Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Βασιλεὺς δ' ἐπιστὰς τῇ πόλει οὐ καθάπαξ ἠφίει τοὺς σχιζομένους τῆς ἐκκλησίας, ἀλλὰ τρόπῳ μετεχείριζε τὴν ἐκείνων ὁμόνοιαν. ὅθεν πέμπων, ἔστι δ' οὗ καὶ προσκαλούμε νος, πολὺς ἦν δεικνύων διὰ φροντίδος ἔχων τὰ ἐκείνων μὴ δεχο μένης παραίτησιν, καὶ μᾶλλον ὅτι τέρατ' ἄττα τελούμενα κατε μάνθανεν, οἷά τ' ὄντα καὶ τὸν λίαν θαρροῦντα δεδίττεσθαι. ἐχόμενα γὰρ τοῦ περιπύστου νεὼ τῆς τοῦ θεοῦ σοφίας, ἔν τινι δημοτικῷ οἰκήματι, ἐν τοίχῳ τῆς θεοτόκου εἰκὼν καθιστόρητο, 82 καὶ ἡ εἰκὼν ἐπὶ πολλαῖς ἡμέραις ἐδακρυρρόει, ἀμάρας ἐξ ὀφθαλ μῶν χέουσα, ὥστε καὶ σπόγγοις τὸ ἐκρέον συνάγεσθαι. ἐλθόν τος δὲ καὶ αὐτοῦ βασιλέως, ἅμα μὲν κατὰ προσκύνησιν ἅμα δὲ καὶ κατὰ θέαν τῶν τελουμένων, καὶ προσταγὲν ἀσφαλισθέντος τοῦ οἴκου βεβαίως, τὰ αὐτὰ ἦν καὶ πάλιν τοῖς πρότερον. καὶ αὖθις ἐν τοῖς Χαρσίου αἷμα τῆς εἰκόνος τοῦ λαμπρὸν ἐν μάρτυσι λάμποντος Γεωργίου δαψιλῶς ἀνέβλυζε. ταῦθ' ὁρῶν κρατῶν δειδήμων ὤν, ὡς τὸ ἀληθὲς εἰπεῖν, περὶ τὰ τοιαῦτα καὶ εὐλα βής, φόβον οὐ μικρὸν εἶχε, μήπως θεῷ δοκοῦν ἐκείνοις προσέ χειν αὐτὸς ἐπ' ἄλλοις ἔχοι τὸν νοῦν καί γ' ἔξω τοῦ θείου θελή ματος διαπράττοιτο. ὅθεν καὶ συγκαλῶν παρεκάλει, καὶ ἰδίᾳ καὶ φανερῶς, καθιστῶν συνόδους λαῶν, γενέσθαι ποτὲ τῆς εἰ ρήνης ἠξίου, καὶ ἀπιδεῖν πρὸς τὴν τῆς ἐκκλησίας ὁμόνοιαν. ἀλλ' οὐκ ἔπειθεν· ἦν γὰρ ἐκείνοις φανερῶς προσιστάμενον τὸ τοῦ Ἰωσὴφ μνημόσυνον καὶ τὸ τῆς ἐκκλησίας, ὡς ᾤοντο λέγον τες, ῥύπασμα, κοινωνούσης ἀφορισμοῖς. ἀφορισμὸν δ' ἔλεγον τὸν τοῦ Ἀρσενίου πρὸς Ἰωσήφ. οὐκ οἶδα δὲ εἰ καὶ τὰ ὡρκωμοτημένα πάλαι μὴ λαβόντα λύσιν, ἃ δὴ ἔχειν λύειν ἐγκεχωρημένον 83 παρὰ Ἀρσενίου τὸν Ὑάκινθον λαβόντα τὸν θρόνον διεβεβαίουν, μέρος ἦσαν καὶ ταῦτα συμβαλλόμενον πρὸς τὸ ῥύπασμα. εἰ δὲ καὶ τὸ κατὰ τὸν πάπαν προσετίθουν τρίτον, μὴ τοῖς πρότερον ἱκανούμενοι, ἔστω καὶ τοῦτο. καθ' ἃ δὴ πάντα αὐτοὺς ἀθιγεῖς ὄντας καθάπαξ τῶν ῥυπασμάτων αὐτοὺς καὶ τὴν διόρθωσιν δι καίους εἶναι πράττειν, ἄλλως δὲ μηδ' ὁπωσοῦν καταδέχεσθαι τὴν ὁμόνοιαν.
30.1.2
Τότε καί τις τῶν Βουλγάρων ἔκποθεν φανεὶς αὐτό ματος Λαχανᾶν τε ἑαυτὸν ἐπιφημίζει, καὶ δῆλος ἦν πραξείων κατὰ τῶν ἐχθρῶν, εἰ βασιλεὺς ἐπιτρέποι, τὰ μέγιστα. τὸ μὲν οὖν πρῶτον καὶ αὐτὸν ἐθορύβησε βασιλέα, εἰ ὃν εἶχον πεφονευ μένον παρὰ Νογᾶ τοῦ τῶν Τοχάρων ἄρχοντος, τοῦτον βλέπουσι ζῶντα καὶ τὰ μεγάλα περὶ αὐτοῦ φανταζόμενον. ὅθεν καὶ τῆς 189 ἰδίας αὐτανεψίας Μαρίας, τῆς καὶ τῷ Λαχανᾷ συνοικησάσης πάλαι, ᾧ δὴ καὶ παιδίον θῆλυ ἀπέτεκεν, δεικνὺς ἐξ ἀδήλου ἐπυνθάνετο εἰ αὐτὸς εἴη ταῖς ἀληθείαις ὁ Λαχανᾶς. τῆς δὲ μὴ ὅπως ἐκεῖνον εἶναι, ἀλλ' οὐδὲ τὸ παράπαν ἐοικέναι οἱ διαβε βαιουμένης, ἐν οὐ καλαῖς ὑπονοίαις εἶχον τὸν βάρβαρον. ὡς δὲ καὶ αὐτὸς ζάκοτός τις φαινόμενος οὐκ ἄντικρυς οὐδ' οὕτως ἑαυτῷ περιετίθει τὸν Λαχανᾶν, εἰ καὶ λέγοιτο, ἀλλ' ὅμως εὐ λάβειάν τινα περὶ τὸ θεῖον ὑποκρινόμενος ἐδίδου τισὶν ὁρῶσι τὰ μέγιστα περὶ ἑαυτοῦ φαντάζεσθαι, ἐκεῖνον μὲν ἐν τηρήσει εἶχον καὶ φυλακαῖς ἐδίδουν, τὴν τῶν πολλῶν ἐλπιδοτρίβησιν ἐπ' αὐ τῷ ἐντεῦθεν ὑποτεμνόμενοι· μηδὲ γὰρ ὅλως εἶναι βάρβαρόν τε καὶ πλάνον κατανοούμενον ἀγαθόν τι ποιεῖν. πολλοὶ δ' ἐπ' ἐκείνῳ οὐχ ὅπως ἀκούοντες ἐλπιδοκοπούμενοι, ἀλλὰ καὶ τὰς ἐλ πίδας ἱστάντες (τοῖς γὰρ πονοῦσιν ἐσχάτως ἐκ τῶν παρόντων εἰς θεραπείαν μηδὲν βοηθουμένοις καὶ οἷς ἤλπισαν, ἅπτεσθαι καὶ τῶν ἁπλῶς δοκούντων χρησίμων ἀνάγκη, καὶ μᾶλλον, εἰ ξένα τινὰ εἴη καὶ μὴ συνήθη τὰ προσαγόμενα) οὕτως ἐκεῖνοι κακούμε 190 νοι τοῖς ἐχθροῖς, ἤδη δὲ καὶ αὐτοὺς ἐκείνους Πέρσας μανθάνον τες ὡς εἶεν ὀρρωδοῦντες τὸν βάρβαρον φημισθέντα σφίσιν ἔκ τι νων τῶν παρ' αὐτοῖς μαντειῶν, καὶ πρὸς τὴν ἀπ' ἐκείνου βοή θειαν ἀφεώρων, καὶ καθικέτευον ἀπολυθῆναι τοῦτον καί γ' ἐκ χωρηθῆναι κατὰ τῶν ἐχθρῶν μετὰ Ῥωμαίων ὁρμᾶν· τὴν γὰρ πρὸς αὐτὸν ὀρρωδίαν, ἣν εἶχον οἱ βάρβαροι, εἰς θάρρος τὸ ὑπὲρ ἑαυτῶν ἔχοντας ἑτοίμους εἶναι μετ' αὐτοῦ καὶ προκινδυ νεύειν καὶ μηδὲν ἐλλείπειν τῶν ὅσα καὶ ἀγαθὸς ἀνὴρ πράττοι μετὰ τῆς ἀρετῆς καὶ τὸ θαρρεῖν ἔχων. ταῦτ' ἀκούων καὶ βα σιλεύς, καὶ ὁσημέραι περὶ τῶν ἰδίων πονῶν, ἐπὶ νοῦν τινὰ ἔρ χεται ὅτι πολλάκις καὶ ὃ δὴ ἰατρὸς τῷ κάμνοντι ἀπηγόρευσεν ὡς αὐτίκα τεθνηξομένῳ εἰ προσενέγκαιτο, τοῦτο κατὰ τὸ λεληθὸς ὁ νοσῶν προσενεγκάμενος ἐξ ὀρέξεως παράλογον εὗρε τὴν θερα πείαν, καὶ ἡ μὲν τέχνη οὔπω ἐλέγχεται φαύλη τις οὖσα, τὸ δὲ συμβὰν ἔκ τινος τυχηρᾶς προσπαθείας ὠφέλησε, τῷ σφοδρῷ τῆς ὀρέξεως ἀναρρωσθείσης ὡσανεὶ κατὰ τῆς νόσου τῆς φύσεως. τί γοῦν, φησίν, εἰ καὶ Λαχανᾶν μὴ ὄντα μηδέ τινα ψῆφον περὶ ἑαυτοῦ διδόντα τὸν βάρβαρον, ὅμως φοβερὸν μὲν τοῖς ἐχθροῖς 191 δόξαντα χρήσιμον δὲ καὶ τοῖς κακουμένοις, αὐτὸν ἀπολύοι καὶ ἐπιτρέποι στρατεύειν, καὶ μᾶλλον ἐξ ἐγγίονος πείρας ἐν τῇ τῶν Ἁλιζώνων γῇ κατὰ Σάγγαριν. ταῦτα διανοηθεὶς καὶ μετὰ τῶν οἰκείων σκεψάμενος ἀπολύει, προσετοιμάσας ἐκείνῳ καὶ τὰ κα θήκοντα. οὗ δὴ καὶ ἐξελθόντος ὡς εἶχε, καὶ μόνον τῆς ὁδοῦ ἁψαμένου ἅπας συνεκινεῖτο καὶ ὁ πόρρω καὶ ὁ ἐγγύς, καὶ οὐδὲν ἦν εἰκάζειν εἰ μὴ αὐτῆς οἰκουμένης καὶ γῆς μετακίνησιν. οἱ γὰρ ἐπὶ τῶν γεωργικῶν ἔργων καὶ σκαπάνης οὐ πλέον εἰδότες καὶ τοῦ κεντρίσαι τὸν βοῦν, καὶ ποιμένες θρεμμάτων καὶ ἄγροικοι ἐκεῖνοι τὰς οἰκείας χώρας ἀφέντες καὶ αὐτὰς γεωπονίας, ἐν ῥάβδοις μό ναις καὶ ταῖς καλαύροψιν αὐτόματοι κατεφαίνοντο στρατιῶται καὶ ὁπλῖται ἄοπλοι καὶ συντάξεις ἀσύντακτοι, τὸ ὑπὸ Λαχανᾷ τετάχθαι εἰς θάρρος μέγα τοῦ νικᾶν ὅπου φανεῖεν σὺν αὐτῷ θέ μενοι. ἀμέλει τοι καὶ ἡμερῶν ὀλίγων περὶ ἐκεῖνον ἄπειρον πλῆ θος συνῆκτο ξυγκλύδων, μὴ πολέμων εἰδότων, μὴ παρατάξεως, τὸ τῆς παροιμίας αὐτόθεν πληρούντων, ὅτι γλυκὺς τοῖς ἀπείροις ὁ πόλεμος. οὐδὲ γὰρ ὡς πολεμήσοντες ὥρμων, οὐδ' ὡς προσ βαλοῦντες ἐχθροῖς, ἀλλ' ὡς σκύλων ἐπιβαλούμενοι καὶ παίξον τες μᾶλλον ἢ σπουδάσοντες. ἡ μὲν οὖν ἐκείνων ὁρμὴ περὶ τὸν νέον στρατηγὸν τοιαύτη τις ἦν ὡς μηδὲ στῆναι πληθουμένους, 192 οὐ κατ' ὀλίγον ἀλλὰ τρόπον πυρὸς κατ' ἀναλογίαν τὴν πολλα πλάσιον, ὡς ἅμα μὲν ἐξιέναι σὺν πολλαπλασίοις τούτων, δίκην ῥυάκων ἐπιρρεόντων τῶν ἀγροίκων ἐκείνων καὶ βουκαίων καὶ βοω τῶν. τοῦτο μαθὼν βασιλεύς, καὶ περὶ τῷ λαῷ δείσας μή τι πάθοι προσβαλὼν ἀσυντάκτως καὶ ἀμαθῶς, εἰ δ' οὖν, ἀλλὰ καὶ μή τι νεωτερισθείη ἐπιτυχόντων, πέμψας εἰς αὐτὸν μετακα λεῖται τὸν βάρβαρον, καὶ ἐλθόντος ἀποχειροτονεῖ παραυτίκα τὸν στρατηγὸν καὶ ἐν τῇ πρεπούσῃ τηρήσει εἶναι προστάσσει. τὸ δ' ἀμαθὲς ἐκεῖνο πλῆθος καὶ ἄλογον ἅμα διασκεδασθὲν τὴν τα χίστην ἐλύετο, καὶ τὰ οἴκοι ἕκαστος κατελάμβανεν. 31. Ἐν τοσούτῳ δὲ καὶ ὁ πρωτοβεστιάριος τῇ πολυημέρῳ νόσῳ κατεργασθεὶς τῶν νεφρῶν (οὐδὲν γὰρ ὃ ἐπενόουν εἰς ἰατρείαν οἱ θεραπεύοντες ἱκανὸν εἰς τὴν κατὰ τῆς ἀρρωστίας ἀνταγώνισιν ἔδοξεν, εἰ μὴ καὶ μᾶλλον προσεζημίου τὸν πάσχοντα), ἀφεὶς τὰ πάντα καὶ αὐτὴν τὴν κοσμικὴν ὀφρὺν καὶ σκηνήν, τὸν μοναχὸν ὑποδύεται, καὶ ἃ κατὰ τῶν ταλαιπώρων κληρικῶν ξυνέπραξέ τε καὶ ξυνεβούλευσεν ὡς δῆθεν ἐκ ζήλου, αὐτοῖς ἐκείνοις παροῦσι διωμολόγει μετανοῶν, καὶ ἐζητεῖτο παρ' αὐτῶν τὴν συγχώρησιν. αὐτὸν δ' ἐπὶ τοσοῦτον ὁ πόνος ὠδύνα καὶ ἔθλιβεν ὥστε καὶ τὸ ζῆν ἐκείνῳ ποιεῖν ἀβίωτον· κἄν πού τις τῶν Ἀσκληπιαδῶν ἐκ τῆς ἀρτηρίας ἐπισχέσεως μετὰ βραχὺ τὴν τελευτὴν ἐπηγγείλατο, εὐερ γέτης ἐκ τοῦ παρασχεδὸν ἔδοξε λέγων καὶ προμηνύων οὐ πράττων 193 οὐδ' ἐργαζόμενος τὴν ἐκείνου ἀπαλλαγήν. τόσος ἦν ὁ πόνος καὶ ἡ τῶν νεφρῶν ὀδύνη τῷ πάσχοντι. ὥστε καὶ μετ' οὐ πολὺ με ταλλάξαι, καὶ τὸν νεκρὸν Νικαίαζε κομισθῆναι, ἐν τῇ τοῦ Τορ νικίου μονῇ, κατά τι κτητορικὸν ἀπὸ τῆς συζύγου δίκαιον ἐν σοριασθησόμενον. 