Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
33.1.1
Ὁ μέντοι γε βασιλεὺς υἱοὺς ἔχων ἐξ Ἄννης τῆς ἐξ Οὔγγρων δύο, Μιχαήλ τε καὶ Κωνσταντῖνον, τὸν μὲν βασιλι κῶς ἀνῆγε καὶ ὡς τῆς βασιλείας διάδοχον ἐθεράπευε, τὸν δὲ Κωνσταντῖνον εἰς δεσπότην ἔτρεφε. τῷ μέντοι γε Μιχαὴλ καὶ ὁ πάππος αὐτοῦ Μιχαὴλ τῆς εἰς τὴν βασιλείαν καταστάσεως ἦρχε, καὶ ὡς βασιλέα παρεῖχε κηρύττεσθαι ὡς οὐ μικρὰν παραψυχὴν τῷ πατρὶ διὰ τὸν τῆς δεσποίνης ἀλύοντι θάνατον. παρ' ἣν αἰτίαν καὶ τὸ ἐκ ῥηγῶν τῶν μεγίστων κῆδος κατὰ δεύτερον συνοι κέσιον μὴ ἔχων ὅλως περιποιεῖν ἑαυτῷ, ὡς ὑπ' ἀρχὴν πάντως ἐσομένου τοῦ ἐξ αὐτῶν, τὴν ἐκ μαρκεσίων Εἰρήνην καί γ' ἐκγό νην τοῦ ῥηγὸς Ἱσπανίας, ἀγαθὸς ἀγαθὴν οὐχ ἧττον τὸ γένος ἢ 88 τοὺς τρόπους, ἄγεται. Γρηγόριος δ' ἦν ὁ ταινιωτής, καὶ τὰ στέφη ἡ Αὐγοῦστα καὶ μήτηρ ἐδέχετο.
33.1.2
Τότε τοίνυν καὶ χειμὼν ἐφειστήκει καὶ χειμώνων ὁ μέγιστος, καὶ τῶν ἐξαισίων, καὶ ὃν ἰδεῖν πω καὶ γηράσκουσιν οὐδαμῶς ἐξεγένετο. τόση γὰρ χιὼν ἐπεστοίβαστο, ὡς κλεισθῆ 278 ναι μὲν οἰκιῶν τῶν χθαμαλῶν διεξόδους, σημείοις δέ τισι καὶ κοντοῖς τοῖς μὲν στοχαζομένους τοῖς δ' ὀργάνοις χρωμένους τινὰς ὑπανοίγειν τοῖς ἐγκλεισθεῖσι τὰ δώματα, καὶ ἐπὶ πλείσταις ἡμέραις μηδένα γῆν ἢ ἰδεῖν ἢ πατεῖν, ἀλλ' ἐπὶ πεπελησμένης χιόνος ὡς στερρᾶς γεγονυίας γῆς μέχρι καὶ ἐγγὺς ἔαρος τοὺς ὁδίτας διέρχεσθαι, καὶ μάταιον εἶναι τὸ ἐφ' ἵππου ὀχεῖσθαι, πλὴν τοῦ καὶ μᾶλλον ἐξολισθεῖν κινδυνεύειν. ταῦτα δὴ καὶ τὴν τοῦ βασιλέως ἐπὶ Θεσσαλονίκης ἐκστρατείαν ἐκώλυεν. Μηνὸς δὲ Ληναιῶνος ἐνεστηκότος ὑπὸ χιόνι ἐκσκιρρωθείσῃ τῇ γῇ καὶ πάγοις στερροῖς τοῖς ἐκ ταύτης, ὡς καὶ αὐτῶν ἔτι τῶν ἀεννάων ποταμῶν ἐπεχομένων τὸ ῥεῦμα διὰ τὴν ἐν τῷ βάθει τοῦ ὕδατος πῆξιν, παρ' ἣν αἰτίαν καὶ γῆ συστελλομένη τῷ κρύει ἐζήμει τὰ φυέντα καὶ τὰ ἐσπαρμένα παντάπασιν ἠχρειοῦντο, ὀψὲ 279 παρασκευῆς ὑπὸ λύχνων ἁφάς, τῶν κεκοιμημένων κατ' ἔθος μνη μονευομένων ἀρχαῖον, ἔξεισιν ὁ βασιλεὺς καὶ τῇ Δριπείᾳ ἐφ' ἡμέραις αὐλίζεται. καὶ ὁ μὲν τέως