Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1.1
Ἐπηλήθευσε δὲ τοῖς τότε τετελεσμένοις καί τι συμ βὰν φοβερὸν μὲν ἰδεῖν φοβερὸν δ' ἀκοῦσαι, οὗ δὴ καὶ ἄλλος ἄλλο τι ἂν αἰτιάσαιτο καὶ ἄλλο ἄλλος, οὐδεὶς δ' ἂν οἶμαι εὔστο χον θείη τὴν κρίσιν, κἂν πολλὰ κάμοι προσερευνῶν· τίς γὰρ ἔγνω νοῦν κυρίου, εἰς δὲ τὰ ἔσχατα τῆς σοφίας αὐτοῦ τίς ἀφί κετο; φησὶν ὁ Ἰώβ. τὸ δ' αὖ ἐκ τοῦ παρεικότος ἐπὶ τοῖς θείοις τοιαῦτα γίνεσθαι λέγειν ἢ καὶ δοξάζειν οἷα δὴ καὶ ἐροῦμεν, μα 78 νίαισιν ὑποκρέκει, φησὶ Πίνδαρος. ἐμοὶ δ' ἅπαξ ἐμαυτὸν κα θεικότι εἰς ἀγγελίαν τῶν γενομένων, ἤν που καὶ παρὰ τὸ εἰκὸς γέγονεν, οὐ δικαίως ἂν καὶ παραιτητέον εἴη ὅ τι λέγοιμι. νέμει γὰρ τὸ θαρρεῖν ἡ ἀτρέκεια. καὶ οὐδὲν χεῖρον, οἶμαι, ὑπὸ τῶν ἀκουσόντων ἂν πάθοιμι λέγων ὧν ἐμαυτὸν ἴσως δράσαιμι μὴ εἰ πών. ἐκεῖθεν μὲν γὰρ δόξαν ἀποίσαιτ' ἄν τις τοῦ πάντ' ἐπέχειν ἐκ φιλαυτίας τοῖς τότε ξυμβᾶσι, καί γ' ἀνάγειν πρὸς ἕν τι τὸ μὴ κατὰ τρόπον ἐκεῖνα καὶ τἀσφαλὲς πεπρᾶχθαι· ἐντεῦθεν δὲ ἀλλ' εἰ μή τί γε πλέον, τῷ γοῦν ἑκόντα παρατρέχειν τὸ ξυμπε σὸν ἐκ δαιμονίου οἶμαι προνοίας ῥυπαίνοιτ' ἂν ἡ καθ' ἱστορίαν ἀλήθεια. τῷ τοι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις λεγέσθω, δεῖμα μὲν φέρον θεοῦ προνοίας, πρὸς ὅ τι δὲ φέροι ἢ παρελθὸν ἢ ἐσό μενον ὡς εἰκὸς ἀγνοούμενον. Ἡμέρα μὲν οὖν τῆς τυρινῆς κυριώνυμος τότ' ἐφίστατο, ἐκάλει δὲ τὸν ἐπ' ἐκκλησίας ἱερουργοῦντα τὸ σύνηθες· τὸ δ' ἦν τὸ προηγιασμέναις ἀναφοραῖς τὸ ἱερὸν πυξίον ἐς ὅ τι μάλιστα ἐμπιπλᾶν κατὰ χρείαν τῶν τεταγμένων λειτουργιῶν. ἐπεὶ γοῦν 79 τετέλεστο μὲν ἡ τῆς ἱερᾶς θυσίας ἀναφορά, ἀνεπτύσσετο δὲ τὸ πυξίον ἐφ' ᾧ τοὺς ἱεροὺς ἄρτους τεθῆναι, εὕρηταί τις εὐθὺς ἐν τὸς τῶν προηγιασμένων ἀναφορά, ἣν δὴ καὶ εἴκασέ τις ὁρῶν μίαν τῶν τριῶν ἐκείνων εἶναι, ἣν καὶ τῆς ἁγίας καὶ μεγάλης τε τράδος μέλλουσαν ἀναφέρεσθαι, συμβὰν τότε, καθὼς λέλεκται, μὴ τὰ τῆς