Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ὀλίγον τὸ μεταξύ, καὶ εἰς χεῖρας γεγονὼς ὁ τόμος τῷ Βέκκῳ παρέκνιζεν ἀντιξύειν τὸν ξύοντα. καὶ δὴ κἀν πολλοῖς μὲν ἄλλοις τοῦ τόμου ἐπελαμβάνετο, ταύτην δὲ μάλιστα τὴν ἐξήγη σιν μὴ καλῶς ἔχουσαν τῆς ἐννοίας ἐπειρᾶτο δεικνύειν, ὡς ἢ μὴ ὁμωνυμιζομένου δῆθεν τοῦ προβολέως καὶ ποτὲ μὲν εἰς αἴτιον ἐκλαμβανομένου ποτὲ δὲ εἰς δότην καὶ χορηγόν τε καὶ ἁπλῶς παροχέα, ἢ εἰ μέλλοι ἁπλοῦν τὸ προβολεὺς συντηρεῖσθαι, μιᾶς ἐννοίας δηλωτικὰς εἶναι ἀνάγκῃ καὶ ἀμφοτέρας τὰς λέξεις, τήν τε εἰς τὸ εἶναι πρόοδον καὶ τὴν εἰς ἀΐδιον ἔκφανσιν, καὶ οὕτως εἰς ταὐτὸν συντρέχειν ἐκείνῳ τὸν ὡς δῆθεν διαφερόμενον. τοῦτο γράψας καὶ πέμψας τισὶ τῶν αὐτοῦ παρεῖχε τὴν περὶ τούτων κρί σιν τοῖς ὀρθῶς ἐξετάζειν ἐθέλουσιν. οὐ μὴν δὲ ἀλλ' οὐδ' ἐκεί 115 νους ἐλελήθει πάντως τοιαῦτα γράφων ἐκεῖνος, ὀργὴν δὲ ταῦτα καὶ μόνην τέως καὶ τοῦ ἀντιλυπεῖν ὄρεξιν ᾤοντο εἶναι καὶ ἠφρον τίστουν καὶ κατημέλουν γράφοντος. πολὺ δ' ὑφεῖρπε τοῦτο ἀνὰ τὴν Κωνσταντίνου, περὶ μὲν τοῦ καθ' αὑτὸν ὑποστελλομένου τῶν ἀκουόντων ἑκάστου, ὡς μὴ δοκοῖεν ἀφ' ἑαυτῶν μέμφεσθαι, δεῖν δὲ καὶ ὡς ἐνῆν προσέχειν λεγόντων, μή πως ὁ λόγος ἔχοι τὸ πιθανὸν καὶ μέσον δυοῖν ἐριζόντοιν αὐτοὶ κινδυνεύοιεν. ἔφερε δὲ πολλοῖς νοῦν ἡ τοῦ Βέκκου ἀντίρρησις, καὶ ἐφυλοκρίνουν ἀκρι βῶς τὴν ἐξήγησιν, καὶ μᾶλλον ὅτι οὐδ' αὐτοί γε οἱ ὑπογράψαν τες ἐπ' ἀσφάλειαν ὑπέγραφον, ἀλλὰ τῷ παρ' ἐκείνων ἐπερειδό μενοι γράμματι. (3) συμβὰν δέ τι καὶ περὶ τὸν ἐσκαμματι σμένον χαρτοφύλακα (ὁ γὰρ Μοσχάμπαρ καὶ προαπέστη ἅμα μὲν ὀφφικίου ἅμα δὲ καὶ πατριάρχου, μικροψυχήσας ἐπί τισι, καὶ διὰ ταῦθ' ἑπόμενον ἑαυτῷ καὶ τὸν πεντεκκλησιώτην εἶχεν) ἐπέρρωσε κἀκείνου τὴν περὶ τὸν πατριάρχην δυσμένειαν, καί γ' οὐχ οἷοί τ' ὄντες αὐτῷ διαμάχεσθαι πρὸς τὸν τόμον ἀπεῖδον, 116 δόξαν