ἐπεῖχε τὸν ἐς τὸ πρόσω δρό μον, διδοὺς μὲν δεσποίνῃ ἐνευκαιρῆσαι τὰ εἰς τὴν ἔξοδον, δι δοὺς δὲ βασιλεῖ Μιχαὴλ συνάμα συζύγῳ κατὰ σχολὴν τὰ τῆς ἀπάρσεως ἑτοιμάζεσθαι, καιρὸν δὲ καὶ τοῖς ἀμφὶ τὸν δέσμιον ἀδελφὸν ὑφιείς, ἐπεὶ κἀκεῖνον ἀπάγεσθαι ἔγνω, κατὰ τρόπον ὑπεξιέναι. καὶ ὁ μὲν ταῦτα· Ἰωάννης δὲ ὁ τηνικάδε πατριάρ χης, ἐπεὶ οὐδ' ἀφανῆ ἦσαν τὰ τῷ βασιλεῖ πραττόμενα ἀλλ' ἀνά πυστα γεγονότα καὶ τῷ τυχόντι εἰκὸς ἦν κἀκεῖνον μὴ ἀγνοεῖν, εἰ καὶ ὁ βασιλεὺς ἐν δευτέρῳ εἶχε τὸ δῆλα γίνεσθαι ταῦτα τῷ πα τριάρχῃ οὐχ ἧττον ἢ καὶ τοὺς τῆς θαλάσσης χόας, ὡς λέγεται, ἐξιὼν ὡς δῆθεν συντακτηρίους ἀποδώσων τῷ βασιλεῖ, καὶ τὰ περὶ τούτου κινεῖν ἐν πρώτοις ἐβούλετο. βασιλεὺς μὲν γάρ, ἐπεὶ πόλλ' ἄττα τὰ προσιστάμενα τῷ συναλλάγματι κατεφαίνετο, τό τ' ἐφ' ὁρκωμοσίαις τὸν κράλην φρικταῖς τὴν τοῦ Τερτερῆ προσ λαβέσθαι, τό τε νομίμως δοκεῖν συνεζεῦχθαι, ἥ τ' ἀφηλικίωσις τῆς νεάνιδος, καὶ τὸ φθάσαι τὸν Σέρβον τὴν τἀδελφοῦ Στεφά νου γυναικαδέλφην, εἴτ' οὖν καὶ αὐτοῦ βασιλέως, τὴν τοῦ ῥη 280 γὸς Οὐγγρίας κόρην, κατὰ χρείαν τοῖς τῆς Σερβίας τόποις ἐπι στᾶσαν καὶ τὰ μοναχικὰ ἠμφιεσμένην πορνικῶς γνῶναι. ταῦτ' εἰς ἓν συναγόμενα αὐτάρκη τῇ πράξει προσίστασθαι κατεφαίνετο. ὁ γοῦν βασιλεὺς διὰ ταῦτα, ἅμα μὲν τὰ πολλὰ θεραπεύων, ἅμα δέ γε καὶ λογιζόμενος ὡς εἴ τι καὶ παρασπονδοίη ὁ κράλης ἐπὶ τοῖς συγκειμένοις αὐτῷ τε καὶ Τερτερῇ, οὐδὲν ἐσεῖται μῖσος τῇ ἐκκλησίᾳ μὴ ἀνάγκην ἐχούσῃ καθ' ἱερὰς τελετὰς διὰ τὴν ἀμιξίαν ἐκείνου μιμνήσκεσθαι, διὰ ταῦτα θαρρῶν οἷς ἐλογίζετο, οὔτ' ἐκοινοῦτο τῷ πατριάρχῃ τὴν πρᾶξιν καὶ ὅλαις ὁρμαῖς ἐχώρει διαπραξόμενος τὸ συνάλλαγμα. πατριάρχης δ' αὖθις ὑβριοπα θῶν ἴσως ὑπερφρονούμενος ἐν τοιούτοις οἷς καὶ μᾶλλον ἔδει τῆς αὐτοῦ γνώμης, δοκῶν δὲ καί τι λέγειν ἄξιον εἰς τὸ καὶ ἑαυτὸν δεικνύναι μετεῖναι τῶν τοιούτων οὐχ ἧττον, καίτοι γε καὶ τῶν ἐνοχῶν ἀνεὶς τὴν τοῦ κράλη μητέρα ἀξιώσασαν πρότερον ἐφ' οἷς ἐπὶ τῇ τοῦ Τερτερῆ ἐνείχετο, εὔλογα λέγειν ἐδόκει. ὡς τοίνυν βασιλεὺς