Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon ii
Georgius Pachymeresii 349 · pg-scrape-grcMore by Georgius Pachymeres
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres"> —
⋯
More
Original / primary: Pg Scrape Grc
349.1.1
Βασιλείου Βιάνορα, θεραπευσάντων τῶν ἁγίων τοὺς ἐκείνων ὅρ κους τρόποις οἰκονομίας καὶ πνευματικῆς καταστάσεως. ταῦτ' ἔλεγον διαγνωμονοῦντες, καὶ ἐπὶ τούτοις ὁ χρόνος ἐτρίβετο. μό λις μετὰ τὴν πολλὴν διαφιλονεικίαν καὶ τὴν ὑπὸ βασιλεῖ ἀκροατῇ γε καὶ διαγνώμονι συνδιάσκεψιν, ἐπεὶ οὐκ ἦν συμβαίνειν τὰς γνώμας αὐτῶν, εἰς πολὺ τοῦ καιροῦ κατατεινομένου, ἔγνωσαν ἅμα πέμπειν καὶ ἐρωτᾶν ἐκεῖνον αὐτὸν πατριάρχην, ὅπως ἔχοι γνώμης καὶ ὅ τι λέγει ἐπί τε τῇ παραιτήσει καὶ ἐπὶ τῷ φημιζο μένῳ ὅρκῳ· τὸ γὰρ εὐλαβὲς καὶ ἁπλοῦν τοῦ ἀνδρὸς ἐχέγγυον εἶ χον λέγειν ἐκεῖνον τὰ πάσης ἀποδείξεως κρείττω, ἐφ' οἷς ἄρα διημφισβήτουν ἀλλήλοις. καὶ δὴ ἠξίουν μὲν πατριάρχην Ἀλεξαν δρείας, ἐκεῖ καὶ αὐτὸν προκαθεζόμενον, τῆς παρ' ἐκεῖνον ἀφί ξεως ἕνεκα, συνέπεμπον δέ οἱ τοὺς συνεροῦντας καὶ δύο ἀρχιε ρεῖς, τόν τε Κρήτης Νικηφόρον καὶ τὸν Περγάμου Ἀρσένιον. οἳ καὶ ἐπιστάντες περὶ τῆς παραιτήσεως καὶ τοῦ λόγου ὡς ἐκ συν όδου πάσης καὶ βασιλέως διεπυνθάνοντο. (32) ὁ δὲ τὸν ἀπό λογον ὅσον ἦν συντεμών, γραφῇ σημήνας ἀπέστειλεν. ἦν δ' ἐπ' αὐτῆς εἰπεῖν τῆς λέξεως ἔχουσα οὕτως." δέσποτά μου ἅγιε βα σιλεῦ, διεμηνύσατό μοι ἡ κραταιὰ καὶ ἁγία βασιλεία σου καὶ ἡ θεία καὶ ἱερὰ σύνοδος, μετὰ τοῦ ἁγιωτάτου πάπα καὶ πατριάρ 350 χου Ἀλεξανδρείας καὶ μετὰ τῶν δύο ἀρχιερέων, ἵνα παραδηλώσω τῇ κραταιᾷ καὶ ἁγίᾳ βασιλείᾳ σου ὅπως ἔχω γνώμης περὶ τοῦ συμβάντος εἰς ἐμὲ λόγου, ἔτι δὲ καὶ περὶ τῆς παραιτήσεώς μου. καὶ ἔδει μὴ τὸ παράπαν ἀποκρίνασθαί με, τῆς ἐμῆς παραιτή σεως σαφῶς παριστώσης τὴν ἐμὴν βούλησιν· ἐπεὶ δὲ μόλις νῦν ἐρωτῶμαι, ὡς ἐν βραχεῖ τοῦτο ἀποκρίνομαι πρὸς τὴν ἁγίαν καὶ κραταιὰν βασιλείαν σου, ὅτι ἐγὼ ἐκ πολλῶν ἤδη τῶν χρόνων ἐθέ μην ἐν ἐμαυτῷ μήτε ὀμόσαι μήθ' ἕτερον ὅρκον ζητῆσαι, μηδὲ ὕβριν μέμψεως ἀξίαν τοῦ στόματος προενεγκεῖν, ἀλλὰ μηδέ τινι καταράσασθαι. καὶ ἐφυλασσόμην μέχρι τῆς δεῦρο Χριστοῦ μου χάριτι. πλὴν εἶχον εἰς πληροφορίαν τῶν λόγων μου καὶ παράστασιν ἁπλᾶ καὶ μὴ βλάπτοντα, μηδὲ εἰς ὅρκον λογιζόμενα ταῦτα, νὰ ἔχω τὸ ἔλεος τοῦ θεοῦ, νὰ ἦμαι δοῦλος τοῦ θεοῦ, καὶ νὰ ἀποθάνω ἐν μετανοίᾳ. ὥστε καὶ ἐκεῖνο, ὅπερ ἐφθεγξά μην ἀπὸ παραλυπήσεως τῶν ἀδελφῶν μου, οὐχ ὡς ὅρκον λογιζό μενος εἶπον, ἀλλ' ἁπλῶς ἔχων ἐκ συνηθείας τοῦτο λέγειν. τὸ δὲ ἦν· νὰ ἦμαι δοῦλος τοῦ θεοῦ, οὐ μὴ εἰ μὴ μεθ' ὑμῶν ὑπά γω δηλονότι τό γε νῦν ἔχον, ἀφίσταμαι ἐξ ὑμῶν. οὐχ ὅρκον δὲ τοῦτο ἐλογιζόμην, μαθὼν καὶ ταῦτα παρὰ τοῦ μεγάλου πατρὸς ἡμῶν Βασιλείου, λέγοντος ἐν τοῖς ἠθικοῖς αὐτοῦ λόγοις ὅτι ἔνθα τὸ νὰ τίθεμεν, οὐχ ὅρκον παραδηλοῦμεν, ἀλλ' ἔνθα τὸ μά. 351 εἰ δέ τις ἐπιλαμβάνεταί μου τῆς παραιτήσεως ὡς κἀκεῖσε γράψαν τος διὰ τὸν ὅρκον ἐξέρχεσθαι, πρῶτον μὲν λογιζέσθω ὅτι ἀπὸ ἄκρας παραλυπήσεως γέγραπται, ὡς κἀκεῖ παρεδήλωσα. ἄλλως τε καὶ ἐδόκουν ἀπαλλαγῆναι τῆς ἐκκλησίας εἰρηνικῶς. ἐπεὶ δὲ συμβαίνει σκανδαλίζεσθαι τοὺς ἀρχιερεῖς διὰ ταύτην ὡς μὴ κα νονικῶς προβεβηκυῖαν, εἰ μὲν ὁμοῦ γένοιντο ἅπαντες τεσσαρά κοντα τὸν ἀριθμὸν ὄντες καὶ δέξαιντο τὴν παραίτησίν μου ὅλοι, εὖ ἂν ἔχοι, κἀγὼ τότε τὸ τυχὸν οὐκ ἐρῶ, ἀλλὰ τῆς ἐκκλησίας ἐκστήσομαι, καὶ ὄψεται κύριος ἑαυτῷ ποιμένα, κἀμοῦ, εἴγε