Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1.1
Τότε καὶ τὰ κατὰ Συρίαν ἐπράττετο πάνδεινα. ὁ γὰρ τῆς Βαβυλῶνος σουλτὰν πρὸ χρόνων λαβὼν Ἀντιόχειαν καὶ εἰς ἔδαφος κατερείψας, ἀφῆκε τοῖς μετ' ἐκεῖνον ἀκήρυκτον ἔχειν μάχην μετὰ τῶν Ἰταλῶν τῶν τὴν παραλίαν οἰκούντων ἐκ πα λαιοῦ. ὅθεν καὶ ἐπὶ τῶν τότε καιρῶν στρατολογησάμενοι Ἄρα βες ἢ μὴν Αἰθίοπες πρῶτον μὲν αἱροῦσι τὴν Τρίπολιν καὶ ἡβη δὸν τοὺς ἐν αὐτῇ κατασφάττουσι, καὶ αὐτὴν δὴ τὴν πόλιν ἀνα τρέπουσιν ἐκ θεμέθλων, ἔπειτα καὶ τὴν πολυπληθῆ Πτολεμαΐδα τὰ ὅμοια δρῶσι, καὶ πᾶσαν τὴν παραλίαν ἐξανδραποδισάμενοι τὰ θαύματα τῆς Συρίας ἠφάνισαν. καὶ ἔδοξε τὰ ἡμέτερα τέ ρατα ἐπ' ἐκείνοις φανέντα τε καὶ τελειωθέντα· δάκρυα γὰρ ἐκεῖ 87 να καὶ αἵματα πρὸς τὰ μακρὰν ἡμῶν ἀνεφέροντο, ἀποπεμπομέ νων τὰ φοβερὰ ἡμῶν ἑτέροις τοῖς μὴ ὅτι γ' εἰς πεῖραν ἀλλ' οὐδ' εἰς θέαν δυναμένοις μόνην τῶν ἰδίων κακῶν ἡμῖν κοινωνῆσαι. τὸ δ' ἦν ἄρα παραψυχὴ καὶ κακῶν ἀνάρτησις, γνωσθέντος πα θοῦσιν ὡς ὅπου τὸ τῶν δεινῶν σημεῖον, ἐκεῖ ξυμβαίνει καὶ τὸ ἀποτέλεσμα γίγνεσθαι.
32.1.2
Οὐ χεῖρον δ' ἴσως καὶ τὴν τῆς ὀνομασίας αἰτίαν εἰ πεῖν ἱστοροῦσιν. ἐλύπει τῷ βασιλεῖ παίδων θηλειῶν ἀποβολὴ 277 πρὶν καλῶς καὶ φανῆναι, καὶ τοῦτο ἐπὶ δυσὶ καὶ τρισὶ παισὶ γέ γονεν. ἐπεὶ δὲ καὶ ἡ νεᾶνις αὕτη ἀπεγεννᾶτο καὶ φόβος δεινὸς ἦν καὶ περὶ αὐτῇ, τῶν τις γυναικῶν ἐμπείρων, ἅμα δὲ καὶ σεμνῶν, βουλὴν εἰσάγει, πλὴν τὴν συνήθη πολλοῖς, καθ' ἣν δὴ καὶ σώζοιντο τὰ γεννήματα. καὶ ἡ βουλή, εἰκόνας τῶν προυχόντων ἐν ἀποστόλοις δώδεκα στήσαντας κηροὺς ἰσομήκεις τε καὶ ἰσοστάθμους καὶ ἅμ' ἡμμένους ἀν' ἑκάστην πήξασθαι, καὶ ὑπὲρ τοῦ νεωστὶ γεννηθέντος ἱκετεύειν ψάλλοντας, ἐπέχοντας τὴν εὐχὴν μέχρι καὶ αὐτῆς δὴ τῆς ἐκ τοῦ πυρὸς τῶν κηρῶν δα πανήσεως, καὶ ἐφ' οὗ δὴ ὁ περιγενόμενος τῶν ἄλλων τέως ἀφα νισθέντων ἔστη, τούτου καὶ τοὔνομα τῇ ἀρτιγενεῖ τίθεσθαι τοῦ περιεῖναι κἀκεῖνο φυλαττόμενον ἕνεκα. ὃ δὴ καὶ γέγονε τότε βα σιλέως προστάξαντος, καὶ τῷ Σίμωνι ὁ κηρὸς ἐνελέλειπτο, καὶ Σιμωνὶς ἡ ἀρτιγενὴς παρωνύμως ἐκλήθη, τὴν ὀνομασίαν τοῦ ἀποστόλου εἰς φυλακὴν φέρουσα.
32.1.3
Ἐν τούτῳ δὲ καὶ τέρας τελεῖται θαυμάσιον τῆς ὁσιο μάρτυρος Θεοδοσίας, περὶ οὗ μὴ λέγειν ἱστοροῦντι καθ' ἕκαστον ἐμοὶ μὲν κίνδυνος οὐ μικρός, τὰ ἔργα τοῦ θεοῦ ἀνακηρύττειν ἄξιον ὄν, ζημία δὲ οὐκ ὀλίγη τοῖς μὴ ἀκούσουσι περιστήσεται·
32.1.4
Ὁ δὲ βασιλεὺς Μιχαὴλ οὐκ ἠρεμῶν ἦν τὴν μάχην, ἀλλὰ πάντα λίθον κινῶν, τὸ τοῦ λόγου, ὅπως τὴν ἧτταν ἀνα καλέσηται· οὐδὲ γὰρ ὑπέμενε τὸ τῆς ψυχῆς αὐτοῦ εὐγενὲς καὶ ἀνδρεῖον ἀκούειν τε καὶ ὁρᾶν τὰ δεινὰ ἅπερ ἔπασχον οἱ ἐλεεινοὶ Ῥωμαῖοι ὑπὸ τῶν αἱμοχαρῶν Κατελάνων. ὅθεν καὶ πάντα λόγον ἀφεὶς ἐπισυνάγει τὸ στράτευμα, καὶ καταλιπὼν τὴν Ὀρεστιάδα περὶ τὴν Ἄπρω πλησίον κατασκηνοῖ, ὡς ἅμα ἕῳ προσμίξων τοῖς Ἰταλοῖς· ἐκεῖσε γὰρ πλησίον καὶ αὐτοὶ κατεσκήνουν. τῇ γοῦν ὑστεραίᾳ συνταξάμενος κατὰ τὸν τοῦ Ἱμέρι λεγόμενον τόπον Ἀλανοὺς μὲν καὶ Τουρκοπούλους ἐν ἡγουμέναις συντάξεσιν ἵστα, περὶ τὸν Βοσσίλαν τούτους ποιούμενος, ἑπομένους δὲ τοὺς περὶ τὸν μέγαν πριμικήριον Μακεδόνας διέταττε, καὶ μετὰ τούτους περὶ τὸν θεῖον αὐτοῦ Θεόδωρον τοὺς ἀντολίηθεν ἀπῃρκότας, τὸ Βλα χικὸν δὲ καὶ ὅσον ἄλλο ἐκ θεληματαρίων συγκροτούμενον ἦν, καὶ αὐτὸ κατὰ τρόπον περὶ τὸν μέγαν ἑταιρειάρχην συνταξάμενος οὐ ραγοῦν, αὐτὸς συνάμα καὶ Κωνσταντίνῳ τῷ αὐταδέλφῳ τε καὶ δεσπότῃ, καὶ τῷ πιγκέρνῃ Σεναχηρεὶμ τῷ Ἀγγέλῳ· οὐδὲ γὰρ οὐδ' αὐτὸς λαὸν ἄγειν ᾑρεῖτο, ἀλλ' ἀμφιπονεῖσθαι περὶ τὸν ἄνα κτα καί οἱ πολυωρεῖν τὴν ἀσφάλειαν ἤθελεν. οὕτως ἐκεῖνος τὰς συντάξεις ἀποτάξας, τὸ οἰκεῖον ἅπαν καὶ μαχιμώτατον προσλα 550 βών, τὸν ὕστατον ἀνεπλήρου σύλλογον. καὶ αἱ μὲν Ῥωμαϊκαὶ δυνάμεις εἰς πέντε που τέλη τὰ μείζω συνεποσοῦντο, αἱ δὲ τῶν ἀντιπάλων εἰς τέσσαρα, ὧν ἓν ἦν τὸ τῶν Περσῶν· προσεκάλεσαν γὰρ καὶ Περσικὸν οἱ Κατελάνοι. καὶ δὴ καρτερᾶς γενομένης τῆς μάχης καὶ ἐκ χειρός, ἔνθεν μὲν Ἀλανοὶ ἐκεῖθεν δὲ Τουρκόπουλοι συνεκθέουσι καὶ τῇ προηγουμένῃ συντάξει τῶν Κατελάνων προσ βάλλουσι. καὶ εὐθὺς πύργος ἦσαν ἐκεῖνοι, μηδὲν μηδενὶ καθυ πείκοντες· ἐν ἀσφαλεῖ γὰρ ὡπλισμένοι