ἱερᾶς τελεσθῆναι θυσίας διὰ τὴν ἐπ' ἐκκλησίας τῶν ἐκκλησιαστικῶν παρ' οἱωνδηποτοῦν ὀψὲ τῆς ὥρας γεγονυῖαν συγ χώρησιν, ἐκεῖσέ που ἀφεθεῖσαν τῆς πράξεως κεῖσθαι συνέβαινεν. ἡ δ' ἠχρείωτο πάμπαν καὶ σέσηπτο, ὡς μηδ' εἰκόνα φέρειν ἄρ του, μὴ ὅτι γ' ἄρτον καὶ ἀμηγέπη φαίνεσθαι, ἀλλά τινα τύπον θρυμμάτων μελάνων θηριακῆς ἤ τινος ἄλλου τοιούτου σκευάσμα τος. τρόμος οὖν ἰδόντα παραυτίκα λαμβάνει τὸν ἱερέα, καὶ ὅ τι πράξοι (οὐδὲ γὰρ ἦν ἐκεῖνον ἑνοῦν εἰς κατάληψιν τοῖς προσ φάτοις) διενοεῖτο. καὶ τὸ πρᾶγμα φοβερὸν ἔδοξεν, οὐ παθὸν τόσον ὅσον φανέν, ἐπείπερ τὰ τῆς εὐθετήσεως ἠμηχάνηται. τοίνυν καὶ εἰς κοινὴν θέαν προυτέθη, καὶ τὸ ποιητέον μεθ' ὅτι πλείστης ἐζητεῖτο τῆς εὐλαβείας. ἀλλ' ὃ ἦν καὶ ἐδόκει καὶ πρέ πον ἦν, τὸ περιὸν τῆς παραλλαγῆς οὐκ ἐδίδου γίνεσθαι, καὶ δὴ πρὸς τὴν μετάληψιν ὀκνῶν ὁ ἱερεὺς οὐ προσίετο. θεῷ δ' ἀνα φέρειν ἄλλως οὐκ ἦν μὴ μεταλαβόντα τὰ δῶρα. καὶ ἔνθεν μὲν
28.1.2
Τότε καὶ Ποσειδεῶνος ἐνάτῃ καὶ εἰκοστῇ, καθ' ἣν ἀπὸ θερινῆς τροπῆς πρὸς τὴν ἰσημερινὴν ἀποκλίνει ὁ ἥλιος, ῥαγδαῖος ὑετὸς κάτεισι ἐφ' ἡμέρας ὅλης γε καὶ νυκτός, τῶν ἄκρων 269 τοῦ καθ' ἡμᾶς ὁρίζοντος ὑπὸ νεφῶν πιεσθέντων, ὥστε καὶ χαρα δρωθῆναι μὲν τὸν κατὰ τὴν περαίαν ἅπαντα τόπον ἄνωθέν ποθεν τῶν ὑδάτων ἀθρόων κατερχομένων, δένδρα δὲ καταφέρεσθαι χερσόθεν ἐπὶ τὴν θάλασσαν, ἐφ' ὧν καὶ ὄφεις τὰς κατακλύσεις φεύγοντες καὶ δένδρεσι συνειλούμενοι ἐκσπασθεῖσιν ἐκ ῥιζῶν συν εφέροντο, οἱ μὲν καὶ ζῶντες, οἱ δὲ καὶ ἔτι συνεσπειραμένοι τοῖς τῶν δένδρων κλωσὶν ἐναποψύξαντες, οἰκίας δ' ἀγρώτιδας καὶ αἰζηῶν ἀνδρῶν ἔργα, τὰς μὲν ἐξ αὐτῶν ἀνεσπάσθαι τῶν θεμε λίων καὶ φορητὰς μακρόθεν εἶναι τοῖς ὕδασι, μὴ τῆς φορᾶς λη γούσης πρὶν ἂν ἀπεσκῆφθαι τῷ τείχει τῆς πόλεως, τὰ δ' ἀφανί ζεσθαι ταῖς προσχώσεσιν· ἀμπέλους δὲ ἐπὶ γυμνοῖς τοῖς πυθμέσιν ὑποσυρείσης τῆς γῆς ἀμενηνὰς ἵστασθαι, παρὰ τοσοῦτον οὐ κα θυπεικούσας τοῖς ῥύαξι παρ' ὅσον ταπεινούμενα τῇ φορᾷ τὰ φυ τὰ καὶ ἀντίστασιν ἥκιστ' ἔχοντα τριβὴν οὐκ ἐδίδουν τῷ ῥεύματι, ὥστε χρονίζειν καὶ ἀνασπᾶν, ἀλλ' εὐθὺς ἐπιρρέειν ἐπὶ τὸ κά ταντες σφίσιν ὑποκλινομένοις· γῆν δὲ πᾶσαν τῆς Κωνσταντίνου, τὴν μὲν ἐξ ὧν οὐρανόθεν τὴν δ' ἐξ ὧν καὶ ἀλλοτρίων ὑδάτων ἐπιφορὰς ἐδέχετο, ἐπικλύσιμον γίνεσθαι. τὸ δ' ἐπὶ τοσοῦτον ῥαγδαῖον καὶ συνεχὲς κατεφέρετο, ὡς μηδὲ καὶ αὐτὴν τὴν θάλασ 270 σαν κυανίζειν τῷ φυσικῷ χρώματι, ἀλλὰ ποικίλον τι τὴν χροιὰν χρῆμα φαίνεσθαι, ὡς πῇ μὲν κοκκίνην ὁρᾶσθαι, ὅσον οἱ ἐκ μιλτοπαρείων ὀρέων ῥύακες ἐκβάλλοντες ἔρρευθον, πῇ δὲ λευκὴν τῆς κιμωλίας πλεονασάσης, ἀλλαχοῦ μέλαιναν καὶ τεφρώδη καὶ ὑπόκιρρον, πανταχοῦ δὲ θολερὰν εἶναι διὰ τὴν ἀπὸ γῆς ἐπιμιξίαν καὶ τὴν τῆς εἰσβολῆς κίνησιν, μηδ' εἴς τινα κατάστασιν τὸ κε χρωσμένον ἄγουσαν, ἀλλὰ τὰ πάντα εἰς ἓν ἐκεῖνο τὸ θολερὸν ἐπικρατῶς συναγούσης.
28.1.3
Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. ἠσθένουν δ' αὖθις τὰ κατὰ δύσιν καὶ κακῶς εἶχον ἐξ Ὀσφεντισθλάβου, Ἐλτιμηρῆ πρὸς αὐτὸν ἀποκλίναντος. κἀπειδήπερ τὰ κατὰ τὸν Αἷμον ἐδῄουν καὶ καθ' ὁμολογίας τὰ πλεῖστα ᾕρουν, Κτένια καὶ Ῥωσό καστρον καὶ ἄλλ' ἄττα πλεῖστα, ἤδη δὲ καὶ τὰ κατὰ Σωζόπολιν καὶ Μεσέμβρειαν Ἀγαθόπολίς τε καὶ Ἀγχίαλος ἐκραδαίνετο καὶ τοῖς ἑτοίμως ἐῴκεσαν προσχωρήσουσιν, ἐν ἀπόροις ἦν ὁ κρατῶν, καὶ προκαταλαβεῖν τὴν ἐς τὰ πρόσω ἔφοδον ἔσπευδε. τὰ μὲν οὖν κατ' ἀνατολὴν πρὸς ἄλλοις τὸν νοῦν ἔχειν αὐτὸν οὐκ ἠφίει· ὅμως τῷ τῶν πραγμάτων ἀναγκαίῳ στενοχωρούμενος ἔγνω τὸν υἱὸν ἀποστεῖλαι καὶ βασιλέα. καὶ δὴ παρασκευασάμενος τὰ πρὸς ἔξοδον συνεκπέμπει τούτῳ καὶ Γλαβᾶν ἐκ Ταρχανειωτῶν πρωτο στράτορα, ἄνδρα ἀρεϊκὸν μὲν καὶ ἐμπειροπόλεμον, τὰ πλεῖστα δὲ τῷ τῶν βουλῶν ἐπηβόλῳ· ἡ γὰρ ποδάγρα προσίστατο τὰ πολλὰ πρὸς τὸ πράττειν δυνάμενον κατορθοῦν. συνήγοντο γοῦν αἱ δυτικαὶ δυνάμεις περὶ τὸν νέον βασιλέα