32. Ἐκεῖνος μὲν οὕτως ἀπεβίω, βασιλεὺς δὲ τὸ πᾶν τῆς τῶν κοινῶν μεσιτείας ἐπὶ μόνῳ ἐτίθει τῷ μυστικῷ, ὃν καὶ οὐ μετὰ πολὺ ἐπὶ τοῦ κανικλείου καθίστα, αὐτῷ γε σὺν ὀλίγοις συμβούλῳ πρὸς τὰ πολλὰ καὶ συνεργῷ χρώμενος, οὐδὲν ὅσα τῶν πρὸς τρυφὴν προσποιούμενος, ὅπου γε καὶ αὐτὴν βασιλικὴν τρά πεζαν, ἐξ ἧς ἦν γεραίρειν ὁσημέραι βουλευτάς τε καὶ ἀριστεῖς (νώτοισι γὰρ καὶ Ἀγαμέμνων βοὸς διηνεκέσι τὸν ἀριστεύσαντα γέραιρε), καὶ αὐτὴν παρ' οὐδὲν ἐτίθει, δημοτικὴν τρυφὴν δυσ χεραίνων καὶ τραπέζης ἐλευθερίαν ἀποπροσποιούμενος, στάσει τε καὶ νηστείᾳ ὁλοημέρῳ προσκαρτερῶν, οὕτω δοκοῦν, ἔκφερε πόνου φρονήματος. ἦν γὰρ ταῖς ἀληθείαις ἐπὶ τούτοις καὶ αὐ τὸν νικῶν τὸν ἀδάμαντα τὸν τῆς παροιμίας, ὡς ἀλουτεῖν καὶ νη στεύειν καὶ καρτερεῖν, νύκτας τε καὶ ἡμέρας ἱστάμενος, καί που 194 καὶ ὅλην ἡμέραν διαγαγὼν φροντίσι κοιναῖς καὶ ἀσχολίαις φερού σαις τι χρήσιμον καταλαβούσης νυκτὸς προύργου τὴν πρὸς θεὸν ὑμνῳδίαν ποιεῖσθαι, ἣν συνήθως εἶχε σὺν ἱερωμένοις τελεῖν, ἀνωτέραν πάσης ἀνέσεως, καὶ ὀψὲ τῶν νυκτῶν ἐν ἴσῳ τίθεσθαι τό τε τραφῆναι καὶ μή, ἀλλ' εἰς τὴν ἐπιοῦσαν καὶ πάλιν νυκτὸς ἀριστᾶν, ὅ τι γε τύχοι. ἡ γὰρ τοῦ σώματος εὐεξία συμπλακεῖσα τῇ γνώμῃ οὔτε τῷ ἐθελουσίῳ τῆς καρτερίας χώραν ἐδίδου βλά πτειν τὸν καρτεροῦντα, οὔτε τῷ ἀκουσίῳ τῆς ἀνάγκης λυπεῖν παρεῖχε τὸν καρτερεῖν ὀρεγόμενον, ἑκατέρας συγκροτούσης θα τέραν εἰς μιᾶς συμπλήρωσιν ἀρετῆς, ὡς μήτε τὸ ἐνδεὲς διὰ τὴν εὐεξίαν λυπεῖν μήτ' ἀηδὲς εἶναι διὰ τὴν γνώμην τὸ σπουδαζόμε νον. οὕτω μὲν οὖν ὁ βασιλεὺς ἐντεῦθεν ἀρξάμενος καρτερικῶς διέφερε τὸ βιοῦν, συνόλην τρυφὴν καὶ βλακείαν ἀποπροσποιού μενος, εἰ καὶ βασιλικὸν καὶ ἀρχαῖον ἀθετεῖσθαι συνέβαινε νόμιμον. 195 {Γ.} Ἐπεὶ δ' ἀντίπαις ἦν ὁ υἱὸς Μιχαὴλ ἤδη τῷ βασιλεῖ καὶ τὸν ὑπὲρ τὸν ἔφηβον ἤλαυνεν, οὐκ ἀπεικὸς ἡγεῖτο οὐδ' ἀπρεπὲς ἄλ λως μὴ βασιλικῶς ταινιοῦν, καὶ ταῦτα καὶ τόσην πληροφορίαν ἐπὶ τῷ ταινιώσοντι κεκτημένος. ὅθεν καὶ ἐξαρτύεται μὲν τὰ ἐπὶ τῇ τοιαύτῃ χρείᾳ προσήκοντα ἀποχρώντως λίαν καὶ φιλοτίμως· καιρὸν δ' ἡγησάμενος πρέποντα ἡμέραν τῆς μνήμης τοῦ πρώτου ἐν Χριστιανοῖς βασιλέως, μᾶλλον δὲ καὶ σφίσι τῆς ἐλευθερίας ἄρξαντος Κωνσταντίνου, ἐν ταύτῃ καὶ τὰ τῆς στεφηφορίας τῷ υἱῷ ἀπεπλήρου. καὶ εἰκοστῇ πρώτῃ Πυαντιῶνος μηνὸς κατὰ τὸν τοῦ θεοῦ σοφίας νεών, συναχθέντων ἁπάντων, ὅσον ἦν τῶν ἐν τέλει καὶ ἄλλως καὶ ὑπηρετικὸν βασίλειον, ὅσον τῆς πολιτείας καὶ ὅσον τῶν στρατιωτικῶν δυνάμεων, οὐδ' αὐτῶν ἀπόντων τῶν κατὰ τὴν πόλιν Ἰταλῶν, ἔτι δὲ καὶ τῶν ὅσοι κατὰ χρείαν πρεσβείας ἐπεδήμουν τῇ Κωνσταντίνου, καὶ αὐτῶν δὴ τῶν τὸ ἐπὶ τῇ Αἰκατερίνῃ κῆδος μεσιτευόντων (οἱ δ' ἦσαν οἱ ἀμφὶ τὸν Συρπέρον λεγόμενον), τὸ μὲν ἱερατικὸν πᾶν καὶ μοναχικὸν ἀφ' ἑσπέρας παννύχιον ὑπὸ δαψιλέσι φωσὶν ἀπετέλουν τὴν ὑμνῳδίαν, ἄνωθεν τοῦ βασιλέως ἱσταμένου καὶ ἀκροωμένου τῶν ὕμνων. 