Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1.1
Ἐπεὶ δ' ἐπὶ τῇ Προύσῃ ἐπικεκήρυκτο πρόεδρος ὁ ἐξ ἀμαγειρεύτων Νικόλαος, μετονομασθεὶς ἐκ μοναχῶν εἰς Νεόφυ τον (καὶ τοῦτο γὰρ κανὼν ἐτίθετο παρ' ἐκείνοις, εἰ καὶ μὴ ἔχων κατὰ τοὺς ἄλλους τὸ ἀπαραίτητον, τὸ σήμερον μὲν ἱστᾶν ἐνώ πιον θεοῦ καὶ ἀγγέλων καὶ τὰς συνθήκας ἀπαιτεῖν τῆς μοναχι κῆς τάξεως, εἶτα τὸν εἰς ὑποταγὴν ταχθέντα τὴν αὔριον εἰς ἀρ χιερέα χειροτονεῖν· ὃ δὴ καὶ αὐτὸ ἐδόκει πολλοῖς ἐπιλήψιμον), καταλαβόντι τὴν λαχοῦσαν τῷ ἱερεῖ ἔδοξε καινόν τι ποιεῖν παρὰ τὰ πραχθέντα διὰ τὸ χθεσινὸν τοῦ πάπα μνημόσυνον, καὶ δὴ κοινῇ προστάσσει ἐφ' ἡμέραις τισὶν ἀπέχεσθαι τῶν κρεῶν ὡς πρόσ τιμον τοῦ ῥυπάσματος. τὸ δ' οὖν βαρὺ Προυσαίοις δόξαν, τῷ αἰτίῳ τῶν χθὲς συμβάντων ἐνίπτοντες κατηρῶντο καὶ μάλα οἱ ἐνεφόρουν ὕβρεις. ὁ δ' ἦν δι' ὅν, ὡς ἔλεγον, ἔμελλον νη στείαις προστιμᾶσθαι καὶ κακουχίαις. τοῦτ' ἀκουσθὲν Βέκκῳ (πολὺ γὰρ ὑφεῖρπε, καὶ πάντες ἀναφανδὸν ἐλοιδόρουν, καὶ οἱ ἐκείνου ἔξω διάγοντες κατὰ πρόσωπον ὠνειδίζοντο) οὐκ ἀνεκτὸν ἐδόκει, οὐδ' ὥστε καὶ ἐνεγκεῖν φορητόν. ὅθεν καὶ θυμὸν ἀνα λαμβάνει μείζω, καὶ ἐπὶ μέσης σταθεὶς τῆς τῆς μονῆς μεγίστης 89 αὐλῆς, ὡς παρὰ πάντων ἀκούοιτο, τῷ μὲν τῆς Προύσης καὶ λίαν καταφρονητικῶς ἔχειν ὡς ἀμαθεῖ τὰ ἐκκλησιαστικὰ αὐτόθεν ἐῴκει, τῷ δὲ πατριαρχοῦντι Γρηγορίῳ καὶ λίαν τοῖς λόγοις ἐπεῖχε. καὶ" τί παθόντες" ἔλεγεν" ἐμὲ μὲν τὸν παρὰ Ῥωμαίοις καὶ ἐκ Ῥωμαίων γεννηθέντα τε καὶ τραφέντα συχναῖς περιβάλλοντες λοι δορίαις ἔπειτα φεύγετε, ἄνδρα δὲ παρ' Ἰταλοῖς γεννηθέντα τε καὶ τραφέντα, καὶ οὔπω ταῦτα, ἀλλὰ καὶ αὐταῖς στολαῖς καὶ γλώτ τῃ πρὸς τὰ ἡμέτερα παρεισφρήσαντα, εὐφημοῦντες δέχεσθε; εἰ δὲ δογμάτων ἕνεκα λέγετε, βασιλεὺς προσκαλείτω, καὶ συναχθέν των ἁπάντων ἀκουέτω τὸ φρόνημα, κἂν δόξω κακῶς φρονῶν, ξυνετῶν ἀνδρῶν καὶ τῶν γραφῶν κρινόντων καὶ εὐλαβῶν· εἰ δ' οὖν, ἀλλ' ἵνα τί λόγοις ἀμαθῶν καὶ βαναύσων ἑπόμενοι ἐμοὶ τὰ χείριστα περιάπτετε;" ταῦτ' ἔλεγε Βέκκος ἀναφανδόν, καὶ δῆ λος ἦν θέλων καὶ βασιλεῖ προσαγγέλλεσθαι. ὃ δὴ καὶ οὐκ εἰς μακρὰν ἐγεγόνει. κοινῇ τε γὰρ σκέψει κατάγεται, καὶ τῇ μονῇ τοῦ Κοσμιδίου προσίσχει τῆς νηὸς ἀποβάς, ὥριστό τε ἡμέρα τῆς διαλέξεως, καὶ σύνοδος ἱερῶν ἀνδρῶν, παρόντος καὶ αὐτοῦ βα σιλέως, ἀνὰ τὸν Ἀλεξιακὸν τρίκλινον γίνεται. παρῆν μὲν οὖν ὁ πατριαρχεύων Γρηγόριος, παρῆν δὲ καὶ ὁ Ἀλεξανδρείας Ἀθανάσιος, ἀρρώστως ἔχων τοῦ σώματος κλινοπετής τε καὶ ἐπὶ σκίμ 90 ποδος. συνῆν δὲ καὶ πᾶσα τῶν ἀρχιερέων ὁμήγυρις. ἦσαν δὲ καὶ οἱ τῆς ἐκκλησίας καὶ μοναχοὶ πλεῖστοι, καὶ τῶν λαϊκῶν οἱ ἐλλόγιμοι. ἐφ' οἷς προυκάθητο βασιλεύς, καὶ ἀμφ' ἐκεῖνον ἦσαν ὅσοι τε τῶν μεγιστάνων καὶ τὸ τῆς συγκλήτου ἅπαν περι φανές. ἦν δὲ καὶ ὁ μέγας λογοθέτης, τὰ πρῶτα τῶν συνει λεγμένων, συνάμα πατριάρχῃ ἀναδεξάμενος τὰ τῆς διαλέξεως. ἐπὶ τούτοις ὁ τῆς ἐκκλησίας ῥήτωρ, ὃς δὴ καὶ τῶν διαλόγων κατήρχετο. (35) καὶ" ἵνα τί" φησίν," ὦ οὗτος, ὑγρῶν οὐ σῶν καὶ ἔτι τῶν σῶν συλλαβῶν ἐφ' οἷς ὡμολόγεις ἐσφάλθαι καὶ συγγνώμην ἐζήτεις καὶ παραίτησιν ἐποιοῦ, σήμερον ἀναλαμβά νεις τὰ ὡμολογημένα καὶ ἀδικεῖσθαι