Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
Τότε δὲ καὶ νέφος Σκυθῶν παριστρίων ἐπισυναχθέν, οὐκ οἶδ' ἔκποθεν καὶ ἐκ ποίας τῆς ἀφορμῆς, εἰς δέκα σχεδὸν χιλιάδας ποσούμενον, διελθὸν τὴν Βουλγάρων γῆν καὶ τῶν πέριξ πολλὰ ληϊσάμενον κατὰ τὸν ἔξω ζυγὸν γίνεται. καὶ δὴ προσδό κιμον ἦν ἐκδραμούμενον καὶ τὰ τῆς Μακεδονίας καὶ Θρᾴκης λείαν ποιῆσον τὴν τῶν Μυσῶν ὑμνουμένην. ἔτυχε δὲ τότε τὰ ἀμφὶ τὴν Μεσέμβρειαν κατέχων ἄρχοντος τρόπον καὶ στρατηγοῦ ὁ κουροπαλάτης Οὐμπερτόπουλος, ἀνὴρ ἀγαθωσύνῃ χαίρων καὶ εὐβουλίᾳ κοσμούμενος· ὃς δὴ καὶ συμπλακεὶς ἐξαίφνης, θαρρή 81 σας τῇ τοῦ βασιλέως θεοσεβείᾳ, ὀλίγους ἐπάγων πολλοῖς τοῦ προτερήματος ἐγεγόνει, ὡς τοὺς μὲν ἔργον μαχαίρας γεγονέναι, τοὺς δὲ καὶ ἀποπνιγῆναι κατὰ τὸν ἐκεῖ παραρρέοντα ποταμόν. ὀλίγοι δ' ἐκ πολλῶν διαδράντες, μηδ' ὅπῃ γῆς χωροῖεν εἰδότες, τὰς δυσχωρίας διεκπαίοντες, ᾗ ποδῶν εἶχον ἔφευγον, ἄρτι πρῶ τον μαθόντες ὡς ἄβουλον πλῆθος εὐβουλία μᾶλλον ἢ ἀνδρεία καταγωνίζεται. ταῦτα μαθὼν ὁ βασιλεὺς καὶ πρῶτον μὲν δο ξάσας τὴν θείαν ἀντίληψιν, εἶτα δὲ καὶ ὑπερθαυμάσας τὸν ἄν δρα πολλοῖς δωρεῖται, ὀφέλλων τὴν ἐκείνου τιμήν, οὐκ ἀλλα γαῖς μόνον ἱματίων ἀλλὰ χρυσῷ καὶ ἵπποις αὐτὸν δεξιούμενος, ἐφ' οἷς καὶ τὴν τοῦ μεγάλου παπίου δωρεῖται τιμὴν ὡς ἆθλον ἀρετῆς καὶ τρόπαιον ἄξιον.
29.1.2
Τότε καὶ βασιλεὺς Κρονίου μηνὸς ἐνστάντος, οὐκ οἶδα εἴτε παρὰ τῆς μητρὸς καὶ δεσποίνης ὡς ἄδικα πράξας πρὸς τὸν κάσιν παρακνιζόμενος, εἴτε μὴν καὶ προφανῆ θέλων θεῖναι Ῥωμαίοις τὸν ἐκείνου πρὸς ἑαυτὸν δόλον καὶ τρόπον, συμπάντας ἀγορήνδε καλεῖ, καὶ ἐν τῷ Ἀλεξιακῷ τρικλίνῳ προκαθίζεται μὲν αὐτός, συνεδριάζουσι δ' οἱ ἐν τέλει ἀρχιερεῖς τε καὶ κληρικοί, παρίσταται δὲ καὶ τῶν τῆς πολιτείας ὅσον περιφανές τε καὶ ἔκ κριτον. καὶ δῆλα τά τε κατ' ἐκεῖνον καὶ τὸν Στρατηγόπουλον γίνονται. καὶ τὸν μὲν ἐμφανίζειν εὐπρεπὲς οὐκ ἐδόκει, τὸν δέ γε Στρατηγόπουλον ἐπὶ τοῦ μέσου παραστησάμενος τὰ κατ' ἐκεί νων ἐκίνει, ὡς ἐλεγχθεῖεν τὰ καὶ τὰ λέγοντες καὶ τὰ βουλευσά μενοι, κἀντεῦθεν δικαίαν ἢ μᾶλλον καὶ συμπαθῆ τὴν κατ' ἐκεί νων παρίστα ψῆφον.
