Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Georgius Pachymeresii 340 · pg-scrape-grcMore by Georgius Pachymeres
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
340.1.1
πολλῶν ἐξέφερεν, ὅπως καὶ ὅτε καὶ τί προσελθὼν εἴπειεν ὁ εἰ πών. τέως δὲ πολὺς προσετρίβετο ἐντεῦθεν μῶμος, ἀμφοτέρω θεν ἀντιδιατεινομένων. καὶ διὰ ταῦτα πατριάρχης δεινῶς ὑβριο παθῶν ἦν, καὶ οὔτε βασιλέα προσαπεδέχετο κινοῦντα τὸν λόγον, ἀλλὰ καὶ τῷ πρώτως εἰπόντι κακῶς εἶχε, καὶ συνόδου ἐζήτει ἐκ δίκησιν, εἰ πιστεύειν θέλοιεν ὡς καὶ αὐτοὶ συκοφαντίαν τὸν λό γον, ὡς λέγουσι, κρίνουσι. τῷ τοι καὶ τῷ μὲν ζητεῖν πατριάρ χην δίκαια ξύμπαντες ὡμολόγουν, πρὸς δὲ τὸ καταδικάζειν τὸν λέξαντα διαμφιγνωμονοῦντες ἦσαν· μηδὲ γὰρ κἀκεῖνον αὐτόθεν ἐκφῆναι τὸν λόγον, μηδ' ὡς κατηγορίαν συνθεῖναι, ἀλλὰ βασι λεῖ πιστεῦσαι, ὥστε μεῖναι καὶ ἐν ἀπορρήτοις οἴεσθαι. ὡς δὲ πολλάκις ὁ μὲν πατριάρχης συνιστᾶν βουλόμενος σύνοδον ἐπὶ τού τοις τοὺς ἀρχιερεῖς μετεπέμπετο, ἐκεῖνοι δὲ οἱ μὲν συνήγοντο καὶ ἕτοιμοι ἦσαν κρῖναι καὶ καταδικάζειν τὸν φάμενον ὡς οὐκ εὔσχη μον ὂν οὐδ' ἄλλως εὐπρεπὲς πρὸς βασιλέα λέγειν τοιαῦτα, οἱ 341 δὲ αἰτίας τῆς ἀποφυγῆς πλαττόμενοι τὴν ἄφιξιν ὑπερετίθεντο καὶ τῷ Σηλυβρίας ἀγαθὰς ὑπερέτεινον τὰς ἐλπίδας, ταῦτα δ' ἐποίουν πολλάκις ἔννοιαν διδόντες ὡς ἐπαλγοῖεν καὶ οὗτοι μὴ καὶ πατριάρ χου σφίσιν ὁμογνωμονοῦντος ἐπὶ τοῖς τοῦ Ἐφέσου πράγμασιν, ὥστε καὶ κινδυνεύειν σχίζεσθαι, τότε πατριάρχης ἀπαλγῶν τοῖς τελουμένοις, ἐπεί γε συνοδικῶς προκαθήμενος μέχρις ὀψὲ τῆς ἡμέρας τὴν ἐκείνων περιέμενεν ἄφιξιν, αὐτίκα συντόνῳ ψυχῆς καταστήματι καὶ ἱκανῶς ἐνθέρμῳ ἐκ λύπης ἀποχωρεῖ, τελευ ταῖον εἰπὼν εἰς τοὺς τότ' ἀρχιερεῖς ἦ μὴν τοῦ λοιποῦ μὴ εἶναι μέσον αὐτῶν, κἂν ὅ τι ποιοῖεν, καὶ ὅρκον ἐπιπροσθείς, ὥς τι νες ἤκουσαν. ὁ δ' ὅρκος ἰδιωτικῶς πως οὕτως ἐξενεχθεὶς" νὰ ἦμαι δοῦλος τοῦ Χριστοῦ, οὐ μὴν εἰμὶ μεθ' ὑμῶν, εἰ μὴ τὰ γένοιτο." τὸ δ' ἦν, εἰ μὴ ὁ Σηλυβρίας κολάζοιτο. πέμπτην μὲν οὖν ἦγε τότε μὴν Ἀνθεστηριών, ἡμέρα δ' ἦν ἡ πρὸ τοῦ σαβ βάτου παρασκευή, καὶ μικρὸν ἐφησυχάσας τῇ κέλλῃ πρὸς ἑσπέ ραν σὺν τοῖς ἰδίοις μεταχωρεῖ, καὶ πρὸς τὴν τῆς Παμμακαρί στου μονήν, ὅπου καὶ εἴθιστο καταμένειν, γίνεται, ἀφεὶς ἕνα τῶν αὐτοῦ ἢ καὶ δεύτερον τὰ τοῦ πατριαρχείου κατέχειν καὶ διοι κεῖν. καὶ ταῦτα μὲν ἐκεῖνος ἔπραττεν, οὐ μὴν δ' ὥστε οἱ καὶ καθάπαξ ἀπαλλάττειν ἔγνωστο, ἀλλ' ὡς πολλάκις εἴθιστο πράτ 342 τειν, οὕτω καὶ πάλιν ὑπελαμβάνετο. αὐτὸς δὲ μεθ' ἡμέρας καὶ παραίτησιν σχεδιάσας πέμπει πρὸς βασιλέα οὕτως ἔχουσαν ἐπὶ λέξεων. 29." Δέσποτά μου ἅγιε βασιλεῦ, καὶ ὑμεῖς δεσπόται μου ἅγιοι ἀρχιερεῖς, ἐγὼ τὸ πρῶτον ἁμαρτωλὸν εἰδὼς ἐμαυτὸν πάντα ἔπραττον ὑπὲρ τοῦ τῆς ἁμαρτίας ῥυσθῆναί με. μᾶλλον δὲ ἔπραττον μὲν ὀλίγα, τὸ πλέον δ' ἐθάρρουν εἰς τὸ ἀνεξάντλητον πέλαγος τῆς τοῦ θεοῦ φιλανθρωπίας, ὅπερ πλουσίως ἐξέχεέ τε καὶ διηνεκῶς ἐκχέει πρός τε δικαίους καὶ ἁμαρτωλοὺς καὶ πρὸς πᾶσαν τὴν ὑπ' αὐτὸν κτίσιν. καὶ τούτῳ μόνῳ θαρρῶν διήνυον ἡδέως τὸν ἐμὸν βίον. εἶτα ἀναγκασθεὶς ὅσα οἶδε θεός, κρίμα σιν οἷς οἶδεν αὐτός, ἀνήχθην εἰς τὸν πατριαρχικὸν θρόνον. ὑβρίσθην μετὰ ταῦτα ὅσα οἶδε πᾶς ὁ ἐνταῦθα καὶ ἐκτὸς λαός. ἐλυπήθην διὰ ταῦτα πολλά, οὐχὶ διὰ τὴν ἐμὴν ὑπόστασιν, οἶδε θεός, ἀλλὰ διὰ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα, ἧς Χριστὸς καὶ διὰ τῆς χάριτος ἐκείνου ἐγὼ κεφαλή. εἰδὼς τοίνυν ὡς οὐ τῶν πρεπόντων, οὐ τῶν δικαίων ὄν, οὕτως ὑβρισμένον ἀποφέ ρεσθαι πατριάρχου ἀξίωμα, ἀναγκασθεὶς ὤμοσα τὴν αὐτοῦ ἀπο βολήν. καὶ ἵστημι τοῦ φυλάξαι τοὺς λόγους μου, καὶ ἀποδί δωμι ἰδοὺ τὰς εὐχάς μου, ἃς διέστειλαν τὰ χείλη μου ἐν τῇ θλί ψει μου. παραιτοῦμαι γὰρ τὸν πατριαρχικὸν θρόνον· ὡς ἂν δὲ 343 καὶ μὴ πρόφασις εἰς τὸ ἑξῆς δόξω σκανδάλου, σὺν αὐτῷ καὶ τὴν ἐμὴν παραιτοῦμαι ἱερωσύνην, τὸ μέγα ὄντως ἐμοὶ χρῆμα καὶ τοῦ παντὸς ἀντάξιον. ταῦτα τίθημι γνώριμα τῇ ἐκ θεοῦ βασι λείᾳ σου καὶ τοῖς δεσπόταις μου τοῖς ἀρχιερεῦσι Χριστοῦ διὰ τῆς παραιτήσεως ταύτης, δι' ἧς καὶ τελείαν νέμω συγχώρησιν τοῖς τε ὑβρίσασι τοῖς τε εἰς τοῦτο συνεργήσασι καὶ τοῖς προαχθεῖσι τούτοις πιστεῦσαι, καὶ ἵλεως αὐτοῖς εἴη διὰ τοῦτο θεός. ἂν δέ τι συμβῇ εἰς τὰ ψυχικὰ καὶ εἰς τὰ σωματικὰ εἰς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἢ εἰς τὸν λαὸν τοῦ θεοῦ, ἀθῶός εἰμι τῇ χάριτι τοῦ Χριστοῦ μου." εἶχε καὶ ὑπογραφὴν τήνδε" Ἰωάννης μονα χὸς ὁ χρηματίσας πατριάρχης Κωνσταντινουπόλεως." Ταῦτα γράψας τε καὶ ὑπογράψας καὶ τῷ βασιλεῖ ἀποστεί λας, καὶ αὐτὰ τὰ τῆς ἀρχιερωσύνης ἀπαμφιασάμενος, ἀφησύ χαζε τοῖς ἐγνωσμένοις ἐμμένων. βασιλεὺς δὲ δεξάμενος τὴν πα ραίτησιν οὐδ' ἤθελεν ἀναπτύσσειν ἐξ εὐλαβείας ἀλλὰ πυρὶ διδό ναι, ἐπεὶ καὶ ἄλλοτε ταῦτ' ἔπραττεν. ἐπεὶ δ' ἀναγνωσθέντος τὸν πατριάρχην ἤκουε λέγοντα ὡς ὀμόσοι, ἐν φροντίδι μεγίστῃ ἦν, καὶ ὅ τι περὶ τούτων ἀρχιερεῖς ἀποφήναιντο διεσκόπει. τὸ μὲν οὖν ἅμα δεικνύναι καὶ ἐξετάζειν ἐφιέναι τὰ ἐφεστῶτα τῇ Ῥω μαΐδι κακὰ οὐ παρεῖχεν. ἡμέρας γὰρ ἑκάστης ἠγγέλλοντο τὰ 344 δεινά, καὶ οὐ καθ' ἕν τι μέρος ἀλλὰ πανταχόθεν καὶ πανταχῇ συρρέοντα, οὐ κατὰ γῆν μόνον ἀλλ' ἤδη καὶ κατὰ θάλασσαν. πρότερον μὲν γὰρ πειραταὶ καταλαβόντες Τένεδον νῆσον ὡς ἰδίαν εἶχον, καὶ ὁρμητηρίῳ ἐχρῶντο, κἀκεῖθεν ἀναπλέοντες καὶ πόλλ' ἄττα τῶν δεινῶν πράττοντες ἐν ταύτῃ καὶ αὖθις προσώκελλον ὑποστρέφοντες. τότε δ' ἀλλ' ἐκείνων καὶ ἑκόντων κατὰ φόβον ἀπαλλαξάντων, τὸ Περσικὸν ὅσον ἦν ἐνδοτέρω ναυπηγησάμενον ταῖς Κυκλάσιν ἐπέχραον καὶ κακῶς ἐποίουν, καὶ τοῦτο μὲν Χίῳ τοῦτο δὲ Σάμῳ καὶ Καρπάθῳ καὶ αὐτῇ Ῥόδῳ καὶ πολλαῖς σὺν αὐταῖς ἑτέραις οὐκ ὀλίγαις προσβάλλοντες ταῖς ναυσὶ τὰς τέως ἐνῳκισμένας σχεδὸν ἀοικήτους εἰργάζοντο. οὐκ ἦν δ' ὅλως οὐ δὲ τοῖς ἐν τῇ γῇ τε καὶ ἠπειρώταις ἀναπνέειν τῶν μόχθων οὐδ' ἐς βραχύ· ὅσον γὰρ ὅσον καὶ δίκην ἀγρίου πυρός, τὰ ἐντὸς κα τεβόσκοντο, καὶ καθ' ἡμέραν νέαι δύαι ἠγγέλλοντο καὶ βασιλέα πρὸς ἑαυτὰς ἀντέσπων, καὶ ἀτελεῖς μετήλλαττον τὰς φροντίδας φροντίδες ἕτεραι. τὸ μὲν οὖν τὰ τοῦ πατριάρχου ζητεῖν αὐτό θεν δυσχερὲς ἦν, καὶ ὁ καιρὸς οὐκ ἐνεδίδου· τέως δὲ καιρὸν ἐζήτει τὸν εὔθετον καὶ ἁρμόδιον. 345

Intertext edge

Open linked passage

Note