βούλοιντο, μετ' αὐτῶν συνδιασκεψαμένου περὶ τοῦ νεύσει θεοῦ τὴν αὐτοῦ κυβερνήσοντος ἐκκλησίαν. εἰ δ' ἀπολειφθεῖέν τινες τῶν ἀρχιερέων, ἄχρι καὶ τριῶν λέγω, μὴ δεχόμενοι τὴν ἐμὴν παραίτησιν, μηδ' ὡς κανονικῶς προβάσης ἀποδεχόμενοι, κἀγὼ μετ' αὐτῶν δηλονότι ἔσομαι καὶ τῆς δεδομένης μοι παρὰ τοῦ πνεύματος τοῦ ἁγίου ἐξουσίας οὐκ ἀποστήσομαι, ἅμα μὲν φει δόμενος τῶν ψυχῶν τῶν ἀδίκως καὶ παραλόγως κατειπόντων μου, ἅμα δὲ καὶ τῶν ἐκκλησιῶν προμηθούμενος, ἵνα μὴ τέλεον ἀπό λωνται τῇ τῶν ὑπερμαχούντων τῆς ἀληθείας ἀποχωρήσει. ὅτι δὲ καὶ ἠδικήθην παρά τε τῆς ἁγίας βασιλείας σου καὶ παρὰ τῶν ἀρχιερέων, εὔδηλον· ὀκτὼ γὰρ παραδραμόντων μηνῶν ἐν οἷς ὑβριζόμην, οὐδεμίαν ἐποίησεν ἐκδίκησιν ἡ ἁγία βασιλεία σου 352 εἰς ἐμέ, οὔτε ἡ σύνοδος. ὅσον δ' ἐντεῦθεν ἐπισυμβῇ τῇ ἐκκλη σίᾳ, πάντως οὐκ ἐγὼ τὸν ὑπὲρ τούτου ἀποδώσω λόγον. ταῦτα διὰ τὸ ἀσφαλὲς γεγραφὼς τῇ κραταιᾷ καὶ ἁγίᾳ βασιλείᾳ σου πέμ πω. γένοιτο δὲ αὐτῇ θεοῦ κυβερνωμένῃ χειρί, ὅσον ἀσφαλὲς καὶ ἀτάραχον, τῇ αὐτοῦ πραγματεύσασθαι ἐκκλησίᾳ." Ταῦτα δεξαμένῳ τὰ γράμματα βασιλεῖ ὑπονοεῖν ἐπῄει ὡς οὐ γνησίας φρενὸς καὶ γνώμης τοῦ πατριάρχου ταῦτα, ἀλλά τι νων ἄλλων ὑποβαλλομένων, οἷς ἦν ἀμφισβητεῖν ἀρχιερεῦσιν οὖ σιν πρὸς τοὺς κατ' ἐκείνου σπουδάζοντας· ὅμως δὲ καὶ αὖθις ξύναξιν καθιστὰς τῇ συνόδῳ τὰ τῆς ἀπολογίας κοινοῦται, καὶ ὅτι μεταμέλειν δοκεῖ τῷ παραιτουμένῳ τῆς παραιτήσεως, συν διασκέπτεσθαι ἀξιοῖ. τότε τοίνυν στερρά τις φιλονεικία καὶ ἑκα τέροις τοῖς μέρεσι γίνεται, τῶν μὲν ὑπὲρ ἐκείνου λεγόντων καὶ μᾶλλον ἰσχυριζομένων, ὡς παραλυπήσεως, οὐ προαιρέσεως ἡ παραίτησις, καὶ ὅτι εἰ καὶ ἐπὶ τρισὶν ἀρχιερεῦσι καὶ μόνοις ἵστα σθαι βούλεται, τόσων προσκειμένων ἐκείνῳ πολλῷ γε δικαιότε ρον ἵστασθαι, τῶν δὲ τούτοις ἀνθισταμένων ὅρκον εἶναι διατει νομένων τὸν λόγον, καὶ ὅρκον φρίκης μεστόν, καὶ ἱκανὸν κωλύειν ἱερωσύνης παραβαινόμενον. οἷς δὴ καὶ ὁ βασιλεὺς ἐπιεικῶς ὁμογνωμονῶν ἦν, τῷ μὲν πλείονι, ὡς ἐῴκει, δι' ἄκραν εὐλά 353 βειαν τὴν ἐπὶ τὸν ὅρκον, τῷ δ' ἀδήλῳ, οἶμαι, καὶ σκοπὸν ἔχων τοὺς Ἀρσενιάτας, εἰ εἰρηνεύειν δύναιτο, (οὐδὲ γὰρ μικρὸν ὠδύνα τὸν βασιλέα τὸ ἐκείνων σχίσμα, ὡς ἔδειξε) προσλαβέσθαι. ἢ μὴν ἄλλως καὶ δι' Ἀθανάσιον, ἄδηλον ὂν ἐς τότε. τούτων ἐπὶ πολὺ τριβομένων καὶ τῶν ἀρχιερέων μὴ συμβαινόντων ἀλλή λοις μετέωρα τὰ τῆς ἀποφάσεως ἦσαν, καὶ οὐδὲν ἤνυτον συνερ χόμενοι. διὰ τοῦτο καὶ ἔτι ἐμνημονεύετο μὲν Ἰωάννης, οἱ αὐ τοῦ δὲ τὸ πατριαρχεῖον διῴκουν κατέχοντες, καίτοι γε καὶ πρὸ τοῦ ταῦτα κινεῖσθαι πέμποντος μὲν εἰς μονὰς τοῦ ἔτι πατριαρ χοῦντος, πέμποντος δὲ καὶ εἰς τὴν αὐτὴν ἐκκλησίαν, καὶ παύειν τὸ ἑαυτοῦ μνημόσυνον ἐπιτρέποντος ὡς δῆθεν παραιτησαμένου καὶ ἀποβεβληκότος τὸν ἱερέα παντάπασιν. ἀλλ' ἐκεῖνοι τὴν ἀπό τε συνόδου καὶ βασιλέως ἀποκατάστασιν ἐκδεχόμενοι κατασιγᾶν οὐδ' ὅλως ἐπείθοντο τὸ Ἰωάννου ὄνομα. 33. Τῷ μέντοι γε βασιλεῖ ἔνθεν μὲν ὁρῶντι τὴν ἐπὶ τῷ παραιτεῖσθαι πολλάκις εὐκολίαν τοῦ Ἰωάννου, ἔνθεν δ' αὖθις ὑπονοουμένῳ τὴν τῶν Ἀρσενιατῶν ἐς ἔσχατον ἀντοχήν, ὡς οὐδ' ἂν εἰρηνευσόντων ἄλλως εἰ μή γε καθ' αὑτοὺς τὰ τῆς ἐκκλησίας πράγματα γένοιντο (καὶ γὰρ καὶ τοῦ Ὑακίνθου ἐξ ἀνθρώπων γε γονότος ἐκεῖνοι τῇ τοῦ Μωσελὲ μονῇ προσκαθήμενοι πολλοὺς εἶ 354 χον ἐξωτέρω τοὺς σπουδαστάς, καὶ τοὺς αὐτῶν νεκροὺς ἴσα καὶ ὁμολογητὰς ἐτίμων, καὶ πολλοὺς ἐντεῦθεν ἐπήγοντο), ἔννοιά τις ἐπῄει, ἤδη καὶ τοῖς λογισμοῖς αὐτοῦ προκαθίσασα, μήπως θεῷ δοκοῦν τὰ τούτων ὁ δὲ τὰ πόρρω διώκοι, καὶ ὧν ἴσως τελεσθέν των οὐδὲν ὀνήϊστον γένοιτο, καὶ διὰ ταῦθ' ὁδηγοῦν τὸ θεῖον τὴν τοῦ Ἰωάννου πρὸς τὸ πατριαρχεύειν ἐμποιεῖ νάρκην, εὐχε ρῶς παραιτουμένου κἀκ τῆς τυχούσης προφάσεως. τῷ τοι καὶ γνωσιμαχῶν ὑπὲρ τούτων, καὶ ὅτι ἄλλως ἀνάγκη ἦν καὶ τρίτον ἐπὶ δυσὶ πατριάρχην ἐπικηρύττεσθαι αὐτοῦ γε παραιτουμένου ἤδη, καὶ τὸ ἀπρεπὲς δυσωπούμενος, ἔγνω προκαταλαμβάνειν ἐκείνους, καὶ πέμψας ἐν ἀπορρήτοις τὴν ἐκ Νοστόγγων Ταρχα νειώτισσαν ὁμαιμονοῦσαν τῷ Κομνηνῷ Ἰωάννῃ καὶ τὰ ἐκείνων ἐξ ἀρχῆς φρονοῦσαν ἄγει παρ' ἑαυτῷ, καὶ κοινοῦται ταύτῃ τὸ σκέμμα, καὶ πρὸς ἐκείνους διὰ ταύτης πρεσβεύεται, καὶ ζητεῖ τοὺς ἐκείνων πρώτους, καὶ μάλιστα τοὺς τυφλούς, Λάζαρόν τε τὸν Γοριανίτην καὶ τὸν Περιστέρην Μακάριον, ἐφ' ᾧ καὶ περὶ τούτων σφίσι συνδιασκέψασθαι. καὶ δὴ ἐφίσταται μὲν ἡ μονα χὴ γραῦς ἀσμένοις τοῖς μοναχοῖς, ἐκλέγονται δὲ παρ' αὐτῶν τοῖς τυφλοῖς συνάμα οἱ τῶν ἄλλων προέχοντες, καὶ εἰς πέντε ποσω θέντες ἐξαποστέλλονται. ὧν δὴ καὶ τῶν νυκτῶν ἀωρὶ μηδενὸς ἄλλου συνειδότος προσόδου πρὸς βασιλέα τυγχανόντων, οἱ περὶ 355 τούτων κινοῦνται λόγοι· καὶ βασιλεὺς οὐδὲν ἄλλο προυργιαίτερον ἔχων ἢ ὅπως μὲν τὸ ἐπὶ ταῖς πράξεσιν ἀμώμητον σχοῖεν, ἐπί τε χειροτονίᾳ δηλαδὴ πατριάρχου καὶ τοῖς λοιποῖς, ὅπως δὲ καὶ ἀρχιερεῖς περιποιοῖντο ἐν ταῖς τιμαῖς (τὸ γὰρ τοῦ Ἰωσὴφ μνημό συνον καὶ προπέποτο), πολὺς ἦν ἀξιῶν πρὸς ταῦτα, μή πως, φησί, καταστορεθέντος μέρους μέρος αὖθις ἀνασοβοῖτο καὶ πά λιν ἀναζῷεν τὰ σκάνδαλα, ἀλλ' ὅλη τις καὶ ἐφ' ὅλοις εἰρήνη ἐπισχεθείη τοῖς πράγμασι· τοῦτο γάρ, φησί, καὶ τὸ σπουδαζόμε νον. οἱ μέντοι γε μοναχοὶ τὰ μὲν περὶ τοῦ γενησομένου πα τριάρχου, ὅπως ἂν ψηφισθείη καὶ ὅπως χειροτονοῖτο καὶ τίς οὗ τος δὴ καὶ ὁποῖος, τὸν μὲν ἔχειν ἔλεγον καὶ ἐπιεικῶς ἐπὶ τῷ πρά γματι ἄξιον, τὴν ψῆφον δ' αὐτοῦ καὶ τὴν χειροτονίαν μὴ πράτ τειν ὅλως ἀπέλεγον τοὺς ἀρχιερεῖς· μηδὲ γὰρ ὅσιον εἶναι κατασε σεισμένον ἐξ ἀρχῆς ὑποτιθέναι τὸν θέμεθλον. ἀλλ' ἐκείνους μὲν ἀπρακτεῖν τὸ πάμπαν καὶ ἡσυχάζειν, ἔστ' ἂν καταστάντος 356 πατριάρχου νομίμου τὰ κατ' αὐτοὺς ἐξετάζοιντο, αὐτοὺς δὲ καὶ 356 οὓς κοινωνοὺς εἶχον ἑτέρους ψηφίζεσθαι· χειροτονεῖν δὲ τὸν τῶν Μαρμαριτζίων ἐπίσκοπον προσκληθέντα ἐκ δύσεως, ἄνδρα γη ραιὸν μὲν ἤδη καὶ τῆς παλαιᾶς ἐκείνης χειροτονίας, οὐδ' ὅλως δὲ τοῖς μεταξὺ πραχθεῖσι κεκοινωνηκέναι δόξαντα. ὑπέτεινον δὲ καὶ χρηστὰς ἐλπίδας ἀρχιερεῦσι, λέγοντες μὴ τελέως αὐτῶν ἀφει δεῖν ἐς ὃ καὶ ἀργοῖεν, ἀλλὰ κατὰ τὴν τοῦ θείου Ταρασίου πρᾶ ξιν περιποιεῖσθαι, πλὴν ἐκείνων ὅσον ἐκ τοῦ γενησομένου πα τριάρχου κανονικὴ ἐξέτασις, ὡς εἰκός, ἀποδοκιμάσειεν. ὡς δὲ καὶ περὶ τοῦ Μαρμαριτζίων ἐζήτησεν ὁ κρατῶν, καὶ πολλὴν ἐν πολλοῖς ἀδιαφορίαν τοῦ ἀνδρὸς κατεμάνθανεν, ὅτι τε χρημάτων ὤνιον τὴν ἱερωσύνην ποιοίη, καὶ ὅτι συνάμα πολλοὺς χειροτονοίη ἐν μιᾷ ἱερᾷ τελετῇ τῆς αὐτῆς ἐπὶ τῇ ἱερωσύνῃ τάξεως, καὶ ἄλλ' ἄττα τῶν ἐκκλησιαστικῶν θεσμῶν ἀπᾴδοντα πράττοι, καὶ μᾶλ λον ὅτι ἐκλελοιπότων κατὰ δύσιν καὶ τῶν ἀπὸ τῆς μεγάλης συνό δου ἀρχιερέων διὰ τὰ τῶν ἐκκλησιαστικῶν σκανδάλων ἐπάλληλα. ὡς γοῦν ταῦτ' ἀκούων τοῖς μοναχοῖς προέτεινεν ὁ κρατῶν, τὴν τοῦ καιροῦ ἐκεῖνοι προβαλλόμενοι δυσκολίαν καὶ τὸ τῶν φυλα χθέντων σπάνιον ἐπὶ τοιούτοις καιροῖς, παρέλκειν ἔλεγον ταῦτα 357 ὡς ἄξια συγγινώσκεσθαι· ἐκεῖνον γάρ, κἂν πάντ' ἔχοι τὰ φημι