29.1.3
Ἐν τούτῳ δὲ καὶ Ἰωάννης μὲν ὁ τῶν Λαζῶν ἀρχηγός, ὃν καὶ γαμβρὸν βασιλέως ἐν τοῖς ἄνωθι ὁ λόγος ἐδείκνυ, ἐπὶ παισὶ δυσὶ τὸ βιοῦν τελευτᾷ, ὧν τοῦ μὲν ἐν τῇ πατρικῇ κατα στάντος ἐξουσίᾳ τοῦ Ἀλεξίου, θάτερον τὸν νεώτερον ἡ μήτηρ Εὐδοκία λαβοῦσα παρὰ τὸν ἀδελφὸν καὶ βασιλέα κατὰ τὴν πόλιν γίνεται. θνήσκει δὲ καὶ Ἰωάννης ὁ εἰς πατριάρχην χρηματίσας ὁ Βέκκος, ἐν τῇ κατὰ τὸ τοῦ ἁγίου Γρηγορίου φρούριον εἱρκτῇ, μηνὸς Κρονίου λήγοντος, αὐτοῦ που ἐν τῇ κέλλῃ εἰκαίως ταφείς. ἀλλὰ τοῦτον μὲν καὶ διὰ πόνου ὁ βασιλεὺς ἐποιήσατο, ἐπεὶ καὶ ὃ συγκείμενον ἦν τοῖς περὶ ἐκεῖνον καὶ βασιλεῖ, κινηθῆναι λόγους ἐφ' ὧν συνθέσθαι καὶ εἰρηνεύειν, σοφῶν γε καὶ πνευματικῶν 271 κρινάντων καὶ μὴ τῶν τυχόντων καὶ ἀλογιστοτέρων, οὐκ ἔφθασε τελεσθῆναι· τὸν Μελιτηνιώτην δὲ ἐξαγαγόντες ἐκεῖθεν καὶ τῷ κατὰ τὴν πόλιν Μετοχίτῃ συνδυάσαντες, ἐπεὶ οὐκ ἦν σφίσιν εἰ ρηνεύειν, καθὼς ἀπῄτουν οἵ τε περὶ τὸν βασιλέα καὶ οἱ τῆς ἐκ κλησίας, κατὰ τὸ μέγα παλάτιον κατακλείουσιν, ὅπου καὶ ὁ Ταρχανειώτης Ἰωάννης ἐς ὕστερον κατακλείεται. τὴν δέ γε ἀδελφὴν Εὐδοκίαν ὁ κρατῶν ὑποδεξάμενος, καὶ τὰ εἰκότα συνά μα μητρὶ τῇ ταύτης περιαλγήσαντες συμφορᾷ, παρ' ἑαυτοῖς τέως εἶχον ὡς καὶ αὖθις ἀνταποστελοῦντες πρὸς τὸν υἱόν, καὶ αὐτῷ δὴ τὰ τῆς ἀρχῆς ὡς οἷόν τε κατασφαλισάμενοι, ἐπεὶ καὶ τῷ βασιλεῖ ὁ παῖς παρὰ τοῦ πατρὸς ἐπετέτραπτο.
