν ἠρεμεῖν, ἀλλὰ τὸ μὲν τὸν Ἐφέσου ἀποκαταστῆναι καὶ προσαπεδέχετο καὶ συνήργει τοῖς βουλομένοις, τὸ δ' αὖθις ἐκεί νου χάριν πατριάρχην προσαναγκάζειν οὔ οἱ τῶν δεόντων ἐδόκει. ὅθεν κἂν καὶ τοὺς ὑπὲρ τοῦ Ἐφέσου λέγοντας ἀπεδέχετο, ἀλλὰ τό γε σχίζεσθαι διὰ ταῦτα σφᾶς πατριάρχου καὶ λίαν διὰ βάρους ἦγε καὶ προσωνείδιζε, καί τισιν ἐμβριθέστερον προσεφέρετο. σκοπῶ δὲ μὴ Πάτροκλος ἦν ὁ Ἐφέσου καὶ τὸ τοῦ Αἰνείου ἐσχε διάζετο εἴδωλον, τῆς βασιλικῆς γνώμης ἤδη κλινούσης πρὸς Ἀθα νάσιον τῷ τὸν Ἰωάννην ἀποπροσποιεῖσθαι, εἰ καὶ ἐν ἀφανεῖ 339 ταῦτ' ἦσαν ἔτι. ὡς δέ που καὶ τὸ ὑπ' ὀδόντα κεῖσθαι δοκοῦν ἀνάπυστον ἤδη ἤρξατο γίνεσθαι, καί τινες ἀφωσιωμένως πως καὶ ἐπιπολαίως τὰ περὶ ἐκείνου ᾐνίσσοντο, τὸ ἐκείνου σχίζεσθαι ἑαυτοῖς εὐπροσωπότερον καθιστάντες, τότε βασιλεὺς τὸν πρώ τως ὑπομνήσαντα περὶ τούτου ὑπώπτευεν, ὡς καὶ ἄλλοις εἴποι τὸν λόγον, κἂν αὐτὸν μὴ σκανδαλίσειεν ὑπειπών, ἄλλοις ἴσως εἰπὼν μῶμον προστρίψειε. διὰ τοῦτο, καὶ τῇ τοῦ πατριάρχου θαρρῶν σεμνότητι, ἐκφαυλίζει τὸν λόγον, καὶ τὸν πρώτως εἰ πόντα δῆλον καθίστησιν. ἄρρητον μὲν γὰρ εἶναι καὶ ἄπιστον, καὶ λίαν ὠρέγετο, ὡς ἐῴκει· ὑπολαλουμένου δὲ καὶ παρ' ἄλλων, αὐτὸς ἀναγκασθεὶς φανερὰν καθίστησι τὴν κατηγορίαν, καὶ ὡς ὑβριστὴν οὐκ αἰτίας ἀνίει τὸν φάμενον. ἀκούει ταῦτα καὶ πα τριάρχης, καὶ ὡς εἰκὸς δεινοπαθήσας, ἐπεὶ οὐ περιῆν ὁ πρώτως ἐπειπών, ὡς ἐλέγετο, αὐτῷ δὴ Σηλυβρίας τὴν συκοφαντίαν ἐπέ τριβε, καὶ συνόδῳ ἐπεγκαλεῖ ζητῶν τὴν ἐκδίκησιν ἑαυτῷ, κἂν ἐκεῖνος ὡς εἶχεν ἐπειλύων τὸν λόγον ἄλλως ἔλεγεν ἐξειπεῖν. (28) παρ' ἣν αἰτίαν καὶ βασιλεὺς (οὐδὲ γὰρ ἦν ψεύδους γρά φεσθαι βασιλέα γε ὄντα) ἐπὶ τοῖς τοιούτοις συκοφαντοῦντα διε λέγχειν ἀναγκαζόμενος, ὃ τέως ἀνέκφορον ἠβούλετο μένειν, ἐπὶ
27.1.7
Ἐν τούτῳ καί τις νεανίας τὸ γένος Βούλγαρος, Χοι ροβοσκὸς τοὐπίκλην, ἀπὸ τοῦ ἐπιτηδεύματος οἶμαι τοῦ πάλαι, Ἰωάννης, πολέμοις τισὶν ἐνδιατρίψας κατὰ Μυσίαν, ὡς ἰσχυρί ζετο, ἀκούων τὰ κατ' ἀνατολὴν δρώμενα, καὶ ὡς ἀσυντάκτως οἱ Πέρσαι χωροῦντες καὶ κατὰ λόχους ἐρημωθείσας τὰς χώρας μηδενὸς κωλύοντος κατατρέχουσιν, ἀναλαμβάνει θάρρος, καὶ εἰς τριακοσίους τῷ ποσῷ προσεταιρισάμενος, τοξοφόρους καὶ κορυνήτας τοὺς πλείστους, τὸ μὲν πρῶτον πρὸς τῇ θαλάσσῃ γε νόμενος ἠβούλετο διαπεραιοῦσθαι, ἔτι κατ' ἀνατολὴν τοῦ βασι λέως διάγοντος Μιχαήλ· ἐπεὶ δὲ ἀνενεχθὲν τοῦτο ἔννοιά τις ἐμ πίπτει τοῖς ἐπ' ἐξουσίαις ἀκούσασι, μὴ λαὸς ἀγροῖκός τε καὶ ἀπό λεμος παραπόληται, καὶ διὰ ταῦτα κατασχεθεὶς ἐκεῖνος φυλακῇ δίδοται, καὶ μῆνας ἐννέα τῇ ἐγκλείσει προσταλαιπωρήσας ἔπειτ' ἐκεῖθεν ἀποδρὰς τῇ ἐκκλησίᾳ προσφεύγει, ἐντεῦθεν αὖθις ἐνευ καιρήσας