διισχυρίζῃ, ὥστε καὶ τοιαύ την δὴ καὶ τοσαύτην συγκροτηθῆναι τὴν παροῦσαν σύνοδον;"" ὅτι" φησὶ" λόγους πατέρων εἰπόντες καὶ λόγον ἀπαιτούμενοι περὶ τούτων ἡμεῖς, ἄλλον μὲν εἰδότες καιρὸν τὸν τῆς ἐκείνων ἀναπτύξεως, ἄλλον δὲ τὸν τότε παρόντα, εἰρηνεύειν θέλοντες μόνον, ἀφέντες τὰ πάντα ταῦτ' ἐπράττομεν, οὐ μὴν δὲ καὶ ὥστε τοὺς βουλομένους ἐργολαβεῖν καὶ περιάπτειν ἡμῖν αἱρέσεως ἔγκλημα." καὶ τὸν λόγον ἀναλαβόντα τὸν πατριάρχην Γρηγόριον" καὶ τί γε τὸ δοξάμενον" φάναι" τοῖς ἀμφὶ σέ;" ἦσαν γὰρ σὺν ἐκείνῳ καὶ οἱ πάλαι ἀρχιδιάκονοι, ὅ τε Μελιτηνιώτης Κωνσταν 91 τῖνος καὶ Μετοχίτης Γεώργιος. οἱ δὲ" εἰ μὲν τὴν ἁπλῶς θεο λογίαν βούλει μαθεῖν, καὶ τὴν δόξαν ἣν καὶ καρδίᾳ πιστεύομεν καὶ ὁμολογοῦμεν στόματι, αὕτη ἐστὶν ἣν ἅπας θεολογεῖ, ᾗ καὶ ἡμεῖς ἐμμενοῦμεν μέχρι καὶ αὐτῆς τελευταίας ἀναπνοῆς. εἰ δὲ ζητεῖς καὶ τὴν τῶν πατέρων, ἣν οὐκ ἐναντίαν φαμὲν τῷ συμβόλῳ τῆς πίστεως, ἀλλ' ἀνάπτυξιν καὶ διασαφήνισιν μᾶλλον τῶν κει μένων ἐν τῷ συμβόλῳ, εὑρίσκομεν ἐν γραφαῖς τὸ πνεῦμα τὸ ἅγιον χορηγούμενον διδόμενον ἀποστελλόμενον προερχόμενον ἐκ πατρὸς δι' υἱοῦ, ἔστι δ' οὗ καὶ παρ' ἐνίοις τῶν πατέρων ἐκπορευόμε νον. λέγει δὲ καὶ ὁ μέγας Δαμασκηνὸς Ἰωάννης καὶ προβο λεὺς διὰ λόγου ἐκφαντορικοῦ πνεύματος20. ταὐτὸν δὲ τὸ προβολεὺς τῷ αἰτίῳ γινώσκομεν. αἴτιον οὖν οὔ φαμεν τὸν υἱὸν ἐπὶ τῇ ἐκ πατρὸς προόδῳ τοῦ πνεύματος, οὔτε μὴν συναί τιον, ἀλλὰ καὶ ἀναθεματίζομεν καὶ ἀποβαλλόμεθα τὸν οὕτω λέ γοντα. τὸν δὲ πατέρα αἴτιον δι' υἱοῦ τοῦ πνεύματος λέγομεν, ἐπείπερ τὸ προβολεὺς εἰς αἴτιον ἐκλαμβάνεται."" καὶ πῶς, ὦ οὗτοι", φησὶν ὁ μέγας λογοθέτης," οὐ ποιεῖτε αἴτιον τὸν υἱὸν ἐπὶ τῇ ἐκ πατρὸς προόδῳ τοῦ πνεύματος, ἐπείπερ διὰ λόγου αἴ τιον ὁμολογεῖτε τὸν πατέρα τοῦ πνεύματος; δείκνυτε γὰρ ἐξ ὧν λέγετε, ὡς οὐκ ἂν ὁ πατὴρ προύβαλε πνεῦμα, εἰ μὴ υἱὸν ἐγέννα. τὸ δ' ἐστὶν ἐμφαινόμενον αἴτιον." τοὺς δὲ θέλοντας ἐκφεύγειν τὸ ὑπονοούμενον ἄτοπον φάναι ὡς πολλὰ ἐπὶ τῆς θεολογίας λέ 92 γονται ἃ δὴ μικρῷ τῷ λόγῳ τὰ μεγάλα σταθμώμενα ἐμφαίνουσί τι ταῖς χαμερπέσιν ἐννοίαις καὶ ἄτοπον ὅλως καὶ μὴ πρέπον θεῷ." οὐ λέγομεν τέλειος θεὸς ὁ πατήρ, καὶ τέλειος θεὸς ὁ υἱός, καὶ τέλειος θεὸς τὸ πνεῦμα τὸ ἅγιον; οὐχ ὑπονοεῖται τριθεΐα τὸ συν αγόμενον. οὐ λέγομεν ἐγέννησεν ὁ πατὴρ τὸν υἱόν; οὐκ ἀναζῇ Ἄρειος, ἐννοῶν ῥιπὴν καὶ ἄτομον χρόνου μέσον τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου. ἀλλὰ τὸ βλάσφημον ἀποφεύγομεν, ἱστά μεθα δὲ καὶ ὅροις τῆς εὐσεβείας, καὶ τὸ τῶν γραφῶν ὁμολογοῦν τες καὶ τὸ κακεμφαῖνον οὐ παραδεχόμενοι." ἐντεῦθεν ὁ Μοσκάμ παρ Γεώργιος, χαρτοφύλαξ ὢν τῆς ἐκκλησίας τότε, νόθον ἔλεγε τὸ ῥητόν. ἀλλὰ καὶ πρὸς αὐτὸν ὁ μέγας λογοθέτης, ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πυθοίατο ἄλλοι," καὶ πῶς, ὦ οὗτος", φη σίν," ἰσχυρῶς λέγειν δόξομεν οὕτως ἀπολογούμενοι; ἐπεὶ ἐν τῇ βίβλῳ τῆς ἱερᾶς ὁπλοθήκης κατὰ ῥῆμα κεῖται τὸ ῥητὸν ὡς ἁγίου ῥητὸν καὶ τοῦ μεγάλου Δαμασκηνοῦ." ἀλλὰ τρανῶς πρὸς τοὺς ἀντιλέγοντας ἔλεγεν ὡς" δέχομαι μὲν τὸ ῥητὸν ἁγίου εἶναι, πλὴν οὐχ ὁμολογήσω τὸ πνεῦμα διὰ λόγου τε καὶ υἱοῦ τὴν αἰτίαν ἐκ τοῦ πατρός. οὕτω γὰρ καὶ παραβολώτερον εἴποιμι τῶν ἐκ πατρὸς καὶ υἱοῦ λεγόντων τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, 93 παρ' ὅσον ἐκεῖ μὲν τῆς αὐτῆς προθέσεως ἐπ' ἴσης κειμένης καὶ τοῖς δυσί, κἂν κατὰ τὴν ἰσοτιμίαν τῶν ὑποστάσεων, τὸ ταὐτὸν τῶν προθέσεων κείμενον τὸ ἀτηρὸν τῆς τόλμης ἀμηγέπη πέφυκεν ἐπειλύειν, ἐνταῦθα δὲ τὸ διάφορον τῶν προθέσεων, διάφορον καὶ τὴν ἔννοιαν τῆς λέξεως ἐργαζόμενον, διαφορὰν παραστήσει μεγίστην ἐπὶ τῆς αὐτῆς καὶ μιᾶς προόδου τοῦ πνεύματος τῶν θεαρχικῶν ὑποστάσεων, ὡς ἄλλην μὲν αἰτίαν εἶναι τὸν πατέρα ἄλλην δὲ τὸν υἱόν, οὗ τί ἂν εἴη τὸ χείριστον;" οὕτως εἰπόντος καὶ ἰσχυρὰ πάνυ δόξαντος λέγειν, ἐκείνους μὴ δυναμένους ἀπο λογεῖσθαι πρὸς ταῦτα μόνον λέγειν" καὶ τί πρὸς ἡμᾶς λέγεις ταῦτα; λέγε πρὸς τὸν εἰπόντα· καὶ εἰ μὲν κενοφωνεῖν οἴει τὸν Δαμασκόθεν, εἰ δὲ τὸν λόγον δέχῃ, ἵνα τί ἡμεῖς ἐν αἱρέσει κα τηγορούμεθα, εἰ ταὐτά σοι πράττομεν καὶ τὸν λόγον καὶ αὐτοὶ ὡς ἁγίου λόγον τιμῶμεν;"" τιμᾷ τις τὸ ἱερὸν εὐαγγέλιον," ὁ πατριάρχης φησί," λέγων μείζονα τοῦ υἱοῦ τὸν πατέρα. ἀλλ' οὐχ ἱκανὸν τοῦτο καὶ μόνον, εἰ μὴ καὶ ὀρθῶς ἐξηγοῖτο τὸ θεο παράδοτον λόγιον. τί γοῦν εἰ καὶ ὑμεῖς δεχόμενοι τὸ ῥητὸν στρεβλοῦτε τὴν ὑπονόησιν; ἄλλως τε δὲ καὶ ἀλληλένδετά εἰσι τὰ τῶν ἁγίων ῥητὰ καὶ ἀλληλόπλοκα, ἐπεὶ καὶ ἐξ ἑνὸς καὶ ἁπλοῦ πνεύματος διαφόρως ἐρρέθησαν. δεῖξον τοίνυν τὸν λόγον τοῦ 94 τον, ὃν ὑμεῖς λέγετε, συγκροτούμενον καὶ ἐξ ἄλλων. εἰ δ' οὐκ ἔχετε, καθὼς ἄρα οὐδ' ἔχετε, τί ἄλλο βούλεται ἡ τοιαύτη περι νόησις εἰ μὴ στρεβλοῦν τὸ ῥῆμα πρὸς διάνοιαν ξένην τῆς κοινῆς τῶν πατέρων ἐννοίας καὶ ἀπεμφαίνουσαν;" ταῦτ' εἰπόντος τοῦ πατριάρχου, καὶ μάλα γενναίως ἐνστάντος, ἐκεῖνοι πρὸς τὸ δεύ τερον ἀτονήσαντες πρὸς τὸ πρῶτον ἀπελογοῦντο," τὸ μὲν τοῦ εὐαγγελίου ῥητόν, ὦ τᾶν," λέγοντες," ἰδίαν ἔχει παρὰ τῶν πα τέρων τὴν ἐξήγησιν πρόσφορον, καὶ κακὸς πάντως ὁ μὴ ταύτην δεχόμενος· τὸ δὲ προκείμενον τοῦτο ῥητὸν ἐξ ἀνάγκης σημαντι κὸν ἐννοίας ἐστί. δείκνυε τοιγαροῦν τὴν ἐξήγησιν, καὶ ἡμεῖς ἑψόμεθα. εἰ δ' οὖν, ἀλλὰ σὺ λέγε, ἐπεὶ τὴν ἡμετέραν οὐ πα ραδέχῃ, καὶ ἀκουσόμεθα."" ἐκεῖνοι τὸ ῥητὸν" φησὶν ὁ πα τριάρχης" ἐξηγοῦνται, οἳ δὴ ἐκ πατρός φασι τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι."" καὶ τίς οὐ φρονεῖ τοῦτο;" φασίν." τοῦτο καὶ ἡμῖν ἀγαπητὸν καὶ σωτηρίας ἐλπίς."" καὶ εἰ δέχεσθε τοῦτο" ὁ μέγας λογοθέτης φησί," τί ἐκεῖνο προβάλλεσθε;" ὅτι καιρὸς ἀπῄτει εἰς ἐθνῶν εἰρήνην τὸ ταῦτα λέγειν" φασί." νῦν δὲ" φη σὶν ὁ Βέκκος," εἰ μὲν βούλεσθε, σιγητέον ἡμῖν τὸ ῥῆμα πολὺ τὸ τολμηρὸν ἔχειν δοκοῦν. εἰ δ' οὖν, ἀλλὰ παραβασίας περὶ τὰ ἱερὰ ἐγκαλουμένοις δόγματα αἰτία, ὡς οἶμαι, μείων ἀπολο 95 γεῖσθαι. καὶ δὴ πρόσχες μοι, κύριέ μου," φησί," μέγα λογο θέτα· σὲ γὰρ ὁρῶ (καὶ οὐχ ὑποτρέχων λέγω) διαλεκτικοῖς κανόσι χρώμενον καὶ κατὰ τὸ προσῆκον διαλεγόμενον."" ἀλλὰ μὴ θώ πευε" ἐγκόψας φησὶν ἐκεῖνος." μὴ γένοιτο" ἔφη." ἀλλ' ἐμοὶ μὲν ἐξεικονίζειν τὰ ἀνεικόνιστα φόβος μέγας, τῶν δὲ ἁγίων λε γόντων ἕπεσθαι, ἐχόμενος πάντως τοῦ προτειχίσματος, ἀσφα λῶς ἕξω ἐς ὅ τι καὶ λέξω. ἥλιον