29.1.4
Τοῦ δ' αὐτοῦ ἔτους καὶ ὁ τῶν Λαζῶν ἀρχηγὸς καὶ τῆς βασιλέως αὐταδέλφης παῖς Ἀλέξιος, τῇ δεσποτικῇ σεμνυνό μενος μοίρᾳ καὶ τὸ Τραπεζήϊον ἄστυ κατέχων, Γεννουΐταις γί νεται διὰ μάχης ἐξ αἰτίας τοιᾶσδε. Γεννουΐταις ἦν σύνηθες ἐξ ἀρχαίου κατοικοῦσι τὴν χώραν ἀπομερίζειν τὰ κέρδη ὧν μετεχεί ριζον ἐκ κομμερκίου λεγομένου Ῥωμαϊκῶς τοῖς τῆς χώρας ἄρχου σιν. ἐπεὶ δ' ηὐξάνοντο κατὰ πόλιν καὶ ταῖς ἀτελείαις ἐμεγαλύ νοντο, ὥστε καὶ τὴν ἀντιπεραίαν τῆς Βυζαντίδος ἀποχαρισθῆναι σφίσιν εἰς οἰκισμὸν ἅμα μὲν ἀσφαλῆ ἅμα δὲ καὶ μεγαλοπρεπῆ τοῖς οἰκοδομήμασιν, ἠδόξουν ἐντεῦθεν τὴν ἐκεῖ τῶν φορτίων ἀναψη λάφησιν, καὶ βαρέως ἔφερον τὰς εὐθύνας, εἰ παρὰ βασιλέως 449 ἀτελείαις τιμώμενοι τοπαρχοῦσιν ἄλλοις καθυποκλίνοιντο. ὑβριο παθοῦντες τοίνυν ἐντεῦθεν ἐκ τοῦ κοινοῦ σφῶν συνεδρίου πρέσβεις πρὸς τὸν Ἀλέξιον πέμπουσιν, ἀπαιτήσεις τινὰς προτεινόμενοι, αἷς ἐκείνου μηδ' ὅλως συντιθεμένου ἀναχωρεῖν τῆς χώρας παμ πληθεί τε καὶ πανομιλεὶ εὐθέως ἐσχηματίζοντο. κἀπειδήπερ καὶ νῆες μακραὶ σφῶν τῷ λιμένι ἐνώρμουν, τὴν ἀπανάστασιν διεκή ρυττον. καὶ οἱ μὲν ἐκήρυσσον μάλ' ὦκα, οἱ δ' ἡτοιμάζοντο. ὁ δ' ἀρχηγὸς τῆς χώρας ἀναχωρεῖν μὲν ἠφίει καὶ ἠφροντίστει τῶν φαινομένων, πλὴν τῆς τῶν φορτίων τέως μερίδος ἄνωθεν καταχθέντων καὶ λίαν ἀντείχετο ὡς ἐπὶ τῆς χώρας αὐτοῦ γεγονό των. οἱ δὲ τῷ καθ' αὑτοὺς καὶ συνήθει φρονήματι ἐμετεωρί ζοντο, καὶ πρὸς τὰ ἐπεσταλμένα ἀντέτεινον καὶ ἀντέσπων. κἀν τεῦθεν Ἴβηρας ἔχων ἐκεῖνος τὴν πρὸς σφᾶς ἀναθαρρεῖ μάχην, καὶ παραυτίκα ἔρις καὶ πόλεμος ἐξ ἑκατέρων συγκροτεῖται, καὶ ἀλλήλους ἔβαλλον, καὶ συνεχεῖς ἔπιπτον· ῥέπει δ' ἡ νίκη τοῖς Ἴβηρσι, καὶ κακῶς Γεννουῗται εἶχον. τέλος ταῖς τῶν Ἰβήρων προσβολαῖς ἀντέχειν μὴ ἔχοντες, καὶ πρὸς τὰ ἐφεξῆς δεδοικότες, πῦρ ἐνιᾶσι τῇ ἔξω τῆς πόλεως χώρᾳ, οὐ κατὰ χρείαν νίκης, ἀλλ' ὥστε μόλις τὸ κακὸν ἐκφυγεῖν θορυβηθέντων τῶν ἀντιπά λων. τὸ δ' ἦν ζημία μὲν οὐ μέτρῳ ποσουμένη καὶ τοῖς αὐτό 450 χθοσιν, οὐχ ἧττον δὲ ἀλλὰ καὶ πολλῷ μᾶλλον ἐζημίου κἀκείνους τὸ πῦρ· φορτία γὰρ ἐκεῖνα δυοκαίδεκα ναυσὶν ἀρκέσοντα πρὸς τὴν πλήρωσιν (τόσαι γὰρ καὶ προσώκελλον ἐν λιμένι) δαπάνημα γίνονται τοῦ πυρός. καὶ τοὐντεῦθεν ταπεινωθέντες τὰ τῆς εἰρή νης ἠσπάσαντο.