ἀσφαλείας δογμάτων, μὴ κενὴν διαφορὰν παρὰ πολλῶν ἀποίσεσθαι προνοούμενοι. καὶ δὴ παρασπαίρουσαν ἔτι ὁρῶντες τὴν παρὰ τοῦ Βέκκου τῷ τόμῳ μέμψιν, τοῖς γεγραμμένοις ἐπι φυέντες καὶ οὗτοι τὴν μάχαιραν ὤξυναν. ὁρμαῖς γοῦν παρακρο τηθέντες μείζοσι καὶ τοὺς δοκοῦντας προκαταλαμβάνουσι τῶν ἀρχιερέων, ὧν καὶ μείζους καὶ πρῶτοι ὁ Ἐφέσου τ' ἦσαν Ἰωάννης ἔτι ἀπών, ὁ Κυζίκου Δανιὴλ καὶ ὁ Φιλαδελφείας Θεόληπτος, ὃς δὴ καὶ παρὰ τῷ μεγάλῳ λογοθέτῃ πολλὴν καὶ μεγάλην εἶχε κατὰ πληροφορίαν τὴν οἰκειότητα. οἳ δὴ καὶ μέχρι μέν τινος καὶ αὐτοὶ διερχόμενοι τὰ τοῦ τόμου οὐ προσαπεδέχοντο τὴν ἐξή γησιν. τὸ γοῦν ταυτίζειν τήν τε πρόοδον τήν τ' ἔκφανσιν, καὶ ἐπὶ τούτοις τὸν γράψαντα καταμέμφεσθαι ὡς ταὐτὰ τῷ Βέκκῳ δοξάζοντα, οὐκ ἔκρινον ξυνετὸν οὐδ' ἄλλως εὔσχημον καὶ εἰς ἀπολογίαν εὐπρόσωπον· δοκεῖν γὰρ τοῖς πολλοῖς ἐντεῦθεν ἐπὶ κακίαις εὐθύνειν τὸν Βέκκον καὶ οὐ διὰ δογμάτων παραβασίαν, οἷς ὅτι καὶ αὐτοὶ ἀληθείας ἀνάγκῃ συνελαυνόμενοι τὰ αὐτὰ ἐκείνῳ θεολογοῦσι, καὶ ὃ φεύγειν ἔδοξαν βασκανίας χάριν, τοῦθ' ὁμο 117 λογοῦσιν ἀληθείας ἕνεκα. τὸ γοῦν οὕτω τὸν τόμον καταιτιᾶσθαι οὐκ ἔγνωσαν δεῖν· τὸ δ' ὅτι τὸ προβολεὺς ὄνομα, ὃ ἰδιοτρόπως παρὰ τῶν πατέρων ἐπὶ τοῦ αἰτίου τοῦ πνεύματος παραλαμβάνε ται ὥσπερ καὶ τὸ γεννήτωρ ἐπὶ τοῦ αἰτίου τοῦ μονογενοῦς λόγου, αὐτὸς ὁμωνυμίσας ἐπὶ τῆς ἁπλῶς ἐκφάνσεως ἐξελάβετο καὶ οὐκ ἐπὶ τῆς αἰτίας τοῦ πνεύματος καθαρῶς, ἣν καὶ πρόοδον λέγων τὴν λέξιν ἀπέφασκε, τοῦτ' οὐκ ἠφίουν ἀκαταιτίατον, καὶ παρα βασίας ἐκεῖνον ἐντεῦθεν δογμάτων ἐγράφοντο. τὸ μὲν οὖν ὑπ' ὀ δόντα παρὰ τούτων καὶ ἔτι ἐφεῖρπε, τὸ δὲ καὶ ἀναφανδὸν λέγειν πρὸς πάντας αἱ ἐπὶ τῷ τόμῳ ὑπογραφαὶ σφῶν οὐκ ἐπέτρεπον. ἐζήτουν οὖν εὐπρεπῆ καταστῆσαι τὴν κατηγορίαν, καὶ δεῖξαι τὸν Βέκκον Νέσσον ἄλλον ἄντικρυς, ὃς δὴ καὶ μετὰ θάνατον τὸν μέ γιστον Ἡρακλέα