τῶν προτέρων ἐκείνων διανοιῶν γίνεται, καὶ τῆς ἐκκλη σίας κρύβδην ἀποχωρήσας ξύγκλυδα λαὸν ἐκ τοῦ παραυτίκα συν αθροίζει, καὶ τὴν ταχίστην συνάμα σφίσιν ἀνεπινοήτως διαπε 443 ραιοῦται. οὐδὲ γὰρ ἦν ἠρεμεῖν κἀκείνους κακουμένους ἤδη τῷ χρόνῳ, καὶ δυοῖν θάτερον, ἢ ζῆν ἐπὶ τῶν σφετέρων ἢ εὐκλεῶς πεσεῖν ἀγαπῶντας. καὶ οὕτως στρατὸς ὅλος γενόμενος ὑπὸ τῷ Χοιροβοσκῷ στρατηγοῦντι πεῖράν τινα ἁρπάζειν τῶν ἐχθρῶν ἐπει ρῶντο. καὶ τὰ μὲν πρῶτα ὀλίγοις πλεῖστοι παρεμπίπτοντες ἠν δραγάθουν. ἦν δὲ ἄρα εἰρωνεία τύχης σφίσι τὰ δρώμενα, καὶ ἐπεγέλα τούτοις τὸ μόρσιμον, τὸ τοῦ κολυμβητοῦ πάσχοντες, ᾧ δῆτα ὁ νόστος οὐκ ἔχει τὰ τῆς σωτηρίας ἐχέγγυα. ὡς γὰρ Κεγχρεαῖς πλῆθος Περσῶν περιίστατο, καὶ οἱ ἐκεῖσε πολλοί τινες ὄντες ἐκ τῶν κατὰ Σκάμανδρον χωρῶν διὰ τὴν ἀνάγκην παραβυ σθέντες ἐν κινδύνοις ἦσαν καὶ βοηθείας ἑτέρωθεν ἔχρῃζον, ἅμα τῷ μαθεῖν καὶ αὐτοὶ συνταξάμενοι ἐκεῖ γίνονται. καὶ ἀνωΐστως ἐπεισπεσόντες ἐκ τοῦ παραχρῆμα ἔδοξάν τινες εἶναι, καὶ ὑπερέσχον τραπέντων τῶν πολεμίων. καὶ τότε μὲν ὡς εἰκὸς ἀνακωχὰς τοῖς πολιορκουμένοις ἐδίδουν· ὕστερον δὲ συναχθέντες πλείους οἱ Πέρ σαι ἑνὸς κατὰ τούτων ὁρμήματος γίνονται, καὶ ἱππεῖς πεζοῖς μεθ' ὁρμῆς σφοδρᾶς ἐμπίπτοντες κατὰ κράτος νικῶσι, καὶ τὸν Χοιροβοσκὸν περισχόντες κτείνουσι, πλὴν οὐχ ἅμα τῷ περισχεῖν, ἀλλ' ἐπεὶ περὶ τῆς ἑαυτοῦ τιμῆς τοὺς ἐν τῷ φρουρίῳ προσελιπά ρει (ἔστησαν γὰρ τὴν τιμὴν εἰς νομίσματα πεντακόσια, ὧν λυ τροῦν ὑπισχνοῦντο), οἱ δὲ κατημέλουν, ἐκεῖνος Βουλγάρων 444 γλώσσῃ ὥς τινων ξυνησόντων (τὴν γὰρ Ἑλλάδα καὶ καχυπώπτευεν ὡς πολλῶν ξυνιέναι δοκούντων τῶν ἔξω) τοῖς ἐντὸς διελέγετο. οἱ λόγοι δ' ἦσαν ὡς ἰσχυρισομένου κατὰ Περσῶν, εἰ λύσαιντο. αὐτίκα γοῦν τινῶν ξυνιέντων καὶ Πέρσαις ἀγγειλάντων φωρᾶται κακουργῶν Πέρσας, οἳ τὸ καθ' αὑτοὺς δείσαντες, εἰ ἐχθρὸν ἀπαραίτητον λύσαιντο, τιμὴν ἐκείνην καὶ κέρδη ὡς οὐδὲν λογι σάμενοι κτείνουσιν. ἄλλος δ' ἔστι λόγος τούτου πιστότερος, ὡς πεφύλακτο μὲν τότε συνὼν τοῖς ἐχθροῖς, ὕστερον δ' ἀποδρὰς ἐκεῖθεν πρὸς δύσιν κάτεισι, καὶ τῷ Μιχαὴλ προσελθὼν τιμὴν λαβὼν ἐπὶ Βουλγάροις τῆς σεβαστότητος, ἐπεὶ ἀνόνητα ὅσα κατὰ Τούρκων καὶ Ἀμογαβάρων Ῥωμαῖοι ὥρμων ποιεῖν, ἐκχώρησιναὐτὸς λαβὼν παρὰ βασιλέως, περί που δὴ καὶ χιλίους συνάξας, πεζὸς σὺν πεζοῖς ἐπέχρα τοῖς Πέρσαις, καὶ κακῶς ἔδρα περὶ τὰ κατὰ τὴν Θεσσαλονίκην, οὐ Θεσσαλὸν πάντως ἀλλὰ Βουλγαρι κὸν καὶ οἷον αὐτῷ σύνηθες. ἐντεῦθεν ἐκ πολλῆς ἀδείας οἱ Πέρ σαι περικαθίσαντες ἐνδείᾳ ὕδατος αἱροῦσι τὸ φρούριον, καὶ τοὺς 445 μὲν ὀλίγων ἀποδράντων ἔργον μαχαίρας ποιοῦσι, τὰ δ' ἐκεῖσε σκυλεύσαντες πῦρ ἐνιᾶσι καὶ τὸ πᾶν ἀφανίζουσιν.