ἀκτῖνα καὶ φῶς τῶν ἀνεικονί στων εἰκόνα φέρουσι, καὶ αὖθις ὀφθαλμὸν πηγῆς, ὕδωρ καὶ πο ταμόν. οὐχ οὕτω λέγουσιν ἐπὶ τῆς μακαρίας τριάδος οἱ θεολό γοι πατέρες; ἰδοὺ γοῦν, ἥλιος, καὶ ἡ ἀκτὶς προσεχῶς ἐξ αὐτοῦ, δι' αὐτῆς δέ, πρίν τι καινὸν παρεμπεσεῖν νόημα, καὶ αὐτὸ τὸ φῶς ἐξ ἡλίου. ἆρ' ἡ ἀκτὶς ἢ ὁ ἥλιος αἴτιον; εὐθετεῖ μοι τὸν λόγον καὶ ὁ Νύσσης Γρηγόριος λέγων τοῦ δὲ ἐξ αἰτίας ὄν τος20, τουτέστι τῶν αἰτιατῶν, πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου20." πρὸς ὃν ἐκεῖνοι" καὶ οὐχ ὁμολογεῖς τὸ πνεῦμα τὸ ἅγιον προσεχὲς τῷ πατρί, ὥσπερ καὶ τὸν υἱόν; καὶ ποία ἂν ἀκοὴ τὸ τοιοῦτον παρα δέξαιτο, εἰ ὁ μὲν υἱὸς προσέχεται τῷ πατρί, τὸ δὲ πνεύματος τοπικῇ τινὶ διεχείᾳ διίσταται, τῆς ἀτοπίας. εἰ γὰρ ὁ κύριος λέ 96 γει ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί20, ἀλλ' οὖν εὔλογον τὰ αὐτὰ λέγειν καὶ περὶ τοῦ πνεύματος, εἴπερ ὀρθοδοξεῖν βουλόμεθα, τὸ πνεῦμα ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν τῷ πνεύματι, καὶ αὖθις ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πνεύματι. ἢ οὐ ταῦθ' οὕτως ἔχει;" Βέκκος" ναί" φησίν." προσεχὲς μὲν ὁμολογεῖν τοῦ πατρὸς τὸ πνεῦμα, ὅτι καὶ ἀδιάστατον, ἐπεὶ καὶ τὸ φῶς προσεχὲς τῷ ἡλίῳ (ἔτι γὰρ ἔχομαι τῆς εἰκόνος), τῶν λίαν εἰκό των ἐστί, καὶ οὐ διαμάχομαι· προσεχῶς δ' ἐννοεῖν τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ὁ λόγος οὐ δίδωσι τῆς διαφορᾶς. τὸ μὲν γάρ, φησί, προσεχῶς τοῦ διὰ τοῦ προσεχῶς· ὑμεῖς δὲ τοπικὰς διαστάσεις ἢ μὴν καὶ χρονικὰς ἐμβάλλοντες συνάγετε πάντως τὸ ἄτοπον. τὸ γοῦν γεννᾶσθαι καὶ τὸν υἱὸν ἐκ τοῦ πατρὸς ἀπορροήν τινα καὶ διέχειαν τοπικὴν σχεδὸν δίδωσιν ἐννοεῖν. ἀλλὰ τὸ ἀδιαστάτως προσκείμενον καὶ τὸ ἐξ ἐκείνου εἶναι δηλοῖ τὸν υἱόν, καὶ τὸ ἐκεί νῳ καὶ αὖθις εἶναι οὐκ ἀφαιρεῖται. οὕτω καὶ ἐπὶ τοῦ πνεύματος νόει μοι. ἢ μᾶλλον ἐπὶ τῆς εἰκόνος ὁ λόγος γινέσθω, ὡς ἂν ἀσφαλέστερον λέγοιμεν. ἀκτῖνα λέγομεν ἐξ ἡλίου, ἀποτομὴν ἐξ ἐκείνου ταύτης οὐκ οἴδαμεν. φῶς λέγομεν δι' αὐτῆς ἐξ ἡλίου, καὶ τὴν μεσιτείαν ἐννοοῦμεν, καὶ τὸ προσεχίζεσθαι τὸ φῶς τῷ ἡλίῳ διὰ τὴν τῆς ἀκτῖνος μεσιτείαν οὐκ ἀπαρνούμεθα. διὰ τοῦ το καὶ ἐπιφέρει ὁ ἅγιος τῆς τοῦ υἱοῦ μεσιτείας καὶ αὐ 97 τῷ τὸ μονογενὲς φυλαττούσης, καὶ τὸ πνεῦμα τῆς τοῦ πατρὸς σχέσεως μὴ ἀπειργούσης20." ταῦτ' εἰπόντος τοῦ Βέκκου, ὁ Ἀλεξανδρείας αὐτόθεν ἀπὸ τοῦ σκίμπο δος πρὸς αὐτὸν ὡς" ἡμεῖς τῆς ἐκκλησίας κρατοῦμεν τὰ δόγματα, ἃ καὶ παρελάβομεν, ταῦτα δὲ λέγειν οὐκ ἐδιδάχθημεν. εἰ μὲν οὖν πλατικῶς ἐκράτει ταῦτα ἡ ἐκκλησία, οὐκ ἂν καὶ ἡμᾶς ἐξ ἀνάγκης διέλαθεν. ἐπεὶ δὲ ἁπλῶς τὴν πίστιν καὶ ἀπεριέργως ἕξομεν καὶ τὰ τῆς πίστεως δόγματα, οἷς ἄρα καὶ συνανετράφη μεν, τί γοῦν ἰσχυρίζεσθε εἰσάγειν ἐν ἐκκλησίᾳ θεοῦ παρὸ παρε λάβομεν λέγειν; γενέσθαι δὲ τῆς εἰρήνης, τὰ πολλὰ ταῦτ' ἀφέν τας, ξυμφέρει." οἱ δὲ" ἀλλ' ἐγκαλούμεθα αἱρέσεως, δέσποτα." καὶ ὁ Ἀλεξανδρείας" ναί" φησι· τὸ συνιστᾶν θέλειν ἀσύνηθες, κἂν ἀσφαλὲς ἦν, αἵρεσις ἂν λογισθείη. ὃ δὴ καὶ ἐατέον, παρα καλῶ, τῆς κοινῆς δόξης γεγονότας καὶ φανερᾶς, καὶ τῆς εἰρή νης, ὃ δὴ καὶ ξυμφέρει, καὶ ταῦτα τοῦ ἁγίου