ᾔδει εἰς τοῦτ' ὄντα τὸν πατριάρχην, προῆγε τοῦτον εἰς Σηλυβρίαν, αὐτὸς ἐν Δριπείᾳ καὶ ἔτι παρακαθήμενος. ὡς δὲ 281 τῆς πρώτης ἑβδομάδος ἐνστάσης τῶν νηστειῶν ὁ μὲν πατριάρχης καταλαβὼν τὴν Σηλυβρίαν καὶ βασιλέα προσαπεκδεχόμενος τῷ τέως ἡσύχαζε, (2) βασιλεὺς δὲ σχολαίως κατὰ μικρὸν προσῄει, Σηλυβρίας ὀψὲ σαββάτου ἐπέβαινεν. ἡ μετ' αὐτὴν μὲν καὶ ὑστε ραία (ἡ δ' ἦν ἡ τῆς ὀρθοδοξίας ἡμέρα) ἐφίσταται, καὶ τότε μετὰ μεσημβρίαν κατ' ἔθος τῆς ἱερᾶς τελουμένης λειτουργίας ἐπιμι γνύει τῷ πατριάρχῃ κατὰ τὸν ἐκεῖσε νεὼν τῆς μονῆς τοῦ σωτῆρος, καὶ ὅσον ἦν ὁμιλεῖ. οὐκ ἦν δὲ πάντως τότε προσαναφέρειν πα τριάρχην ἃ δὴ κατὰ σχολὴν τὴν πρέπουσαν κινεῖν ἠβούλετο, ὧν ἦσαν δύο τὰ μέγιστα, περὶ ὧν ἐσπουδάκει πλέον προσαναφέρειν, ἓν μὲν περὶ τοῦ Ταρχανειώτου Ἰωάννου (ἔτι γάρ, ὡς ἐπέμφθη, τῶν τῆς ἀνατολῆς μερῶν ἡγεμόνευεν) ὡς οὐ δίκαιον ὂν ἄλλως οὐδ' εὔλογον ἄνδρα τῆς ἐκκλησίας ἀποσχιζόμενον, καὶ πολλὰ σὺν ἄλλοις καὶ αὐτοῦ πατριάρχου λιπαρῶς ἐφ' ὕβρεσι καθαπτόμενον, ἐν ἀξίαις εἶναι μεγίσταις ἡγεμονίας καὶ ἀνέδην κατεπαίρεσθαι τῶν πολλῶν, καὶ μᾶλλον τῶν ἐκεῖσε ἀρχιερέων, ὡς ἔλεγε, δεύ τερον δὲ τὸ περὶ τοῦ συναλλάγματος· εἶναι γὰρ αὐτῷ πόλλ' ἄττα τὰ προσιστάμενα, ἃ δὴ καὶ χρῆναι σκέψει διδόναι καὶ οὕτω τὸ φανὲν ἀσφαλὲς ὑπ' αἰδοῖ τῶν νόμων καὶ διαπράττεσθαι. τούτων ὄντων τῷ πατριάρχῃ διὰ σκοποῦ, ἐπεὶ τὰ τῆς ἱερᾶς τελετῆς τέλος 282 εἶχε καὶ ἤδη ἀπαίρειν ἐκεῖθεν ὁ βασιλεὺς ἡτοιμάζετο, ἅμα τε ὀλίγ' ἄττα τῷ πατριάρχῃ περί των ὡμίλησε, καὶ ἅμα ὥσπερ ὑποτεμνό μενος τοὺς λόγους ἐκείνῳ εὐλογίαν ἐζήτει καὶ συνετάττετο. ὁ δὲ τῷ καιρῷ συγκλασθεὶς τὸ νυμφίον ἐζήτει βλέπειν καὶ εὐλογεῖν· οὐδὲ γὰρ εἰκὸς εἶναι ἄρτι πρώτως μετὰ τὴν ἡλικιῶτιν σχεδὸν με τάβασιν, καὶ οὐ πολλῷ τινὶ χρόνῳ μετὰ τὰ ἀμφιδρόμια, μὴ τὸν πατριάρχην βλέπειν καὶ εὐλογεῖν. ἠβούλετο δέ οἱ τὸ δρᾶμα λό γους ἐντεῦθεν ἀνακινηθῆναι τῶν τελουμένων, ἐφ' ᾧ καὶ λαλῆσαι βασιλέως ἐπισχόντος. ὡς γοῦν φανεῖσαν ηὐλόγει καὶ ἀμηγέπη τῶν λόγων