27.1.8
Κἂν τὸ κακὸν προέβη, εἰ μή γε κατ' ἐκείνην τὴν νύκτα ἐκ Γεννούας μακραὶ νῆες ἑκκαίδεκα, ἐμπορικῶν ἐπίφορτοι προσδοκώμεναι, νότου πεσόντος μετρίου καὶ παρὰ τὸν τῆς προσ δοκίας καιρὸν ἐφίσταντο. ἦν μὲν οὖν τοῖς Κατελάνοις καὶ Ἀμο γαβάροις ναυλοχησαμένοις κατὰ τὸ Ῥήγιον πραττόμενα τὰ δεινά, καὶ ὡς φοβεροὶ κατὰ τὸ εἰκὸς δοκοῖεν, νήπια μὲν ἐξ ἀφεδρῶνος ἐς στόμα τοῖς ἰδίοις παλτοῖς ἐμπείρουσιν, ἀνδρῶν δὲ τοὺς μὲν 534 πυρπολοῦσι, τοῖς δὲ καὶ ὡς διαγωγεῦσι χρώμενοι τῶν ἰδίων πλού των καὶ ὕστερον κατακτείνουσι, καὶ πάντα ποιοῦσι τὰ χαλεπώ τατα. τοῖς μὲν οὖν ἦσαν ταῦτα, καὶ ἐνετρύφων ταῖς συμφο ραῖς· δείλης δ' ὀψίας αἱ τριήρεις τὸ πέλαγος διεκθέουσαι κατε φαίνοντο. ἃς ἐξ ὅτι πλείστου τοῦ ἀποστήματος μόλις ἀποσκο πεύσαντες, ὡς ἰδίαις αὐτῶν φανείσαις (καὶ γὰρ ἐξ ὧν ἔφθασαν ἀποστόλων πέμψαι ἐκ Σικελίας σύναρσιν ἐξεδέχοντο) χορείαν εἱ λίττοντες ἐπεσκίρτων, καὶ ἕτοιμοι παρευθὺς ἦσαν, ὅπερ καὶ ἐκ προρρήσεων σφίσιν ἦν, συμβάλλειν τῇ Κωνσταντίνου. ἀλλ' ὡς ἤγγιζον καὶ τὰ σύμβολα κατεφαίνοντο καὶ δῆλοι ἦσαν Γεννουῗται συμπλέοντες, τοῦ θάρρους μὲν καθυφῆκαν, οὐ μὴν δὲ καὶ τε λέως ἀπεγνώκεσαν τὰ χρηστότερα. ἤλπιζον γὰρ ὡς ἐπιμίξασι προτενοῦσι τὰ τῆς εἰρήνης, ὡς οὐκ ἂν πάντως τὰς καθ' ἑκάστην διαπλωϊζομένας νῆας τοῦ γένους αὐτῶν ἀνέτους τε καὶ ἀσκύλτους ἐῷεν, εἰ μή γε σφίσιν ἔνσπονδοι ἦσαν. καὶ γὰρ οὐδ' ὀλίγοι ἐξ αὐτῶν τυχόντες κατὰ πόλιν παρὰ τοῖς Γεννουΐταις διεφυλάσσον το, ὥστε καὶ νηὸς τῶν χρειωδῶν ἐπιφόρτων πρὸς αὐτοὺς παρ' 535 ἐκείνων ἀπολυθείσης, ἐπεὶ ἡ ναῦς παρὰ τῶν τοῦ βασιλέως ἑάλω, Γεννουΐτας ταῦτα δυσχεράναντας ἀποστεῖλαι τοὺς κτενοῦντας τὸν τοῦ βασιλέως ναύαρχον καὶ ἀποκτανεῖν, καὶ δι' ὀργῆς ἐκεί νους διὰ ταῦτα γενέσθαι τῷ βασιλεῖ. κἂν καὶ δίκην ἔδωκαν τὴν ἐσχάτην καὶ διὰ ταύτην καὶ δι' ἄλλην προηγησαμένην αἰτίαν, περὶ ἧς αὐτίκα λέξομεν, εἰ μή γε τὰ ξυμπεσόντα τὸν κρατοῦντα κατεμάλασσον ὡς ἐκεῖθεν τὰ τῆς ἀρωγῆς πλέον ἐλπίζοντα, καὶ σφίσιν ἐξιλεοῦτο. καὶ ἀμφοτέρωθεν κηρύγματα προύβαινον συνεχῆ, ἀνωρμημένων ἤδη καὶ τῶν Ῥωμαίων, μηδὲν ἐπιτολμᾶν κατ' ἀλλήλων, εἰ δ' οὖν, ἀλλὰ ζημιοῦσθαι τὰ μέγιστα ὡς κα ταφρονητὰς τῶν ἐπεσταλμένων. τούτοις θαρροῦντες Ἀμογά βαροι ἐξεδέχοντο Γεννουΐτας καταίροντας. ἐκεῖνοι δὲ διερχόμε νοι καὶ τὰς πυρπολήσεις καθορῶντες ἐν θαύματι ἦσαν, καὶ μα θεῖν ἠβούλοντο τὰ πραχθέντα. ὡς δὲ προσίσχουσι τῷ λιμένι, ὁ προρρηθεὶς Μπυριγέριος, ὃς δὴ προηγεῖτο τοῦ Ἀμογαβαρικοῦ στόλου, παρὰ τοὺς ἐξηγουμένους τῶν Γεννουϊτῶν ἐκείνων νεῶν γίνεται, καὶ ἀρχῆς ἀπ' ἄκρης τὰ καθ' αὑτοὺς διελθὼν τέλος προσετίθει καὶ τὸ αὐτοὺς μὲν ταῦτα πράττειν ἐκδικήσεως ἕνεκα, 536 εἶναι δὲ καὶ Γεννουΐτας ἐνσπόνδους σφίσιν, ὡς ἐκ πολλῶν ἔστι μανθάνειν, εἰ βούλοιντο· ἐκείνοις δὲ καὶ βασιλέα χολᾶν καὶ δι' ὀργῆς ἔχειν μεγίστης καὶ ἄλλων μὲν πλείστων ἕνεκα, ἀλλὰ καὶ φρερίοις βοηθοῦντας ἐκπίπτουσι τῆς κατὰ τὴν πόλιν καθέδρας αὐτῶν, ὑπ' ὀργὴν σφίσι γενέσθαι ξυμβῆναι, καὶ ἀπηρτημένους εἶναι τὸ παράπαν τῷ βασιλεῖ, ὥστε καὶ ἐπικεκλεῖσθαι σφίσι τὰς