Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1.1
Τότε καὶ ἡ πάλαι συζυγεῖσα τῷ Σμίλτζῃ καταλα βοῦσα τὴν πόλιν, ὡς ἐλέχθη τὸ πρότερον, τὰς μετὰ τοῦ βασι λέως ἐπιγαμίας κατησφαλίζετο. ἃ δὴ μαθὼν Ὀσφεντίσθλαβος, 559 ζητῶν καὶ αὐτὸς λιπαρῶς κῆδος ἐκ βασιλέως, καὶ ἤδη τὸν Ἐλτι μηρῆν ἀπογνοὺς ὡς πρὸς βασιλέα καὶ αὐτὸν ἀποκλινοῦντα, γαμ βρόν γε ὄντα Σμιλτζαίνης, πέμψας δύο φρούρια τῶν καλλίστων, Ὑάμπολιν καὶ Λαρδαίαν, ἃ δὴ Ῥωμαίους ἀφελόμενος πρότερον ἐδίδου κατὰ χάριν Ἐλτιμηρῇ θείῳ γε πρὸς πατρὸς ὄντι, δι' ὁμο λογίας καὶ αὖθις ἀναλαμβάνει καὶ φρουροῖς εἰσαχθεῖσι κατασφα λίζεται, ἐπίδοξος ὢν καὶ τοῖς λοιποῖς ἐγχειρήσων. ἡ γὰρ ἀπο τυχία τοῦ βασιλικοῦ πρὸς αὐτὸν κήδους τὰς ὁρμὰς ἐκείνῳ παρώ τρυνεν, εἰ καὶ ὕστερον καιροῖς ἰδίοις καὶ τοῦτο γεγόνει. καὶ ὡς πάλαι Βουλγάρων ὄντα τὰ χωρία ἐσφετερίζετο. ἐῴκει δὲ τὸ δαι μόνιον Ῥωμαίους καὶ κατὰ δύσιν εἰσπραττόμενον δίκας ὧν ἐμφα νῶς οὐχ οἷοί τ' ἦσαν εἰδέναι πλημμελημάτων, εἰ καὶ ὁ τῆς πό λεως ἱερεὺς τὰς τῶν εἰσπραττόντων ἐργολαβίας ἐπῃτιᾶτο, ὧν οὐδ' αὐτῷ ἐς ἅπαν, ὡς τοὺς πάντας εἰδέναι, οὐ μετὸν ἦν, καὶ μᾶλλον ἐπὶ τοῖς τῆς ἐκκλησίας πράγμασιν. οὐδὲν γὰρ ἦν ἐλλει φθὲν τῶν προτέρων ἐκείνων ὅπερ οὐκ αὐτὸς ἔχων, καὶ αὐτὰ δὴ τὰ τῶν ἀξιωμάτων προνόμια ἀκριβῶς αὐτοῖς ἐνεργούμενα, ὡς ἀπαυανθῆναι τελέως τούτοις καὶ τὰς τιμάς, πτωχῶν μὲν πολυω 560 ρίαν προΐσχετο, τιμίους δ' ἄνδρας καὶ αἰδοῦς ἐπιεικῶς ἀξίους παρ' οὐδὲν ἔχων, μηδὲν ἐκείνοις ζωῆς προνοῶν, ἀλλὰ καὶ ἀναλ γήτως ὡς ἐνῆν προσφερόμενος ἐκ πικροῦ καὶ ἀτενοῦς ἤθους, πτω χεύειν ἐποίει, ὢ συμφορᾶς οὐχ οἵας τ' ἐνεγκεῖν ἐλευθέροις ὅλως, πανταχόθι τῆς πόλεως. τῷ γὰρ ἤθει πικρῷ γε ὄντι ὁ τῶν πάλαι ξυμπεσόντων κατὰ μνήμην συντακεὶς κότος κοινὴν Ἐριννὺν ἄντι κρυς ἐποίει τὸν ἄνθρωπον, μηδ' αὐτοῦ βασιλέως