ζόμενα, ἀλλ' οὖν τὴν ἐκ παλαιοῦ χειροτονίαν καὶ τὸ μὴ συγκε κοινωνηκέναι δόξαι τοῖς χθὲς τελεσθεῖσι καὶ πρώην εἰς τὸ τῆς ἐκ κλησίας σκάνδαλον ἐς τέλος περιποιεῖν δύνασθαι. ταῦτα λέγον τες δῆλοι ἦσαν ἀκριβείας καθυφεικότες, ἵνα ἄρα τὰ τῆς ἀκρι βείας πράττειν ἐβούλοντο. βασιλεὺς δ' ὅμως ἅπαξ διὰ σκοποῦ θέμενος αὐτοὺς προσλαβέσθαι, οὐδὲν ἐφυλοκρίνει πρὸς ταῦτα, ἀπεθάρρει δὲ τὴν ἐγχείρησιν, ἀκριβῶς εἰδώς, ὅπερ καὶ φανερὸν ἦν, ὡς παρ' αὐτοῖς ἂν εἴη καὶ μόνοις καὶ τὸ ἐπίμωμον δοκοῦν ἐξιᾶσθαι, ἀκριβείας δόξασιν ἐπειλῆφθαι ὡς καὶ διὰ ταύτην ἀρ χῆθεν πιστευομένοις κακοπαθεῖν. τῷ τοι καὶ ὑπὸ πολλῇ πληρο φορίᾳ ἐπ' αὐτοῖς τὸ πᾶν ἐτίθει, καὶ δῆλος ἦν ἐκείνοις προσέξων ὅ τι καὶ πράττοιεν. γράμμασί τε τὰ συντεθειμένα ἠσφαλίζοντο. καὶ μόνον ἦν τὸ ἀρχιερεῖς ὁμοφωνεῖν ἐπὶ τῇ τῆς παραιτήσεως τοῦ Ἰωάννου παραδοχῇ, εἰ δ' οὖν ἀλλ' ὅρκον τὸ λεχθὲν τιθεμένους ἀποπροσποιεῖσθαι τὴν ἐκείνου ποιμαντικήν, κἂν αὐτὸς ἀνακαλῆ ται ἱερωσύνην ἐκ μεταγνώσεως. οἱ μὲν οὖν συναγόμενοι ἐφ' ἡμέ ραις ἁπάσαις διημφισβήτουν ἀλλήλοις καὶ ἀμφεγνωμόνουν περὶ 358 τοῦ Ἰωάννου. οἱ πλείους δὲ καὶ περιφανέστεροι, ὅρκον τιθέμε νοι τὸ λεχθέν, παραιτήσεως μὲν ἐκείνης ἠλόγουν πάμπαν, κἂν ἐμμένῃ ταύτῃ κἂν μὴ ἐκθέμενος, μὴ δυνατὸν δ' εἶναι αὐτὸν ἱε ρᾶσθαι τὸ ἀπὸ τοῦδε, μὴ δόντος δηλαδὴ τὰς δίκας τοῦ Σηλυ βρίας τῆς εἰς αὐτὸν ὕβρεως· μηδὲ γὰρ δυνατὸν εἶναι δίκας ὑπέ χειν τὸν μὴ τρόπον κατηγόρου σταθέντα μηδὲ προδήλως ὑβρί σαντα. ὁ μέντοι γε Φιλαδελφείας Θεόληπτος πρὸς τὴν τοῦ Ἐφέσου Ἰωάννου κατάστασιν συνόδῳ πάσῃ διαμφισβητῶν, τὸ ἐκποδὼν γενέσθαι τὸν πατριάρχην ὁμογνωμονοῦντά οἱ περὶ τού του τῆς οἰκείας γνώμης κατάλυσιν τὸ σύμπαν οἰόμενος, ἀπρίξ τε εἴχετο τούτου, καὶ τῷ Σηλυβρίας ἐτίθει δικαίας τὰς δίκας τῆς καθαιρέσεως, δι' ἃς ἀπρακτεῖν καὶ τὸ δοκοῦν εἰς ὅρκον ἐξ ἀναγ καίων ᾤετο. ἀντέλεγον δὲ πλεῖστοι, καὶ μάλιστα ταύτης γε καὶ αὐτοὶ τῆς αἰτίας ἕνεκα, σὺν οἷς καὶ βασιλεὺς ὅρκον ἔκρινε μέγι στον τὸ λεχθέν. πλὴν δ' ἀλλ' εἰ βούλοιτο, φησί, πατριάρχης ἀναλαμβάνειν καὶ οὕτως τὸν θρόνον καὶ τὴν τιμήν, ἕτοιμος εἶ 359 ναι καὶ πάλιν ἐκεῖνον δέχεσθαι, πιστεύων, οἶμαι, τῷ τέλει, ὡς οὐδὲν ἂν καταδεξομένου τοῦ γέροντος ἀντέχεσθαι μωμητῶς οὗπερ προθύμως ἐξίστατο. 34. Ἀλλ' ἐν τούτοις τῶν πραγμάτων ὄντων (θεὸς δ' εἰ δείη πῶς ταῦτα καὶ πέπρακτο) μοναχός τις τῶν εὐλαβῶν δοκούν των καὶ ἐλλογίμων, Μηνᾶς τοὔνομα, Σκωλήκης τοὐπίκλην, γνώριμος μὲν ἐκκλησίᾳ γνώριμος δέ γε καὶ βασιλεῖ, προσόδους εἰς Ἀθανάσιον τὸν πάλαι πατριαρχεύσαντα ἐκ συνηθείας ποιού μενος, οὗτος, ὡς βασιλεὺς ἔλεγε καὶ πάντες ὡς εἰκὸς ἐπίστευον, μηνὸς Ἑκατομβαιῶνος πεντεκαιδεκάτῃ, ἡμέρας ληγούσης προσελ θὼν βασιλεῖ τοὺς ἐπὶ τῶν ἀγγελιῶν ἠξίου ἀναφέρειν περὶ αὐτοῦ ὡς ἐρεῖν τι ἔχοντος ἀναγκαῖον. καὶ οἱ μὲν ἀνέφερον, βασιλεὺς δὲ σχολάζων ἐπ' ἀναγκαίοις τότε μὲν ὑπερετίθετο τὴν εἰσαγω γήν, πέμπων δὲ προσέταττε μένειν ἐφ' ᾧπερ κατὰ σχολὴν εἰσα χθείη. καὶ ὃς ἔξω μένων, ὡς ἤδη νὺξ ἦν καὶ περιαργῶν καθῆ στο, μηνύει καὶ πάλιν καὶ τὴν εἰσέλευσιν ἐπισπεύδει. ὡς δὲ καὶ αὖθις ὑπερετίθετο βασιλεὺς καὶ μετὰ μικρὸν εἰσιέναι κελεύσοντος ὑπισχνεῖτο, ἐκεῖνος" καὶ τί γε" μηνίων φησὶν" ἀνύσομεν διερ χομένης τῆς ὥρας, ἀναγκαῖον ὂν λέγειν περὶ ὧν ἀφίγμεθα, πρὶν καὶ ὀψὲ γενέσθαι νυκτός." ταῦτ' εἰπὼν ἔπειθεν ἐκ τοῦ παρα χρῆμα, δόξαν τῷ βασιλεῖ αὐτόθεν καινόν τι ἀκούειν καὶ σπου 360 δῆς ἄξιον. καὶ εἰσαχθεὶς μόνος μόνῳ τῷ βασιλεῖ" δέσποτά μου" ἔφη" καὶ βασιλεῦ, ἐμοὶ μὲν σύνηθες πρὸς τὸν κύριον Ἀθα νάσιον ἐκ διαλειμμάτων τινῶν καιριακῶν παραγίνεσθαι. καὶ δὴ καὶ παραγεγονὼς τὴν σήμερον κατηφείας εὗρον τὸν ἄνδρα μεστὸν καὶ πλήρη συννοίας ὅσον εἰκάσαι. ὅθεν καὶ πρός με λέγων τὸ ποιοῦν τὴν κατήφειαν ἐκ θάρρους οὗ πρὸς ἐκεῖνον ἔχω, ὀργήν φησι θείαν ἐφειμένην τοῖς ἐνθάδε κατανοῶ καὶ αἴθ' εἴ τις ἴοι καὶ βασιλεῖ ἀγγείλειε τὴν ἐμὴν συμβουλήν, μοναῖς ἁπάσαις προστάξαι, πλὴν ἐκ τῆς σήμερον, παννύχους τοὺς ἐν αὐταῖς καὶ ἐκτενεῖς ἱκετείας ἐπιτελεῖν, λέγοντας καὶ αὐτὴν τὴν ἐκτενῆ δέη σιν, ὑπὲρ τοῦ διαφυλαχθῆναι πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λι μοῦ λοιμοῦ σεισμοῦ καταποντισμοῦ, καὶ ταῦτα πράττειν καὶ τὴν σήμερον καὶ τὴν αὔριον καὶ τὴν μετ' ἐκείνην, καὶ ἐς ἀεὶ σχε δὸν ἐξιλεουμένους τὸ θεῖον διὰ τῆς συνεχοῦς παρακλήσεως. οὕτω γάρ, οἶμαι, καὶ θεὸς ἀνεὶς τὴν ὀργὴν εὐμενὴς ἡμῖν γένοιτο. ταῦτ' ἀκούσας ἐγὼ ἐλθὼν τῷ Ἡρακλείας μητροπολίτῃ τὸν λόγον ἐκοινωσάμην, καὶ ὃς παρευθὺς ἐπείγει μοι τὴν πρὸς τὴν βασι λείαν σου ἄφιξιν ἐφ' ᾧπερ ἀνενεγκεῖν ὅσον παρὰ τοῦ ἀνδρὸς ἤκουσα. πάρειμι τοίνυν καὶ λέγω, καὶ ὡς δόξει τῇ ἐκ θεοῦ βα σιλείᾳ σου, κελευέτω τε καὶ πραττέτω. πλὴν εἰ ἐν φροντίδι ποιεῖς τὸν λόγον τῇ προσηκούσῃ, αὐτόθεν ἄρχεσθαι τὸ ἔργον κέ 361 λευε γίνεσθαι κατὰ τὴν τοῦ εἰπόντος παραγγελίαν. κἀμοὶ γὰρ προσέταττε θεοῦ δέεσθαι, καὶ ἄλλους εἰς τοῦτο παρακαλεῖν εὐλα βεῖς ἄνδρας, ὅσους ἂν καὶ συνήθεις εἰδείην." δέχεται τὸν λό γον ἀσμένως ὁ βασιλεύς. καὶ ὁ μὲν μοναχὸς εἰπὼν ἀπηλλάττετο, βασιλεὺς δ' εἰς νοῦν στρέφων τὸ ἀγγελθέν, καὶ περὶ τῶν φρικω δῶν ἀπειλῶν τοῦ θεοῦ ἐννοούμενος ὧν ῥυσθῆναι κατὰ τὸ σύνη θες λέγοντας προσέταττεν ὁ εἰπὼν θεοῦ δέεσθαι, λιμὸν μὲν καὶ λοιμὸν ὡς ἐν χρόνῳ καὶ διὰ μακροῦ ξυμβαίνοντας τῆς φροντίδος ἐξῇρε (μηδὲ γὰρ ἐν τρισὶν ἡμέραις ταῦτ' ἐνσκῆψαι οἷά τ' εἶναι), σεισμοῦ δὲ καὶ καταποντισμοῦ ἀναλαμβάνων ἔννοιαν δι' ἐννοίας εἶχε τὸν λόγον. ὑπώπτευε δὲ καὶ τὸ τοῦ μοναχοῦ μήνυμα, τὴν τοῦ καιροῦ αἰτιωμένου παραδρομήν, ὡς μηδὲ οἷόν τ' ἐσομένου, ὡς ἔλεγεν, ἐντεῦθεν ἀνύσαι, μή πως ἐκεῖνος εἰδώς τι τῶν ἤδη γενησομένων ἔλεγε. καὶ ταῦτα μὲν βασιλεύς· ἐβούλετο δ', οἶ μαι, ὁ λόγος καὶ ἄλλο τι δηλοῦν, τὸ κατὰ καιρὸν δηλαδὴ τὰς ἀποστολὰς εἰς τὰς μονὰς γίνεσθαι, καὶ μὴ ἐξώρους ἐς ἅπαν ὀψὲ τῶν νυκτῶν τῶν ἀποστόλων ἐφισταμένων. τέως δ' ὅμως ὑπέ κνιζε τὸν κρατοῦντα καὶ ἄλλο τι βαθύτερον ἐννοούμενον, ὡς αὐ τὸς δημηγορῶν ὕστερον ἔλεγε. καὶ τῷ μὲν λογοθέτῃ προστάσ σει τῶν γενικῶν πέμπειν ἐπὶ μονὰς τοὺς ἐροῦντας τὴν τοῦ βασι 362 λέως πρόσταξιν, ἐφ' ᾧπερ αὐτόθεν παννύχους ἱκεσίας ποιεῖν. τὸ μέντοι γε καὶ τὴν ἐκτενῆ ὅπως ποιοῖεν, καὶ τί λέγοιεν ἂν προ δηλοῦν, πρῶτον μὲν περιττὸν οἷον κρίνων ἠφίει· εὐθὺς δ' ἐκ μεταμελείας τὸν λογοθέτην ἀνακαλούμενος, ὡς καὶ αὐτὸς δημη γορῶν ἔλεγε, παράγων κἀκεῖνον ἐπὶ τούτοις μάρτυρα, καὶ τοῦτο προσέτασσε παραγγέλλειν τοῖς πεμπομένοις παραδηλοῦν τοῖς μο ναχοῖς. αὐτὸς δὲ διανυκτερεύων καὶ γρηγορῶν, εἰωθὸς ὂν ἐκεί νῳ τὸ ταῦτα ποιεῖν, ὅμως καὶ ἐν ἐννοίᾳ σεισμοῦ ἦν, ὡς ἔλεγεν. ὡς δὲ χρόνος παρῆλθε καὶ αὐτὸς πρὸς τὴν ἰδίαν μητέρα τὴν πρόσοδον ποιεῖν κατὰ τὸ σύνηθες ἔμελλεν, ἐπισημαίνει παρα χρῆμα, ὡς ἐκεῖνον καὶ γνῶναι καὶ λέγειν, σεισμὸς μαλακός, ἐπὶ τοσοῦτον δῆλος ὥστε καὶ γνωσθῆναι μόλις τῷ γρηγοροῦντι. ἦν οὖν τοῦτο τῷ βασιλεῖ εἰς δόξαν ἀληθείας τῶν λεχθέντων προοίμιον· ὅμως ἐχεμυθῶν, ὡς ἔλεγε, καὶ πλέον τι τοῦ συμ βάντος παρετήρει καὶ ὑπεσκέπτετο. νὺξ μὲν οὖν ἐκείνη παρῴ χετο, καὶ ἡ μετ' αὐτὴν αὖθις, καὶ τῇ ἑπτακαιδεκάτῃ πρωΐας σεισμὸς προσήραξε κραταιότερος, οὐ μὴν δὲ ὥστε καί τι τῶν ἐς κίνδυνον ἐκ τούτου γενέσθαι. καὶ εὐθὺς ὁ βασιλεὺς ἐν πληρο φορίᾳ ὥρμα γενέσθαι τοῦ ἐκεῖνα λέγοντος, καὶ καθεκτὸς οὐκ ἦν θαύματος καὶ ἐπαίνου ἐκεῖνον τιθέμενος, κἂν τέως τοὔνομα ὑπεκρύπτετο. 