πύλας τῆς πόλεως καὶ τὴν πρὸς βασιλέα συνήθη πρόσοδον ἀφῃ ρῆσθαι. ταῦτα καὶ ἄλλα πολλὰ ξυμφοροῦντα τὸν Μπυριγέριον τὰς τῶν Γεννουϊτῶν γνώμας μαλάττειν πειρᾶσθαι ἐφ' ᾧπερ καὶ μετ' εἰρήνης ἀπαλλαγεῖεν. ἀλλ' ἐκεῖνοι σοφώτερόν τι ποιοῦντες καὶ τὰ καθ' αὑτοὺς ἀπαρτῶντες νυκτὸς ἐξ αὐτῆς πέμπουσι πρὸς πόλιν τὸ πᾶν παρὰ τῶν οἰκείων πυθέσθαι, καὶ ὅπως ἔστι τὸ μετὰ τοῦ βασιλέως αὐτοῖς θέλημα. καὶ μία μὲν τριήρης ταχυ ναυτοῦσα εὐθὺ τῆς πόλεως ἔπλει, κατὰ πύστιν βεβαίαν, πρὸς τοὺς κατὰ πόλιν Γεννουΐτας· (28) ἡμῖν δ' οὐ χεῖρον ἐν το σούτῳ τὸ περὶ τῶν φρερίων διασαφῆσαι. τόπος ἀνεῖτο τῷ δη μοσίῳ κατὰ τὴν ἀγοράν, ὃν καὶ ἀξιώσαντες ἐξωνοῦντο φρέριοι βασιλέως προστάξαντος. τὸ δὲ αἴτιον, ἐφ' ᾧ μονή τις συσταίη 537 σφίσι. καὶ φιλοτίμως συνίστατο, πολλῶν παρ' ἑκάτερα κω λυόντων καὶ ἄλλων μὲν ἕνεκα, μάλιστα δὲ διὰ τὸ τῆς ἀκριβοῦς θρησκείας ζηλωτικόν· παρ' ἣν αἰτίαν καὶ ὁ πατριαρχεύων ὑπο κνιζόμενος τὰς πρίν τε ἀνελάμβανεν ὁμολογίας καὶ βεβηλοῦν ᾑρεῖτο τὸν τόπον. ὃ δὴ καὶ δεινὸν τοῖς φρερίοις ἐδόκει, καὶ ἀν τεζήλουν φιλονεικότερον, εἰ μονὴν ἱερὰν ξυσταθεῖσαν τέως, ἐν ᾗ καὶ θυσιαστήριον μὲν ἐπήχθη καὶ ὕμνος ἱερῶν ἀνδρῶν ἐκτελεῖ ται, σώματα δὲ τεθάφθαι συνέβη, μεταποιεῖν εἰς κοινὴν κατα μονὴν οὐκ ἀπώκνουν οἱ τέως ζηλοῦντες τὰ θεῖα. ἀλλ' ὅμως τὸ δοκοῦν ἀκριβὲς τοῖς θρήσκοις παρώρμα, καὶ βασιλεὺς συνεργεῖν ἠξιοῦτο. καὶ ὃς μηδὲν ἔχων ἀντιλέγειν τῷ ἱερεῖ ηὐδόκει τὴν με ταποίησιν, καὶ τῷ μὲν ἀμηραλῇ τὸν τόπον ἀπεχαρίζετο, τοὺς δὲ 538 φρερίους ἀξίοις ἀποτιμήμασι θεραπεύειν ᾑρεῖτο, κἂν αὐτοὶ τὸ παράπαν ἀποστυγοῦντες τοῦ μὴ μεταπίπτειν προεῖντο καὶ τὴν ζωήν. πλὴν δ' οὐχ οἷοί τ' ὄντες πρὸς βασιλικὰς ἀντέχειν δια ταγάς, πρὸς μόνον τὸ εὐλαβὲς περὶ τὰ θεῖα τοῦ προστάσσοντος ἀφεώρων. καὶ ἱερὰ μὲν ἐκεῖνα καὶ πᾶσαν τὴν αὐτῶν ἑτοιμασίαν ἀμετάθετον εἰακότες, οὐδὲν ἧττον καὶ περὶ τῶν λοιπῶν οὕτω διατεθέντες ὡς μηδὲν ἐκεῖθεν τῶν τοῦ ναοῦ μεταθεῖναι, ἠμέλουν ὡς μὴ ἂν μεταθησομένων, ὥς γε σφᾶς οἴεσθαι. ἐπεὶ δὲ καὶ αὖθις ὁ κρατῶν ἠνωχλεῖτο καὶ ἀπαραίτητον κατενόει τὴν βίαν, πέμψας τῷ τῶν Πισαίων ἐξάρχῳ προστάσσει ἐκ γειτόνων ὄντι συμπαραλαβόντα τοὺς ἐν τῷ καθ' ἱεροῦ τοῦ ἀποστόλου Πέτρου ἱερεῖς ἐπιστῆναι τῷ τόπῳ, καί γε τοὺς μὲν περὶ αὐτὸν ἐν ἀξιο πίστοις τετάχθαι μάρτυσιν ὥς θ' εὕροιεν καὶ ἃ μεταθεῖεν, μη δενὸς τὸ παράπαν ἐσκυλευμένου, τοὺς δ' ἱερεῖς εὐλαβῶς ἀναλα βόντας τἀκεῖ κείμενα ἐν τῷ τοῦ κορυφαίου τῶν ἀποστόλων μετα θεῖναι ναῷ. ὡς δὲ γέγονε ταῦτα καὶ ἐπράχθη ἡ τῶν ἱερῶν καὶ τῶν ἄλλων μετάθεσις, οἱ φρέριοι μηδὲν ἔχοντες ὅ τι τοῖς ἄλλοις 539 χρήσαιντο, πρὸς τὸν ἐπιστάντα τὸ πᾶν τῆς ὀργῆς ἐξεκένουν, καὶ ἐνεκάλουν πρὸς Γεννουΐτας κατὰ τὴν περαίαν, καὶ ἠξίουν τὸν καταφρονητὴν ἀμύνασθαι. καὶ ὁ ἐξουσιαστὴς ἐκείνων, τὴν ἐπὶ τούτοις ἄμυναν τῶν καλῶν ἡγησάμενος, ἐκπέμπει κρύφα τοὺς ἐκεῖνον ἐγγὺς θανάτου ποιήσοντας· κτανεῖν γὰρ οὐκ ἐδι καίουν, ἀλλὰ σπάθαις στίζειν ἐσχάτως. ἐνεδρεύσαντες τοίνυν ἐξεπλήρουν τὰ τοῦ βουλεύματος, καὶ πολλαῖς τὸν ἄνθρωπον ἐπεισπεσόντες ἐκ τοῦ αἰφνηδὸν ᾐκίσαντο, ὡς φοράδην οἴκοι μό λις πιστευόμενον ζῆν ἀπαχθῆναι. τοῦτο βασιλεὺς εἰς ἑαυτὸν ἀναφέρων ἀπὸ προσώπου τ' ἐποίει τὸν τῶν Γεννουϊτῶν ἄρχοντα, καί σφιν ἐφ' ἡμέραις ἐπιζυγοῦσθαι τὰς τῆς πόλεως πύλας προσέ ταττεν, ἀναρτῶν τὸ πραχθὲν εἰς κρίσιν τοῦ κουμουνίου, μέλ λοντος ἑτέρου κατὰ πύστιν ὅσον οὐκ ἤδη τὴν ἀρχὴν διαδέχεσθαι. Ταῦτα Μπυριγέριος τότε ὡς λαβὴν προύτεινε σκανδάλου, καὶ ἀλλοτριοῦν τοῦ βασιλέως τὰς ἐκείνων γνώμας ἐπείρα, μὴ εἰ δώς, ἢ καὶ ἑκὼν παραλείπων, ὡς βασιλεὺς φθάσας σφίσιν ἐξευ 540 μενίζετο καὶ ξυμμάχους προσελάμβανεν, ἀγγελθέντων τῶν αὐ τοῖς πραττομένων. ὡς ἀωρὶ τῶν νυκτῶν ἡ ναῦς ἐπέστη καὶ ἤδη Γεννουΐταις ἡ τῶν νηῶν ἠγγέλλετο ἄφιξις, πρόσετι δὲ καὶ τὸ ποιητέον ἐζητεῖτο ὡς εὐθὺς ὑποστρεψόντων καὶ κομισόντων τὰς ἀγγελίας, εὐθὺς ἐκεῖνοι παρὰ βασιλέα ὑπὸ λαμπτῆρσιν ἀφιγμέ νοι τὰς ἐκεῖθεν ἐκχωρήσεις ἐλάμβανον, ὡς εἰ μὲν ὑποκλιθεῖεν ἀντιμαχοῦσιν, εἰ δ' ἀνθίσταιντο, εὐθὺς πολεμεῖν, καὶ πλήθους συχνοῦ πρωΐας Ῥωμαϊκοῦ τοῦ μὲν κατὰ τὰς ἀκτὰς στησομένου πρὸς ἄμυναν, τοῦ δ' ἁλιάσι διαποντίου γενησομένου· οὐδὲ γὰρ ἀπέβλεψεν, ὡς αὐτὸς μὲν οὐ ποιήσων, πρὸς ἐκείνους δὲ τὸ πᾶν πράξοντας. σφίσι μὲν οὖν τὸ δάος ἦν ἐν χερσί, καὶ ὑπέστρε φον· (29) βασιλεὺς δὲ μυρίους ἐξήλα μεθ' ὅπλων, πορθμὸς δ' οὗτος νηῶν ἐπληροῦτο διαπλωϊσομένων πρὸς Ῥήγιον. οὔπω δὲ καλῶς ἐπέστησαν οἱ πεμφθέντες, κἀκείνοις ἐξ ἐωθινοῦ στερρὰ συνίστατο μάχη, τοῦτο μὲν καὶ διὰ τὴν ἐντεῦθεν δήλωσιν, 541 τοῦτο δὲ καὶ τρόπον ἀνάγκης. τοῦ γὰρ Μπυριγερίου ἀπογνόν τος τὰ τῆς εἰρήνης, καὶ μεγάλα χρήματα τοῖς ναυάρχοις καθυ πισχνουμένου εἰ ἀφεθεῖεν, καὶ οὕτω σφῶν μαλακιζομένων, οἱ ἐπιβάται ζηλοτυπήσαντες εἰ μὴ κερδαίνοιεν καὶ αὐτοί, εὐθέως πρωΐας ἄρχουσι μάχης. καὶ πρῶτον μὲν ἀκροβολισμοῖς Ἀμογα βάρους παρακινοῦσιν, ἔπειτα δὲ καὶ εἰς ἀνάγκην τοῦ μάχεσθαι καταστήσαντες κυκλοῦσι τούτους. καὶ πίπτουσι μὲν οὐκ ὀλίγοι ἐξ ἑκατέρων, καὶ τραυματίαι γίνονται πλείους· ἀλλ' ὑπερτεροῦσι Γεννουῗται, καὶ κατὰ κράτος αἱροῦσι τὰς ναῦς, μιᾶς ἀποδρά σης καὶ μόνης. ὁ γὰρ Μπυριγέριος ὡς ἅπαξ τῷ τῶν νηῶν ἡγε μόνι προσῆλθεν, ἐπειδὴ ἄπρακτά οἱ ἦσαν τὰ προβαλλόμενα, τὸ ἴδιον αἷμα ἐκείνῳ προσανετίθει, καὶ εἰσδὺς τὰ τῶν καταστρω μάτων κατώτατα, ἐκείνων ἄνωθεν πολεμούντων, αὐτὸς ἀπόλε μος τὸ παράπαν ἔμενε. τῆς δ' αὖ ἡμέρας, ἥτις ἦν τριακοστὴ πρώτη Πυαντιῶνος, σταθηρᾶς ἱσταμένης μεσημβρίας, ἦν ὁρᾶν τὸν πορθμὸν ἀναπλεούσας τὰς τριήρεις ὑπὸ κώπαις καὶ συριγμοῖς, πλὴν τὰς μὲν μετ' εὐκόσμου στόλου καὶ μειζόνων φρονηματισμῶν, ἐπιρροιζούντων καὶ τὸν συμβόλων ἐκείνων πρὸς ἄνεμον, τὰς 542 δ' ἡττηθείσας ἀκόσμους καὶ ἀσυμβόλους, ὑποσαλευούσας μὲν τῷ ῥοθίῳ ὑπὸ κώπαις μετρίαις, τρόπον δ' ἐφολκίων ἐξημμένας τῶν προθεουσῶν προτόνοις μηκίστοις, καὶ φερομένας ἵν' ἂν ἐκεῖ ναι καὶ ἄγοιεν. ὡς γοῦν τὴν ἀκρόπολιν ἔκαμψαν, ὁδὸν μὲν ἐκεί νην τὴν πρὸς τοὺς οἰκείους ἀπείπαντο, ἄνω δέ που τὰ μέσα τοῦ ἁγίου Φωκᾶ καὶ ἐπίταδε ναυλοχησάμενοι ἀπεπαύοντο. τῇ δ' ὑστεραίᾳ νῆας μὲν ἐκείνας τὰς ἡττηθείσας, οὕτως ὡς