Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1.1
Ἦν μὲν οὖν καὶ τῶν Ἀρσενιατῶν τισὶν εἰρηνεύσασιν, καὶ μάλισθ' ὅτι καὶ κατὰ τὸ Ἀτραμύττιον συνελθοῦσιν, ὡς εἴ ρηται, ἐσπούδαστο ταῦτα, ἦν οὖν τότε καὶ σφίσιν ἔφεσις ἐπὶ τοῖς προτέροις ἐκείνοις ἀνακομίζειν τὸ σῶμα τὸ Ἀρσενίου ἐκ Προι κοννήσου. οἳ δὴ καὶ αὖθις βασιλεῖ προσανέφερον καὶ ἠξίουν. πλὴν καὶ σκέμμα τι βαθὺ καὶ γενναῖον ἐν τούτοις ἦν, ὡς ἔδειξεν, ἀξιοῦσιν· ὁ γὰρ ὡς ἀδίκως ἐκβληθεὶς ἐπὶ τὴν προτέραν τιμὴν ἀναγόμενος εἶχε δηλοῦν ἐντεῦθεν τὸν Ἰωσὴφ ἐπιβήτορα, ᾧ δὴ καὶ ἀφορισμὸς προστριβόμενος, ὡς ἔλεγον, παρ' ἐκείνου ὑπορ ρεῖν τὰ κατ' ἐκείνου τελέως ἐδίδου ἂν παρὰ τοῖς αὐτὸν ἐκεῖνον 84 θαυμάζουσιν. ὁ μέντοι γε βασιλεὺς πρὸς τὴν τῆς ἐκκλησίας ὅλως ἀφορῶν εἰρήνην, ὡς τοὺς ὁρῶντας πιστεύειν, προκαταλαμ βάνων δὲ καὶ τοὺς ἄλλους ἐντεῦθεν (τὸ γὰρ σφίσιν ἰσχυρὸν προ τεινόμενον ἡ ἐξορία τοῦ πατριάρχου ἦν, δι' ἣν ὑπήγοντο τοὺς ἄλλους ἀδίκως ἐκβεβλημένου, ὃ δὴ καὶ προαναστέλλειν ἠβούλετο τῷ πρὸς αὐτοῦ καὶ τῶν αὐτοῦ τὴν ἐκ τῆς μετακομιδῆς τοῦ σώ ματος τιμὴν γίνεσθαι), παραχρῆμα νεύει πρὸς τὴν ἀξίωσιν. ἦν δὲ μόνον εἰς τοῦτο τῷ βασιλεῖ προσιστάμενον τὸ φθάσαι λεχθῆ ναι παρά τινων ὡς ἀφορισμὸς ἐπίκειται παρ' ἐκείνου τοῖς ὁτεδή ποτε τὸ σῶμα μετακομίσουσι, παρ' ὃ καὶ μόνον ἕτοιμος ἦν ἐκ τοῦ παραχρῆμα τῇ καταγωγῇ τοῦ σώματος τὸν ἐξορισθέντα τι μᾶν. ἐπεὶ δὲ τοῦτο παρὰ τῶν εἰδότων ἐλέγετο ὡς ψευδῶς ἐλέχθη καὶ ὡς ἐπλάσθη παρὰ τοῦ μαθητοῦ ἐκείνου Ματθαίου τὸ φημι ζόμενον, τῷ τόπῳ προσμένειν μετὰ τοῦ σώματος θέλοντος, εὐ θὺς ταχυναυτοῦντες ἐν ἐνήρει οἱ ἀμφὶ τὸν Μανουηλίτην Θεόδω ρον ἡτοιμάζοντο· οἳ δὴ καὶ ἡμερῶν ὀλίγων ὑπὸ προσηκούσῃ τιμῇ καὶ αἰδοῖ ἀξίᾳ μετ' εὐπλοίας πάσης τὴν Κωνσταντίνου καταλαμ βάνουσι. καὶ τότε ξυνέρχεται μὲν βασιλεὺς ξὺν πάσῃ συγκλήτῳ, συνέρχεται δὲ πατριάρχης συνάμ' ἀρχιερεῦσι, καὶ τῶν κληρικῶν ὅσοι μετ' ἐκεῖνον εἰρήνευον, καὶ λαὸς ἅπας τῆς πολιτείας, οἱ 85 μὲν προσκληθέντες οἱ δὲ καὶ αὐτόκλητοι. καὶ τὰ τοῦ Εὐγενίου καταλαβόντες θήκην μὲν ἐκείνην πέπλῳ τῶν καλλίστων περικα λύπτουσι, καὶ χερσὶν ἱερῶν ἀνδρῶν κατὰ τὸ προσῆκον πιστεύ σαντες ὑπὸ φωσὶ δαψιλέσι καὶ θυμιάμασιν, ὕμνοις καὶ ᾠδαῖς καὶ εὐφημισμοῖς τοῖς πρέπουσι, πεζῇ καὶ βάδην τὸ μέγα καὶ ἱε ρὸν τέμενος τῆς τοῦ θεοῦ σοφίας καταλαμβάνουσι, καὶ σφίσιν ὥσπερ αὐτοῖς οἰκειοῦν τὸ τῶν Ἀρσενιατῶν βουλόμενοι σέμνωμα, ὡς καὶ τοῦ πατριάρχου κοινωνοῖς φανεῖσι καὶ συλλειτουργοῖς ἄν τικρυς, ἐπενδύοντο μὲν τὰς ἱερὰς ἐσθῆτας, πρὸς τῷ τελεῖν δὲ τὴν ἱερὰν λειτουργίαν ὄντες, τῶν ἀντιφώνων ψαλλομένων, στο λὴν καὶ τὸ σῶμα τῶν ἱερῶν ἐπενδύσαντες χερσὶν ἀρχιερέων φερο μένῳ συνεισοδεύουσιν. εἶτα πρὸς τῷ συνθρόνῳ δόξαντες ἐπι καθιζάνειν, τὰ τῆς ἱερᾶς τελετῆς συνεπλήρουν εἰς τέλος πρὸ τῆς ἱερᾶς τραπέζης ἱσταμένῳ τῷ σώματι. ἐντεῦθεν καὶ περὶ τὰ δε ξιὰ τοῦ βήματος τῷ κιβωτίῳ ἐνθέντες ἱστῶσι, κλεισὶ καὶ σφρα γῖσι τὴν ἐκ τῶν Ἀρσενιατῶν κλοπήν, ὡς ἐνῆν, φυλαττόμενοι, καὶ τρίτης ἑκάστης ἑβδομάδος πρὸς τὴν τῶν Ὁδηγῶν κατ' ἔθος λαοῦ συντρέχοντος, κἀκεῖνο ὑπανοιγόμενον τοῖς προσιοῦσιν ἄνε τον ἦν. ἐν ὑστέρῳ δὲ χρόνῳ ἡ Ῥαούλαινα πρωτοβεστιάρισσα ἐν τῇ τοῦ ἁγίου Ἀνδρέου μονῇ τοῦ τῆς κρίσεως ἱερὸν οἶκον εἰς 86 κάλλος ἐξησκημένον καὶ μέγεθος ἀνιστᾷ. καὶ ἐπεὶ σπουδὴν εἶ χεν ἐκείνη πρὸς τὸν πατριάρχην οὐ τὴν τυχοῦσαν καὶ ζῶντα καὶ τελευτήσαντα, ἀξιοῖ βασιλέα καὶ λιπαρῶς δέεται δοθῆναι τὸ σῶμα τῇ κατ' αὐτὴν μονῇ, ἐφ' ᾧπερ ἀποτεθῆναι τῷ παρ' αὐ τῆς ἀνεγερθέντι ναῷ. ὃ δὴ καὶ γέγονεν, ἑτέρας τότε συστάσης κατὰ τὸ εἰκὸς πανηγύρεως, καθ' ἣν βασιλεὺς καὶ σύγκλητος καὶ τῶν ἱερωμένων σχεδὸν οἱ πάντες, οὐδὲ τῆς λαώδους λειπούσης μοίρας, ἐκεῖθεν πεζοποροῦντες τὴν τιμὴν ἐτέλουν τῷ πατριάρχῃ, οὐκ ὀλίγα τοῦ βασιλέως καταβαλόντος καὶ τὰ τῶν πόνων ἐφόδια.