καὶ τοῖς παρ' ἑκάτερα βάλλουσι πίσυνοι καρτερῶς ἀντεῖχον. οὐ μὴν καὶ εἰσβάλλοντες οἱ προσδραμόντες τὸ λοιπὸν ἐκαρτέρουν, ἀλλ' εὐθὺς παρεκκλί ναντες ἐπὶ θάτερα δόξαν παρέσχον τροπῆς, τῷ μὲν φαινομένῳ καὶ οἷς ἑωρῶντο, ὡς δῆθεν ἀπογνόντες τὴν μάχην, τῷ δὲ βαθυ τέρῳ καὶ οἷς ὑπωπτεύοντο, λειποταξίου ἑκόντες εἶναι γραφόμε νοι, οἷς ὅτι μὴ τοὺς μισθοὺς ἱκανούμενοι μελέτης ἐρραθύμουν πολεμικῆς. εἰσὶ δ' οἳ λέγουσιν ὅτι καὶ ἀνάπυστον γεγονὸς ἐκεί νοις τὸ ἀπὸ τοῦ Τουκτάϊ πρὸς βασιλέα μήνυμα περὶ τῆς αὐτῶν ἀνθυποστροφῆς (δῆλον γὰρ ἦν ὡς ὁ Τουκτάϊς ἐκείνους ὡς ἰδίους καὶ τῆς τῶν Τοχάρων ἀρχῆθεν χειρὸς ἀπῄτει παρὰ τὸν ἄνακτα πρεσβευόμενος) διὰ ταῦτα καθυφέντες τὰς ὁρμὰς ἀρρωστοτέρας 551 εἶχον καὶ ἐδοχμίαζον. ἀλλὰ τοῦτο τοῖς κατόπιν ἰοῦσι δειλίαν ἐμ βάλλει, καὶ ἀπροθύμως εἶχον περὶ τὴν μάχην. ὅπερ ὁ βασιλεὺς οὐραγῶν θεασάμενος, καὶ περὶ τοῖς ὅλοις ὡς εἰκὸς δείσας, αὐτὸς ἠναγκάζετο πολεμεῖν οἰκείῳ σώματι, καὶ γοῦν ἕτοιμος ἦν μετο χετεύεσθαι πρὸς τὴν μάχην. ἀλλ' ὁ πρὸς τοῦτο ἵππος ἔκ τινος δαιμονίου συμβάματος καὶ ἧς οὐδεὶς αἰτίας ᾔδει, τῶν χαλινῶν ἀνεθείς, ῥυτῆρας μὲν εἰς χεῖρας τοῦ ἡνιόχου ἀφίησιν, αὐτὸς δ' ὡς εἶχε κατὰ πεδίου κροαίνων τῶν ἐχθρῶν γίνεται. ἐπιβὰς γοῦν ἄλλου καὶ λαβὼν ἀνὰ χεῖρας ὑσσὸν ὅλαις ὁρμαῖς σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν Ἀμογαβάροις ἐπέρραξε καὶ ἀρεϊκὸν θάρρος ἔδειξε, παραυτίκα τὸν πόλεμον αὐτουργῶν. καὶ κατὰ πρώτην εἰσβολὴν ἐκείνην εἷς ἤρκεσε τῷ ὑσσῷ προσπαρεὶς καὶ πεσών, καὶ δεύτερος σπάθης γίνεται παρανάλωμα. ἐν ταὐτῷ δὲ δυοῖν ὁρμησάντοιν μετὰ γέρρων εὐθὺ βασιλέως, ἐγγὺς τοῦ ἐν χρῷ γενέσθαι, τὸν μὲν ἔνθεν ὁ πιγκέρνης, τὸν δ' ἔνθεν νέος τις καὶ τῶν βασιλικῶν παιδαρίσκων δέχονται καὶ τὴν βασιλικὴν περιποιοῦνται ζωήν· πολλοὶ γὰρ ἅτε βασιλέως ἐκ τῶν σημείων φανέντος ἐπεισφρήσαν τες οὔταζον, ὥστ' ἐξικνεῖσθαι καὶ κατὰ τοῦ σώματος τὰς πλη γάς, κἂν καὶ βασιλεὺς ἀγχιστρόφους ἐποίει τὰς μετακλίσεις, εἰ 552 μὴ τῶν ἄλλων