εἶχον, ἀντάνδρους πρὸς οἰκείους κατάγουσι καὶ ἐν τηρήσει ποιοῦνται παντοίᾳ, αὐτοὶ δὲ τῷ βασιλεῖ προσκληθέντες τὰ εἰκότα φιλοφρο νοῦνται. καὶ τοῖς μὲν ναυάρχοις τὰ τῶν ἀναβολῶν ὡς εἶχον πρὸς βασιλέως φιλοτιμότερον μετημφίαστο, τοῖς δέ γε πλήθεσι τὰ εἰς δαιτὸς φιλοτιμίαν ἐδίδοντο. αὐτοὶ δ' ἐφ' ἡμέραις προσμείναντες, μήτε τι τῶν σωμάτων μήτε τι τῶν πραγμάτων δόντες, χρημάτων ἀποδόσθαι ἠβούλοντο. ἀλλὰ καὶ ὑπὸ μι σθοῖς μὲν συνεφώνουν ἐπὶ τοὺς κατὰ τὴν Καλλίου στρατεύειν· τέλος δ', ὡς ἐδόκουν, γνωσιμαχήσαντες διὰ τοὺς ἐκεῖ Γεννουΐ τας, οἶμαι, ἐξ αὐτῆς συμπαραλαβόντες καὶ Μπυριγέριον συνά μα τοῖς πρωτίστοις αὐτῶν πρὸς τὴν τῶν Λαζῶν ἀνέπλεον χώραν, μίαν μόνην τῶν τριήρεων πρὸς τὰ αὐτῶν ἤθη εἰς δήλωσιν ἀπο λύσαντες. 543 Βασιλεῖ δ' ἐντεῦθεν φροντὶς ἦν πῶς ἂν μετέλθοι τοὺς κατὰ τὴν Καλλίου, ἐπείτοι γε καὶ βοήθεια μὲν ἐκείνοις ἠγγέλλετο πα ραγίνεσθαι, ἠκούετο δὲ καὶ ὡς Πέρσας ἐκ τῆς περαίας καλεῖν βούλοιντο. καὶ οἱ ἀμφὶ τὸν νόθον δὲ τοῦ Θευδερίχου αὐτά δελφον προσδόκιμοι ἦσαν καὶ αὖθις φαίνεσθαι. οὐ μὴν δὲ (30) ἀλλὰ οὐδ' ὁ νέος ἄναξ Μιχαὴλ ἠμέλει, ἀλλὰ καὶ αὐτὸς ἀφεὶς τὴν Ἀδριανοῦ καὶ πρὸς τῷ Παμφύλῳ γενόμενος τοὺς ἀμφὶ τὸν μέγαν ἑταιρειάρχην τὸν Δούκαν καὶ τὸν μέγαν τζαούσιον τὸν Οὐμπερτόπουλον καὶ τρίτον τὸν Βοσσίλαν, ἱκανοὺς εἰς πολέμου ἐξάρτυσιν, ἐπὶ τοὺς κατὰ τὴν Καλλίου Ἀμογαβάρους ἐκπέμπει, οἳ δὴ καὶ ἀπὸ Βραγχιαλίου ἐστρατοπεδευμένοι ἕτοιμοι προσβα λεῖν ἦσαν, ἤν που φανεῖεν. οἱ δὲ τῶν ἐντὸς ἀπαλλαγέντες φό βων (οὐδὲ γὰρ οὐδὲ τοὺς περιόντας τῶν σκυλευθέντων ἐντὸς τοῦ φρουρίου εἴων, ἀλλ' ἐν τῷ κατ' αὐτοὺς καράβῳ ἐλεεινὰ φορτία συνάμα τῷ σφετέρῳ νηησάμενοι πλούτῳ εὐφυλάκτως εἶχον) τὴν μάχην αὐτόθεν σοφίζονται, καὶ πλείστην λείαν ἐξελάσαντες ζώων, ὡς ἂν μηδὲν ὑπειδόμενοι τῶν κακῶν, ἄνετον εἴων. τὸ δ' ἦν ἀπάτη· καὶ γὰρ καὶ αὐτοὶ ἱππεῖς τε καὶ πεζοί, ἀγαθοὶ τὴν τῶν 544 ὅπλων ἕξιν καὶ ὡς ἰδεῖν ἀπρόσμαχοι, ἐνεδρεύουσι. τότε γοῦν τὸ μὲν καθαρὸν τῶν Ῥωμαϊκῶν συντάξεων ἐν ὅπλοις ἦσαν καὶ τὸν πόλεμον προσεδόκων, οἱ δὲ πλεῖστοι περὶ τὴν φανεῖσαν λι χνευσάμενοι λείαν ἐξέθεον ἀσυντάκτως. καὶ εὐθὺς οἱ ἐνεδρεύον τες εὐσυντάκτως ἐς ὅτι μάλιστα καὶ πεφυλαγμένως ἀφώρμων. παρ' ἑκάτερα γὰρ ἑνὸς ἵππου δύο πεζοὶ ἐδοχμίαζον, Ἰταλικοῖς τόξοις καθωπλισμένοι· αὐτοὶ δὲ μετὰ πελτῶν καὶ παλτῶν, ἐπι χωρίων δοράτων, ἃ δὴ τὸ παλαιὸν ἄγγωνες ἐκαλοῦντο, τὸν πό λεμον ἀπεθάρρουν. οἳ δὴ συστάντες μάχην ἔστησαν κραταιάν. καὶ πίπτουσι μὲν ἑκατέρωθεν, τέως δ' ἐπὶ τοῦ προτερήματος γί νονται Κατελάνοι, καὶ μέχρι καὶ Μονοκαστάνου τόπον κατατρέ χουσι καὶ φονεύουσιν. ἡ δὲ πύστις ἐπὶ διακοσίοις ἵστα τὸν φό νον, πληγέντων καὶ αὐτῶν ἡγεμόνων. τότε βασιλεὺς ἐκ βασιλι κῶν ἔξωθεν μηνυμάτων μαθὼν τὸ συμβὰν ἤλγησέ τε σφόδρα, καὶ ἐν μεταγνώσει ἦν τοῦ μὴ παντάπασιν μετελθεῖν Γεννουΐτας ἐκείνους, καὶ μισθώμασιν οἷς ἀπῄτουν ἐξικανωσάμενον συμμα χεῖν πείθειν ἐπ' Ἀμογαβάρους, ὡς εἶχον εὐθὺς ὁρμήσαντες, ἀλλ' ὅμως περὶ τὰς δόσεις φειδώ τινα καὶ ὑπερημερίαν ἐνδειξάμενον νῦν ἐπὶ τοῖς ξυμβᾶσιν ἀλγεῖν. ἐκεῖνοι γὰρ ἐν ἓξ χιλιάσιν ἵστων χρυσίου τὸ μίσθωμα ἀπελθεῖν συνόλους καὶ μαχέσασθαι τὴν τα