ὅλως δυναμέ νου μεταβάλλειν τὸ ἦθος, εἴ πού γε καὶ οἰκτίζοιτο. ὁσημέραι γὰρ ἀναφορῶν πρὸς αὐτὸν γιγνομένων οὐδὲν τὸ παράπαν ἠνύετο. καὶ ὡς εἰκὸς κατενοεῖτο καὶ πρότερον ταῦτα πράττειν θέλων, εἰ καὶ παρὰ πολλῶν καὶ μεγάλων τῷ βασιλεῖ πλησιαζόντων κατεκω λύετο. νῦν δ' ἀλλὰ τῶν μὲν ἐξ ἀνθρώπων γενομένων, τῶν δ' ἐκποδὼν ἑκόντων, τῶν δὲ καὶ κατ' ἐπήρειαν ἀπαλλοτριωθέντων καὶ βασιλέως καὶ πόλεως, αὐτὸς τὸ κατ' ἔθος πικρὸν ὡς εἰκὸς θελητὸν ῥᾳδίως ἐξήνυε, μηδενὸς τὸν κρατοῦντα τολμῶντος νύτ τειν. καὶ ὥσπερ ἂν εἰ θεοῦ ἀργοῦντος, κατὰ τὴν δημώδη παροι μίαν, τινὰ πράττονται, οὕτω καὶ βασιλέως ἀργοῦντος, δικαιω 561 μάτων προϊσχομένων θεοῦ, οἷς οὐδ' αὐτὸς ἄνθρωπος γεγονὼς ἐχρήσατο, ταῦτ' ἐγίγνοντο. καὶ ὅτι μὲν δι' ἁμαρτίας ἡ παρα χώρησις, πρόδηλον· πλὴν ἀλλ' ὁ πρὸς τὸ κολάζειν κληθεὶς φο βείσθω τὴν πρόσκλησιν, ὡς οὐδὲν ὅλως τῶν ἀγαθῶν ἀγγέλων κολάζειν τοὺς εἰς θεὸν ἁμαρτάνοντας. ἀλλ' ὡς ἔοικε, μέλον ἦν θεῷ κοινῇ καὶ τοὺς ἐντὸς κυρῆσαι τοῖς χαλεποῖς, εἰ καὶ μὴ ὁμοίως τοῖς προστιμῶσιν ἐχρῶντο μηδὲ τὰς κολάσεις ὑφίσταντο τὰς αὐτάς, ὡς ἐκεῖ μὲν πολεμίων ὄντων τῶν ἐπιτιθεμένων, ἐν ταῦθα δ' ἰδίων, κἀκεῖ μὲν εἰς σῶμα τοῦ κινδύνου περιισταμέ νου, ἐνταῦθα δὲ καὶ εἰς ψυχὴν διαβαίνοντος. ἀλλὰ ταῦτα μὲν ὅπῃ τῷ θεῷ φίλον ἀγέσθω, εἴθε δέ γε καὶ ἄμεινον· ἡμῖν δ' αὖ θις ἑκτέον τῶν ἐφεξῆς. {Η.} Ἤδη μὲν οὖν τοῖν βασιλέοιν τῷ μὲν εἰκοστὸν καὶ τρίτον τῷ δὲ δωδέκατον αὐτοκρατοροῦσι ξυνέβαινεν ἐξανύεσθαι, καὶ τὰ μὲν κατ' ἀνατολὴν καὶ ἐς τόσον ἐνόσει ἐκ τῆς τῶν Περσῶν ἐπιθέσεως ὥστε καὶ ἀνηκέστως ἔχειν δοκοῦντα παρεῶσθαι τὸ ξύμπαν, καὶ 562 ἀποπροσποιεῖσθαι τὰ περὶ ἐκείνων λεγόμενα οἷς οἵοις τ' ἦν ἀκού ουσιν ἂν ἐξιᾶσθαι, τὰ δὲ κατὰ δύσιν, ἔνθεν μὲν Ὀσφεντίσθλα βος τὰ Ἐλτιμηρῆ κατήκοα, οὐδὲν ἐπευλογούμενος ὅτι μὴ τὴν ἐς βασιλέα οἱ ἀπόκλισιν αἰτιώμενος, ἄγων καὶ φέρων τὰ πάντα ἐξε ληΐζετο, μηδ' αὐτῶν τῶν Ῥωμαϊκῶν ἀπισχόμενος, ἐκεῖθεν δὲ Ἀμογάβαροι τῷ καθ' αὑτοὺς κρατυνόμενοι θράσει ἐξ ὑπογύου κατὰ τὴν μάχην εὐημερήσαντες οὐδὲν ὅτι τοῦ ἐντὸς ποταμοῦ Μα ρίτζης, οὕτω πως ἐπιχωρίως λεγομένου, ἀδεὲς εἴασαν καὶ ἐν κα ταστάσει. εὐέφοδος δὲ καὶ ὁ κατὰ Θρᾴκην ἔκειτο τόπος, καὶ τοῖς προσοικοῦσιν ὅσα δὴ καὶ τὸν περὶ ψυχῆς τρέχουσι κατήπειγε τὸ μεταναστεύειν, τὸ πάντ' ἔρημ' ἦσαν τῶν ἐνοικούντων, πλὴν οἷς ἀφροντιστοῦσι κινδύνου σκυλεύειν καὶ φωρίοις ἀποζῆν ἐξ ἀλα στορίας εἴθιστο. ὁ μέντοι γε βασιλεὺς Μιχαὴλ τὸ Διδυμότειχον ὑπεισδύς, οὔ τι ἑκούσιός γε, ἀλλ' οὐκ ἦν ὅλως πρὸς ἡδονὴν τοῖς στρατιώταις ἐπισπέσθαι οἱ ὀκνήσει ἰσχομένοις, τὰς ἐκ τοῦ πολέ μου τρώσεις ἐθεραπεύετο. βασιλεὺς δ' ἀπογνοὺς ἐντεῦθεν τὴν πρὸς Κατελάνους μάχην, ἄνδρας ὅλως δυσθανατῶντας καὶ τὸ ζῆν ἐν πεττοῖς ὡσανεὶ τιθεμένους, ἄλλως ἔγνω τὰ κατὰ τούτους 563 μεταχειρίσασθαι, καὶ μάλισθ' ὅτι ἠγέλλετό οἱ Πέρσας μὲν καὶ αὖθις, ἢν νηῶν τύχοιεν, ἀντιπερᾶν ὡρμῆσθαι, εἶναι δὲ ταύ τας, ἢν βασιλεὺς θέλοι, τὰς βασιλέως ἐκείνῃ πῃ σαλευούσας καθ' ὃν καὶ λέλεκται τρόπον, ἐπείτοι γε καὶ δι' ὑποψίας Ἀμο γάβαροι γενόμενοι τῆς ἐπὶ τὴν Καλλίου σὺν αὐτοῖς εἰσόδου διεκω λύοντο. αὐτοὺς δὲ Κατελάνους γνωσιμαχοῦντας εἰς τὴν μετὰ τοῦ βασιλέως εἰρήνην ῥέπειν, ἤν τις τὰ πιστὰ σφίσι διδοίη. ἔτυχε δὲ καὶ γραμματεὺς τοῦ Καίσαρος, Ἰάκωβος τοὔνομα, ἁλοὺς ἐπὶ Τενέδου γραφὰς παρὰ τοὺς ἐν Σικελίᾳ κομίζων, ὃν ἐπαναχθέντα πρὸς βασιλέα βασιλεῖ πληροφορεῖν ξυνέβαινεν, ὡς ἢν μή γε καὶ ἄλλοι προστεθεῖεν σφίσι Σικελίηθεν ἀναχθέντες, τὰς ὁρμὰς αὐ τοὶ ὑποκλώμενοι ἕτοιμοί εἰσιν εἰρηνεύειν. τὸ γοῦν ἐκεῖθεν ἰέναι τινάς, ὅσον τὸ ἀφ' ἑαυτοῦ συνεργοῦντος εἰ ἐπισταίη, ἁλόντος ἀνακεκόφθαι. εἶναι