φυγομαχούντων αὐτὸς σὺν ὀλίγοις ἐν ἀναγκαίῳ κινδύνῳ ἦν καὶ παρακληθεὶς ὑπέστρεφεν. ἀλλ' οἱ μὲν ἐπισπό μενοι οὐκ ἀνῆκαν ἔτι, ὁ δὲ μικρὸν ἀναχωρήσας τοῦ κυδοιμοῦ δά κρυά τε τῶν ὀφθαλμῶν, οἷα λόγος τὸν Ἀγαμέμνονα, ἔρρει, ἕλ κετο δ' ἐκ κεφαλῆς προθελύμνους τὰς τρίχας, τοῖς τῶν Ῥωμαίων ἐποικτιζόμενος πράγμασι, καὶ ὑποστρέφειν ἐσφάδαζε, κἂν οὐκ εἶχεν ὅλως. ἔλεος δ' ἦν ἐντεῦθεν θεοῦ, καὶ ἔννοιά τις εἰσῄει τοὺς ἀντιπάλους ὡς κατ' ἀπάτην ἀναχωροῦσι καὶ ὡς ἐνέδραις προλοχίζουσιν ἄλλοι, καὶ οὕτως ἀνείργονται τῆς διώξεως. ὅθεν καὶ οὗτοι μὲν τῆς ἐπὶ τὸ πρόσω φορᾶς ἵστανται, ἐκεῖνοι δὲ ἄλλος ἀλλαχοῦ διασπαρέντες περισώζονται. ὁ μέντοι γε βασιλεὺς κα ταλαμβάνει μόλις τὸ Πάμφυλον. καὶ δὴ τῆς φήμης διαδοθείσης οὐκ ἦν ὅστις τῶν γεωργῶν, ἐν ἀκμῇ καὶ ταῦτα τοῦ θέρους, ἔξω τῆς Κωνσταντίνου ἐναπολέλειπτο, ἀλλ' ἅμα πάντοθεν μυρμη κιὰν μιμούμενοι ἐσκευαγώγουν ἐφ' ἁμαξῶν, θέρη καὶ δράγματα καὶ σωροὺς χαίρειν ἐῶντες. τοῖς μὲν οὖν ἐναντίοις, κἂν ἵστων τὰ ὁρμήματα τότε κατά τινα ἐνεδρῶν ὑποψίαν, ἀλλ' οὖν οὐκ 553 ὀλίγα τῶν ἀνηκέστων πράξασι καὶ τὰ προστυχόντα ληϊσαμένοις ἐπῄει τὴν Ἄπρω περικαθῆσθαι τῶν εἰσδεδυκότων ἕνεκα, καὶ ἐπει ρῶντο πολιορκεῖν· ὡς δ' οὐκ ἤνυτον τὸ παράπαν, ἔγνωσαν ὑπο στρέφειν. Ἀλανοῖς δ' ἅπαξ ἀφεικόσι τὴν πρὸς τοὺς βασιλεύον τας ἔννοιαν σκυλεύειν τὰ ἐν ποσὶν ἔδοξε, καὶ φίλοι μὲν ἐφίσταν το, ἐχθροὶ δ' ἀπανίσταντο. Ταῦτα μαθὼν ὁ βασιλεύς, καὶ ὡς εἰκὸς ἐπαλγήσας τῇ συμ φορᾷ, τῷ μὲν υἱῷ τε καὶ βασιλεῖ τοὺς παρακλητηρίους ὡς εἶχεν ἐνεσχεδίαζε, τὸν δὲ Κουτζίμπαξιν ἀπολύει πρὸς Ἀλανούς, ἅμα μὲν ἐκείνους ἐγκαθεστήξοντα, ἅμα δὲ καὶ Τουρκοπούλους δουλα γωγήσοντα· τῷ γὰρ ὁμοεθνεῖ τε καὶ ὁμογλώσσῳ, καὶ ὅτι συνή θης ἦν Ἀλανοῖς ἐν Νογᾶ, καὶ ὅτι τὴν πρὸς Τουκτάϊν πρεσβείαν αὐτὸς ἐποιεῖτο, εἰς αἰδῶ πρέπουσαν ὑπηκόοις ἐπαγαγέσθαι σφᾶς ἐπιστεύετο. αὐτὸς δ' ἐξ αὐτῆς στρατολογεῖν τε καὶ ἐφορμᾶν ἠβούλετο μέν, ἐπείχετο δὲ ἐξ ἀναγκαίων πολλῶν ἀντισπώμενος. διὰ ταῦτα καὶ ἀπὸ γῆς μὲν