βασιλέως μεσολα βοῦντος." καὶ ὁ πατριάρχης εὐθὺς πρὸς αὐτοὺς" ἀλλ' ὑμεῖς φατὲ ἰσοδυναμεῖν ἐπὶ τούτοις τῇ ἐκ τὴν διά, ὡς τοῦ ἁγίου λέ γοντος τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου20 ὑμᾶς λέγειν καὶ ἐκ τοῦ πρώτου. ὃ δὴ καὶ ποῖον τρόπον ἀμαθίας οὐ παρελήλυθεν; ὅπου γε καὶ ἡ ἀδολεσχία μείζων καὶ προφανής. εἰ γὰρ ἐκ τοῦ προσεχῶς, πῶς ἐκ τοῦ πρώτου; εἰ δὲ ἐκ τοῦ πρώ 98 του, πῶς ἐκ τοῦ προσεχῶς; ὁρᾶτε εἰς ποῖα ἀρκύστατα πίπτετε, τὴν θεολογίαν καταρρυπαίνοντες." καὶ οἱ περὶ τὸν Βέκκον" ὁμολογοῦμεν τὸ παρατόλμημα, καὶ συγγνώμην αἰτοῦμεν. οὐδὲ γὰρ αὐτόθεν ἡμῖν ἡ ὁρμὴ τοῦ ταῦτα λέγειν ἐκ ματαίας ὀρέξεως, ἀλλ' ἦν τὸ παροτρῦναν αἴτιον. τὸ δ' ἦν νομιζομένη τῆς τῶν ἐκκλησιῶν διχονοίας διάλυσις, ὥστε ἐκείνων μὲν χρωμένων τῇ ἐκ ἡμῶν δὲ τῇ διά, προστιθέντων καὶ ἀμφοτέρων ἐπὶ τοῦ αὐτοῦ τῆς θεολογίας τόπου, οὐκ ἄλλως ἔχειν συμβιβάζειν, εἰ μὴ οὕτω λέγοιμεν. τί δαὶ διὰ τοῦτο παραβασίας ἐξ ὁλοκλήρου καὶ ἐφ' αἱρέσει κριθείημεν, ὡς ἀθετεῖσθαι μὲν χειροτονίαν, καταπλύ νεσθαι δὲ τὰ ἅγια, καὶ αὐτὸ δὲ τὸ τελεστικὸν ἅγιον ἀθετεῖσθαι μύρον καὶ παραρρίπτεσθαι, ὅτι ἡμῖν τετέλεσται; ἐπεί τοί γε" φασὶ" καὶ ὑμῖν παραβέβασταί τι θεολογοῦσιν, ὡς δείξομεν. ἆρ' οὖν διὰ ταῦτα, ἀφέντες ὑμῖν ἐγκαλεῖν, τὸ πᾶν ἀφανίσομεν;" καὶ τῶν εἰπόντων" καὶ ποῦ καὶ ἐπὶ τίσιν ἡμῖν παραβέβασται;" ἐκείνους ἐκβαλεῖν εὐθὺς χάρτην καὶ ἐμφανίζειν. καὶ τοὺς αὖθις ἀναγνόντας ἀρνεῖσθαι καὶ ἀναθεματίζειν τὸν λόγον, σχεδὸν δὲ καὶ αὐτὸν τὸν γράψαντα. ἀλλὰ τὸν Μοσχάμπαρα ἰδόντα ὁμο 99 λογεῖν ἑαυτοῦ τὸ σύγγραμμα εἶναι καὶ ἀπολογεῖσθαι πειρᾶσθαι. ἐφ' οἷς ὁ Βέκκος, μεθ' ὅσου εἴποι τις ἂν τοῦ χαριεντισμοῦ," ἡμεῖς μὲν προσεδοκῶμεν σὸν εἶναι" πρὸς τὸν πατριάρχην φησίν·" εἰ δὲ μὴ σὸν ἀλλὰ τούτου, ὡς καὶ αὐτὸς ὡμολόγησε, ψύλλα τις ἐπικαθίσασα τῷ τῆς ἁμάξης ῥυμῷ οὔτ' ἀνασπᾶν οὔτε κατασπᾶν ἔχει τὴν πείρινθα." τοῦτο δ' εἶπε διωνυμουμένου τοῦ χαρτο φύλακος." πλὴν εἰ δοίημεν ἄν" φησιν," ὁποῖα τὰ ἐπιτίμια ἐπάξεις τῷ παραδογματίσαντι;" ἐπὶ πολὺ γοῦν τριβομένων τῶν λόγων, τὸν Βέκκον αὖθις ἐπενεγκεῖν" ἢ βούλεσθε, κἀγὼ τῆς εἰρήνης ὢν ἐραστὴς γνώμην οἴσω, ἁπλῶς καὶ ἀπεριέργως τοῖς λό γοις χρώμενος; ἡμεῖς μὲν οὖν τὰ τῶν ἁγίων ῥητὰ ἐπὶ καιρῶν εὑρόντες ζητούντων, ὡς ἀσφαλῶς ἔχοντα καὶ ὀρθόδοξα προσηκά μεθα. καὶ τὸν μὲν ὁμολογοῦντα ἐκ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι καὶ ἀπεδεχόμεθα καὶ ἀποδεχόμεθα· λόγος γὰρ τοῦ σωτῆρος καὶ τῆς συνόδου, καὶ ἡμεῖς καθ' ἑκάστην οὕτως ὁμολο γοῦμεν. οὐ μὴν δὲ ἀλλὰ καὶ τὸν ἐκ πατρὸς δι' υἱοῦ λέγοντα ἐκπορεύεσθαι ὡς συνόδῳ πάσῃ τῇ ἑβδόμῃ ἑπόμενον ἀποδεχόμεθα καὶ αὐτόν, τὸν δέ γε μὴ τιμῶντα τὰ τῶν ἁγίων ῥητὰ τόλμης 100 γραφόμεθα. ἰδοὺ γοῦν σήμερον πάρεισι μὲν πατριάρχαι, πάρεισι δ' ἀρχιερεῖς καὶ κλῆρος ἅπας καὶ μοναχοὶ εὐλαβεῖς καὶ τῶν λαϊ κῶν οἱ ἐλλόγιμοι. θέλω καὶ ὀρθοδοξοῦσιν ὑμῖν κοινωνεῖν, καὶ κοινῶς ὁπωσδήποτε τοῦ ὀρθοῦ σφαλεῖσι τὴν μεθ' ὑμῶν καταδί κην αἱροῦμαι παρὰ θεῷ κρίνοντι ἢ μόνος τὴν ἡμετέραν ἀσφάλειαν. τὸ γοῦν ὑμᾶς ἐμὲ ζητεῖν τε καὶ ἀναγκάζειν καὶ τοὺς μετ' ἐμοῦ ἀποβαλέσθαι δόγμα πατέρων, οὕτω δὴ παλαιὸν