κατηγωνίσατο. καὶ ταχὺ παρέσχεν αἰτίαν οὐκ οἶδα εἴτε γ' ἡ τύχη εἴτε μὴν τὸ δαιμόνιον μήνιμα. (4) μοναχὸς γάρ τις Μάρκος τοὔνομα, ἐκ γένους ἐξωτέρου Ῥωμαίων ὢν καὶ πρὸς λόγον φιλοτιμούμενος, συνήθειαν ἔχων ἐκ τοῦ πάλαι πρὸς πατριάρχην φοιτᾶν αὐτῷ καὶ διδάσκεσθαι, τότε δόξαν ἐκεί 118 νῳ, οὐκ οἶδα πόθεν, συνιστᾶν αὐτὸν ἐκ λογογραφίας τὰ δόγματα, γράψας ὡς δῆθεν τὰ εἰς ἀντίρρησιν ἐμφανίζει τῷ πατριάρχῃ. ὁ δ' ἀνὰ χεῖρας λαβών τε καὶ διελθὼν καί τισιν ἐπιστήσας, καὶ ὡς εἴωθε πάλαι ποιεῖν, διδασκάλου τρόπον χερσὶν οἰκείαις τιν' ἄττα διορθωσάμενος ἀποδίδωσιν. ἐντεῦθεν ὁ Μάρκος λαβὼν τὰ πι στὰ ὥς τις εἶναι δόξας καὶ ὑπὲρ δογμάτων γράψας, τὸ γραφὲν ἐνεφάνιζε τοῖς πολλοῖς θαρρούντως, προστιθεὶς ὡς καὶ πατριάρχῃ ἐμφανίσειε τοῦτο καὶ ἐκεῖνός τινα διορθώσειεν, ἐγκαθιστῶν ἐν τεῦθεν τὰ τῆς ἐκδόσεως. ταῦτα λαβοῦσί τισι, καὶ μαθοῦσιν ἐκεῖθεν ὡς καὶ αὐτὸς ὁμωνυμίζει τὴν λέξιν τὴν προβολεύς, ἄφυ κτον ἔχειν τὸν πατριάρχην ἐπὶ τῇ κατηγορίᾳ ἐδόκει· εἶναι γὰρ κἀκεῖνον ταῦτα φρονοῦντα, οἷς ὅτι λαβὼν εἰς χεῖρας τὰ γράμ ματα καὶ διεξελθὼν ἄλλα μὲν διωρθώκει καὶ οἰκείοις γράμμασι διεσήμηνε τὴν διόρθωσιν, αὐτὴν δὲ τὴν λέξιν ἀκαταιτίατον εἴα σεν, ὥστε τὸν ἐν τῷ τόμῳ γρῖφον, ὡς ἄν τις εἴπῃ, καὶ τὸ τῆς γνώμης γλαφυρόν τε καὶ ὕπουλον ἐν τῷ τοῦ Μάρκου παραγυμνῶ σαι καὶ δεῖξαι γράμματι. ταχὺ γοῦν τὸ τοῦ Μάρκου γράμμα λαβὼν ὁ Θεόληπτος, ἐπιστὰς τῷ μεγάλῳ λογοθέτῃ, ἀνδρὶ λογίῳ καὶ περὶ τὴν τῶν δογμάτων ἐκκαιομένῳ, ὥστε πολλοὺς πιστεύειν, 119 ἀσφάλειαν, ἐκφανίζει, καὶ μεθ' ὅσης εἴπῃς τῆς ἐπιστάσεως διεξ ήρχετο, καί γε προοικονομησάμενος τὸ κακόδοξον ἐκ πολλῶν, εἰ οὕτως ἔχοι καὶ αὐτῷ ξυνδοκοίη, διεπυνθάνετο. καὶ τὸν ὁμολο γεῖν παραυτίκα, καὶ καταρριπτεῖν τε καὶ ἀποβάλλεσθαι ὡς κα κῶς ἔχον καὶ τολμηρῶς τὸ σύμπαν. ταῦτ' ἐκείνου διευλαβου μένου περὶ τὰ γράμματα