29.1.5
Τότε καὶ Ἰσαὰκ Μελήκ, ᾧ δὴ καὶ κατὰ Πηγάς, πό λιν παραθαλάσσιον, ἡ νυμφαγωγία ηὐτρέπιστο, συγκείμενον σφίσι τοὺς πέραν Πέρσας διαπερᾶν καὶ οὕτω τοὺς γάμους διατελεῖσθαι, παραλαβών τινας τῶν τῆς αὐτοῦ δυναστείας αἱρετιστῶν, τὰ στενὰ τοῦ Ἑλλησπόντου ἔδει διαπερᾶν καὶ αὐτοπροσώπως Πέρσας δου λαγωγεῖν. μέντοι γε καὶ πορθμείου τυχών, συνάμα τισὶ διαπε 632 ραιωθεὶς πείθει Πέρσας, καὶ μᾶλλον οἷς αὐτὸς ᾠκείωτο, Ἀμο γαβάρων ἀποστατεῖν. οἳ καὶ θαρρήσαντες παραυτίκα τοῖς ἄγουσι τῶν Ἰταλῶν ἐπιτίθενται, καὶ δόλῳ κτείναντες ἀνὰ κράτος ἐπ' αἰ γιαλοὺς ἐφυγομάχουν, ὡς ταῖς τοῦ βασιλέως ναυσὶ περαιωθησό μενοι. ὃ δὴ γνωσθέν, ἐκθυμότερον ἢ ὡς ἔδει ἐλάσαντες Ἀμο γάβαροι προσβάλλουσι φυγάσιν ἐκείνοις. κἀν τῆς Εὐδήμου μά χης συστάσης πίπτουσι μὲν καὶ τῶν Ἰταλῶν οὐκ ὀλίγοι, ἀλλ' ὅ μως ὑπὲρ τοὺς διακοσίους τῶν Περσῶν πεσόντων κατὰ κράτος σφῶν αὐτοὶ περιῆσαν. ὡς δὲ καὶ αὖθις Πέρσαι πρὸς ἐκείνους ἀπέκλινον, οὐ πρότερον αὐτοῖς ἐνεπίστευον τὰ τῆς συμμαχίας, πρὶν ἂν παραδοῖεν, οὐχ ὅπως τὸν Ἰσαὰκ Μελήκ, ἀλλὰ καὶ τὸν σφῶν ἐξηγούμενον Ταχαγτζιάριν, ὃς ἰδίως ἦγε τοὺς Τουρκοπού λους, οὐ μὴν δὲ ἀλλὰ καὶ τρίτον αὐτὸν τὸν αὐτάδελφον τοῦ Ἰσαὰκ Μελήκ, ὡς φανέντι οἱ προστεθέντας. ὧν καὶ προδοθέντων τὸν μὲν Ἰσαὰκ φιτρῷ καὶ ξίφει διεχειρίσαντο, οὐ μόνον αὐτὸν ἀλλὰ καὶ τὸν αὐτάδελφον, τὰς κεφαλὰς αὐτῶν ἐν τῷ φονεύειν κατὰ γῆς ἐπαλλάξαντες ὡς ἅμα τὴν τομὴν γενέσθαι καὶ ἀμφοτέρων. εἶτα δὲ περιδύσαντες τὸ βασιλικὸν πρὸς ἐκεῖνον χρυσόβουλλον ἐπὶ μάλης εὗρον ἐξηρτημένον, ὅπερ ἀναγνόντες σύναμα καὶ ἄλλοις 633 τοῖς τῶν κατὰ δύσιν ἐξηγουμένοις Περσῶν εὕρισκον, καθ' ὑπο σχέσεις εἰ ἀποστατοῖεν μεγάλας, καὶ τὸ τοῦ Ταχαγτζιάρι ὄνομα· ἐφ' οἷς ἐκεῖνοι εἰς ἀπόλογον καταστάντες προφάσεις ἐπλάττοντο τὰς σφᾶς ὠφελούσας. ταύτῃ τοι καὶ τὸν φόνον μὲν ἀνεῖχον, φυ λακαῖς δ' ἐδίδουν ταῖς ἀσφαλεστάταις. ὡς γοῦν καὶ αὖθις τὰ πιστὰ πρὸς Πέρσας λαβόντες καὶ δόντες ἔμελλον ἐπὶ Τζουρουλοῦ ἐξελαύνειν, οὐκ ἄλλως συμπροάγειν σφίσιν ἤθελον οἱ Τουρκόπου λοι, εἰ μή γε τῆς εἱρκτῆς ὁ σφῶν ἐξηγούμενος Ταχαγτζιάρις ἀπο λυθείη. καὶ γέγονε τοῦτο, μιᾶς γνώμης συνόλων, ὡς ἐῴκει, γινομένων, ὅτε καὶ δοξάντων εὐθὺ τῆς πόλεως ἐλαύνειν καὶ αὖ θις οἱ ἐκτὸς ἐσκευαγώγουν, οὓς ἡ ἀρότου χρεία παραμένειν κα τήπειγεν. ἀλλ' ἐκεῖνοι Τζουρουλῷ προβαλόντες ἐπὶ τοῦ ὑστερή ματος ἐγεγόνεισαν, τῶν ἐντὸς ἀντεχόντων. Ταχαγτζιάρις δὲ νυ κτὸς συνάμα πλείστοις τῶν Τουρκοπούλων ἀπὸ ῥυτῆρος ἤλαυνον πρὸς Τζαράπην ἐπὶ Ἄπρῳ, καὶ προσεδέχθησαν ἐπιστάντες προϋ πηργμένων ἐκ μηνυμάτων τῶν ὁμολογιῶν τῆς αὐτομολήσεως. οἱ μέντοι γε τῶν Περσῶν ἀπολειφθέντες ἐν Τζουρουλῷ, μαθόντες τὸ δρᾶμα, εὐθὺς ἀνὰ κράτος ἐπ' αἰγιαλοὺς ὡς διαπεραιωθησό μενοι φεύγουσι τῷ ταῖς ναυσὶ τῶν Ἰταλῶν χρήσασθαι. οὐ μὴν 634 δὲ ἀλλὰ καὶ Ἰταλοὶ τὴν χλεύην μὴ ἐνεγκόντες κατόπιν διώ κουσι. Καὶ ἔδοξαν ἀγαθὰ ταῦτα Ῥωμαίοις, (30) καὶ μᾶλλον ὅτι καὶ Φαρέντα προσδόκιμος ἦν ἀποκλίνειν πρὸς βασιλέα ἐπὶ με γάλαις ταῖς ὑποσχέσεσιν. ἀλλ' ἐκεῖνος ἤδη προσποιούμενος τὴν προσχώρησιν, Μπυριγερίου ἐκ τοῦ αἰφνηδὸν ἐπιστάντος ἐπὶ με γίστου καράβου καὶ πολλοὺς τῶν ἱππέων ἐν αὐτῷ φέροντος, ἀσθενέστερος μὲν ἐγίνετο ταῖς ὁρμαῖς, ὅτι γε καὶ ἐκ Σικελίας ἐπαγγελίαι πρὸς Θευδερίχου συχναί τε καὶ μέγισται πρὸς ἐκείνους ἦσαν, εἰ ἐπιμένοιεν. ὅμως γε μέντοι οὐ δῆλος ἦν τὰ πρὸς βα σιλέα προϋπηργμένα ἐξαθετῶν. καὶ πέμπων προηγουμένως μὲν περὶ τῆς ἀδελφῆς τοῦ βασιλέως τῆς Ἀσανίνης τὰ πάνδεινα διε μήνυε, προσαγγέλλων ὡς αὐτὴ πρὸς αὐτοὺς