προσκαθήμενον τῇ Βι ζύῃ· ἀλλ' οὐκ ἐδόκουν αὐτάρκεις πρὸς ἀνταγώνισιν. ὅμως φα νέντων Βουλγάρων περὶ Σωζόπολιν ὁ βασιλεὺς ἐκπέμπει συνάμα 446 πλείστοις τὸν ἐκ Βουλγάρων Βοσσίλαν, τὸν Σμίλτζου καὶ Ῥαδο σθλάβου ὕστατον ἀδελφόν· ὃς δὴ καὶ διὰ ταχέων ἐπιστάς, καὶ φόβον ἐμβαλὼν οὐ μικρὸν τοῖς ἐχθροῖς, εἰς φυγὴν παραυτίκα τρέπει τοὺς ἐπιόντας. καὶ τὸν Σκαφιδᾶν ποταμὸν περαιουμένοις οὕτως ἀκόσμως δυστύχημα συναντᾷ, καὶ ἡ γέφυρα καταπίπτει, καὶ ποταμὸς ἐντεῦθεν καὶ ξίφος τοὺς ἀθλίους διεμεριζέτην, καὶ φόνος οὐχ ὁ τυχὼν γίνεται. τοῦτο Βουλγάρους ὀτρύνει, καὶ σφίσι σύνηθες ὂν ἀναιμωτὶ τοὺς ἑαλωκότας ἀπολύειν, χωρὶς μέν τοι τῶν ἐπιφανῶν καὶ μεγάλων, ὡς μόνους συμβαίνειν πίπτειν τοὺς ἀνθισταμένους κατὰ τὸν πόλεμον, οἱ δὲ κατὰ τὴν Ἀνδρια νοῦ προσβαλόντες καὶ τὰ λάφυρα διαρπάζοντες, σφαλέντων τῶν ἡμετέρων τύχης ἀστασίᾳ καὶ τῷ ἀλλοπροσάλλῳ τοῦ Ἄρεος, πολ λοὺς οὐκ ἀπώκνουν φονεύειν. ὅθεν καὶ βασιλεὺς ὑπερπαθήσας, ἐπεὶ ἔδει καὶ ἱκανὰς συγκροτεῖν δυνάμεις ἐφίστασθαι μέλλοντι τῇ Ἀνδριανοῦ, πολλοὺς μέν τινας ἐκ τῆς ἕω συνηπείγετο ἐμπειροπο λέμους, ἀλλὰ γυμνοὶ τῶν ὑπαρχόντων ἦσαν οὗτοι καὶ ἐνδεεῖς. τούτους γοῦν ἱκανοῦν ἐκ τῶν δυνατῶν προθυμούμενος, τὰ πολλὰ
28.1.4
Τὰς δὲ δυνάμεις οἱ Ἀμογάβαροι ἀεὶ κατὰ Θρᾴκην ἐκίνουν, καὶ τοῖς κατ' αὐτὴν φρουρίοις προσέβαλλον, καθὼς καὶ Βρύσει τῇ λεγομένῃ· ἀλλὰ ταῖς ἔνδοθεν ἀντοχαῖς οὐκ εἶχον ὅ τι ποιοῖεν. μᾶλλον μὲν οὖν καὶ προσεζημιοῦντο ἀφιππευόντων ἐπὶ σφᾶς ἐκείνων, καὶ περιγενομένων πολλάκις τῷ ἀκμῆτας προσ βάλλειν καὶ κραταιότερον διαμάχεσθαι. ἐκεῖθεν τοίνυν οἱ ἀμφὶ τὸν Φαρέντα Τζιμῆν ἐπὶ Βιζύης προῆγον, ἅμα Πέρσαις πλείους γενόμενοι. καὶ οἱ ἀμφὶ τὸν μέγαν τζακούσιον τὸν Οὐμπερτόπου λον, πλείους τῶν διακοσίων ὄντες ἱππεῖς, ὀλίγοι τὴν πρὸς πολ λοὺς οὐκ ἐθάρρουν ἀφίππευσιν καὶ τῷ φρουρίῳ ἐγκεκλεισμένοι παρέμενον. ἀλλὰ τὸ ἐκεῖ πλῆθος λῆμα λαμβάνει