31.1.2
Βασιλεὺς δὲ ἀναγκαίως ἐν ὑπερθέσεσιν ἦν, πρὸς ὅπερ καὶ ἠξιοῦτο διὰ τὰ συμβαίνοντα τῷ σφετέρῳ κλήρῳ, πολ λῆς καὶ μεγάλης τῆς ἐπιμελείας χρῄζοντα, καὶ μάλισθ' ὅτι καὶ τὸ ξενικὸν ἅπαν, ὡς μὲν Ἰταλοὶ ὡς δ' Ἀλανοί, ταῖς γνώμαις ἠλλοτριοῦντο, δυσχερεῖς ὄντες πείθειν καὶ πρὸς τὰ παρὰ βασι λέως ἐπεσταλμένα καθυποκλίνεσθαι. τῷ μὲν οὖν μεγάλῳ δουκί, τοῦτο μὲν κατὰ Μαγνησίαν τοῦτο δὲ κατὰ Μιτυλήνην διάγοντι, αἱ συχναὶ προστάξεις τοῦ ὑπερθέσθαι τὸν πρὸς τοὺς Μαγνησιώ τας πόλεμον καὶ περᾶν συνάμα τῷ ὑπ' αὐτὸν λαῷ κατὰ δύσιν πρὸς τὸν ἀνάκτορα Μιχαὴλ (εἶναι γὰρ καὶ Μαγνησιώτας ὑπη κόους τῇ βασιλείᾳ, εὐφημοῦντας ὁσημέραι τοὺς βασιλεῖς, καὶ τῆς πρὸς αὐτὸν παροινίας εὐθύνας εἰς καιρὸν ὑποσχεῖν δυναμέ νους) οὐδὲν ἦσαν, καὶ λόγοι τηνάλλως λεγόμενοι Ῥωμαίους ἀν 452 δρολογοῦντι, καὶ μάλιστα ἐπὶ Μαγνησιώτας, καὶ εἰ μὴ ἀναστα τοίη τούτους, οὐδὲ ζῆν θέλοντι. Ἀλανοῖς δὲ καὶ μᾶλλον διὰ τὰ προσυμβάντα κατὰ Κύζικον οὐκ ἦν ἀρεστὰ τὰ πραττόμενα, ἀλλὰ πανδημεὶ ὑπὲρ πεντακοσίους ἀφίσταντο. κἀπειδὴ ἀπείρητο τού τους μὴ περαιοῦσθαι κατὰ τὴν Καλλίου ἐπὶ τὰ σφέτερα, ἀλῆται τόπους ἐκ τόπων ἀμείβοντες ἔξω που τῶν Πηγῶν σκηνοῦσιν. οἷς βασιλεὺς πέμπων καὶ ἱκανὰ ἀργύρια προσέταττεν ὑποστρέφειν. τοῖς δὲ θάνατον τῆς ὑποστροφῆς ἀνθαιρουμένοις συνέβη τῷ τέως ἀνδραγαθῆσαι φανέντων Περσῶν. ἐπειδὴ γὰρ οἱ μὲν εἰς ἐννεα κοσίους ἐποσοῦντο, καὶ τὴν μάχην ὡς εἰπεῖν μετὰ θάρρους εἰσβάλλουσι ἐκ μιᾶς· οἱ δ' ἐν μέρει συμβαλόντες ὡς εἰς διακο σίους ποσοῦσθαι, τῶν ἄλλων αὐτῶν ὡς ἐκ πολλοῦ διασκεδα σθέντων, ὅμως τοὺς μὲν κτείνουσι τοὺς δ' αἱροῦσιν εἰς φυγὴν τραπέντας, αὐτοὶ μηδὲν παθόντες τῶν ἀνηκέστων.

Intertext edge

Open linked passage

Note