196 ὑπ' αὐγὰς δὲ συναχθέντων, καὶ τὴν τοῦ Αὐγουστεῶνος αὐλαίαν πληρούντων ἐς τόσον ὥστε καὶ εἰς μίαν ἁρμογὴν καὶ συνέχειαν ξύμπαντας ξυνεπτύχθαι ζῶον φαινομένους ἕν, εἰς πλάτος ἐνδιδὸν ἀλλόκοτόν τι καὶ ξένον, μυρίαις χρώμενον γλώσσαις, τού των οὖν ἁπάντων συναθροισθέντων, περιαιρεθέντων δὲ καὶ τῶν τοῦ τρικλίνου Μάκρωνος δρυφάκτων διόλου, ὡς καθαρὸς παρὰ πάντων θεῷτο ὁ εὐφημούμενος, ἐπ' ἀσπίδος τε τὸν νέον οἱ ἐν τέλει καθιζάνουσι καὶ μετέωρον αἴρουσι καὶ ἀνευφημοῦσι τρανό τερον. εἶτα καὶ τὴν ἱερὰν λειτουργίαν τελοῦντες ἅμα μὲν αὐτὸς πατριάρχης ἅμα δ' ἀρχιερεῖς καὶ οἱ τοῦ βήματος πάντες, ἐφ' ἑκάστῳ τῶν τελουμένων καὶ τῷ υἱῷ κατὰ τὸ εἰκὸς συναφωσίουν τὰ πρέποντα τῷ πατρί τε καὶ βασιλεῖ. καὶ δὴ τελεσθέντων ἐκεί νων ἄνεισι μὲν ἐπ' ἄμβωνος ὁ κρατῶν, ἄνεισι δὲ καὶ ὁ πατριάρ χης, συνάνεισι δὲ σφίσι καὶ ὁ εἰς βασιλείαν μετὰ τοῦ πατρὸς χρισθησόμενος. καὶ μετὰ λαμπρῶν καὶ περιφανῶν τῶν τελετῶν στέφει μὲν βασιλεὺς τὸν υἱόν, συνεπιλαμβανομένου τοῦ στέφους καὶ τοῦ ἱεράρχου, χρίει δ' ὁ ἱεράρχης τῷ θείῳ μύρῳ τὸν τῆς βα σιλείας συμμετασχόντα. καὶ παιᾶνες ἐντεῦθεν καὶ εὐφημίαι καὶ πᾶν χαριστήριον. ῥιπτοῦνται δὲ περιερχομένων τῶν βασιλέων καὶ οἱ συνήθεις ἀπόδεσμοι. καὶ τότε μὲν τὸ μέγα παλάτιον μετὰ περιφανοῦς τῆς δορυφορίας αὐτοὺς ὑποδέχεται· (2) τῇ δ' ὑστε 197 ραίᾳ ταύτης μετακαλεῖται μὲν πατριάρχας ὁ βασιλεύς, μετακα λεῖται δ' ἀρχιερεῖς καὶ τοὺς τοῦ κλήρου καὶ μοναχοὺς καὶ τὸ τῆς πολιτείας ὅσον καθαρόν τε καὶ ἔκκριτον, καὶ δὴ κατὰ τὸν Μα νουηλίτην βασιλικὸν τρίκλινον ἔγνω συνάπτειν πανήγυριν. καὶ τὸν υἱὸν ἀγαγὼν Ἰωάννην, ὃν ἐκ τῆς Εἰρήνης ἔσχε νέον ἔτι τε λοῦντα, εἰς δεσπότην προβάλλεται, συνεπιλαμβανομένου τῆς δεσποτικῆς στεφάνης τοῦ ἀρτιστεφοῦς βασιλέως καὶ αὐτοκράτο ρος. καὶ οὕτως ἐκεῖθεν καὶ ἐς Βλαχέρνας προερχομένων τῶν βασιλέων, ἐρριπτοῦντο μὲν καὶ αὖθις τοῖς δήμοις ἀπόδεσμοι, πολὺς δ' ἐξ ἁπάντων κρότος καὶ συμμιγὴς ᾔρετο εὐφημία, καὶ μεγαλυνόντων τοὺς βασιλεῖς. Ἐντεῦθεν καὶ ἐζητεῖτο πρὸς βασιλέως παρὰ τῆς ἐκκλησίας δοθῆναι καὶ ἐπὶ τῷ νέῳ στεφθέντι ὅσον δὴ καὶ αὐτῷ παρὰ τοῦ πατρὸς ζητήσαντος πέπρακτο. (3) τὸ γὰρ ἐξ αὐτῆς τόμον γενέσθαι, καὶ δι' ὑπογραφῶν συνήθων ἀσφαλισθῆναί οἱ τὴν βα σιλείαν, καὶ τῷ κατεξαναστησομένῳ δῆθεν, εἴ πού τις καὶ εἴη, εὐθύνας ἀφορισμῶν ἀλύτων καὶ ἀρῶν ἐπιτίθεσθαι, ἑαυτῷ μὲν γεγονὸς παρὰ τῶν τότε ἐς τὸ ἀκριβὲς ἠπίστατο καὶ ἐδείκνυ, ἠξίου δὲ καὶ τῷ υἱῷ ταῦτα παρ' αὐτῶν γίνεσθαι ὡς οὐ καινόν τι καὶ ξένον, ὡς ἔλεγεν, ἐχούσης τῆς ἀξιώσεως. ταῦτα μὲν βασιλεὺς 198 λιπαρῶς ἠξίου, ἀλλ' οὔτε πατριάρχην οὔτ' ἀρχιερεῖς ἔπειθεν, ἀλλὰ τὸν μὲν τόμον γενέσθαι καὶ ἀσφαλισθῆναι τῷ στεφθέντι τὴν βασιλείαν αὐτόθεν ἕτοιμοι ἦσαν πράττειν, τὸ δὲ καὶ ἀραῖς περιβάλλειν καὶ ἀφορισμοῖς Χριστοῦ τῆς μερίδος χωρίζουσι τὸν εἴ τίς ποτε καὶ κατεξανασταίη τοῦ βασιλέως, οὐκ ἐδικαίουν ὅλως. ἀποχρῶντα γὰρ εἶναί οἱ τὰ ἐκ τῶν νόμων πρόστιμα, εἰ ἁλῴη, ὡς μηδὲν ἐντεῦθεν καὶ τὸ βιοῦν βιωτὸν ἔχειν ταῖς ἐκ νόμων καθυ παχθέντα ποιναῖς. μὴ δίκαιον δ' εἶναι πρὸς ταύταις, καὶ ἀν δράσι συμπαθείας φίλοις διεγνωσμένον, καὶ τῆς μερίδος ἐκεῖνον χωρίζεσθαι τοῦ Χριστοῦ. καὶ καλὸν μὲν βασιλεῖ προσεῖναι τὴν συμπάθειαν πλεονέκτημα· τέτακτο γὰρ αὐτῷ δηλαδὴ μὴ ἑκου σίῳ γνώμῃ ποινηλατεῖν ποτὲ τὸν ἐπὶ τοῖς ἐσχάτοις ἁλόντα, ἀλλ' ἄλλως εἱρκταῖς καὶ ταῖς ἐκεῖθεν κακουχίαις δὴ καὶ δημεύσεσι κατὰ τρόπον τοῦ πλημμελήματος δικαιοῦν καὶ κολάζειν. καλὸν οὖν εἶναι καὶ ἐπαινετὸν τὸ ταχθὲν βασιλεῖ, οὐ καλὸν δὲ οὐδ' εὐπρε πὲς ἄλλως αὐτὸν συμπαθῶς ὅσον ἐπὶ τούτῳ τοῖς πταίουσιν ἔχον τα ἀσυμπαθῆ καταναγκάζειν τὴν ἐκκλησίαν γίνεσθαι, καὶ μᾶλ λον αὐτὴν διαφερόντως τὸ ξυμπαθὲς πρεσβεύουσαν. ὡς γοῦν ἀπετύγχανεν ὁ κρατῶν, καὶ πᾶς ἐς δικαιολογίαν λόγος ἐντεῦθεν 199 ἠπράκτει τῆς τοῦ πατριάρχου καὶ τῶν ἀρχιερέων νικώσης ἐνστά σεως, τοῦτο μὲν καὶ ἄκων ὑπερετίθετο, καὶ τὸ δοκεῖν ὑπερηφά νει μηδ' αὐτὴν ἐκείνην ἣν ἑτοίμως εἶχον διδόναι τομογραφίαν ὥς τι τῶν ἐξ ἀνάγκης θελητῶν προσιέμενος· συνεξακούεσθαι γὰρ καὶ τῷ παιδί τε καὶ διαδόχῳ κατὰ τὸ εἰκὸς τὴν ὡς ἑαυτὸν ὁρκω μοσίαν τε καὶ ὑπὸ θεῷ καὶ τοῖς ἐκείνου νόμοις ἀσφάλειαν. αὐτὸς δ' ὡς ἐῴκει παροξυνθεὶς ἐφ' οἷς ἀξιῶν ἀπετύγχανεν, ἄλλως ἀν τιξύειν ἔγνω τοὺς ἀπειθοῦντας, ἀπρεπὲς καὶ ἄλλως τὸ κατὰ συν ήθειαν πραττόμενον διακρίνων. τὸ δ' ἦν τὸ τὸν ἐπὶ ἀρχιερω σύνῃ χειροτονούμενον κανοῖς τισὶ καὶ δόσει λημμάτων τοὺς χειρο τονοῦντας δωρεῖσθαι καί γε δὴ κληρικῶν ἕκαστον διὰ τὴν προσόν των αὐτοῖς ὀφφικίων δικαιοδοσίαν, ὡς εἴθιστο· Σιμωνιακὸν γὰρ ἀπεκάλει τὸ πραττόμενον πάθος, καὶ ὤνιον χρημάτων κινδυνεύειν τὴν χειροτονίαν ἐντεῦθεν λογίζεσθαι. τοῦτ' εἰς μέσον προτεί νων, πολὺς ἦν δοκῶν καταιδεῖσθαι καὶ τὸ ἀπερισκέπτως γινόμε νον ἐκφαυλίζειν καὶ εἰς κρῖμα μεῖζον γίνεσθαι. τινὲς γοῦν οἷς δὴ καὶ ἦν διευλαβεῖσθαι δοκεῖν, ἀρχιερεῖς ὄντες καὶ οὗτοι καὶ τὸ κέρδος τοῦ ἀσφαλοῦς ἐν δευτέρῳ δοκοῦντες τίθεσθαι, συνῄροντο τῆς γνώμης τῷ βασιλεῖ καὶ τὰ εἰκότα συνέπραττον. οἱ πλείους 200 δὲ καὶ παρ' ἐκείνους ξύμπαντες, καὶ παλαιὰν συνήθειαν προβαλ λόμενοι καὶ νόμους περὶ τούτων λέγοντας καὶ δικαιοδοσίας ἐκ πα λαιοῦ ὀφφικίων, οὐκ ἐνεδίδοσαν. εἰ δ' οὖν, ἀλλὰ παραβασίαν τοῖς κειμένοις ἐφεδρεύουσαν καὶ ὄλισθον ἐντεῦθεν ἀνηρτημένον ὡς εἰκὸς διεγίνωσκον, καὶ ὅτι πόρον ζωῆς ἀναγκαίας τοῖς κληρι κοῖς ἀποκεκλεῖσθαι ξυμβαίνει. καὶ πόλλ' ἄττα τοιαῦτα λέγον τες τοῖς ἀπεροῦσιν εἰς τέλος ἐῴκεσαν. ἀλλ' οὐκ ἤνυον. διὸ καὶ νεαρὰ προβαίνει νομοθεσία, καὶ ἐπ' αὐτοῖς μόνον οὐκ ἀκριβολο γουμένων κηροῖς, ὁπόσοι καὶ οἷοι ἐσοῦνται, οἷς ἡμμένοις ἐπὶ τῇ τελετῇ τῆς χειροτονίας χρήσαιντ' ἂν οἱ τῶν παρόντων ἱερωμένοι. ἣν δὴ νεαρὰν ὑποσημαίνεται μὲν πατριάρχης ὑποσημαίνονται δ' ἱεράρχαι, καὶ πάντες πλὴν δυοῖν, τοῦ τε Σμύρνης καὶ τοῦ Περγάμου, συγκάταινοι γίνονται. πλὴν τὸ πᾶν τῆς ἀκερδείας οὐκ ἐπὶ τοῖς ὑπογράψασιν ἀλλ' ἐπὶ τοῖς κληρικοῖς πίπτει, ὡς ἄλλους μὲν ἐμπεδωθῆναι ταῖς ὁμολογίαις, ἄλλους δὲ καὶ ἄκον τας τὰς ἐκείνων ὁμολογίας ἀποπληροῦν. 4. Ἀλλὰ φθάνει καὶ ὁ ἐν δύσει δεσπότης ὁ ἐξ Ἀγγέλων Νικηφόρος τελευτῆσαι τὸν βίον, ἐπὶ δυσὶν ὑπεξουσίοις τέκνοις, 201 παιδί τε ἄρρενι ἀτελεῖ τῷ Θωμᾷ καὶ θυγατρὶ προφερούσῃ τὴν ἡλικίαν τοῦ ἄρρενος τῇ Ἰθάμαρ. καὶ ἡ ἐκείνων μήτηρ Ἄννα καὶ τῆς Εὐλογίας θυγάτηρ, ἐκποδὼν γεγονότος καὶ τοῦ σεβαστοκρά τορος Ἰωάννου τὰς ἐπιτροπὰς τῶν τε παίδων καὶ τῆς τοπαρχίας ἔχουσα, τοὺς τοῦ Ἰωάννου παῖδας δύο, τὸν Δούκαν τε καὶ τὸν Ἄγγελον (τὸν γὰρ Κομνηνὸν Μιχαὴλ φθάνει κατασοφισαμένη αὕτη δόλῳ καὶ ἐπισχοῦσα καὶ παραδοῦσα τῷ βασιλεῖ), γυνὴ ἀπόλεμος φύσει ἄνδρας καὶ πολέμοις ἐσχολακότας ἐκτόπως ὑπώ πτευε, καὶ περὶ τοῖς παισὶ καὶ τῇ ἀρχῇ ἐδεδοίκει· ὁ γὰρ σφῶν πατὴρ Ἰωάννης ζῶντα τὸν Νικηφόρον, νόθος γνήσιον, τὰ πολλὰ τῶν ἐκείνου προσαφαιρούμενος ἐζημίου. διὰ τοιαῦτα καὶ οὐκ ἀνυστὴν ὅλως βουλὴν ἐβουλεύετο· ἔγνω γὰρ ἀποστέλλειν πρὸς βασιλέα, καὶ λιπαρεῖν μὲν αὐτὸν λιπαρεῖν δὲ πατριάρχην καὶ ἐκ κλησίαν παριδεῖν νόμους κειμένους, καὶ τῇ ἀνάγκῃ συγκαταβῆ ναι ἐχούσῃ μέγα τὸ χρήσιμον, ὥστε τὸν νέον βασιλέα γαμβρὸν ἐκείνῃ γενέσθαι, καὶ πᾶσαν χώραν καὶ ἑαυτὴν καὶ παῖδα ὡς ἀρ χαῖα ἐλλείμματα Ῥωμαΐδος ἐγχειρίζειν χαίρουσαν ὡς εἰ καὶ αὐτὴ 202 ἐπ' ἐκείνοις τόσα λαβεῖν ἔμελλε. τὸ οὖν συνάλλαγμα, ὃ συνι στᾶν ἤθελεν, ἕκτου ἦν βαθμοῦ καὶ ἐξ αἵματος, καὶ παντός γε μᾶλλον ἀπεκωλύετο. ὅθεν καὶ τῷ μὲν Θωμᾷ τὸ δεσποτικὸν ἀξίωμα ζητήσασα καὶ λαβοῦσα, τὴν δ' ἐντεῦθεν ἀσφάλειαν ἀπελ πίσασα, πρὸς Ἰταλοὺς ἀφορᾷ, καὶ τὸν ἔκγονον τοῦ Καρούλου ἐπιγαμβρεύεται Φίλιππον, οὐκ ὀλίγα τῶν τῆς χώρας καὶ πόλεις ἐς προῖκα δοῦσα τῇ θυγατρί.