363 35. Διαλαλεῖται τοίνυν πρωΐας πᾶς ἀνὴρ ἱερός, ἀρχιε ρεὺς καὶ κλῆρος καὶ μοναχῶν οἱ κράτιστοι, καὶ εἰς κοινὴν ὁ κρα τῶν τὸν λόγον τιθεὶς μετ' ἐπιμελείας πάσης διεπυνθάνετο τί ἂν καὶ δοκοίη τούτοις ὁ μοναχὸς (οὔπω γὰρ ἔλεγε τοὔνομα) ὃς περὶ τοιούτων φθάσας ἐδήλωσεν, οὕτω πως διαμηνυσάμενος. καὶ τοῖς μὲν οὕτως τοῖς δ' ἐκείνως, ἐπεὶ οὐκ ἦν εἰδέναι τὸ πρόσω πον, ἐδόκει τὰ περὶ τούτων ξυμβῆναι. πλὴν ὅ τι τις εἴποι, οὔπω γε ἔλεγε, καὶ διηπίστει ἑαυτῷ λέγοντι, μὴ ἔχων ὅπῃ στῇ καὶ ἀπερείσεται πρὸς ἀλήθειαν. οἱ μὲν γὰρ μοναχὸν τῷ τέως τὸν εἰπόντα μανθάνοντες θείαν τὸ πρᾶγμα πρόρρησιν ὡμολό γουν, εἰ τέως προδήλως καὶ ὡς ἠκούετο εἴπειεν· εἰ γάρ τινα τῶν τῆς σαρκὸς δεσμίων τὸ θεῖον χαρισμάτων ἀξιοῦν βούλοιτο, μο ναχὸν ὑπὲρ ἄλλους ἂν ἀξιῶσαι. οἱ δὲ καὶ ἐναντίου πνεύματος ἀπεκάλουν ἐνέργημα, κλέπτοντος τὴν τοῦ θεοῦ δόξαν ἐκ τοῦ τὰ τῷ θεῷ πρέποντα προαρπάζειν, ὡς τὸν μέγαν λέγειν Ἀντώνιον. τοῖς δὲ καὶ ἐγχωροῦν εἶναι ἔκ τινων μαθημάτων εἰδέναι τὰ τοιαῦ τα ὑπελαμβάνετο. πάντες δὲ ὡς ἐπ' ἀσφαλεῖ θεμελίῳ τῷ τοῦ ἀνδρὸς προσώπῳ ἤθελον ἐποικοδομεῖν τὴν διάγνωσιν, ὡς αὐτοῦ γε ἀδήλου ὄντος ἁπάσας ὑπονοίας ἁρμόζειν. πλὴν τὸ μὲν κήδε' 364 ἐφῆφθαι Ῥωμαίοις, ἔλεγον, καὶ ταῦτα τὰ μέγιστα ὧν ἀκοῇ πα ρειλήφαμεν, οὔτε μάντεως οὔτε μὴν προφήτου εἰπεῖν χρῄζοιεν. τὸ δὲ καὶ θεόθεν ὀργιζομένου, καὶ ἃς εἴπῃ τις ἂν αἰτίας, πολ λῶν γε οὐσῶν, ἐξαίρομεν μέντοι καὶ ἁμαρτίας τὰς τοῦ καθ' ἕκα στον, Χριστιανούς γε ὄντας καὶ πρεσβεύοντας πρόνοιαν εἰκὸς ἐννοεῖν, καὶ εἴ γ' ἐπὶ τούτοις ἡ ἐπὶ τοῦ λιπαρῶς θεοῦ δέεσθαι συμβουλὴ ὡς εὐμενίζοιτό τε καὶ ἐλεῴη ἵσταται, θαυμαστὸν οὐ δέν. τοὐναντίον μὲν οὖν ἂν θαυμαστὸν εἰ εὐθηνοῦσιν ἐς ἅπαν καὶ οὐδὲν ἔχουσι λυπηρὸν προέλεγέ τις τὰ φοβερά, ἂν τέως ἀπέ βαινον, ὅπου γε καὶ Ἰωνᾶς ὑπωπτεύετο Νινευΐταις τρυφῶσι μέχρι καὶ ἀκοῆς, ἀλλ' οὐ πείρας, σταθέντων τῶν λυπηρῶν. εἰ δὲ καὶ προφητείας ἀξιῷτό τις ἐπὶ τῷ πλέονι τῶν κακῶν, θαυμαστὸς μὲν ἐκεῖνος δόξειεν ἄν, μακαριστοὶ δὲ καὶ ἡμεῖς λογιζοίμεθα ὡς οὐκ ἐκείνου ἀλλ' ἡμῶν γε χάριν τῆς προρρήσεως γεγονυίας. κρύπτεσθαι μὲν οὖν ἐκεῖνον καὶ μὴ φανερούμενον ἐκφανεροῦν τὰ θεῖα μυστήρια, πρὸς τῷ μὴ ἔνδοξον εἶναι κατὰ τὴν γραφήν, καὶ 365 κινδυνῶδες καθίσταται. καὶ ὅσον ἡμᾶς δίκαι περιελεύσονται κατωλιγωρηκότας δίκαιαι, εἰ τὰς αἰτίας ἐκεῖνος λέγει τοῦ δαιμονίου μηνίματος, οὕτως ἐκείνῳ σιγήσαντι τὸ διὰ κηδεμονίαν προο ραθὲν κίνδυνος περιστήσεται. τὸ δ' ἐπὶ τούτοις ἱστᾶν τὸ θαῦμα μὴ τὰς αἰτίας λέγοντα, καὶ ταύτας οὐ κοινὰς καὶ συνήθεις τῷ κόσμῳ ἀλλ' ἴσως ἰδίας καὶ καινοφανεῖς ἄντικρυς, μὴ καὶ ἑαυτῷ τις λέγων τοιαῦτα περιποιοίη τὸν θαυμασμὸν συναρπάζων μόνον καὶ δόξαν θηρώμενος. ταῦτα λέγοντες δῆλοι μὲν ἦσαν παρακι νοῦντες καὶ βασιλέα τὸ πρόσωπον ἐμφανίζειν, ἐμφανεῖς δὲ καὶ χαίροντες εἰ κριθείη τῶν τοιούτων ἐκεῖνος ἄξιος, θεοῦ φιλαν θρωπίας ἐντεῦθεν δεχόμενοι σύμβολα. ἀλλ' ὁ βασιλεὺς