ἀρεϊκόν, καὶ περιστάντες τὸν ἄγοντα δῆλοι ἦσαν, εἰ ἐκχωροίη ἐκεῖνος, πολε 630 μησείοντες. ὁ δὲ τῷ σφῶν θράσει καὶ τῇ πολυχειρίᾳ καταγοη τευθεὶς (εἰς χιλιάδας γὰρ συνεπλήρουν τὸ πεζικὸν) τοὺς ἱππεῖς συντάξας ἅμα τόξοις ἐξήλαυνε. σῶφρον τοίνυν ἦν τὴν ῥαχίαν κατέχειν καὶ προμηθέστερον διακινδυνεύειν ἐκεῖθεν ταῖς δυσχω ρίαις βοηθουμένους· ἐπεὶ δὲ μοῖρά τις σφᾶς προσῆγεν ἀπολου μένους, ἀφέμενοι ταύτης ἐπ' ἀγχωμάλου τῆς ἐκεῖ πεδιάδος ἱπ πεῖς ἅμα πεζοῖς παρετάττοντο. καὶ δὴ τῶν πολλῶν προλοχιζόν των, τῶν Περσῶν σόφισμα, ἱππεῖς μὲν τὰ πρῶτα ἐπαράττουσι τοῖς φανεῖσιν. ἀλλ' οὔπω καλῶς ὤφθησαν κατὰ στόμα κινδυ νεύοντες, καὶ ὁ λόχος ἐμφανὴς ἦν, καὶ δειλίᾳ συσχεθέντες ἀνὰ κράτος ὑπέστρεφον φεύγοντες. καὶ μυρίῳ πλήθει προσπαίσαν τες τῶν πεζῶν ἐλεινῶς, ποιμνίων δίκην, κατέσφαττον, ὡς πε σεῖν πολλοὺς αὐθωρόν, ὅτε καὶ περὶ τῷ φρουρίῳ οἱ ἐντὸς δεί σαντες καὶ γυναῖκας αὐτὰς εἰς ἄνδρας μετασκευάσαντες κατὰ φυ λάκων δῆθεν εἰς δεῖγμα ἐπὶ πύργους ἐφίστων, μέχρις οὗ βασιλεὺς ἀκούσας καὶ περιαλγήσας τῇ συμφορᾷ, πέμψας τοῖς προσήκουσι 631 τὸ φρούριον κατωχύρωσεν. ὁ δέ γε πατριάρχης, καὶ ἀρχιερεῖς καὶ τοὺς τιμίους τοῦ κλήρου ἐκποδὼν ποιησάμενος, καθηγουμέ νοις μονῶν ἐχρᾶτο συνέδροις εἰς κρίσεις, καὶ τούτοις μὲν τὰ ἐκ κλησιαστικὰ συνδιέφερεν. οἷς δή, καὶ τοῖς ὑπ' αὐτοῖς μοναχοῖς ἅμα πρεσβυτέροις καὶ τῷ λαῷ, ἑκάστης ἑβδομάδος συνελιτάνευεν, τετρεμαίνειν ἀξιῶν καὶ περὶ αὐτῆς τῆς πόλεως, καὶ πρόσθε παί δων καὶ γυναικῶν ἵστασθαι δεομένους θεοῦ. δέησις μέντοι δι καίων καὶ λαοῦ ἁμαρτία ἀντιταλαντεύειν τὰ ἡμέτερα ἔδοξαν, ὡς ἃ μὲν ἐζημίωντο, ἐξ ἁμαρτίας καὶ ζημιοῦσθαι, ἃ δὲ ἦσαν, ἐκ τῆς τῶν δικαίων δεήσεως περισώζεσθαι. καὶ τὰ μὲν τῆς θείας ὀργῆς δῆλα ἦσαν καὶ ἑωρῶντο· ὁπόθεν δὲ καὶ τίσι τοῖς πλημμε λήμασιν ἐξεκαίετο, ἐπιεικῶς ἄδηλον ἦν, ἄλλων ἄλλα αἰτιωμένων.

Intertext edge

Open linked passage

Note