27.1.9
Βασιλεὺς δὲ ταῖς ἀπὸ τῶν ξενικῶν ἐλπίσι μετέωρος ὢν τὴν ψυχήν, ὅμως καὶ ἀφ' ἑαυτοῦ τὰ πολλὰ ἐτεχνᾶτο ὑπο σπόνδους ἐκ τιμημάτων προσάγεσθαι τοὺς ἀλάστορας. Γεν 624 νουῗται μὲν οὖν οἱ κατὰ πόλιν ἄρτι πρώτως παρὰ τοῦ σφῶν συνε δρίου ἀββᾶν δεξάμενοι (δηλοῖ δὲ ἡ φωνὴ τὸν ἡγούμενον, ἔχει δ' οὗτος τὴν τοῦ δήμου προστασίαν, ὡς παρὰ Ῥωμαίοις ὁ πραί τωρ τοῦ δήμου πάλαι) Ἀμογαβάροις ἤθελον διαλλάττεσθαι· οὐδὲ γὰρ εἶχον ἄλλως τὴν κάτω διαπλωΐζεσθαι κατὰ τὰς αὐτῶν πραγματείας θάλασσαν. ταύτῃ τοι καὶ τὰ τῆς πρεσβείας ὁ ἀββᾶς ἀνεδέχετο. καὶ βασιλεῖ γνωσθέν, ἐπεὶ στρατὸν βάρος ἔχοντα οὐκ εἶχε πέμπειν, ἀλλά τινα τῶν ψιλικῶν ταγμάτων περὶ τὸν μέγαν ἑταιρειάρχην ἦσαν τὸν Δούκαν, οὓς ἦγεν ὢν ἐπὶ τοῦ στρατοῦ πρότερον, ἤν πῄ ποτε κρυφηδὸν καὶ ἐξ ἐνέδρας προσβάλλοιεν (οὐ γὰρ ἦν φανερῶς ἀντιτάττεσθαι), διὰ ταῦτα οὐκ ἦν ἀποδέ χεσθαι Γεννουΐτας πρὸς ἐχθροὺς τῶν Ῥωμαίων εἰρήνην συντίθε σθαι θέλοντας. ἔνθεν καὶ πρῶτον μὲν πέμψας ἀναστέλλειν ἐπει ρᾶτο τὸ βούλημα, ὡς δ' οὐκ ἔπειθεν, εἶναι μὲν καὶ πάλιν οὐδὲν ἧττον σφᾶς φίλους καὶ βασιλεῖ καὶ Ῥωμαίοις, ἐφ' οἷς καὶ ὅρκους ἀπαιτούμενοι τοὺς παλαμναιοτάτους ἐδίδοσαν, ἦ μὴν καὶ αὖθις ὑπὲρ Ῥωμαίων........ καὶ ὅρκους...... ἑτέραν βουλὴν 625 ὁ κρατῶν προσανετίθει τῷ ἡγουμένῳ καὶ τὴν παρ' αὐτοῦ πρε σβείαν πρὸς Ἀμογαβάρους, ἐφ' ᾧ ἐθέλοιεν χρημάτων μεγάλων καὶ τιμῆς τῆς προσηκούσης καὶ κυβερνήσεως, ὡς καὶ ἀναδοχῆς ἀξιοῦσθαι τοὺς βασιλεῖ δουλεύειν θέλοντας, διαλύεσθαι. καὶ ταῦτα προσαναθεὶς τῷ ἀββᾷ ἐκπέμπει· καὶ τῇ μεταξὺ διημερεύ σει ἀνακωχὴ ἦν, εἰ καὶ ἄλλο τι ἐσκευαγώγει πρὸς πόλιν, καὶ ὁση μέραι λαὸς καὶ ζῶα ἐντὸς τοῦ ἄστεος ἐπληθύνετο, ὡς καὶ τὰ περιττὰ τῶν ζώων σφαγῇ καὶ μακέλλῳ δίδοσθαι. ἀλλ' ὁ μὲν ἀββᾶς ἐπιστάς, καὶ ἐφ' ἡμέραις τὰ τῆς πρεσβείας μεταχειρίζων, οὐδὲν ἤνυσε πλέον, οὔτε ἄπρακτος ὑποστρέφει, πολλά τε καὶ ἀτάσθαλα καί γε μὴ οἷά τ' ἂν γενέσθαι ἀπαιτοῦντος τοῦ Ῥομο φόρτου. ἐβούλετο γὰρ καὶ τόπους καὶ σώματα καὶ φρούρια ἀπεμ πολεῖν πρὸς βασιλέα μεγάλων χρημάτων, καί γε προσαπῄτει καὶ τὰς μισθοφορίας. εἰ δ' οὖν, ἄλλας χώρας σπεύδει λαβόντα κα τέχειν, καὶ ἄλλον ἐπιβάλλεσθαι ὃν ἂν δύναιτο τρόπον ἀντιπάλων, καὶ ἐς τέλος διαμάχεσθαι διετείνετο. ταῦτα καὶ ὁ κατὰ τὸ Μά 626 δυτον Φαρέντα Τζιμῆς πέμπων ἀπέλεγεν· εἰ γὰρ ἡμερώτερον οὗτος παρὰ τὸν Ῥομοφόρτον τοῖς Ῥωμαίων πράγμασιν. ἐκεῖνος ἅμα Τούρκοις καὶ τοῖς ἰδίοις, ἔτι δὴ καὶ τοῖς Ῥωμαίοις ἀποστα τήσασιν ἐξ ἀνατολῆς, οἳ δὴ καὶ κουρᾷ τριχῶν καὶ γενείου Ἀμο γαβάροις ἐξοικειοῦντο, οὔπω καλῶς τὰς ἀποκρίσεις τοῦ ἀββᾶ δόντος, διατάξας τὴν στρατείαν κρότῳ κερῶν μέχρι καὶ τῆς πό λεως ἤλαυνε. καὶ ἦν ἐντεῦθεν βλέπειν σκευαγωγοῦντας τοὺς ἔξω καὶ αὐτοὺς δὴ τοὺς ἐν περαίᾳ κατῳκημένους, ὡς νύκτα καὶ ἡμέ ραν ἀνὰ τὰς τῆς πόλεως πύλας συνθλιβομένους δυσχερῶς διεκ παίειν αὐτοὺς καὶ ζῶα παντοῖα, καὶ πολλοὺς ἀνὰ τὰς τῆς πόλεως κεῖσθαι ῥύμας ἀφεμένους τῶν ἔργων. τότε