καὶ παρὰ πολλῶν λεγόμενον, ὑμᾶς δὲ μηδὲν περὶ τούτων φροντίζειν, οὔ μοι δοκεῖ ἔχειν τὸ εὔλογον. ἔστι γὰρ καὶ ἐμοὶ εὐλάβεια μή πως παρασφαλῶ τοῦ ὀρθοῦ. ἀλλ' ἰδοὺ καὶ τὴν κατ' ἐμαυτοῦ γνῶσιν ἀφεὶς ὅλως ὑμῶν γίνομαι, καὶ διδασκάλοις ὡσανεί τισι χρῶμαι. ὑμεῖς προη γεῖσθε, κἀγὼ ἕψομαι πράττουσιν. ἐκτιθέσθω τόμος, καὶ ἀπο πεποιήσθω τὸ δόγμα, καὶ ἀποβεβλήσθω τὸ δι' υἱοῦ, εἰ βούλεσθε. κἂν μὴ ἕψομαι καὶ αὐτός, καίτοι γ' εἰδὼς πατέρων ῥητὸν καὶ μέ γαν ἐπηρτημένον τῆς παροράσεως κίνδυνον, αὐτὸς αἰτίαν ἕξω, εἴτε μὴν πεισμονῆς εἴτε μὴν καὶ αἱρέσεως· θέλω γὰρ σὺν ὑμῖν πᾶσι καὶ δικαιωθῆναι καὶ κατακριθῆναι. εἰ δ' ὑμεῖς μὲν διευλα βεῖσθε τὴν πρᾶξιν, ἡμῖν δ' ἐπιφορτίζετε τὴν ἀποβολήν, εὔλογον εἶναι πάντως, ἵνα μὴ καὶ ἀναγκαῖον εἴπω, ὑμῶν διευλαβουμένων 101 καὶ διαμελλόντων καὶ ἡμᾶς δεδιέναι, μή πως παρασφαλεῖσιν ἡμῖν καὶ μόνοις τὰ τοῦ κινδύνου περιστήσεται."" ἀλλ' οὐ γεγράφαμεν ἡμεῖς" φασὶν οἱ περὶ τὸν πατριάρχην ἀπολογούμενοι." ὑμῖν γέ γραπται καὶ κεκίνηται. ὑμῖν καὶ ἀποβλητέον ταῦτα."" καὶ τί γε τὸ ἐμποδών;" οἱ περὶ τὸν Βέκκον," ἐθαρρεῖτε," φασίν," ὅπου καὶ ἀδελφοὺς προσλήψετε θεραπεύσαντες." ἀλλ' οὐκ ἔπειθον λέ γοντες. ἀλλὰ καὶ μᾶλλον τραχυνθέντος κατ' ἐκείνου τοῦ πατριάρ χου, ὡς καὶ ὕβρει διαλοιδορήσασθαι, τὸν Βέκκον παροξυνθέντα ἐκείνῳ μὲν εὐφυῶς ἐπιπλῆξαι, πρὸς δὲ τὸν βασιλέα ἐπιστραφέντα μεγαλοφώνως εἰπεῖν μεθ' ὅρκου ὡς εἰ μὴ αὐτὸς ἐξέλθοι τοῦ πα τριαρχείου, οὐκ ἄν ποτε τὸν τῆς ἐκκλησίας καταστορεθήσεσθαι κλύδωνα. καὶ οὕτως εἰπόντος, ὀργῇ ληφθέντα τὸν βασιλέα ἐξανα στῆναι καὶ" τί δαὶ" φάναι ὑπὲρ τῆς ἐκκλησίας δεινοπαθήσαντα·" οὐκ ἀρκεῖ τὰ πρότερα, ἀλλὰ καὶ πάλιν τὴν ἐκκλησίαν ταράξετε; καὶ δυσὶ περιβαλεῖτε πολέμοις, ἔνθεν μὲν ταῖς τῶν σχιζομένων προσβολαῖς, ἐκεῖθεν δὲ καὶ ταῖς παρ' ὑμῶν αὐτῶν ὡς εἰπεῖν ἐνευκαιρίαις, ὥστε κινδυνεύειν τὴν μίαν καὶ ἄρρηκτον ἐκκλησίαν καθ' αὑτὴν στασιάζουσαν ἐν τῷ ἐσθίειν τοὺς αὐτῆς ἀλλήλους 102 δαπανηθῆναι, ὑπὲρ ἧς αὐτὸς ὁ Χριστὸς τὸ οἰκεῖον αἷμα ἐξέχεε." ταῦτα καὶ πλείω τούτων εἰπὼν δῆλος ἦν ἀλύων, μὴ εἰς καλόν τι μηδ' εἰς συμφέρον, ὃ δὴ καὶ προσεδόκα, καταληξάσης τῆς δια λέξεως. τότε δὲ ὧδέ τις ἂν εἶπε πρὸς πλησίον ἄλλον," ὢ πό ποι, ἦ μέγα δὴ τὸ ταῦτα κινεῖν καὶ ζητεῖν συνιστᾶν τὴν ἰδίαν δικαιοσύνην ἕκαστον, ἱκανὸν ὂν εἰ διαλυθέντος τοῦ κατὰ τὸν πάπαν σκανδάλου καὶ τἆλλα πάντα συνδιαλύοιτο. νυνὶ δὲ ἀλλ' ἕκαστος τὴν ἰδίαν δικαιοσύνην ζητῶν, τὴν τοῦ θεοῦ δικαιοσύ νην οὐ φθάσειε πώποτε, ὡς ἐκεῖνοι." τὸ δ' ἐς ὅ τι προῆλθε, προϊόντες ἐροῦμεν. Ἐκείνους μὲν οὖν τότε τῆς συνόδου διαλυθείσης ἡ τοῦ Κο σμιδίου εἶχε μονή, πλὴν ὑπὸ φρουροῖς καὶ φυλακαῖς προσηκού σαις· οὓς δὴ καὶ πέμπων ὁ βασιλεὺς εἰρηνεύειν ἠξίου, καὶ πᾶσαν δικαιολογίαν ἀφέντας διάγειν ἀνέδην καὶ τὴν ἀπ' αὐτοῦ εὐμένειαν ἔχοντας. εἰ δ' οὖν, ἀλλ' ἐξορίας προσηπείλει καὶ κακουχίας ἐπαξομένας σφίσι· μηδὲ γὰρ εἶναι ἄλλως ἢ ὡς ἐτάχθη γίγνεσθαι, αὐτοὺς δὲ φήμην κακὴν ἔχοντας παραπόλλυσθαι, εἰ μή γε μετα νοήσαντες τῆς εἰρήνης γένωνται. ταῦτα τοῦ βασιλέως συχνάκις διαμηνυομένου καὶ ἀγαθὰ προτείνοντος, ἐκεῖνοι οὔτε