δυνάμεις ἀποστόλους προσετοιμάζει, οἷς θαρροῦντες οἱ πρόσχωροι ἀφόβως ἐργάζοιντ' ἂν τὰ τοῦ θέ ρους, Ἀμογαβάροις δὲ τέως ἀνακωχὰς διδοὺς ὡς αὐτίκα κατα 554 δραμούμενος συναχθεισῶν τῶν δυνάμεων, ἔπειτα ἐν τρισὶ καὶ δέκα ναυσὶ Γεννουΐτας ἐκ τῶν Λαζῶν ὑποστρέψαντας συμμαχεῖν ἐπεχείρει πείθειν. ἀλλὰ τοσοῦτον τῶν βουλευμάτων ἐδέησεν ὥστε καὶ ἐξ αὐτῶν δύο ναῦς τὰς καλλίστας ἐκπλεῦσαι ἀγούσας πρὸς Ἰταλῶν ἤθη καὶ Μπυριγέριον. οἱ δ' ἐν ταῖς λοιπαῖς Γεννουῗται τὸ ἐμπορικὸν προϊσχόμενοι ἀπαίρειν καὶ αὐτοὶ ἡτοιμάζοντο. μό λις ἀξιώσεως χάριν ἐκλέγονται δύο, μισθοῦ νομισμάτων ἑξακισ χιλίων, πλὴν ἐπὶ ῥητοῖς, ὥστε ὑφ' ὅρκῳ βεβαίῳ δύο μῆνας ἐκδουλεῦσαι τῷ βασιλεῖ, συμπράττοντας τοῖς λοιποῖς καὶ πολε μοῦντας ἐς ἅπαν ὡς ἐχθροῖς βασιλέως τε καὶ τοῦ περιφανοῦς σφῶν ξυνεδρίου. οἱ δ' ἐν ταῖς ἐπιλοίποις ἐννέα ὡμολόγουν τῷ βασιλεῖ καὶ αὐτοὶ ἐπιστῆναι δωρεάν, καὶ ἐφ' ἡμέραις προσκαρ τερήσαντες κατά τινα τῶν ἐχθρῶν δειλίαν πρᾶξαι καὶ ὑπὲρ τῶν Ῥωμαϊκῶν πραγμάτων πειράσασθαι, κἀντεῦθεν ἀναχωρεῖν, κἂν εὐοδοῖεν κἂν μή. ταῦτα διαπραξάμενος βασιλεύς, πῶς ἂν τὸ ἐντεῦθεν τῶν ἐχθρῶν περιγένηται, βουλευόμενος διεσκόπει.
32.1.5
Ἀμογάβαροι δὲ τὰ πολλὰ τῷ λιμῷ προσταλαιπω ροῦντες (οὐδὲ γὰρ σπείρειν ἤθελον), ἅμα δὲ καὶ τῆς ἐκ τῶν θνησκόντων δυσωδίας μὴ ἀνεχόμενοι, Ῥαιδεστὸν καὶ Πανία καὶ τὰ τοῦ Γάνου καταλιπόντες παμπληθεὶ κατὰ τὴν τοῦ Καλλίου γίνονται. ἐκεῖ τοὺς ἐς φυλακὴν αὐτάρκη λιπόντες ὅλῳ ῥυτῆρι ἐπὶ Αἶνον καὶ Μεγαρίσιον γίνονται, ὅπου καὶ ἐξ ἀνάγκης καὶ ἐν δείας προσβάλλοντες καὶ ῥιψοκινδύνως μαχόμενοι οὐδὲν ἧττον παρὰ τῶν προσχώρων ἐζημιοῦντο. καὶ πύστις ἦν πιστευομένη 637 ἐνίοις, καὶ τοῖς δοκοῦσι τῶν ἀκουόντων, ὡς τοῦ ποταμοῦ τῆς Μαρίτζης τὸ πολὺ τοῦ ὕδατος πρὸς θάλασσαν ἀποπτύσοντος καὶ βατοῦ ποσῶς γενομένου ποσὶ πρὸς Βολερὸν διαπεραιωθήσονται. ὅθεν καὶ πολλοὶ προφθάνοντες ἐξῴκουν ἐκεῖθεν καὶ τοῖς φρου ρίοις ἐγκατεβύοντο, ὡς προνομῆς τύπον ἔχειν καὶ ὃν τόπον οὔπω τινὶ προενόμευσαν.