ὡς τὸ μέγιστον ἔχοντα σφάλμα περὶ τὰ δόγματα, τὸν Φιλαδελφείας αὐτίκα τὸν τόμον ἐξενεγκεῖν, καὶ" τί γε ἄλλο" φάναι" δοκεῖ σοι πρὸς ταῦτα τὸ παρὰ τοῦ πα τριάρχου λεγόμενον;" ἐπέστησε κἀκεῖνος εὐθὺς τῇ λέξει, καὶ τὰ αὐτὰ ὡμολόγει, καὶ ἀγνοίας τὸν πατριάρχην μεγίστης ἐγράφετο. καὶ τὸ πρᾶγμα δῆλον τοῖς πολλοῖς γεγονὸς μέχρι καὶ αὐτῶν τῶν βασιλικῶν ἀκοῶν ἄνεισιν. ὁ δὲ καὶ αὐτὸς ἐπιστήσας τοῖς λεγο μένοις, καὶ πολλοὺς καὶ μεγάλους βλέπων τοὺς καταιτιωμένους, δεῖν ἔγνω διορθοῦν τὸν λόγον πρὸς ὅ τι καὶ δόξοι τὸ εὐσεβέστα τον· μηδὲ γὰρ εἶναι καλὸν αὐτοὺς ἄλλοις ἐγκαλοῦντας παραβα σίας περὶ τὰ δόγματα ἐνέχεσθαί γε καὶ τούτους καὶ κακῷ τὸ κακὸν ἰᾶσθαι δοκεῖν. ταῦτα τοῖς περὶ τὸν πατριάρχην οὐκ ἦν ἀγνοεῖν, ἀλλὰ κἀκεῖνος ἀκούει τὸ δρᾶμα, καὶ οὐκ ἀνεκτῶς ὑβριο 120 παθῶν εἶχεν, εἰ τοιοῦτος ὢν ἐν λογίοις καὶ τοιοῦτος δοκῶν ἐν δογμάτων ἐπιστήμῃ παραβασίας καὶ αὐτὸς ἐγκαλοῖτο, καὶ τῆς μεγίστης, ὡς ἔπειθον. ὅθεν καὶ ἀξιούμενος διορθοῦν τὸ σφαλὲν αὐτός, ἐν δεινῷ ποιούμενος τὸ σφάλμα ὁμολογεῖν ἐν τοῖς αὐτοῦ γράμμασιν, οὐκ ἐπείθετο, ἀλλὰ καὶ προσωργίζετο ὑπερηφανῶν. τὸ δ' ἐντεῦθεν προσιόντες βασιλεῖ πεισμονῆς ἐνεκάλουν καί γ' αἱ ρέσεως, καὶ ἀπεσχίζοντο κατ' ὀλίγον ἐκείνου ὡς μὴ ἀγνοίᾳ δῆθεν καὶ ξυναρπαγῇ περιπεσόντος, ἀλλὰ καὶ γνώμῃ. (5) τὰ γὰρ πρὸ τοῦ ἤπειγον τούτους τοιούτους εἶναί τε καὶ φαίνεσθαι. τὰ δ' ἦσαν πρῶτον μὲν τὸ τοῦ Ἀλεξανδρείας Ἀθανασίου, ὃν πολλοῖς ὑπῆγον τοῖς χαλεποῖς πρότερον, μέχρι καὶ αὐτῆς ἐξορίας περιστάντες τὴν δριμύτητα τῶν κακῶν, ἐφ' ᾧ τὸν τόμον καθυ πογράψειε, κἂν ἐκεῖνος μετὰ πολλὰς ἐπηρείας τὸν μὲν τόμον, ὡς μὴ δοκιμάζειν ἔχων ὡς ἀλλοεθνὴς καὶ τῶν ἡμετέρων δοκῶν ἀξύ νετος ὁ τοσοῦτος τὴν γνῶσιν, παρεθεώρει, ἄλλην δέ τινα ὁμο 121 λογίαν ἐξ ἑαυτοῦ ἔγραφε καὶ ὑπέγραφεν, αὐτὴν δὴ τὴν τῶν ἁγίων καὶ κατημαξευμένην, μηδὲν