πρὸς δέος τῶν λυπῶν προήχθησαν οὔτε πρὸς τὰς τῶν ἀγαθῶν ἐπαγγελίας ἐμαλακίσθησαν, διευτονοῦντες δὲ πρὸς ἀμφότερα ἑτοίμους ἑαυ τοὺς παρεῖχον πρὸς ὅ τι δόξει τῷ βασιλεῖ, ὡς ἐκεῖνο μᾶλλον πει 103 σομένους ἡδέως ἢ τοῖς οὕτω καταδικάζουσι σπεισομένους. ἐπὶ μᾶλλον δὲ πρὸς αὐτοὺς ὁ βασιλεὺς παρωξύνετο ἀνενδότως μένον τας τὸ παράπαν. πάντων δ' ἀπορηθεὶς τῶν μαλάττειν ἐχόντων ψυχὴν τέλος ἐξορίαις δικαιοῦν ἔγνω. καὶ δὴ πρὸς τὸ κατὰ δεξιὰ εἰσπλέοντι τὸν Ἀστακηνὸν κόλπον φρούριον, τὸ οὕτω πως τοῦ ἁγίου Γρηγορίου ἐπιλεγόμενον, προστάσσει πλῷ χρησαμένους ἀπάγεσθαι. οὗ δὴ καὶ ἐγκλεισθέντες ὑπὸ φρουροῖς Κελτοῖς καί τινι τῶν ἐκπροκοιτούντων τῷ βασιλεῖ ἀφεῖντο, ὅσα τὰ εἰς χρείαν τῶν ἀναγκαίων ἀπρονόητοι, οὐδὲν πλέον ἀπονάμενοι βασιλέως, ὅτι μὴ μετὰ καιρὸν ἐπ' ἀνατολῆς ὁρμῶντος πατριαρχοῦντος Ἀθανασίου, τόν τε κατὰ τὴν Ἑλενόπολιν περαιωθέντος πορθμόν, καὶ τὸν μέγαν λογοθέτην ἐπ' αὐτοὺς πέμψαντος, ὃν καὶ εἰς πρω τοβεστιάριον ἀνεβίβασεν, ὁ μὲν ἑκατὸν χρυσίνοις ἐνικανοῦτο, ὁ δέ γε Μελιτηνιώτης πεντήκοντα. ὁ γὰρ τρίτος ὁ Μετοχίτης διὰ νόσον προκατήχθη ἐπὶ τὰ οἴκοι ἐκεῖθεν, βασιλέως προστάξαντος. (36) ἀλλ' ὅ με παρῆλθε μικροῦ πρότερον γεγονός, βασιλεὺς τῆς πόλεως ἐξεληλακὼς προσβάλλει τῇ τῶν Νικητιάτων τῆς Δα κιβύζης φρουρίῳ, καὶ τῷ τυφλῷ Ἰωάννῃ συμμίξας φιλοφρονεῖ ταί τε τὰ εἰκότα, καὶ τὸ εἰς ἐκεῖνον παρὰ τοῦ πατρὸς γεγονὸς αὐτὸς ἐπειρᾶτο μαλάττειν ταῖς ὑποπτώσεσιν, ὥστε καὶ συγχωρη θῆναι παρ' ἐκείνου καὶ οἷον κραταιωθῆναι πρὸς τὸ βασιλεύειν ἐξ 104 ἀγαθοῦ σκοποῦ καὶ χρηστῆς διαθέσεως. αὐτὸς δὲ τῶν εἰς τρυ φὴν ἐκείνῳ καὶ ἄνεσιν προνοήσας ἀπαλλάττεται τὴν ταχίστην. τότε δ' ἐπιστὰς ἐκείνοις ὁ πρωτοβεστιάριος, Ἀθανασίου πα τριαρχοῦντος, περὶ οὗ μετὰ ταῦτα ῥηθήσεται, τὰ μὲν προγεγο νότα καὶ διεμάλαττε, καὶ πολὺς ἐφαίνετο τοὺς ἄνδρας θωπεύων τε καὶ ὑποποιούμενος, καὶ δὴ τῆς πολλῆς μὲν ἐκείνους φρουρᾶς ἀνῆκε, φρουροὺς δ' ἀφῃρεῖτο, ἔστι δ' οὓς καὶ ἐνήλλαττε, καὶ ἀγαθὰς ὑπέτεινε τὰς ἐλπίδας, καὶ τὴν παρὰ βασιλέως ἠγγυᾶτο εὐμένειαν. ἔπειτα καὶ αὐτῷ βασιλεῖ καταχθέντες τοῦ φρουρίου ἀσμένως πάντῃ καὶ φιλοφρόνως ὡμίλησαν. ὡς γὰρ καὶ τὰ παρὰ τοῦ Γρηγορίου ἀπεδοκιμάζοντο, ὡς καὶ αὐτὸ μετ' ὀλίγον ἐροῦ μεν, καὶ ἤδη διὰ ταῦτα ἔνσπονδοι ἦσαν, τὸ πᾶν τιθέντες ἐπὶ τοῖς ἐν θεῷ βραβευούσης ἀληθείας διαγνωμονήσουσι λογίοις οὖ σιν ἅμα καὶ εὐλαβέσι, τάξας βασιλεὺς τῆς αὐτῶν συνελεύσεως καὶ καιρὸν καὶ τόπον, τὸν μὲν μετ' οὐ πολὺ τὸν δὲ τὸ Λοπάδιον (ἐκεῖσε γὰρ ἐξήλαυνεν), ἐλευσομένου καὶ τοῦ τρίτου τοῦ Μετο χίτου, καθὼς καὶ ἠξίουν, μετ' εὐμενείας τῆς πρὸς ἐκείνους ἀνα 105 χωρεῖ. ἔθαλπε γὰρ καὶ τούτους καὶ τὸν πρωτοβεστιάριον τὸ συμ βὰν περὶ τὸν Γρηγόριον, καὶ ἐλπίζειν ἐπῄει σφίσι τὰ πρὸς εἰρή νην. τοῖς μὲν γὰρ οὐ πόνος ἦν ὀβελισθείσης τῆς αὐτῶν ἐξηγή σεως, ἐπεὶ καὶ ἡ τοῦ Γρηγορίου κατέγνωσται· καὶ ὅπου ἂν ἐκεῖ νος τετάξεται, καὶ αὐτοὶ πάντως ταχθήσονται, ἐπεὶ καὶ ἄμφω εἰς θεοῦ μυστήρια παρακύψαντες τὸ ὀρθὸν οὐ κατέλαβον. καὶ τοῖς μὲν οὕτως ἐλπίζειν ἐπῄει, ὁ δέ γε πρωτοβεστιάριος ᾤετο ὡς ἐκποδὼν γενομένου τοῦ δυσμεναίνειν πιστευομένου καὶ ταὐτὰ σφίσι παθόντος αὐτοὶ ῥᾳδίως πρὸς τὴν ἐκκλησίαν ὁμονοήσουσιν. ἀλλὰ ταῦτα μὲν ὕστερον· τότε δ' ἀπαχθέντων ἐκείνων εἰς ἐξο ρίαν, ὅσον μὲν τὸ ἀπ' ἐκείνων, ὁ βασιλεὺς ἠφροντίστει καὶ ἐν ἀνακωχαῖς ἦν, δόξας τὸ ἐνοχλοῦν ὑπεξαγαγών.