30.1.3
Ἐν τούτῳ τοιγαροῦν ὄντων δεινῶν μὲν ἔνθεν ὁ κρά λης Σερβίας ἔνθεν δὲ ὁ ἐκείνου ὑποστράτηγος Κοτανίτζης καὶ ὁ Τορνίκιος ἠγγέλλοντο τὰ πρόσχωρα δρᾶν. διὰ ταῦτα καὶ ὁ βα σιλεὺς πολὺς ἦν καὶ ἅπας ἐγίγνετο τὸν βάρβαρον ὑπερχόμενος νῦν μὲν πρεσβείαις νῦν δὲ καὶ πολεμικαῖς ἐπεξελεύσεσιν, ἐπεί τοι καὶ τότε τὸν τηνικάδε μέγαν κονοσταῦλον Γλαβᾶν, τὸν τοῦ θεοῦ ἄνθρωπον ἐκεῖνον, συνάμα στιβαρῷ στρατεύματι ἐπ' ἐκεῖνον ἐξέπεμπεν, ὃς δὴ πολλάκις προσβάλλων οὐχ ὅπως ἤνυεν, ἀλλὰ καὶ προσηττᾶτο, ὅτι μηδ' ἐκ τοῦ προφανοῦς εἰσβάλλοντες ἦσαν ἐκεῖνοι, ἀλλὰ λῃστείας τρόπον ὡς τὰ πολλὰ μετεχείριζον, καὶ 272 οὐκ ἦν ὅλως ταῖς τῶν Ῥωμαίων δυνάμεσιν εὐοδεῖν. διά τοι ταῦτα καὶ ἐν Θεσσαλονίκῃ ὁ στρατηγὸς καθήμενος εἰργάζετο μὲν καὶ ἀφ' ἑαυτοῦ τὰ δοκοῦντα πρὸς ἀνταγώνισιν, ὅμως δ' ἐκ πολ λῶν ἀπογινώσκων ἀνδρῶν οἴκοθεν ὡρμημένων περιέσεσθαι, ἅμα τε προβαινόντων καὶ ἅμα θηρεύειν ἐχόντων τὰ κατὰ θύρας προ κείμενα, διὰ ταῦτα καὶ τῶν τοιούτων ἀπογινώσκων, σπονδαῖς τισὶ χρῆσθαι πέμπων συνεβούλευε τῷ κρατοῦντι, καὶ μᾶλλον καὶ τῶν ἀνατολικῶν κακουμένων ὑπὸ τῆς τῶν Περσῶν ἐπιδρομῆς καὶ χρῃζόντων τῆς ἱκανῆς ἀντιλήψεως. τό τε σπονδὰς ἀποτεμνομέ νους εἰρηνεύειν καὶ βασιλεῖ καὶ τῇ περὶ αὐτὸν βουλῇ καλὸν ἐδό κει καὶ τῶν καλλίστων. τὸ δὲ τοῦ βαρβάρου ἦθος εὔκολον ὂν πρὸς σπονδῶν συγχύσεις διαλύων αὐτίκα ἐκ τυχούσης αἰτίας τὴν ὁμόνοιαν ὑπώπτευον. ὁ γοῦν βασιλεὺς κἀνταῦθα ποιεῖν προαι ρούμενος ἐξ ὧν ἀρέσειεν ἂν καὶ τῷ γε ὁμορεῖν ἔχοντι, ἠβούλετο καὶ μετ' ἐκείνου ὡς οἷόν τε εὐορκεῖν. μὴ μέντοι γε ἀρκέσειν πρὸς πίστιν τὴν τοῦ Σέρβου παλιμβουλίαν ἐκ τῶν δυνατῶν ἔκρινεν ἄλ λως, εἰ μὴ κήδει τῷ κατὰ γάμον συνδέοιτο. ἐκεῖνος δ' εἶχε τὴν τοῦ Τερτερῆ ἐκ τῆς τοῦ Ἀσὰν ἀδελφῆς θυγατέρα, λαβὼν ὑπ' 273 ἀσφαλέσι πίστεσι σύζυγον. εἶχε δ' ἑτέραν πρώην, τὴν τοῦ δυ σικοῦ σεβαστοκράτορος Ἰωάννου θυγατέρα, καὶ πρὸ ταύτης ἄλ λην ἣν ἀποστέρξας παρ' οὐδεμίαν αἰτίαν εὔλογον, ἀφεὶς ἐκείνην τὴν νόμιμον πάντως, τῇ τοῦ Ἰωάννου συμπλέκεται θυγατρί. ἀλλὰ καὶ ἐσέτι τῆς νομίμου ζώσης ἀπολύσας ταύτην πρὸς τὸν πα τέρα, οὐδὲν συμπεσὸν ὑπὲρ τοῦ ταύτης διαζυγῆναι δίκαιον, τὴν τοῦ Τερτερῆ ἐπηγάγετο, καὶ εἶχε ταύτην τρίτην ἀπὸ τῆς νομίμου λαβών· ζῶσα γὰρ ἡ προτέρα τὰς ἐπιγενομένας παρανόμους ἀπή λεγχεν. ἐπείρα τοίνυν καὶ μόνον βασιλεὺς τοῦ βαρβάρου πρὸς σπονδὰς ἤδη κλιθέντος, ἐπεὶ καὶ ἡ προτέρα τεθνηκυῖα ἠκούετο καὶ τὸ ἀπὸ τοῦδε τῇ συνοικησούσῃ νομίμῳ εἶναι μετὰ τὴν πρώ την ἐδίδοτο, τῶν ἐν τῷ μεταξὺ ὡς νόθων ἀπηλλοτριωμένων, εἴπερ ἀπολύων τὴν τοῦ Τερτερῆ ἐπιγαμβρεύεσθαί οἱ βούλοιτο καὶ τέως ἐπ' αὐταδέλφῃ τῇ Εὐδοκίᾳ ἤδη κατὰ τὴν πόλιν οὔσῃ κεχηρωμένῃ τοῦ Ἰωάννου. ὁ δὲ μηδὲν μελλήσας, ἀλλ' ὡς τὰ μέγιστα καὶ ληψόμενος, ἕτοιμος ἦν ἐφ' ὁμολογίαις τε καὶ συνθή καις τὴν τοῦ Τερτερῆ ἀποπροσποιεῖσθαι καὶ τὴν τοῦ βασιλέως δέχεσθαι ἀδελφήν· ἔσπευδε γὰρ τὰς παρὰ τοῦ βασιλέως ἐλπίδας, καὶ ὡς μεγάλων ἐπιτευξόμενος ἤθελε τὸ συνάλλαγμα, ἐπεὶ καὶ πρὸς τὴν ἀρχὴν ἐκραδαίνετο τοῦ ἀδελφοῦ Στεφάνου προήκοντός τε τῷ χρόνῳ καί γε τῷ δικαίῳ προτιμωμένου, εἰ κἀκεῖνος ἐπίχω λος ὢν καὶ μῶμον φέρων ἐν σώματι, ἔτι δὲ καὶ ἀπραγμοσύνῃ συζῆν ἐθέλων, χώραν τὴν ἱκανὴν ἀποτεμόμενος ἑαυτῷ τὴν τῆς 274 ἀρχῆς ἀσχολίαν πρὸς ἐκεῖνον ἠφίει, τοῖς παισὶν ἑαυτοῦ τὴν ἀρ χὴν φυλάξοντα μετὰ θάνατον. ὥστε καὶ διὰ ταῦτα παντοίως ὑπῆκτο τῷ τοῦ βασιλέως θελήματι, καὶ προσελιπάρει φίλος γε νέσθαι καὶ συγγενής. τὸν δέ γε Κοτανίτζην καὶ λίαν καθυ πισχνεῖτο παραδιδόναι· τὸν γὰρ γαμετῆς προϊέμενον οὐκ εἰκὸς εἶ ναι ἀλλοτρίου φείδεσθαι. τούτοις κατανεύει καὶ βασιλεύς, καὶ ἤδη τὴν ἀδελφὴν παντοίως ὑπέρχεται, νόμιμόν τε τὸ συνάλλαγμα βεβαιούμενος· ἡ γὰρ νόμιμος ἐτεθνήκει, ἣ δὴ ταῖς μὲν ἐπιούσαις περιοῦσα ἔτι τὸ νόθον εἰργάζετο καὶ παράνομον, τῇ δὲ ἐφεξῆς ἔκτοτε τελευτήσαντα νόμιμον δίδωσι καὶ ἄξιον προσέτι ἀξίᾳ. ἀλλὰ καὶ πόλλ' ἄττα λέγων οὐκ ἔπειθεν· ἠβούλετο γάρ, ὡς ἐῴκει, ἐκείνη