πολὺς ἐφαίνετο τὴν ἐχεμυθίαν, τὴν τῶν πολλῶν ὑπόνοιαν φυλαττόμε νος. ἤθελε δ' ἐνεχυράζειν τὰς γνώμας τῶν ἀκουόντων καὶ ἔτι καθαρὰς γενομένας πάθους, ἵν' οὕτω τὸ πρᾶγμα θαυμάσαντες, 366 ὡς εἰκός, παραλλάττειν μὴ ἔχοιεν τὰς ὁμολογίας αἰδούμενοι, ἤν τις ἐν ὑστέρῳ γνωσιμαχεῖν αἱροῖτο μαθὼν τὸ πρόσωπον. κἀν τούτοις ἡμέρα μὲν ἕως ὀψὲ διηνύετο, νὺξ δ' ἐπελθοῦσα καλὸν ἡγεῖσθαι καὶ τὸ νυκτὶ πείθεσθαι καὶ βασιλέα καὶ τοὺς ἀμφ' ἐκεῖ νον ἔπειθε· λύσαν δ' αἰψηρὴν ἀγορὴν μηδὲν πλέον τῶν ἀκου σθέντων ἔχοντες. 36. Ἅμα δ' ἕῳ συγκαλέσας καὶ αὖθις ὁ βασιλεὺς οὐ τού τους μόνον, ἀλλ' ἤδη καὶ ὅσον ἦν τῆς πολιτείας καθαρόν τε καὶ ἔκκριτον, καὶ μοναχοὺς σχεδὸν πάντας, ἔγνω καὶ πάλιν ἐν κοι νῷ τὰ περὶ τούτου δημηγορεῖν. ὡς τοίνυν τὸ πλῆθος ὁ χρυσο τρίκλινος οὐκ ἐχώρει πολύ γε ὄν, ἐξελθὼν ἀπὸ τοῦ περιπάτου σφίσι κάτωθεν ἱσταμένοις, περὶ ἐκεῖνον τῶν ἱερῶν ἀνδρῶν ὄντων καὶ ὅσον βασίλειον, πόλλ' ἄττα διεξιών, καὶ ὅπως ἐλέχθη τε καὶ ἐπράχθη ἕκαστον πάντα κατὰ μέρος διειληφώς, τέλος ὑπερθαυ μάσας μὲν τὸν ἄνδρα, κρύπτων ἔτι τοὔνομα, ὑπερθαυμάζειν δὲ καὶ τοὺς λοιποὺς ἐργασάμενος, ἐντεῦθεν ἐξ αὐτοῦ λόγου (καὶ γὰρ ἡτοίμαστο καὶ στολῇ καὶ ζώνῃ καὶ καλύπτρᾳ καὶ ὑποδήμασιν) ἐξορμᾷ μὲν ἐκεῖνος πεζῇ πρὸς τὸν τέως ἄγνωστον, ἐξορμᾶν δὲ 367 πείθει καὶ τοὺς ἐθέλοντας, οὐ προστάσσων βασιλικῶς ἀλλ' ἀφιεὶς ἑκάστῳ τὸ αὐτεξούσιον, πλὴν τῷ εἰς τέλος κεκοπιακότι μεγάλην καὶ ἀγαθὴν ἐγγυώμενος τὴν ἀπὸ τοῦ ἀνδρὸς εὐλογίαν. ὅσοις δὲ καὶ γέρουσιν οὖσι πεζοπορεῖν οὐκ ἦν, ἐπὶ πηλοῖς καὶ ταῦτα καὶ τέλμασι χειμῶνος ὄντος, τούτοις καὶ ἵππων ἐπιβαίνειν ἠφίει. καί γε προῆγε σημείοις τισὶ τεκμαιρομένους τὰ τῆς ὁδοῦ. ταῦτα καί τινες μὲν τῶν ἀρχιερέων καὶ τῶν μοναχῶν ἔπραττον, ἄλλοι δὲ πεζοὶ πεζῷ συνωπήδουν τῷ βασιλεῖ. τῷ μέντοι γ' Ἀλεξανδρείας καὶ ἱππεύειν προστέτακτο καὶ τὸ πρόσωπον ἔγνωστο καὶ τὰ τῆς ἀξιώσεως λελιπάρητο. καὶ βασιλεὺς μὲν ἤλπιζεν ἐκεῖ τὸν ἄνδρα καταλαβεῖν, ἐκεῖνος δὲ τὴν τοῦ μεγάλου πατρὸς Ἀθανασίου λειτουργίαν σκεψάμενος ἐπορεύετο ἐπ' οἴκου. καὶ ἦν ἐντεῦθεν ὁρᾶν ἄπειρον πλῆθος περὶ τὸν ἄνακτα, ῥύακας μιμούμενον ποταμοῦ, εἰς ἓν συνιόντων καὶ προθυμίαις ἁπάσαις ἐπεισρεόντων, ὅπου γε προστάξειε βασιλεύς, καρτερικῶς καὶ τοῦ βασιλέως τὴν ὁδὸν διανύοντος, ἕως οὗ τὴν τῆς ὁδοῦ μόλις διε νεγκόντες δυσχέρειαν ταῖς πύλαις ἐπέστησαν τῆς μονῆς, καὶ ἀνεῳγμέναις κατὰ πρόνοιαν ταῖς ἐπὶ χρόνοις κεκλεισμέναις ἐνέ τυχον. 368 {Ε.} Τῷ μὲν οὖν πατριαρχεύσαντι Ἀθανασίῳ ἡ πύλη τῆς καθ' αὑ τὸν μονῆς ἐπ' ἔτη δέκα κεκλεισμένη, μηνῶν δεόντων ἐννέα, ἀπροΐτῳ καὶ αὐτῷ μένοντι ἐς τοσοῦτον, ἤνοικτο τότε, πλὴν οὐ πεφεισμένως καὶ ὥς τινας πλήθους ὄντος τὰ τῆς εἰσόδου παρα βιάσασθαι, ἀλλὰ ποιητοῦ τινὸς ἦν εἰπεῖν, πᾶσαι δ' ἀνεῴγνυντο πύλαι. καὶ ἅμα μὲν βασιλεὺς ἐπέστη καὶ ἀρχιερεῖς καὶ τῶν μο ναχῶν ὅσον ἔκκριτον, καὶ ἅμ' ἐκεῖνος τῆς κέλλης ὑπεξιὼν χλαῖ νάν τ' ἐνειμένος καὶ καλύπτραν ἐκ καλάμης ἔχων καὶ ξύλῳ ἐπερει δόμενος νάρθηκι ὑπήντα ἐκείνοις κατὰ τὰ πρόθυρα, πολλῆς τι νὸς μοίρας συνεκπαιούσης καὶ τοῦ λαοῦ. καὶ τότε πρώτως μαν θάνουσιν ἅπαντες ὅστις ποτ' ἦν ἐκεῖνος ὁ ἐπὶ μεγίστοις καὶ μυ στηρίοις θεοῦ παρὰ τοῦ ἄνακτος φημιζόμενος. καὶ αὐτίκα πάν τες ὑπέκυπτον καὶ ἀταμιεύτους τὰς ὁρμὰς εἶχον, καὶ μᾶλλον ἀρ χιερεῖς, ἐπὶ τῷ καλεῖν πατριάρχην καὶ προσκαλεῖσθαι ἐπ' ἐκκλη σίαν καὶ τὰς προτέρας τιμάς. καὶ γὰρ ἦν παρ' ἑκάστῳ μνήμη τῶν πάλαι ξυμβεβηκότων, τοῦ χρόνου τὰ πολλὰ ἐκεῖνα τραχέων καλύψαντος, καὶ ὡς δῆθεν ἐν κενοῖς συμβᾶσιν ἐκείνοις ἐπήλγουν. 