πέμπουσα τὸν οἰ κεῖον αὐτῇ Κανναβούριον ἐξοτρύνει κατὰ βασιλέως ἐκ τῶν ὑπὲρ τοῦ Καίσαρος μηνιμάτων πάλαι. ὃ δὴ μαθὼν βασιλεὺς καὶ ζη τήσας, καὶ ἐκ μέρους καταλαβὼν ὃ κατέλαβεν, δι' ὀργῆς ἐποιεῖτο τὴν αὐταδέλφην καὶ πέμψας ἐγκαθείργνυ τοῖς ἀνακτόροις, εἰς ἐντελεστέραν ἐξέτασιν τὰ κατ' αὐτὴν ἀναρτῶν. ἐκεῖνος δὲ τοὺς ἀνακομίσοντας αὐτὸν πρὸς βασιλέα πέμπων ὡς δῆθεν ἐζήτει, καὶ δύο ἐπὶ τούτῳ τριήρεις ἐξαπελύοντο. οἳ καὶ ἐπιστάντες ὥρμησαν 635 ἐπὶ τὸν τοῦ Μπυριγερίου κάραβον ὡς αἱρήσοντες. ἀλλ' ὁ Τζιμῆς πέμψας περιεποιεῖτο τὴν ναῦν, ἴδιον λέγων εἶναι τὸν ἐν τούτῳ λαόν· μὴ χρῆναι δὲ πολεμεῖν τὴν πρώτην οἷς καταλλάττεσθαι ἄρχονται, ἀλλὰ σφῶν ἐξελθόντων προσβαλεῖν, εἰ θέλοιεν, ἕω θεν. ταῦτ' εἰπὼν ἐξηπάτα, καὶ χηλοὺς ὡς οἰκείους θησαυροὺς μετά τινος στιβαδίου ἐξαποστέλλων τὰ πιστὰ ἐδίδου τοῖς λόγοις ἐξ ὧν ἔπραττε δῆθεν. ἀλλὰ νυκτὸς ἱκανωθέντος πλείοσι πολε μάρχοις τοῦ καράβου, τὸ μὲν ἐπ' ἐκείνῳ σκέμμα τῶν ἡμετέρων μάταιον ἐντεῦθεν ἦν, καὶ οὐκ ἐπεχείρουν τὸ σύνολον, αὐτὸς δὲ ἔδειξε μὴ ὑγιὴς ὢν τὰς πίστεις. καὶ διὰ ταῦτα ὑπόπτως καὶ περὶ τῶν χηλῶν ἔχοντες ἀνοιγνύουσι, καὶ τὸν δόλον εὑρίσκουσι φανερόν· ἄμμος γὰρ καὶ πέτραι τὰ πληρώματα ἦσαν, καὶ οὐδὲν ἦν τὸ παράπαν ἀμφίβολον τοῦ μὴ φενάκην εἶναι τὸ πᾶν ὃ ἐκεῖνος ἔλεγέ τε καὶ ἔπραττεν. ὅθεν καὶ κενοὶ πρὸς βασιλέα ὑπέστρεφον. Ἄλλος δέ τις ἐκείνων Φαρεντζανέζας, αὐτάδελφος τοῦ κα ταστάντος δομεστίκου τῶν σχολῶν, Ἀμογαβάρου καὶ τούτου, προσχωρεῖ βασιλεῖ σὺν πεντήκοντα· ὃν καὶ προσδεξάμενος ὁ αὐ τοκράτωρ τοῖς προσήκουσιν αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ἔστελλεν. ὡς καὶ πρέσβεις ἐκ Ῥόδου ἐξαποστεῖλαι πρὸς βασιλέα φρερίους ἐπὶ τῶν βασιλέως νηῶν, ἀξιοῦντας ἐκχωρηθῆναι σφίσι τὸ φρού