δ' ἐντεῦθεν εὐχερὲς αὐτοὺς μετελθεῖν καὶ τὸ τῆς εἰρήνης προβεβλῆσθαι σχῆμα βασιλεῖ τὰ μὴ μάχιμα ἐπαγ 564 γέλλοντι· πέμπειν δὲ τοὺς πιστοὺς ἐς τὰ μάλιστα σφίσι δόξαν τας, καὶ οἷς ἦν ὡς ἥκιστα διαψεύδεσθαι ὑπειλῆφθαι. ταῦτ' ἄρα καὶ βασιλεῖ τοὺς λόγους ἀποδεξαμένῳ, τὸ μὲν αὐτῷ ἐπιστέλλειν τὰ τῆς εἰρήνης συνάμα καὶ ἄλλοις διαπρεσβεύσασθαι, ὅσον τῶν ὀνηΐστων, τοσοῦτον οὐκ ἐχέγγυον ἐκ τῆς πρὸς τὸ γένος οἱ οἰκειό τητος κατεφαίνετο, ἄλλως δὲ τὰ τῆς γνώμης κατασφαλισαμένου, οὐδὲν ἐμποδὼν ὑπετόπαζε τῷ τούτοις ἐπιχειρεῖν αὐτοῦ γε πρε σβεύοντος. ὅθεν καὶ ὅρκοις προκατελάμβανε, καὶ σὺν αὐτῷ τὸν τῶν Λατινικῶν ἑρμηνέα Κορόνην ἐξαποστέλλων ἐκέλευε τὴν τα χίστην ἰέναι καὶ τὰ τῆς εἰρήνης πειρᾶν ὡς οἷόν τε διαπράττεσθαι. καὶ δὴ παραγενόμενοι οὐ πολλῷ ὕστερον σφίσι συνάμα καί τισιν ἄλλοις τρισίν, καθημένων δ' ἔν τινι τῶν φρουρίων καὶ μηνυτῇ χρησαμένων, οἱ ἐν τῷ φρουρίῳ Καλλιουπόλεως Κατέλανοι ὁμή ρους δόντες κατὰ πίστιν τοῦ μή τι παθεῖν ἐκείνους ἀνήκεστον, ἵππους πέντε πέντ' οὖσιν ἐξαποστέλλουσιν, ἐφ' ᾧ καὶ ἐς αὐτοὺς 565 γένωνται· πλὴν ἑκάστῳ συνεπωχεῖτο ὄπισθεν ὁ φυλάξων τὸν ἐπι βάτην, τῷ μὲν δοκεῖν, μή πως ἐξ ἐφόδου τις ἐκπηδήσας τῶν Κατελάνων ἄχαρί τι δράσοι τὸν πρεσβευτήν, τῷ δὲ βαθυτέρῳ, ὡς ἂν μηδὲ καιρὸν διδόντες σφίσι προμαθεῖν τι περὶ ἐκείνων ἔκ τινος περιεργίας ἐπερωτήσασιν. (2) οἳ καὶ ἐπιστάντες ἔλεξαν τάδε." βασιλεὺς Ἀνδρόνικος ἡμέτερος μὲν δεσπότης, σφῶν δ' ὑμῶν κλήτωρ, τάδ' ἐπήγγειλεν ὑμῖν. χρεὼν ἀνδράσι θεοῦ μὲν τιμᾶν αἱρουμένοις δίκην, βασιλεῖ δ' ἐς τὰ μάλιστα μεμνῆ σθαι χαρίτων δικαίοις οὖσι, μὴ ὅ τι βουλομένοις ἂν εἴη σφίσιν, ἀλλὰ καὶ ὅ τι συνενέγκοι ἂν ἐς τὸ μετὰ ταῦτα σκοπεῖν. τὸ μὲν γὰρ ἀβούλου καὶ πρὸς τὸ παραυτίκα μόνον ἀφορώσης γνώμης, τὸ δὲ τὴν εἰς τὸ μέλλον πρόνοιαν