Chronicon ii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-pachymeres" aria-label="More works by Georgius Pachymeres">
—
⋯
Original / primary: Pg Scrape Grc
375.1.1
λυπηθήσομαι. οὕτω τὸ ἀτηρὸν παρὰ πάντας ἐμοί" φησί" περι 375 στήσεται." ταῦτ' ἔλεγε βασιλεύς, ἐνάγων ὡς δῆθεν αὐτοὺς ἐς ὁμόνοιαν. ἀλλ' οὐκ ἔπειθε· πολλῷ γὰρ ἥκιστα τοῦτο, ὅσῳ καὶ δοκῶν δουλεύειν ἰδίῳ θελήματι ἀντέχειν παρεῖχε καὶ ἀντισπᾶν σφίσι πρὸς ὅ τι καὶ λέγοι. Μακρότεροι μὲν οὖν διὰ ταῦτα λόγοι τῆς χρείας ἐγίνοντο, καὶ βασιλεὺς τὸ ποιητέον διενοεῖτο. ἤκουε γὰρ καὶ πολλοὺς καὶ τοὺς μεγίστους, τοῦτο μὲν τοὺς ἀμφὶ τὸν πατριαρχεύσαντα Ἰωάννην, τοῦτο δὲ τοὺς ἀμφὶ τὸν πατριάρχην Ἀλεξανδρείας, καὶ ὅσους εἶχε μεθ' ἑαυτοῦ ὁ Ῥαοὺλ Ἰσαάκιος, ὃς δὴ καὶ τὰ ὄμματα πηρωθεὶς διὰ τὰ συμβάντα πρότερον καὶ μέχρι καὶ Ἰωάννου ἐν τῷ τῆς ἐκκλησίας σχίσματι διαμείνας, εἰρηνεύσας ἐν τούτῳ, ἤδη καὶ πάλιν διὰ τὰ προβαίνοντα διεφέρετο, ἤκουε γοῦν τούτους καὶ ἄλλους πλείονας καὶ μεγίστους τῇ πράξει προσιστα μένους καὶ ἀντιβαίνοντας. (3) καὶ διὰ ταῦτα δόξαν ἀπελθεῖν πρὸς τὸν Ἰωάννην, ὅπως ὑποποιήσαιτο, ἐπεὶ κἀκεῖνος βαθύ τι σκεπτόμενος, ὡς ἔδειξεν ὕστερον, βασιλέα ἤθελε βλέπειν καὶ