ἥπτετο, δόξαν ἀναχωρεῖν βασιλεῖ διὰ τὸν καιρόν, θεραπείας ἧς ἤπειγεν ὁ καιρὸς ἀξιῶν ἐπὶ τοῖς λεγομένοις τὸν πα τριάρχην, τὴν προκειμένην βαδίζειν ἠπείγετο. ἐκεῖνος δὲ παρὰ πᾶσαν ἐλπίδα τῶν προσδοκωμένων ἀποκρουσθεὶς ἀλύειν ἤρξατο, καὶ μὴ ὑποστρέφειν ἠπείλει καὶ δι' Ἰωάννην οὕτως ἡγεμονεύοντα καὶ διὰ τὰ παρόντα. ὡς γὰρ καὶ περὶ τούτων κινῶν τὰς θερα πείας ἤκουεν ἀπαντώσας, οὐδὲν πλέον ἢ προσαλγήσας ὅτι συν τέμνοντος τοῦ καιροῦ τῶν καθηκουσῶν ὁμιλιῶν οὐκ εἶχε τυγχά νειν (οὐκ οἶδ' εἰ καὶ βασιλεὺς οὕτως ἐξεπίτηδες ἔπραττε, μὴ θύ 283 ραν παρρησίας ὑπανοιγνὺς τῷ θέλοντι ἐντυγχάνειν, ἐπεὶ καὶ οὐκ ἦν μεταγινώσκειν αὐτόν), ἁψάμενοι τῆς ὁδοῦ, βασιλέα μὲν καὶ οὕτως ἐξαποστέλλει μετ' εὐλογίας, αὐτὸς δ' ἐκεῖ καταμένειν ἕως οὗ βασιλεὺς ὑποστρέψειεν ἐκεκρίκει, ἀλγεινῶς μὲν ἀναύδως δ' ὅ μως διαφέρων τὸ ἄλγος, εἰ καὶ αὖθις ὁ βασιλεὺς ἅμα Θεσσαλο νίκης ἐπέβη, τῶν ἁγίων ἐγγιζουσῶν ἡμερῶν τοῦ Πάσχα, προ φάσει τοῦ τῶν ἁγίων ἐκεῖνον μεταλήψεσθαι δώρων, εἰ πατριάρ χης ἐφίει, πέμπων εἰς Σηλυβρίαν καὶ τὰ τοῦ ξενῶνος συνήθη νομίσματα προσφιλοτιμούμενος, ἃ δὴ καὶ αὐτὸς μὲν κρυφηδὸν ἀεί ποτ' ἐδίδου, τῷ πατριάρχῃ δὲ τὸ τέλος εἰς χιλιοστὺν κατ' ἔτος ποσούμενον ἀπεγράφετο. τότε τοίνυν καὶ ταῦτ' ἀποστέλ λων λόγοις ὡμάλιζε καὶ τοῖς καθήκουσιν ἤγαλλεν. ἐκεῖνος δὲ καὶ αὖθις ἐν Σηλυβρίᾳ προσμένων οὐ πρότερον ἐκεῖθεν μετέβαινεν, ἢ δεινῶς ὀφθαλμιῶν, κατὰ χρείαν τῶν ἰατρευσόντων ἐκεῖθεν ἀπάρας, πρὸς τὴν μονὴν τοῦ Κοσμιδίου μηνὸς Μαιμακτηριῶνος μετῳκίζετο. πλὴν Ἀνθεστηριῶνος εἰσπλευσάντων ἑπτὰ μακρῶν νεῶν κατὰ πραγματείαν, καὶ λόγου διαδοθέντος ὡς καὶ στόλος νηῶν κατὰ μάχην προσαναβαίνει, δείσας ἐντεῦθεν τὴν Κωνσταν 284 τίνου εἰσέρχεται, καὶ τὴν τῆς Παμμακαρίστου μονὴν κατοικεῖ, 284 ὅπου καὶ ἐπὶ καιρῷ μὲν μετρίῳ ἠπράκτει, εἶτα δ' ἀξιωθεὶς παρά τε τοῦ κλήρου καὶ τῶν ἀρχιερέων τὰς θύρας ἀνοίγνυσι τοῖς προσόδους παρ' ἐκεῖνον ποιεῖν βουλομένοις κατά τε κρίσιν καὶ οἱανοῦν ἑτέραν ἀναδοχὴν πατριάρχῃ πρέπουσαν.