ἀταμίευτον οὐκ ἐᾷ κεῖσθαι. καὶ ὑμῖν τοίνυν, εἰ μὲν τὴν ἀρχὴν τὰ τῶν ἐχθρῶν ἑλόμενοι ἐς τὴν Ῥωμαίων γῆν ἐσβαλεῖν ἔγνωτε, οὐ δικαίως ἂν νεμεσᾶν ἔχοι τις· μηδὲ γὰρ ἀνθρώποις ἀσύνηθες τοῦτ' εἶναι, καὶ μᾶλλον ὅτε καὶ τὰ γένη διαλλάττοιεν, οἷς ἔνι μὲν σπονδαῖς χρῆσθαι, ἔνι δὲ καὶ ὁμόσε ταῖς μάχαις ἰέναι. ἐπεὶ δὲ ξύμμαχοι προσκληθέντες τὰ 566 τῶν ἐχθρῶν, οὐ δέον ὄν, ἐκ τοῦ ἐξαίφνης ἀνθείλεσθε, πῶς ἂν μὴ θέλων τις ὑμῖν νεμεσᾶν ἐκφύγοι τὸ νεμεσᾶσθαι; μνήσθητε γὰρ πρὸς ἐκείνους χεῖρας ἀνταίροντες, ὑπὲρ ὧν κινεῖν ὅπλα πρὸς τοὺς σφίσι πολεμοῦντας μεγάλων ὡμολογήσατε τῶν μισθῶν. πῶς δὲ δίκαιον καὶ νόμιμον, κειμένων εἴτε θείων εἴτε καὶ ἀνθρωπίνων, θέσθαι μὲν ἐν ἀλογίᾳ τὰ ὀμωμοσμένα, μεγάλων δὲ χρημάτων ὧν εἰς ὑμᾶς ἐδαπανήσαμεν, τὰς καθ' ἡμῶν ὁρμὰς ἀντιδοῦναι; τί δ' ὑμῖν καὶ ἀποκριθείη ἐς τὸ μετέπειτα ὄνομα; συμμάχους ὀνο μάσειέ τις; ἀλλ' αἱρετέα τὰ τῶν ἐχθρῶν ὑμῖν ἔδοξεν. ἀλλ' ἐχθρούς; καὶ τίς ἂν καὶ τίνας μεγάλων μισθῶν ἐπὶ σφετέρῳ πο νήρῳ προσκαλεῖσθαι δέξαιτο; ἀλλὰ συμμάχους μὲν τὸ πρῶτον, πολεμίους δ' ἐσέπειτα καταστάντας; καὶ τί γ' ἄλλο ὑμῖν τις ἐπι καλοίη δεινόν, εἰ σύμμαχοι ἐπιστάντες, πολλῶν καὶ ταῦτα τῶν ἀναλωμάτων, ἔπειτα ἐσπείσασθε μὲν τοῖς ἐχθροῖς δι' οὓς προσε κλήθητε, μετ' αὐτῶν δὲ τὴν ἡμετέραν ληΐζεσθε; τί δὲ καὶ ἀπο λογούμενοι Χριστιανοὶ Χριστιανοὺς τὰ ἀνήκεστα δρᾶτε, τῷ μὴ ἐς ἀναβολὰς θέσθαι, κακοὶ δόξαι ὥσπερ αἱρούμενοι; τί γὰρ τῶν 567 κακῶν οὐκ εἴργασθε; οὐ χώρας ἠνδραποδίσατε; οὐκ ἄνδρας ἐκτείνατε; οὐ νήπια καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς, τὰ μὲν ἀνηλεῶς διεχρήσασθε, τοὺς δὲ πᾶσαν ἰδέαν βασάνων διενεγκεῖν ἀναγκάσαντες ἔπειτα ἐκποδὼν ἔθεσθε; τί ὑμῖν τοῦ πράκτορας τοσούτων γενέσθαι κακῶν αἴτιον; Καῖσαρ ἀπώλετο. ἀλλ' οὐχ ἡμῶν γε θελόντων, οἶδεν ὁ πάνθ' ὁρῶν ὀφθαλμός· ἀλλ' οἷς ἐντέτροφε μῖσος τὸ κατ' ἐκείνου ἔκ τινων παλαιῶν μηνιμάτων, τούτοις καὶ μόνοις αὐτόβουλον εἴργασται τὸ πραχθέν. τὸ παθεῖν οὖν ἐκεῖνον τὰ χείριστα, ὡς οὐχ ἡμῖν μετὸν ὅλως εἰς ζημίας δό κησιν, σφίσιν αὐτοῖς εἰς ἐκδίκησιν περιγράφετε. καὶ μὴν παῖς ἦν ἡμῖν ἡ ἐκείνῳ συνοικοῦσα, ὥστ' ἂν καὶ συγγνωτέα ἐδόκει, ἤν πού τί οἱ καὶ πεπλημμέλητο. καὶ τὸ οὕτω τὰ πεπλημμελημένα μετέρχεσθαι τοῖς τῶν Ῥωμαίων ἤθεσιν ἥκιστα χωρητέα. καὶ τοῦτ' ἦν ἴσως εἰ προῦπτον ἦν τὸ ἀδίκημα. ἢν δὲ μηδὲν ἔχοι τις ἐγκαλεῖν ὡς καὶ αὐτοῖς ἡμῖν βουλομένοις εἰδέναι ἂν εἴη, πῶς ἂν 568 αἱρετέα ἡμῖν τὰ μὴ ξυνοίσοντα ξυνέβαινεν εἶναι; χωρὶς δὲ τού των, τοῖς μὲν οὐκ ἔχουσιν ἂν ὅπῃ τραπεῖεν, ἤν πού τι τῶν ἀβου λήτων παρά τινων γένοιτο, ἐκείνοις ἂν ξυμβαίη καὶ παρὰ τὰ οἰ κεῖα ἤθη παρατολμᾶν. οἷς γὰρ σφίσιν ἐν στενῷ κομιδῇ τὰ τῆς ἐκδικήσεως, ἐπιχειρητέα καὶ τὰ ἥκιστα ἂν ἐς ἅπαν συνήθη· φέ ρει γὰρ εἰς καιρὸν ταῦτα τὸ ἀπογνῶναι καὶ τὸ τῶν δρασειόντων ἀσθενὲς καὶ ἀμήχανον τοῦ καὶ τὰ συνήθη παραβαίνειν. καὶ ὧν πραττομένων ἡ μέμψις ἐφῆπται, αἰτιάσαιτ' ἄν τις δικαίως· οἷς δ' ἐν ἰσχύϊ τὸ μετελθεῖν ὡς βούλοιντ' ἄν, τὸ αἱρετὴν αἰσχύνην περιβαλέσθαι σφίσιν ἑαυτοῖς πῶς οὐκ ἀβούλητον; τῶν μὲν οὖν πεπραγμένων οὐχ ἧττον ξυγγνώμονας εἶναι χρή, ἢ ἐκδικητὰς βού λεσθε γίγνεσθαι, τοὺς οὐκ ἂν εἰ μὴ αἱροῖντο κακοὶ φαίνεσθαι καὶ ἐκσπόνδων χείρους ζημιωθησομένους τὸ σύνολον. εἰ δ' οὖν, ἀλλ' ἐκ τῶν φθασάντων σκεπτέα ἂν εἴη ὑμῖν ὁπόσοις, δέον παρ' ἐχθρῶν πλουτεῖν, ἐκ τῶν ἡμετέρων ἐξωλβίσθητε. καὶ ἀφίημι 569 ὅσα ἠλογηκότες τῶν εἰς Ῥωμαίους σπονδῶν καὶ συνθηκῶν ἠνδρα 569 ποδίσασθε· ἀλλ' ὁπόσους ἡμῶν διδόντων ἢ καὶ ἐκκεχωρηκότων λαμβάνειν ἀπώνασθε. τὸ γὰρ τῶν συμμάχων σχῆμα, καὶ τὸ ἔτι δοκεῖν τῶν ἡμετέρων ὑπερπονεῖν, ὡς λαμβάνοντας διετίθει τοὺς οὐδὲν ἧττον διδόντας, κἄν τις καὶ ἄκων εἶναι ἐδίδου προσ αφαιρούμενος. τούτων μνήσθητε, καὶ τὰς ἐξ ἀρχῆς ὁμολογίας αἰδεσθέντες αἷς ἐμπεπέδωσθε, Καίσαρα μὲν πρόφασιν τοὐντεῦ θεν ἀπόθεσθε, ἔννοια δὲ εἰσίτω ὅπῃ γῆς προσκαθήμενοι ταῦτ' ἐργάζεσθε, καὶ εἰ ἀκίνδυνα σφίσιν αὐτοῖς τὸ ἐς νέωτα ἔσται. ἡμῖν μὲν γὰρ καὶ ἐς τόδε δόκησιν παρασπονδήσεως, ὡς ἥκισθ' ἡμῖν πρέπουσαν, ἀποκλίνουσι μαλακώτερον τὰ τῆς μάχης ἐπικε χείρηται· δεινὰ γὰρ τὰ ξυγκείμενα ἀπρακτεῖν πείθει καὶ τὰ δει νότατα πάσχοντας, καὶ πάσχουσίν ἐστι καταφυγὴ ἡ τῶν διομω μοσμένων αἰδώς, ἤν τις καὶ μέμφοιτο. ὑμῖν δὲ ὅποι περιστή σεται τὰ τῆς τόλμης, οὐκ εἰς μακράν, εἰ μὴ παύσησθε, εἴσεσθε. 570 ἀλλ' ὅμως χρὴ καὶ προαναστέλλειν λέγοντας· οὕτω γὰρ καὶ τὴν τοῦ ἐσαῦθις λελεῖφθαι ἡμῖν λόγον συγγνώμης παρὰ τοῖς τὰ δί καια κρίνουσι δόξαν ἀποισαίμεθ' ἄν, καὶ προσέσται τὸ δίκαιον αὖθις, τὰς δίκας λαμβάνειν, ὑμῶν διδόντων καὶ ἀκόντων, σὺν ἀρήξει θείᾳ προαιρουμένοις, ἐπείπερ ἄρχειν τῆς μάχης οὐ κατο κνεῖτε. δεῖ γὰρ τὴν τοῦ παρασπονδεῖν δόκησιν ἐς ἅπαν ἐκκλίνειν. ὁ γὰρ ἐπὶ τοσούτοις δεινοῖς τὴν ἀρχὴν ἐς εἰρηνικὰς ἀξιούμενος καὶ μὴ θέλων, ἐκεῖνος καὶ τὴν τοῦ παρασπονδεῖν τὴν ἀρχὴν δόκησιν δικαίως ἂν ἀπενέγκαιτ' ἄν. τοῖς γὰρ ἐπιοῦσι τὸ πρῶτον, οὐ τοῖς ἀμυνομένοις τὸ ἄδοξον τοῦτο πρόσρημα περιστήσεται, ἤν πού τις ἀδικῶν τὰς συνθήκας τὴν ἄμυναν προσκαλοῖτο. δυοῖν οὖν ἑλέσθαι θάτερον ἀναγκαῖον ἴσως καὶ οὐκ ἀπὸ τοῦ τῷ παρόντι καιρῷ πρέποντος, ἢ πάντα λαβόντας πρὸς τὰ ὑμέτερα ἐπανήκειν ἤθη, ἢ πάντ' ἔχοντας ἡμῖν προσφοιτᾶν, ὡς ἐπὶ μισθοῖς καὶ αὖ 571 θις ἐσομένους, τῇ τῶν Ῥωμαίων ὑπηρετεῖσθαι ἀρχῇ. οὕτω γὰρ κατ' ἄμφω καὶ ἐπὶ βεβαίῳ τῆς κτήσεως συμβαίη ἂν τὰ πάντα κεκτῆσθαι, καὶ τὸ εἰς ἄγαν τὰς σπονδὰς ἠμελῆσθαι ἥκιστ' ἂν δόξειε. καὶ ὅποι ποτ' ἂν προσχωρήσητε, τὴν τῆς ἐν ἀσφαλεῖ συμμαχίας δόξαν οὐκ ἐς ἅπαν ἀποβεβληκότες εἴητε, ἐπεὶ τίν' ἔχει λόγον ἐφισταμένους ἀμύντορας, ἔπειτα ἐπίκλημ' ὅ τι τύχοι προ βεβλημένους ἐχθρῶν καθίστασθαι τὰ πικρότατα; εἰ δὲ καὶ μι σθοφορίας, ὡς πέπυσμαι, προτενεῖτε, αἰδὼς καὶ μόνον τὸ λέ γειν. τίνων σπουδασμάτων χάριν καὶ πόνων; καλά γε ἐς Ῥω μαίους, καλὰ καὶ δίκαια μεγάλους ἐφέλκειν μισθούς. τὸ πράτ τειν γοῦν ταῦτα ὁμολογοῦντες ἐχθρῶδες εἶναι τοὺς ὑπὲρ τούτων μισθοὺς ὡς σύμμαχοι ἀπαιτήσετε; καὶ ποίαν ἄρα ἀγνωμοσύνης οὐχ ὑπερβαλεῖσθε ὑπερβολήν; ἃ γὰρ ὑπὲρ Ῥωμαίων πεπρᾶχθαι σφίσιν ἡμῖν ἔδοξε, καὶ ὑπὲρ τὸ δίκαιον ἔμμισθ' ἂν εὕροιτ' ἂν σκοπούμενοι· τὰ δὲ κατ' αὐτῶν πεπραγμένα τόσον ἐφέλκειν μι σθοὺς δίκαιά εἰσιν ὅσα καὶ δίκας αὐτῶν ὑποσχεῖν δίκαιοι ἂν λο γισθείητε. χρεὼν οὖν ἐντελεχέστατα βουλευσαμένοις ὅπῃ δοκεῖ ποιητέα εἶναι, ταῦθ' ἑλέσθαι, ὡς ἡμῖν γε τὸ ἀπὸ τοῦδε λόγος 572 οὐδεὶς πρὸς ὑμᾶς, ἤν πῄ γε ἄλλως ἢ ὡς ἡμῖν ἁνδάνῃ γνοίητε." οἱ μὲν οὖν πρέσβεις τοσαῦτα εἶπον, ἐκεῖνοι δὲ τοὺς λόγους ἐνδε ξάμενοι οὐδὲν ὅ τι πρὸς εἰρηνικὰς ἐδόκει σπονδὰς ὑπεκρίνοντο, ἀλλὰ πλήρεις κορύζης Ἰταλικῆς λόγους ἐξέφερον. καὶ τέλος" ἢν βουλομένῳ βασιλεῖ εἴη" ἔφασκον" ἐνσπόνδους ἡμᾶς ἀπαλλάσ σεσθαι, παρεκτέα μὲν τοὺς μισθοὺς ὧν δεδουλεύκαμεν, ἀπολυ τέα δὲ καὶ τοὺς ἡμετέρους, τούς τ' ἀλλαχοῦ καὶ τοὺς κατὰ πό λιν, αὐτούς τε καὶ νῆας, Γεννουΐτας πείσαντι, ἐξωνητέα δὲ καὶ τοὺς ἵππους τιμῆς δικαίας, ἔτι δὲ καὶ τὰ ἀνὰ χεῖρας σκῦλα καὶ αἰχμαλώτους. καὶ οὕτως ἀφέντες ὑμῖν πολεμεῖν τὴν ταχίστην ἀπαλλαξόμεθα. ὡς ἡμῖν μὴ οὐχὶ τοῦ βίου τὴν ἀρετὴν ἀνταλ λάττεσθαι, ἢν αἵρεσις ἀμφοῖν κέηται, αἰδὼς καὶ πόνος οὐχὶ μι κρός." ταῦτ' εἰπόντες, καὶ τὴν πρεσβείαν ἐξ αὐτῆς ἀποπέμ ψαντες, ἐρασταὶ πραγμάτων ἀτόπων ἐκτόπως ἦσαν.