34.1.2
Ἀνδρέας δὲ Μουρίσκος, ὃν καὶ βεστιάριον πρὸς βα σιλέως καταστῆναι ἐν τοῖς πρόσθεν λόγοις ἐλέγομεν (οὕτω γὰρ ὁ τῆς δαπάνης χορηγὸς τοῖς ἐπὶ τῶν νηῶν ὀνομάζεται), ὕπαρχος τοῦ στρατιωτικοῦ πάλαι γενόμενος, ἐν δυσὶ ναυσὶ Τενέδῳ προσ σχὼν καρτερῶς ἐπολιόρκει τὸ ἐκεῖσε φρούριον. καὶ ἤδη μὲν οὗ τος ἐπίδοξος ὡς ἁλώσων ἦν, Γεννουῗται δὲ τυχόντες ἐκ παρόδου σφίσι τε ἐκοινολογοῦντο, καὶ τὸν ἅπαντα λόγον ἐν τούτοις ἵστων, ὡς εἰ μὲν κατασχεῖν τὸ φρούριον θέλοιεν αὐτῶν μεσολαβούντων, ἀκονιτί γε λήψαιντ' ἄν, εἰ δέ γε τῶν ἐντὸς ἐς ἅπαν περιγενέσθαι, οὐκ ἂν ἀναιμωτὶ τὸ σύνολον ἀπαλλάξειαν. καὶ ὅπῃ σφίσιν ἐπι χειρητέα ἐς τὴν πρᾶξιν εἴη, διεπυνθάνοντο. ξυμφέρον δὲ τό γε 557 μετ' εἰρήνης ἀπηλλάχθαι δόξαν, αὐτοὶ τοῖς ἐνῳκηκόσι τῇ νήσῳ ἐπίκοινα βουλευσάμενοι τὰ μὲν σώματα σφῶν ἐπὶ ταῖς ἰδίαις ναυ σὶν ἐπιβήσαντες περιεποιήσαντο, κενὸν δὲ τὸ φρούριον ἀφιᾶσι. καὶ μέγα τι ἐφημίσθη τοῦτο, ὡς αὐτὴν Καλλιούπολιν κατασχόν των· ἐς τόδε ὅμως καὶ μόνον ἀπεκρίθη τὸ φημιζόμενον. Οὐδὲν δὲ τέως ἐνεώχμωσε καὶ τὸ περὶ τῆς Αὐγούστης φη μισθὲν Εἰρήνης, ἥτις ἐπὶ δυσὶν ἤδη χρόνοις Θεσσαλονίκῃ παρα μείνασα τὰ πρὸς αὐτῆς καὶ τῶν παίδων διῴκει, εἰς ἐπιγάμους ὁρμῶσα συμβάσεις. τὸ δ' ἦν τῶν εἰς τὰ τῇδε ἁπτομένην συμ μαχικὸν ἐπάγεσθαι ἔκ τε Βελεγράδων Ῥωμαίων κατήκοον καὶ πλεῖστον ἄλλο Τριβαλλικὸν ξενικόν. ἀλλ' οἱ αὐτοὶ ἦσαν καὶ τὰ αὐτὰ ἔπραττον πάλιν οἱ ἐναντίοι. τέως δὲ ἐκεχειρία ἦν τῶν πο λέμων, ἐξ ἐγγίονος τῶν κατ' Ἄβυδον στενῶν τῶν βασιλικῶν τριή ρεων πλεουσῶν κατὰ κωλύμην τῆς ἕωθεν τῶν Περσῶν περαιώ σεως. οὓς οὐδ' αὐτοὶ προσεποιοῦντο, ὡς ἐλέγετο, Ἀμογάβα ροι, ἵνα γοῦν δυνατὰ σφίσιν εἴη ἄγειν καὶ φέρειν οὓς φθάσαντες διεπέρασαν, κατὰ τὸ αὐτοῖς ἀρέσκον, τῇ καθ' αὑτοὺς πληθύϊ δουλαγωγουμένους, εἰ καὶ πολλοὶ τὴν περαίαν διακατέχοντες, ἰοῖς τιτυσκόμενοι, τῆς ἠϊόνος ἀπήρτων τοὺς ἡμετέρους, ἤν τί που 558 καὶ ἐγχειροῖεν ὅπῃ παρατύχοι ὁρμίζεσθαι ἢ μὴν ὑδρεύεσθαι. πᾶσαν γὰρ ἠϊόνα διηνεκῶς ξυνέβαινε Πέρσαις κατέχεσθαι, πλὴν τῶν ὅσον κατ' Ἀτραμύτιον καὶ Φώκαιαν ἦν, ὃ δὴ τῷ Μανουὴλ Ζαχαρίᾳ κατείχετο, οὐ τόσον χωρίων ἰσχύϊ ὅσον τῷ τῶν περὶ ἐκεῖνον Ἰταλῶν ὄντων εἰς πόλεμον θράσει πεφυλαγμένον. τῷ τοι καὶ ἀτημελημένας τὰς ἑκατέρωθεν νήσους ὁρῶντες οὗτοι ἐπιμα χωτάτας κειμένας τοῖς τολμησείουσι ξυμβαλεῖν (οὐδὲ γὰρ σφίσιν ἀπόδραστα ἦν τὰ ἐς κίνδυνον σφῶν ἁλωμένων) πέμψαντες βα σιλέα ἠξίουν ἢ αὐτὸν ταῖς νήσοις τὸ ἀδῄωτον προνοεῖν, ἢ αὐτοῖς ἐπαγγεῖλαι τὰ ἐς φυλακήν, ἀνέντα καὶ τὰς ἐκεῖθεν εἰσπράξεις, αἷς εἴη ἂν χρᾶσθαι ναῦς ἐξαρτυομένοις εἰς τὴν τῶν ἐπιτιθεμένων ἀνταγώνισιν· ἐκείνοις γὰρ καὶ πρὸς χρόνον ὁ βασιλεὺς Μιχαὴλ τὸν τόπον ἐδίδου πρὸς ἐργασίαν στυπτηρίας ἐπιτηδείως ἔχοντα. οἳ δὴ καὶ τὴν πόλιν καταλαβόντες βασιλέως εὐμενοῦς ἐτύγχανον ἐς ὃ πρᾶξαι σφίσι τὸ κατὰ βούλησιν, εἰ καὶ ταῦτα ἐν ἀναβολαῖς ἦν ἔτι.