33.1.3
Οὐ μὴν δὲ καὶ οἱ ἀνὰ τὴν Ἀδριανοῦ ἐγκεκλεισμένοι Κατελάνοι, περὶ ἑξήκοντα ὄντες, οἳ καὶ τοῦ Καίσαρος ἐκποδὼν γεγονότος ἔπειτα ὅρκοις δουλαγωγηθέντες ἐγκατεκλείσθησαν, οὐδ' 555 αὐτοί γε τὸ περὶ τὸν βασιλέα ἀνάπυστον γεγονὸς τὸ παράπαν ἠμέλουν, ἀλλὰ φήμης διαδοθείσης ὡς κατὰ κράτος ἡττηθέντων τῶν ἡμετέρων καὶ οἱ τοῦ γένους αὐτῶν μέχρι καὶ αὐτῶν ἴασιν, ἀρήξοντες σφίσι, ῥήξαντες τὰ δεσμά, ἐπεὶ ἐκφυγγάνειν οὐκ εἶχον δυσανοίκτου ὄντος τοῦ πύργου ἵνα καὶ ἐγκαθίδρυντο, ἄνω που ἀνερρηφότες κατὰ τὸ ὕπαιθρον ἐκεῖθεν παρακειμέναις πέτραις ἠκροβολίζοντο καὶ τοὺς ἐπιόντας ἠμύνοντο, σκοπούμενοι κατα πίπτειν μετ' ἀσφαλείας. ἀλλ' οὐκ ἤνυτον τὸ παράπαν, τῶν πο λιτῶν ἐκείνῃ πῃ περιστάντων. ὅθεν καὶ ὀλίγων φυγομαχησάν των καὶ ἑαυτοὺς παραδόντων, οἱ λοιποὶ μέχρι καὶ αὐτοῦ θανά του ἐνεργέστερον ἐπολέμουν καὶ βάλλοντες ἐτιτρώσκοντο. τέλος ὕλην παντοδαπὴν συμφορήσαντες οἱ πολῖται πῦρ ἐνιᾶσιν ὡς κα ταφλέξοντες καὶ πύργον καὶ τοὺς ἐν τούτῳ. καὶ τὸ μὲν ᾔρετο μέγα, οἱ δὲ τῇ φλογὶ ἐνειλούμενοι οὐδ' ἐς βραχὺ τοῦ εὐτόλμου καθυφείκεσαν λήματος, ἀλλὰ πρῶτον περιδυόμενοι ἐσθῆτας, κατὰ πυρὸς βάλλοντες, τὸ πῦρ οἷον ἠμύνοντο, ἔπειτα κατ' ὀλί γον κραταιουμένου τοῦ φλέγοντος ἀνηλίσκοντο ἐς αὐτὸ πηδῶντες ἑκόντες, φιλήμασιν ἀλλήλους ἀφοσιούμενοι καὶ σταυρῷ φραττό μενοι. δύο δέ τινες ἐξ αὐτῶν, ἀδελφὼ καὶ γένος καὶ γνώμας, 556 στερρῶς περισχόντες ἀλλήλους καὶ τὰ ἔσχατα περιπτυξάμενοι, ἅμα μὲν οἴκτῳ ἅμα δὲ καὶ ἀρεϊκῷ ἐπαρθέντες λήματι, τοῦ πύρ γου καταπεσόντες ἐξ αὐτοῦ διαπεφωνήκεσαν. παῖς δ' ἐκείνοις συνῆν, καὶ ἐπεὶ ἀργὸς ἦν ἐκ φιλοίκτου δειλίας καὶ δῆλος ἦν μένων τὴν αὐθεντίαν, εὐθὺς ἀφειδοῦντες ἐκεῖνοι καὶ περισχόντες τὸν νεανίαν ἐρρίπτουν κατὰ πυρὸς εὐθαρσῶς, ὡς οὐχ ἥκιστα σώσον τες ἢ ἀπολοῦντες. καὶ ταῦτ' ἔδρων ἐξ ἀπογνώσεως τοῦ ὅλως περιγενέσθαι· οὐδὲ γὰρ ἐκ τοῦ ἀντιπάλου σφίσι τε καὶ τοσαύτῃ πόλει ξυνέβαινε τὸν ἀγῶνα εἶναι.
