Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
314.1.1
Πέρσαις ὡς ὑποστρέψαι ὁ βασιλεύς, καὶ θάρρος λαβόντες μεῖζον πᾶσαν ἐκείνην τὴν γῆν κατατρέχουσι, καὶ εἰς αὐτὸν τὸν τοῦ Μαι νομένου κάμπον ἐκθέουσι. καὶ πολλὰ μὲν τοὺς ἐκεῖ δράσαντες χαλεπά, πολλὴν δὲ λείαν περιβαλόμενοι, ἐν τροπαίοις Ῥωμαίοις ὑπέστρεφον. οὐ μὴν δὲ ὥστε καὶ καθυφεικέναι τοῦ θράσους ἐν τεῦθεν, ἀλλὰ καὶ μᾶλλον κατολιγωρήσαντες τῶν περὶ τὸν βασι λέα πραγμάτων φανερῶς ἐπὶ τῆς τῶν Ῥωμαίων ἐστρατοπεδεύοντο. καὶ βασιλεὺς μὲν ἐπὶ Μαγνησίας ἐγκέκλειστο, οἱ δὲ πολέμιοι ὁση μέραι περιερχόμενοι τὰ μέγιστα ἔπραττον. καὶ ὁ λαὸς ὁ μὲν κα τεσφάττετο ὁ δ' ἀπανίστατο φθάνων, καὶ οἱ μὲν πρὸς νήσους τὰς ἐγγιζούσας οἱ δὲ πρὸς τὴν δύσιν διαπεραιούμενοι διεσώζοντο. ἦν δ' ἐντεῦθεν Πέρσαις καὶ ἡ ἐπὶ τὰ ἐντὸς προσχώρησις εὐμα ρής, προοδοποιουμένοις οἷον ταῖς τῶν προσχώρων ἀναχωρήσεσιν, ἔχουσι δὲ καὶ τῶν ἐπιτηδείων αὐτάρκως ἐκ τῆς τῶν ἀναχωρούν των περιουσίας.