τῷ ἀνδρὶ φυλάττειν τὰς πίστεις καὶ τελευτήσαντι, καὶ μὴ ὅτι γε κράλῃ Σερβίας, ἀλλ' οὐδὲ καὶ τούτου πολλῷ μεί ζονι εἰς λέχος δεύτερον συνιέναι. τὰς δὲ τοῦ βασιλέως θεραπεύ σεις ἱκανὰς μὲν ἔκρινεν ἄλλως καὶ πιθανάς, ἄλλῃ δέ γ' ἴσως, 275 οὐ μὴν ἑαυτῇ, εἰ καὶ πρέπειν ἔλεγε τοῖς μεγέθεσι στοργὴν πρὸς τὰς συνοικούσας ἀμετακίνητον μᾶλλον ἢ εὐκολίαν πρὸς ἀλλοτρίω σιν. ὅμως δ' ἐπεὶ οὐ μέλον ἦν ταύτῃ τοῦ συναλλάγματος, τὸ πρὸς τὰς ἐπ' ἀδόξοις ἀναμνήσεις ἀταμίευτον ἔχειν τὴν παρρησίαν περισσὸν ἔκρινε, καὶ ἐσίγα. (31) ἀπογνοὺς δ' ἐκεῖθεν ὁ βασι λεὺς τῆς μετὰ τῇ ἀδελφῇ πείρας, τὸν κράλην Σερβίας ἀδοξότε ρον ἢ πρὸς οἰκειότητα τὴν ἐξ ἰδίας θυγατρὸς ἔκρινε, μείζονα δ' αὖθις ἢ καταφρονεῖσθαι. διὰ τοῦτο καὶ τὸν καιρὸν τῷ ἐλ λείποντι προστιθεὶς ἀξιώτερον ἐποίει πρὸς τὴν ἐπὶ θυγατρὶ συ ζυγίαν. ἦν οὖν πάνυ ἀστεῖον τοῦτο τὸ θυγάτριον, οὔπω τὸν ἕκτον παραλλάττον ἐνιαυτόν, ἀγαπητὸν μὲν ἑαυτῷ, ἀγαπητὸν δ' ἐκτόπως καὶ τῇ μητρί. ἐπὶ τούτῳ τὸ κῆδος ἠβούλετο συνι στᾶν, οὐ κατὰ χρείαν μᾶλλον ἢ κατ' ἀνάγκην. ἤδη μὲν οὖν τὰ πρὸς τὴν συνοικοῦσαν τῷ κράλῃ παρακεκίνητο φίλτρα, καὶ ὅλως ἦν ἐκεῖνος τῆς ἐπὶ βασιλεῖ πίστεως· τὸ δ' ἐπὶ ταύτην εἱλ 276 κυσμένον παλινδρομεῖν ἐξ ἀσυνθεσίας δεινὸν ἦν καὶ μόνον κατα νοούμενον· ἐκλύεσθαι γὰρ ἀνάγκη τὸ πρόθυμον ἀποτυχόντι τῶν ἐλπισμῶν καὶ τοὐντεῦθεν ἐχθραίνειν μᾶλλον ὑποκνισθέντι, καὶ πρὸς τὰ μείζω μὴ εὐοδούμενον. ταῦτα τὴν βασιλέως ἔπειθον γνώμην καὶ παρὰ τὸ εἰκὸς πραγματεύεσθαι. καὶ δὴ ὅλον οἰκειοῦ ται διὰ πρεσβείας τὸν κράλην, μαθόντα τὴν ἐπὶ θυγατρὶ ἀντὶ τῆς ἀδελφῆς τοῦ βασιλέως συγγένειαν· καὶ ὅρκοι τὸ λοιπὸν πρού βαινον ἐπὶ τούτοις καὶ συνθεσίαι, καὶ ἡ δεσπόσυνος κράλαινα ἐπικέκλητο. μόνον δ' ἦν ἀπαντᾶν λοιπὸν κατὰ τὴν Θεσσαλῶν μητρόπολιν βασιλέα, ὡς διαπρεσβευομένοις συνέκειτο, καὶ οὕ τως ἐλθεῖν κράλην, καὶ τὴν τοῦ Τερτερῆ μὲν ἀποστέλλειν τῷ βασιλεῖ, προδιδόναι δὲ καὶ τὸν Κοτανίτζην, λαμβάνειν δὲ τὴν τοῦ βασιλέως γνησίαν, ἣν δὴ καὶ Σιμωνίδα ἐκυριωνύμουν Ῥω μαῖοι, καὶ οὕτως αὐτῇ συνοικοῦντα, πλὴν τὸν συναφείας και ρὸν ἀναμένοντα, ἐν παισὶ τετάχθαι καὶ φίλοις γνησίοις τῷ βα σιλεῖ.
30.1.4
Ἐντεῦθεν καὶ τῶν κατὰ θύρας καὶ ἐγγυτέρω ἐπὶ πλέον κακουμένων (τὰ δ' ἦσαν τὰ ἐκ Νικομηδείας καὶ μέχρι πορ θμοῦ Θρᾳκικοῦ) ἐπεὶ οὐκ ἦν μετελθεῖν πολέμῳ τὰς μάχας καὶ τῷ φανερῷ προσβάλλοντας, ἄλλως ἔγνω μεταχειριεῖσθαι τὰ κατὰ τοὺς ἐχθρούς. καὶ τὸν Κουξίμπαξιν Τόχαρον, ὃς Νογᾷ μὲν ᾠκείωτο πάλαι, τὰ Περσῶν δ' ἔσεβε καὶ τῶν περὶ ἐκεῖνον Μά γων τὰ κράτιστα ἦν, ὕστερον δ' ἐκείνου ἀπολωλότος τῷ ἐκεῖθεν πλῷ πρὸς τοὺς κατ' ἀνατολὴν Πέρσας χρώμενος ὅσα γυναικὶ καὶ παισὶν ἐξ ἀντιπνοίας περιπίπτει τοῖς κατὰ τὴν Ποντικὴν Ἡρά κλειαν Ῥωμαίοις, καὶ βασιλέα ἐπικαλεσάμενος σώζεταί τε καὶ τὰ Χριστιανῶν αἱρεῖται καὶ πανοικὶ βαπτίζεται, κἀντεῦθεν ᾠκείωτο βασιλεῖ. τότε τοίνυν βασιλεὺς κρυπτόν τι καὶ συνετὸν πειρώμε νος ἐννοεῖν, κηδεύειν τοῦτον ἐπὶ θυγατρὶ τὸν Σολυμάμπαξιν ἐγ χωρεῖ, ὃς δὴ καὶ τῶν πλησίον ἐχθρῶν ἡγεμόνευε, καὶ μετὰ τοῦ τὸ κῆδος προβῆναι καὶ αὐτὸν ἡγεμόνα τῶν κατὰ τὴν Νικομήδειαν καθιστᾷ, ἐφ' ᾧπερ ἐξ ἀγάπης καὶ συγγενείας ὄνησίς τις τοῖς Ῥωμαίων πράγμασι γίνοιτο, κἂν οὐδὲν ἐς τόσον ἡ ἐπίνοια ὤνη σεν. ὁ μὲν γὰρ τὰς ἐπιγαμίας πρὸς τὸ συμφέρον ἐποίει, καὶ ἐπὶ 346 βεβαίαις ταῖς ἐλπίσιν ὥρμει, εἴγε κατὰ συγγένειαν συνεγγίζοντες, ταὐτὸ δὲ τοῦτο καὶ τοῖς τόποις, ὁ μὲν βασιλεῖ δουλεύων προ νοοῖτο Ῥωμαίων, ὁ δὲ τὸ κῆδος καὶ τὰς συνθεσίας αἰδούμενος ἀνακόπτοιτο τὰς ὁρμάς. οἱ δέ, ὁ μὲν εἰς εἰρήνην ἐνάγων ὁ δὲ σπενδόμενος, ὅμως τὸ τῶν προσχώρων συμφέρον οὐκ ἤνυτον. μᾶλλον μὲν οὖν διὰ ταῦτα αἰτίαν καὶ ἀμφότεροι ἀπηνέγκαντο, ὁ μὲν παρασπονδήσεως τῆς πρὸς βασιλέα, ὁ δὲ δυσνοίας τῆς πρὸς Ῥωμαίους. περιέρχεται γὰρ ἄλλοθεν τὸ κακόν· τὸ δ' ἦν τὸ ἐκ τοῦ Ἀμούρη, ἄλλου Περσῶν στρατηγοῦ, ὃς καὶ καταθέων Μεσοθινίας συχνάκις τὴν Σολυμάμπαξι χάριν ὡς οὐδὲν ὀνοῦσαν ἀπήμβλυνε. τὸ γὰρ κατὰ συστάσεις καὶ ἰδίως καθ' ἕνα μάχε σθαι ἐκ τοῦ μὴ ἕνα εἶναι τὸν κυριεύοντα ἦν πάντως. παρ' ἣν αἰτίαν καὶ δυσχερὴς τῷ βασιλεῖ καὶ σχεδὸν ἀδύνατος ἡ τῶν ἐπι συμβαινόντων διόρθωσις ἐνομίζετο, τοῦ μὲν ἔνθεν τοῦ δ' ἐκεῖ θεν ὁρμώντων, καὶ κατὰ γνώμας διαφερόντων, καὶ λαὸν ἀγόν των ἑκάστου ἐπὶ τοσοῦτον ἀγόμενον ἐφ' ὅσον καὶ τὸ κερδαίνειν σφίσιν ἐκ τοῦ πολεμεῖν ἔσοιτο, εἰ δὲ μὴ θέλοιεν πολεμεῖν οἱ προ 347 άγοντες, ἑτέρους ζητοῦντα τοὺς ἄξοντας, ὧν καὶ μαχομένων αὐτοὶ κερδαίνοιεν πολεμοῦντες. τοῦτο συμβεβηκὸς καὶ τῷ Σολυ μάμπαξι ἀχρείαν ἐποίει Ῥωμαίοις τὴν τῆς ἀνακωχῆς χάριν, τῶν ὑπ' αὐτῷ στρατηγουμένων τέως ἑτέροις συνιόντων, καὶ τὰ αὐτὰ Ῥωμαίους δρώντων ὅσ' ἂν κἂν ὑπ' αὐτῷ τὸ πρὶν ἐστρατήγηντο ἔπραττον. ἀλλὰ τὰ ἐντεῦθεν ἐπισυμβάντα εἰρήσεται κατὰ τό πον ἐσαῦθις. 31. Τότε δὲ βασιλεὺς δεινὸν οἰηθεὶς εἰ καὶ πλέον ἀφέξοιτο τοῦ τὴν ἐκκλησίαν καθιστᾶν (μηδὲ γὰρ ἐπ' ἀγαθῷ εἶναι τοῖς Ῥω μαίων πράγμασι τὸ μὴ ἐν καταστάσει τὴν ἐκκλησίαν εἶναι), μι κρὸν ἀφέμενος τῶν ἔξω φροντίδων ἐδίδου καὶ ταῖς ὑπὲρ τῆς ἐκ κλησίας μερίμναις, ἤδη καὶ πάλιν ἀρχομένης κραδαίνεσθαι. καὶ δὴ συνόδους συνῆγε, καὶ ἱερῶν ἀνδρῶν σύνταγμα, ὅσον ἦν ἐξ ἀρ χιερέων καὶ ὅσον ἐκ κληρικῶν τε καὶ μοναχῶν, εἰς ταὐτὸν καθί στα, καὶ συνδιημέρευε τούτοις, τὰ περὶ τῆς παραιτήσεως κατὰ κανόνας διερευνώμενος. τότ' ἐφ' ἡμέραις συναγομένων σχίσμα γεγόνει. καὶ οἱ μὲν πατριάρχῃ προσκείμενοι τὰ τῆς παραιτήσεως οὐκ ἐδέχοντο· ὑβρίσθαι γὰρ ἔλεγον τοῦτον, καὶ ἀνάγκην εἶναι 348 μὴ ἐκδικούμενον, ὑβριοπαθήσαντα, ἐκχωρεῖν αἱρεῖσθαι, ὥστε καὶ τῆς ἐκδικίας κατὰ τρόπον προβάσης αὐτὸν καὶ αὖθις ἐπανή κειν καὶ τὴν τιμὴν λαμβάνειν ἕτοιμον γίνεσθαι. ὅρκον δὲ μηδ' εἶναι τὸ παράπαν, ὃ δὴ καὶ ἀπὸ θλίψεως διεφθέγξατο, ταραχὴν δὲ μᾶλλον λογισμῶν ἐκ ζήλου τινὸς ἀνοιδουμένην, ἐξ ὀλίσθου προαχθεῖσαν γνώμης καὶ οὐκ ἔκ τινος εὐσταθείας καὶ μεμεριμνη μένου σκοποῦ τε καὶ καταστάσεως. οἱ δὲ ἀπεναντίας καὶ τὴν παραίτησιν ὡς λελογισμένην ἐδέχοντο καὶ τὸν λόγον ὡς ὅρκον ἄφυκτον ἔκρινον· καὶ γὰρ καὶ αὐτὸν δὴ ἐπὶ τῇ τῆς παραιτήσεως ἐκθέσει ὁμολογεῖν, καὶ εὐχὴν πρὸς θεὸν ὀνομάζειν τὸ προαχθέν, διεσταλμένην τοῖς αὐτοῦ χείλεσι. καὶ διεφιλονείκουν ἐντεῦθεν, οἱ μὲν ἔνθεν οἱ δ' ἐκεῖθεν τὰ τῆς γνώμης ἔχοντες. καὶ οὐ το σοῦτον περὶ τῆς παραιτήσεως σφίσιν ὁ λόγος ἦν ὅσον περὶ τοῦ ὅρκου, εἰ ἔξεστι τέως παριδόντας αὐτὸν ἀναγκάζειν καὶ αὖθις πατριάρχην τὴν ἀρχὴν δέχεσθαι. καὶ τοῖς μὲν ἀπώμοτον ὅλως ἐδόκει τὸν ψευδορκίας ἁλόντα πατριάρχην τοὐντεῦθεν καὶ εἶναι καὶ ὀνομάζεσθαι· οἱ δὲ βίβλους ἀνέπτυσσον καὶ ἱστορίας προέτει νον, καὶ ποῦ μὲν Φλαβιανὸν προσῆγον ὀμόσαντα τὴν χειροτονίαν μὴ δέχεσθαι καὶ δεξάμενον ὕστερον, ποῦ δὲ τὸν ἐπὶ τοῦ μεγάλου
30.1.5
Οὐ μὴν δὲ καὶ ἡ κατὰ δύσιν βασίλισσα Ἄννα, ἡ καὶ αὐτανεψία τοῦ βασιλέως, τῶν ἐκ τῶν Ἰταλῶν ἀνεῖτο κακῶν, ἀλλ' ἐπεὶ τοῦ πρὸς τὸν βασιλέα Μιχαὴλ ἀποκρουσθεῖσα κήδους διὰ τὴν συγγένειαν τὸν τοῦ Καρούλου υἱὸν ἐπεγαμβρεύσατο Φί λιππον, καθὼς φθάσαντες εἴπομεν, καὶ πόλεις ἦσαν καὶ χῶραι τὰ εἰς προῖκα δοθέντα, οἱ μὲν ἐξ αὐτῆς χειροῦσθαι τὰς πόλεις ἠβούλοντο καὶ Ἰταλικαῖς διοικήσεσι τὰ κατ' ἐκείνας ἰθύνειν, Ἄννα δ' ἠργολάβει καὶ ἀνεβάλλετο, προβαλλομένη τὴν τῆς θυγατρὸς Ἰθάμαρ πρὸς τὰ Ἰταλικὰ ἤθη συγκείμενον ὂν μὴ μεταπεσεῖν ὅλως βιασθῆναι μετάκλησιν. διὰ ταῦτα καὶ πρὸς βασιλέα αὕτη ἀπέ κλινεν, καὶ τὸν παῖδα Θωμᾶν γαμβρὸν ἐπειρᾶτο ποιεῖν τῷ βασι λεῖ Μιχαήλ, ἄξια διδοῦσα τὰ ἔδνα τῷ τὸν γαμβρὸν ἀποπροσ ποιεῖσθαι. ὁ δὲ μηδὲν μελλήσας μηδ' ἐς νέωτα ὑπερθέμενος στόλον ἀρτύεται ναυσὶ μακραῖς τέσσαρσι πλείοσι τῶν εἴκοσιν, αἷς δὴ καὶ ἐκπανεγγὺς ναυλοχησάμενοι τὸν τόπον ἠρήμουν καὶ ἐν 451 στενῷ κομιδῇ τὴν Ἄνναν καθίστων, ἐπιβοωμένην βασιλέα καὶ τὴν ἐκεῖθεν ἀρωγὴν θέλουσαν. ἀλλ' ἐκείνη μὲν καὶ οὕτως ὡς εἶχε κατὰ τὸ δυνατὸν ἀνταγωνιζομένη ἐπὶ τοῦ προτερήματος ἐγε γόνει, τὸ δέ γε κῆδος καὶ ἐσαῦθις ἤνυστο.