33.1.4
Ἑτέρωθεν κατ' ἀνατολήν, καὶ μᾶλλον περὶ τὴν Νίκαιαν, δυσφόρως εἶχον τὰ πράγματα, τοῦ Ἀτμὰν κλονοῦντος τὰ τῇδε, καὶ μᾶλλον ὅτι ἡ αὐταδέλφη τοῦ βασιλέως Μαρία καὶ τῶν Μουγουλίων οὕτω πως δέσποινα ὀνομαζομένη ἐπιστᾶσα Νι καίᾳ ἐξ ὑπερτέρου φρονήματος τῷ Ἀτμὰν προσεφέρετο, καὶ εἰς τὸν Χαρμπαντᾶν ἐπεγκαλεῖν δήλη ἦν ἀπειλοῦσα. καὶ γέγονε ταῦτα, καὶ μυριάδες τρεῖς, ὡς ἡ πύστις εἶχε, περί που τὰ ἑῷα μέρη Περσίδος ἐξεπέμποντο. καὶ πρὸς βασιλέα τὰ μήνυτρα ἔφθα νον, καὶ βασιλεὺς πέμπων ἐπολυώρει σφᾶς συχνοῖς καὶ μεγαλο πρεπέσι φιλοτιμήμασιν. οὐδὲν δὲ ταῦτα νωθέστερον τὸν Ἀτμὰν ἐποίουν καὶ περὶ τὰς πράξεις ὡσανεὶ προμηθέστερον, ἀλλὰ καὶ μᾶλλον παρώτρυνον, ὥστε καὶ Νικαίᾳ προσβάλλοντα ἐκσπᾶν 638 μὲν ἀμπελῶνας, ἀφανίζειν δὲ λήϊα, καὶ τέλος προσβαλεῖν Τρι κοκκίᾳ τῷ τῶν Νικαιέων ἐπιτειχίσματι, καὶ περικαθίσαντα σὺν πλήθει παντὶ τῷ περὶ αὐτὸν τῶν Περσῶν πολλὰ μὲν παθεῖν ἐξ ἐκείνων ἀρειμανίων ὄντων καὶ μᾶλλον ῥυτήρων τόξων ἀρχῆθεν, τέλος δὲ τοὺς τάφρους, οἷς ἐθάρρουν, σταυροῖς ἀναχώσαντα καὶ πέτραις καὶ δένδροις καὶ χώμασιν αὐτοὺς παραστήσασθαι, καὶ φόνον μὲν πολὺν ἐξεργάσασθαι, ἑαυτῷ δὲ τὰ πιστὰ δοῦναι, ὥς γε ἐῴκει, πρὸς τὴν τῶν Τοχάρων, εἰ ἐπιστῶσιν, ἐπίθεσιν. Θέρους δὲ ἦν ἀκμή, καὶ αἱ μὲν τοῦ βασιλέως νῆες περί που δέκα μετὰ τοῦ ἐπὶ τοῦ στρατοῦ Μαρούλη πρὸς Θάσον ἐξα πεστέλλοντο. καὶ γὰρ ἐπιστὰς τῇ νήσῳ δυσὶ ναυσὶ πρότερον ὁ τοῦ Μανουὴλ Ζαχαρίου πιστοτάτου τῇ βασιλείᾳ θείου ἀνεψιὸς ἀπιστότατος, καὶ πειρατοῦ τρόπον ἐπιχειρήσας, αἱρεῖ τὸ φρού ριον. ὃ δὴ καὶ ἀνακτίσας ὡς ἐχυρῷ ἐχρᾶτο φρουρίῳ, καὶ ἀπὼν διὰ τῶν οἰκείων κατεῖχε. καὶ διὰ ταῦτα βασιλεὺς ἐξαποστείλας τὸν ἐπὶ τοῦ στρατοῦ σὺν ναυσί, προηγούμενον μὲν αὐτοῖς τὴν ἐπὶ τὴν νῆσον προσεδρίαν ἐπανετίθετο, ἐφ' ᾧ καὶ τὸ φρούριον παραστήσαιντο, ἐπέσκηπτε δὲ πολυωρεῖν καὶ πρὸς Αἶνον διὰ τοὺς 639 Ἀμογαβάρους, ἐπεὶ καὶ οἱ περὶ τὸν Τζιμῆν, ὡς ἐλέγομεν, ἐπὶ τὴν Αἶνον γενόμενοι ἐπολιόρκουν καὶ ἐνεργέστερον ἐπεχείρουν, ὥστε καὶ ἀνορύττειν ἐκ μέρους τἀκείνης θέμεθλα, εἰ καὶ πέτρα συμφύτῳ προσαράξαντες οὐκ εἶχον ὅ τι καὶ πράττειν. τέως δὲ καὶ οἱ ἔνδον, ἑνὸς τῶν τέχνην ὀρύττειν ἐχόντων προσφυγόντος ἐκείνοις, ἀνώρυττον ἔνδοθεν ἀντικρύ, καὶ προτερήσαντες αἴφνης τὸ ἀνορυττόμενον προσάξαντες τοὺς ἔξωθεν ἐκεῖ συνέσχον καὶ ἐξηφάνισαν. σιτηγεῖσθαι δ' ἤθελον, ὅτι καὶ λιμοῦ ἐκινδύνευον γίνεσθαι παρανάλωμα. ὅθεν καὶ μικράς τινας νῆας ἐξετοιμασά μενοι ἐς τὸ πέραν κατήπειγον τῆς Μαρίτζης, ἐφ' ᾧπερ ἐκ Βολε ροῦ σιταρκοῖντο. αἷς δὴ καὶ κατὰ θάλασσαν ἐντυχόντες οἱ τοῦ ἐπὶ τοῦ στρατοῦ ἐπὶ τὴν ἐπ' αὐτὰς ἐπέσπευσαν δίωξιν, λιχνευ σάμενοι πρὸς τὸ θήραμα. τάχ' ἂν καὶ κατηυστόχουν τῆς ἄγρας εἰς τέλος· εἰ γὰρ ὑφεικότων τούτων τῆς ἐλασίας ἐκεῖνοι ἀνωΐστως καὶ εἰσέτι τὸν ποταμὸν παρήλλαξαν, καὶ ἐπὶ τῶν πέραν τόπων ἐς ὅσον ἦν ἀποτέρω ἐγένοντο, τάχ' ἂν φθάσαντες οὗτοι ἐντὸς ἀφύκτων ἀρκύων εἶχον ἐκείνους, μηδὲν ὠφεληθησομένους, εἰ καὶ τῇ χέρσῳ προσήραττον, ἀδυνάτου ὄντος ἐπανασώζεσθαι πρὸς 640 τοὺς ἰδίους διὰ τὸ μεταξὺ ἐμποδὼν κεῖσθαι τὸν ποταμόν. νῦν δ' ἀλλὰ λιχνευσάμενοι οἱ ἡμέτεροι ἐμφανεῖς ἦσαν ἐκείνους κατα διώκοντες πρὶν παραλλάξαι τὸν ποταμόν. ὅθεν καὶ ἐν στενῷ τῆς σωτηρίας ἐλθόντες, ἐπεὶ οὐκ ἦν σφίσι πρὸς τὰς τοῦ βασι λέως μάχεσθαι, προσαράττουσι τῇ ξηρᾷ, καὶ τῇ χέρσῳ πιστεύ σαντες ἑαυτούς, τινῶν ἑαλωκότων συνάμα ταῖς ναυσίν, οἱ πολ λοὶ σώζονται. οἱ μὲν οὖν ἔργον μαχαίρας, αἱ δὲ πυρὸς ἐγένοντο παρανάλωμα. Γίδας δέ τις ἀνεψιὸς Θευδερίχου τοῦ κατὰ Σικελίαν ἐξάρ χοντος, ἀκουσθὲν