ὁ μὲν πατριαρχεύων ὁσημέραι τὰς λιτανείας ἐντὸς τῆς πόλεως ἐπεδαψιλεύετο, βασι λεὺς δ' ἐπαμηχανῶν τοῖς φημιζομένοις, ὅτι καὶ οὐκ ὀλίγος ἐπέ πρακτο φόνος, οἷς ὑστερεῖν συνέβαινε τῶν ἐπὶ τῆς πόλεως ἅπτε σθαι, (αἱ γὰρ δυνάμεις ἐπιλελοίπασιν) ἢ θεῷ τὴν δίκην ἀνατι θέναι καὶ παρ' ἐκείνου ζητεῖν τὴν τοῦ ἐκκεχυμένου ἀδίκως ἐκδίκη 627 σιν αἵματος ὅμως δὲ καὶ τὰ δυνατά οἱ πρὸς τὸ παρεστὸς οὐκ ἠμέ λει ποιεῖν. τῷ γὰρ Δούκᾳ καὶ μεγάλῳ ἑταιρειάρχῃ ἐξ ἀξιώματος συχνότερον πέμπων ἐπέσκηπτε κατ' ἴχνος ἠρέμα τοῖς ἀλάστορσιν ἕπεσθαι, ἐπεὶ οὐ δυνατὰ ἦν κατὰ πρόσωπον παντὶ τῷ συστήματι ἀντιτάττεσθαι. ὅθεν καὶ οὗτος μὲν ἐμπίπτων πολλάκις ἐξ ἀφα νοῦς τὸ οὐραγοῦν ἐζημίου, ἐκ δὲ Τζουρουλοῦ οἱ ἐντὸς ἀναθαρ σήσαντες ἀνδρικώτερον προσβάλλουσι Ῥαιδεστῷ καὶ κακῶς τοὺς ἐκεῖ δρῶσι, πρὸς τῷ καὶ λείαν ἱκανὴν περιβαλέσθαι. ὃ δὴ καὶ γεγονὸς δῆλον, ὡς ἔδειξε, τοῖς ἐχθροῖς, οἱ δὲ πρὸς τὸ τυχὸν λαβόντες ὀπισθόπουν τὴν πορείαν πεποίηντο. οὐ μὴν δ' ἀλλὰ οὐδ' οἱ καθ' ἕω τῆς περαίας Τοῦρκοι καλῶς ἀπηλλάττοντο, ἀλλὰ πολλάκις προσέβαλλον καὶ πολλοὺς κακῶς ἐποίουν εἰς τρυγητὸν ἐξιόντας, ὥστε καὶ τοὺς ἐν τῷ Ἱερῷ ἀναγκαζομένους, ἐπεί ποτε καὶ ἐντὸς ἐκεῖνοι λαθόντες ἐγένοντο, εἰ καὶ αὖθις φοβηθέντες ἐξῄεσαν, οὐχ ἱκανοὶ τὸ πλῆθος ὄντες κατέχειν τὸ φρούριον, κα ταβολαῖς τεταγμένων τελῶν τὰς σπονδὰς ὠνεῖσθαι. τοῖς δὲ καὶ κατὰ τὴν Μηλέαν τραχυνομένοις καὶ πολλοῖς ἐν αὐτῷ συστᾶσι τὸ ἐκεῖ μάχιμον ἐμπίπτει καὶ ἐπὶ τοῦ προτερήματος γίνεται, ὡς τῆς 628 αὐτῆς σχεδὸν ἡμέρας φήμας ἀγαθὰς τὸν κρατοῦντα καὶ ἀμφοτέ ρωθεν δέξασθαι. ἔδοξε δὲ ταῦτα τῶν συχνῶν ἐκείνων λιτανειῶν τοῦ πατριαρχεύοντος κάρπωμα, καὶ ἦν ἐντεῦθεν τοῖς γεωργοῦσιν ἐξιέναι κατὰ σπορὰν τῶν καρπίμων, εἰ καὶ αὖθις ἔνθεν μὲν ἡ τῶν ἐχθρῶν προσδοκία καὶ ὁ ἐκεῖθεν φόβος, ἐντεῦθεν δὲ καὶ τὸ κεκωλῦσθαι σπείρειν, οὕτω τῆς περὶ τὸν βασιλέα δοκιμασάσης βουλῆς ὡς μὴ τοῖς ἐχθροῖς ἐς νέωτα σπείρειν, ἀριστοτέρας τὰς ὁρμὰς σφῶν ἐποίει, καὶ οὐκ ἀπεθάρρουν τοὐμφανὲς τὴν ἐξέλευ σιν. διὰ ταῦτα καὶ τὰ τοῦ ἀρότου ἠπράκτουν, καὶ λιμὸς ὁ βα ρύτατος ἠπειλεῖτο τοῖς ἡμετέροις, κἂν τοῖς ἐχθροῖς βαρείας χεῖ ρας ἐφεῖναι τούτων προσεδοκᾶτο, μηδὲ τούτοις σπείρουσι. πλὴν Ὀσφεντίσθλαβος μὲν τῆς εἰρήνης ἐδίψα, καὶ κῆδος πρὸς βασιλέα συντιθέναι ἤθελεν, καὶ ἐπὶ τούτοις τὸν πατριαρχεύσαντα Ἰωάν νην (ἐκεῖ γὰρ κἀκεῖνος συνεάλω Σωζοπολίταις) μεσίτην πρὸς βα σιλέα περὶ τῶν ζητουμένων προυβάλετο. βασιλεὺς δὲ ὑπερτιθέ μενος ὅμως τῆς ἀνάγκης ἡττᾶτο, καὶ πέμπων τὴν εἰρήνην ποιεῖν κατὰ τὸ αὐτῷ βουλητὸν ἐδοκίμαζεν. ἐκεῖνος γὰρ ἓν τῶν θυγα τρίων τοῦ βασιλέως Μιχαὴλ ἐζήτει λαβεῖν· ἃ δὲ προύφθασε τῶν 629 πολισμάτων κατασχεῖν, οὐκ ἀπέλυε μέν, ὅμως γε μέντοι τοῖς νέοις καὶ ὁμοζύγοις διενοεῖτο ταῦτα διατηρεῖν. βασιλεὺς καὶ ἄλ λως θέλων πράττειν τὸ συνάλλαγμα ἐκεῖνον ἀνέβαλλε. καὶ ἐν τοσούτῳ ἐκεῖνος μετέωρος ὢν τὸν ἐκεῖσε σῖτον διαπλωΐζεσθαι κα θυφίει, καὶ οὕτω Ῥωμαῖοι ἐσιταρκοῦντο, καὶ φάρμακον ἦν τοῦ λιμοῦ τὸ πραττόμενον.

Intertext edge

Open linked passage

Note