369 καὶ δὴ ταῖς καλύπτραις τὸ πλέον τῆς κεφαλῆς ἀποκαλυπτόμενοι μέρος τῆς παρ' ἐκείνου εὐλογίας ἀπολαύειν ἠξίουν. ἀλλ' οὐκ ἔπειθον ταῦτα πράττοντες· ἐκεῖνος γὰρ καὶ γῆρας καὶ ταλαιπω ρίαν καὶ τὸ μὴ ἐπὶ τοιούτοις δύνασθαι παραιτούμενος προεβάλ λετο. ὅμως θεόν τε ἱκετεύειν καθ' αὑτούς τε ἰδίᾳ καὶ ἅμα παρήγγελλεν, ὡς τὸ δόξαν ἐκείνῳ τοῦτο γίνεσθαι πάντως ἀνάγ κην εἶναι. οὔτε δ' ἐκείνους οὔτε τινὰς τοῦ λαοῦ προσιόντας εὐ λόγει, μόνον δ' ἐδίδου τὴν χεῖρα, καὶ ἐν πληροφορίᾳ τῆς εὐλο γίας ἠσπάζοντο. τότε τοιγαροῦν τὰ εἰκότα διαλαλήσας καὶ ἐπευ ξάμενος ἀπέλυε τὸν λαόν. Πλὴν καὶ ἀπολυθέντων τὰ πολλὰ ἐῴκει φροντίζειν, προ διοικῶν ἐντεῦθεν τὰ κατὰ θέλησιν βαθέως καὶ ὡς οὐκ ἄν τις ᾤετο τῶν ἄλλως ἐκείνῳ προσεχόντων. πρόφασις δὲ τῆς φροντί δος ἡ πρὸς ἀλλήλους δῆθεν ἀδικία καὶ τὸ τῶν μικροτέρων τοὺς μείζους κατωφρυῶσθαι καὶ ἡ τῶν κρειττόνων πρὸς ἀδικίαν ῥοπή, μὴ ὄντος τοῦ τοῖς μικροῖς παρισταμένου καὶ πολυωροῦντος τοὺς καταπονουμένους δυνάμει κρείττονι. ἔνθεν τοι καὶ βασιλεὺς ἐν δοὺς τούτῳ ἀξιωτέρῳ τε φαινομένῳ τῶν ἄλλων τοῦ ἐπαρήγειν ἀδικουμένοις, ἀνοιγνύναι τοῦ λοιποῦ τὰς πύλας κελεύει καὶ 370 προσιόντας δέχεσθαι, εἴτε κατά τινα κρίσιν προσίοι τις εἴτε καὶ κατὰ μεσιτείαν τὴν πρὸς αὐτόν· τὸν γὰρ ἐπαλγοῦντα γνησίως ταῖς συμφοραῖς, ἐκεῖνον καὶ γνησίως φροντίζειν εἰκὸς εἶναι καὶ κατὰ τὸ δυνατὸν συνασπίζειν τῷ πάσχοντι. ἦν δ' ἐντεῦθεν ἐξ ἀνάγκης καὶ προοδοποίησις σφίσι πρὸς ὅπερ ἄρα καὶ πράττειν ἠβούλοντο, ἃ τότε μὲν ἐπειλύοντο, ὕστερον δὲ καὶ διεφαίνοντο, ὅτε οὐκ ἦν ἀναλαμβάνειν τὰ δεδομένα τινάς. ὅθεν καὶ ἡμέρας ἑκάστης ἐξ ἑωθινοῦ καὶ ἐς νύκτα ἀνέδην τὰ πρὸς ἐκεῖνα ποιούμε νοι ἄνθρωποι, οἱ μὲν κατὰ χρείαν ἐγκλητεύοντες κρίσεως, μετα καλουμένου καὶ τοῦ ἀντιδικήσοντος ἐπ' αὐτοῦ, συνόντων καί τι νων ἀρχιερέων ἐκρίνοντο, οἱ δὲ μεσιτείας τῆς πρὸς βασιλέα χά ριν ποτνιώμενοι φακέλλους γραμμάτων ἐδίδουν, καὶ ἡ ἑκάστου ἀναφορὰ τῷ κρατοῦντι ἐνεχειρίζετο. Ἦν δὲ καὶ φροντὶς βασιλεῖ τοὐντεῦθεν, ἐπεὶ τὰ τοῦ Ἰωάν νου καθυφεῖντο τὸ ἀπὸ τοῦδε καὶ οἱ τέως δοκοῦντες παρίστασθαί οἱ ἔκλινον ἤδη πρὸς Ἀθανάσιον, συμπείθειν ἀρχιερεῖς καὶ ἀνά γειν πειρᾶσθαι ἤδη τῆς προστασίας ἐπειλημμένον ἀναδοχῆς χάριν 371 τῆς ἐπ' ἀνθρώποις καὶ κρίσεως. μετελάμβανε γὰρ αὐτὸν καὶ ἡ τῶν λοιπῶν πραγμάτων ἐλπὶς ἀγαθή, ὡς αὐτίκα εὖ σχησόντων εἰ ἀποκαθιστῷτο τῷ θρόνῳ ὁ Ἀθανάσιος. καὶ ἀρχιερεῖς συνῆγε καὶ κλῆρον καὶ μοναχούς, καὶ τὰς μὲν συσκέψεις, εἰ ἀνελθεῖν δέοι, παρὰ φαῦλον οἷον ἐτίθετο, πιστεύων τοῖς πρότριτα· οὐ δεὶς γὰρ τῶν ἀρχιερέων ἦν ὅστις ἅμ' ἰδὼν καὶ μαθὼν τὴν πρώ την ἐκείνην ἡμέραν, οὐχ ὑποκλίνων τὴν κεφαλὴν ὡς πατριάρχην ἐδέχετο καὶ ἤπειγε τὴν ἀνάβασιν· περὶ δὲ τοῦ πῶς ἀνέλθοι καὶ πότε, εἰ τέως θελήσει, ὡς ἔλεγε (τὸν γὰρ Ἰωάννην ὑπερεώρων καὶ οἱ τέως προσκείμενοι), συνάγων ἠρώτα. (2) ἀρχιερεῖς δὲ μέχρι μὲν ἐκείνης τῆς πρώτης ἡμέρας θερμῶς εἶχον, καὶ μηδεμιᾶς προσπαιούσης ἐννοίας οἱ ἀπεναντίας τοῖς λογισμοῖς ἐκείνῳ κα λῶς προσεφέροντο. εἶτα δὲ καὶ λογισμῶν βασάνῳ διδόντες τὸ πρᾶγμα, οἱ μὲν καὶ αὖθις ἐνέμενον τοῖς προτέροις καὶ τὰς ἐπ' ἐκείνῳ ῥοπὰς ἀνεπάλαιον, καὶ προῆγον μὲν παραιτήσεις ἐφ' οἷς ἐποίει τότε ἀπᾴδουσι, προέτεινον δὲ καὶ τὴν ἐπὶ τοσούτοις χρό

Intertext edge

Open linked passage

Note