ὡς οὐδὲν ὅλως οἱ τῶν Ἀμογαβάρων ἐξάρχον τες συμφωνοῦντες ἑνὶ τὴν σφῶν ἡγεμονίαν πιστεύουσιν, ἀλλ' οἱ μὲν ὑπὸ τὸν Φαρέντα Τζιμῆν ἐθέλουσι τάττεσθαι, οἱ δὲ σὺν αὐτῷ τῷ Φαρέντᾳ τὴν ἡγεμονίαν τῶν ὅλων Μπυριγερίῳ προτρέ πουσι (καὶ γὰρ οὗτος αὖθις ἐπανῆλθε, καθὼς ἐν τοῖς ἄνω λό γοις ἐλέγομεν, οὐκ οἶδα πῶς ἐκ Γενούας ἀποδράς), οἱ δὲ περὶ τὸν Ῥομοφόρτον ταττόμενοι τῶν λοιπῶν οὐδὲν ἐπαΐουσι (μηδὲν γὰρ αὐτὸν Ῥομοφόρτον τὸ ὑπὸ τὸν Μπυριγέριον τάττεσθαι κατα δέχεσθαι), (34) διὰ ταῦτα ὁ τοιοῦτος παρὰ Θευδερίχου συν άμα μακραῖς ναυσὶν ἑπτά, ὡς ἡ φήμη εἶχεν, ἐξαποστέλλεται. οἱ δὲ τὸν τοῦ ῥηγὸς Σικελίας Ματέρκα Φαρέντε ταῦτα πράττειν ἐφήμιζον. οὐκ οἶδα δὲ εἰ Γίδας ὢν κατ' ὄνομα κρεῖττον τῶν 641 υἱῶν τοῦ ῥηγὸς ὑπεκρίνετο, ὡς ἔξωθεν περιλαλεῖσθαι τὸ τοιοῦ τον ὄνομα κατά τι σέμνωμα μέγιστον. ὅμως μὲν οὖν ἐλθόντος κἀκείνου, οὐδὲν ὅλως οἱ πάντες συνεφώνουν ὑπ' αὐτῷ τάττε σθαι, καὶ μάλιστα Ῥομοφόρτος, ὑπερηφανῶν ὅλως καὶ μεγαλι ζόμενος, εἰ χώρας ἧς αὐτὸς διὰ σπάθης ἦρξε, καὶ δυναστείαν ἑτέρῳ παραχωροίη ἐξ ὑπογύου φανέντι. καὶ οὐ τῇ τῶν λοιπῶν βουλῇ συνυπήγετο, ἀλλὰ καθ' αὑτὸν στρατηγεῖν ἠβούλετο. πύ στεις τὸν βασιλέα κατελάμβανον καὶ ὡς οὐδ' αὐτὸς Γίδας ἔτι προσμενεῖ, οὕτως ἀσυμφώνως ἐχόντων Ἀμογαβάρων. τέως, ὁπόσον ἦν, τοὺς περὶ Τζιμῆν κατεμάλασσεν ὁ κρατῶν μείζοσιν ἢ κατ' αὐτοὺς ὑποσχέσεσι, καὶ τὴν πρὸς ἀλλήλους ἐφάπαξ ἀσυμ φωνίαν ἐντεῦθεν συνίστα, καὶ τὰς καθ' ἡμῶν συνθεσίας τού των ὡς τὸ εἰκὸς ἀνέβαλλεν. ὅσον γὰρ ἦν τὸ ἀπὸ μεθόδου καὶ ξυνέσεως, οὐδέν οἱ καὶ ἐνελέλειπτο, βαθυσκέμμονι ὄντι, εἰ καὶ δυνάμεσιν ἐνελέλειπτο, ἐπικλᾶν ἐς ὅσον γε καὶ ἐνεδέχετο τὰς τού των ὁρμάς. ὅθεν καὶ τὰ κατ' ἀνατολὴν οἷον ἐς τριβὰς ἐτίθει,

Intertext edge

Open linked passage

Note