τὸ ἀσαφὲς καὶ ὑπονοούμενον ἔχου σαν. δεύτερον τὸ κατὰ τὸν Ἀντιοχείας Ἀρσένιον, πῶς μόνον ἀκουσθὲν συσταθεὶς ἐπ' ἐκκλησίας τῷ ῥηγὶ Ἀρμενίας τὰ ἔσχατα κατεγνώσθη καὶ τῶν διπτύχων ἐξεβάλλετο. καὶ βασιλέως ὅτι τε τὸν πατέρα δόξαντα περὶ τὴν ἐκκλησίαν ἁμαρτεῖν ἄταφον ἀφῆκε καὶ ἀμνημόνευτον, καὶ ὅτι τὴν προτέραν σύζυγον τὰ ὅμοια περὶ τὴν εὔφημον μνείαν ἔδρα, καὶ τρίτον τὴν μητέρα, ὅτι εἰ μὴ καὶ αὐτὴ τὸν τῆς πίστεως δέδωκε λίβελλον, οὐκ ἂν εἰς κοινωνίαν ἐδέ ξατο. πολλή τις ἦν ἡ κατὰ τοῦ πατριάρχου μέμψις, ὅτι δόξας σφαλῆναι μὴ διορθῷτο ἀλλ' ἰσχυρογνωμονοίη καὶ μῶμον προσ τρίβεσθαι θέλοι τῇ ἐκκλησίᾳ, ἁπάντων μῶμον τὸν χείριστον. ὑπέρρει γοῦν διὰ ταῦτα ἡ πρὸς ἐκεῖνον τοῦ βασιλέως διάθεσις, καὶ οἱ κατ' ἐκείνου ἴσχυον πλέον καὶ πλέον ἔτι, μέχρις ἂν καὶ τοῦ δηλωθέντος Ἀθανασίου παραγγείλαντος καὶ συμβουλεύοντος δῆ θεν τὴν ὑποχώρησιν (ἐκοινοῦτο γὰρ καὶ τούτῳ τὴν γνώμην ὁ βα σιλεύς, καὶ αὐτὸς ἐπευδόκει πρὸς ταῦτα, ὡς καὶ ὑποστῆναι τὴν πρὸς ἐκεῖνον ἄφιξιν ἐφ' ᾧ ξυμβουλεύοι) (6) ἀπειπὼν ἐκεῖνος καὶ ἀποναρκήσας τοῖς ὅλοις, ἐν μιᾷ τῶν κυριωνύμων ἡμερῶν, 122 ὁμιλίαν λαλήσας πρὸς τὸν λαὸν ὡς πολλοὶ ἐπισυνέστησαν κατ' αὐ τοῦ καὶ ὡς μὴ οἷός τ' εἴη ἀντέχειν εἷς πρὸς πολλούς, καὶ ταῦτα καὶ τῶν Ἀρσενιατῶν εἰρηνεύειν ὑπισχνουμένων εἰ καὶ αὐτὸς ἐξέλ θοι, καὶ τέλος ὡς κατὰ δοκιμασίαν ἐξέρχεται, ἐπειπὼν ὡς εἰ μή γ' εἰρηνεύσοιεν τῇ αὐτοῦ ἀποστασίᾳ ἐπιστησόμενος αὖθις καὶ ὡς θὴρ ἐκείνους καταδραμούμενος, ἔξεισι καὶ τῇ τῶν Ὁδηγῶν μονῇ φέρων ἑαυτὸν δίδωσιν, οὐ μὴν δὲ ὥστε καὶ ἀπρακτεῖν τελέως, ἀλλὰ καὶ συνεισβαλλόντων τῶν περὶ ἐκεῖνον ἀρχιερέων καὶ κληρι κῶν συνόδους τε γίνεσθαι καὶ κρίσεις ἀποκαθίστασθαι καὶ τὰ κατὰ τὴν ἐκκλησίαν καὶ αὖθις οἰκονομεῖσθαι, μνημονευομένου καὶ ἔτι. Ἀλλ' οὐδὲ καὶ τὸ ἐπ' ἐκείνῳ σκάνδαλον κατεστέλλετο, ἀλλὰ καὶ μᾶλλον ἐλθόντος καὶ τοῦ Ἐφέσου Ἰωάννου, ὃν καὶ μακρόθεν οἱ κατ' ἐκείνου προκατελάμβανον, μεῖζον ᾔρετο, καὶ ὁ κρατῶν ἐν διχονοίαις ἦν εἰ μνημονευομένου ἐκείνου αὐτὸς ἁγιάζοιτο ταῖς θυσίαις. διὰ τοῦτο καὶ πολλῶν μεταξὺ συμβάντων χώραν σχόν τες οἱ κατ' ἐκείνου τὸ τούτου ὄνομα ἐν ταῖς συνάξεσι κατεσίγα ζον, καὶ παραίτησιν ἐζητοῦντο ἐφ' ᾧπερ καὶ τὸν ἄξιον προχει ρίσαιντο. ἀλλ' ἐν τοσούτῳ καὶ ὁ εἰς πατριάρχην Ἀντιοχείας 123 ἐπ' ἀνατολῆς ταχθεὶς ἀπὸ Τύρου Κύριλλος μετ' Ἀρσένιον, ἀνὴρ εὐλαβὴς καὶ ἡσυχίας φίλος καὶ πλήρης ἐκκλησιαστικῆς καταστά σεως, τῇ Κωνσταντίνου ἐπιφοιτᾷ, ὃν ἔδει πάντως ἐλθόντα τὸ κῦρος ἐντεῦθεν λαβεῖν ἐκ μεταθέσεως ἀναβιβαζόμενον, κἂν τότε μὴ δεχθεὶς ὕστερον μετὰ χρόνους ὀκτὼ μόλις, καὶ ὑποσχέσεις δοὺς ἦ μὴν μὴ κατά τι Ἀρμενίοις συνέρχεσθαι ἐν τῇ ἐκείνων διά γοντα, ἐπεὶ τὰ κατὰ Συρίαν ἠφάνιστο, προσεδέχθη, κἀνταῦθα τὸ βιοῦν ἀπήντλησεν. ὡς γοῦν ἐπιδημήσας οὗτος τῇ Κων σταντίνου τῷ τότε ὑπὲρ ἄλλους ἐν τοῖς τῶν Ὁδηγῶν κατοικεῖν προυτιμᾶτο, ἀπάρας ἐκεῖθεν ὁ πατριάρχης Γρηγόριος τῷ τοῦ ἁγίου Παύλου τοῦ ἐν τῷ Λάτρῳ μετοχίῳ μετοικισθεὶς δίδοται. (7) καὶ ἦν ἐκεῖ διαφιλονεικῶν πρὸς ἀρχιερεῖς καὶ βασιλέα ἐπι καλούμενος, εἰ λαβόντες αὐτὸν σοφόν τε καὶ ἔντιμον νομιζόμε νον, προσέτι δὲ καὶ ὀρθοδοξοῦντα, οὐχ ὅπως ἀτιμοῖεν ἐκεῖνον, ἀλλὰ καὶ προσαφαιροῖντο τὸ ἐπὶ τῇ ὀρθοδοξίᾳ σέμνωμα. καὶ δὴ καὶ ὡς εἶχε γράφων τὴν ἐπὶ τῷ τόμῳ τῶν κατηγορουμένων ἐπίλυσιν, ὅπως γράψοι τὴν ἀρχὴν καὶ ὅπως φρονοίη, καὶ ὡς εἰ μὴ οὕτως ἐξηγοῖντο, ἀνάγκη πᾶσα εἰς τὴν τοῦ Βέκκου γνώμην ἐμπίπτειν, ταῦτα λέγων ἠξίου διδόντας αὐτοὺς τὸ ἐπὶ τῷ ὀρθο 124 δόξῳ οἱ βέβαιον καὶ ὁμολογοῦντας ἀντιλαμβάνειν παρ' ἐκείνου τὴν τοῦ θρόνου παραίτησιν. τοῦτο οὖν ἐκείνοις λαβύρινθος ἄντικρυς δυσδιέξιτος· εἰ γὰρ ὁμολογοῖεν ὀρθόδοξον, ἡ ἐπὶ τῇ παραιτήσει ἀξίωσις οὐχ ὅπως ἄδοξος ἀλλὰ καὶ τυραννικὴ κατε φαίνετο. ἀντηξίουν γοῦν διὰ ταῦτα κἀκεῖνοι τὸν βασιλέα κρίσει ἐπιτραπῆναι τὰ κατ' ἐκεῖνον, καὶ εἰ μὲν εὑρεθείη ἀπὸ κοινῆς σκέ ψεως τὸ ἀσφαλὲς ἐφ' οἷς ἔγραψεν ἔχων, τελεῖν καὶ αὖθις εἰς πα τριάρχην ἐκεῖνον, εἰ δέ γ' ἐξελεγχθείη ἐμπεσὼν εἰς σφάλμα δο γμάτων, αὐτὸν μὲν ζητεῖν ἐν μετανοίᾳ συγγνώμην καί γε λαμβά νειν, αὐτοὺς δ' ἀφέντας ἐκεῖνον δικαίως (καὶ τίς γὰρ ἐντεῦθεν παραιτήσεως χρεία;) ζητεῖν τὸν ἄξιον. ἐδέξατο τὸν λόγον ὁ βασιλεύς, καί γε πέμψας παρεδήλου τῷ Γρηγορίῳ τὰ παρὰ τῶν ἀντιδικούντων λεγόμενα. ὁ δὲ καθάπαξ δεινὸν ἡγούμενος εἰ καὶ αὐτὸς ὁ δοκῶν ὑπὲρ ἄλλους ἐπὶ τῇ παραβασίᾳ ἁλίσκοιτο δόγμα τος, ἐδέχετο τὴν ἀξίωσιν καὶ ἕτοιμος ἦν ἀπαντᾶν εἰς κρίσιν. ὅθεν καὶ ὥριστο μὲν ἡ ἡμέρα, ὥριστο δ' ὁ τόπος· ὁ δ' ἦν τὸ μέγα τοῦ βασιλέως παλάτιον. ἐτάττοντο οἱ κριταί, οἱ κατηγο ρήσοντες ἡτοιμάζοντο· οἱ δ' ἦσαν οἱ σχισθέντες ἐκείνου, ὅσοι τε τῶν ἀρχιερέων καὶ ὅσοι τῶν κληρικῶν. τὰ πάντ' εὐτρεπῆ, 125 ἔδει δὲ συνελθεῖν καὶ μόνον. ὡς δ' ἡ κυρία παρέστη καὶ ἀπαν τᾶν ἔδει εἰς ταὐτὸν πάντας, αὐτὸς συνάμα τοῖς ἀμφ' αὐτὸν πρωϊαίτερον ἑτοιμασθεὶς ἔφιππος σὺν ἐφίπποις πρὸς τὸ παλάτιον ἀπαντᾷ, καί που ἱστάμενος ἔξω ὡς ἔτυχεν ἔχων, δήλην τῷ βα σιλεῖ τὴν σφετέραν ποιούμενος ἄφιξιν ἀπαντᾶν τὴν ταχίστην καὶ κριτὰς καὶ κατηγόρους ἠξίου. ὁ μέντοι γε βασιλεὺς σοφώτερόν τι καὶ βαθύτερον ἐννοῶν, ὡς γεγονυίας τῆς διαλέξεως οὐδὲν ὅλως χωρήσει κατ' ὀρθὸν τὸ πρᾶγμα, ὡς θάτερον ἀμφοῖν γενέσθαι, ἢ ἐκεῖνον φανέντα κακὸν ἡσυχάζειν ἢ ἐκείνους διαβολεῖς ὁμολογεῖν, ἀλλὰ παραμένειν καὶ αὖθις τὸ σκάνδαλον, φύσεως ἐχόντων τῶν λόγων λόγοις μάχεσθαι, ὡς πραγμάτων καὶ μόνων εἶναι τὴν ὁμο λογίαν τῆς φύσεως, ὡς ἔχουσι φαινομένων καὶ μὴ ὡς λέγονται, ταῦτα σκοπήσας, καὶ μᾶλλον ὅτι τοῖς καταβαλοῦσιν οὐκ εἰς ἀσφαλὲς πάντῃ περισταίη ἂν τὸ πραχθὲν ὡς εἰς ὀβελισμὸν ἀγο μένοις διὰ τὴν τοῦ χειροτονητοῦ παραβασίαν, καὶ μᾶλλον ὅτι καὶ τὸ ἐπισφαλὲς ὁμολογοῦντες ὑπέγραψαν, οὐκ ἔκρινεν εἰς συμ φέρον γενέσθαι τὴν κρίσιν. ὅθεν καὶ πέμψας ἀπήρτα τὴν διαδι 126 κασίαν. καὶ γὰρ καὶ οἱ ἀντίθετοι τούτῳ εὐφυῶς ἀπεκρούοντο τὰ τῆς κρίσεως, οὐκ εἰς συμφέρον ἔσεσθαι τοὺς λόγους πολλῶν κινηθέντων διαβεβαιούμενοι, ἔπειθον δὲ βασιλέα πέμπειν καὶ ἀξιοῦν παρέχειν λίβελλον παραιτήσεως. μηδὲ γὰρ εἰς συμφέρον ἔσεσθαι τὴν ἐξέτασιν, αὐτοὺς δ' ἐντεῦθεν ὁμολογεῖν εὐσεβῆ, καὶ μηδένα τὸν δισταγμὸν ἐπὶ ταῖς σαῖς, φησί, φέρειν δόξαις, μό νον δὲ σκανδαλισθῆναι διὰ τὸ τοῦ Μάρκου γράμμα, ὃ καὶ αὐτὸς σὺ φθάσας πολλάκις ταῖς ἀποβολαῖς δέδωκας ὡς παρὰ τὸ ὀρθὸν συντεθὲν τῆς κοινῆς δόξης τῆς ἐκκλησίας, καὶ διὰ ταῦτα δίκαιον εἶναι βασιλεῖ τε πείθεσθαι τὰ χρηστὰ συμβουλεύοντι καὶ εἰρηνι κῶς ἀπαλλάττειν. ταῦτα πολλάκις διεμηνύετο, ἀλλ' οὐκ ἔπειθε. καί γ' ἐπὶ πολλοῖς καὶ τὸν τότε κοιαίστορα Χούμνον καὶ τὸν συγ γράφοντα συνάμα πέμπων ὁ βασιλεὺς προσέταττε λέγειν καὶ ἀξιοῦν τὰ αὐτὰ παρ' αὐτοῦ. τυραννεῖσθαι γὰρ τῇ εἰς ἐκεῖνον ἀγάπῃ ἐπὶ τῷ μέχρι τόσου τὴν ἐκκλησίαν κυμαινομένην περιορᾶν, καὶ μηδὲν ἐφεῖναι τοῖς κατ' ἐκείνου ὥστε καὶ πλέον τι παρὰ τὸ εἰ 127 κὸς ἐκκηρύττειν, ἀλλ' ὀρθόδοξον ἡγεῖσθαι πείθειν καὶ ἑτοίμως σπένδεσθαι τοῦ σκανδάλου παραιρεθέντος· τὸ δ' ἔσται πάντως, εἰ μετ' εἰρήνης παραιτοῖτο. ταῦτ' ἔλεγε βασιλεύς, ἀπειρηκὼς ἤδη πρὸς τὸ τῶν πολλῶν σκάνδαλον. ἀλλ' ἀκούων ἐκεῖνος τότε πολὺς ἦν ἀλύων, εἴπερ ἀναφανδὰ μὲν ἐφ' αἱρέσει τοῦτον διεκω μῴδησαν, κρυφὰ δὲ ὡς ὀρθοδοξοῦντα δέχονται. διὰ τοῦτο καὶ τὴν ὁμολογίαν ἐζήτει ταύτην κοινῇ παρ' αὐτῶν γενέσθαι, συν αχθείσης τῆς πολιτείας ἅμα συγκλήτῳ καὶ βασιλεῖ, μηδὲ τῶν ἐκκρίτων μοναχῶν ἀπόντων.

Intertext edge

Open linked passage

Note